The Greek Library Catalogue

Anonymous

Fragmentum

Edition reference
Fragmentum, ed. T. Kock, Comicorum Atticorum fragmenta, vol. 3, Leipzig: Teubner, 1888: 376.
CTS identifier
urn:cts:greekLit:tlg0456.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

tit 1

{ΑΝΑΚΑΛΥΠΤΟΜΕΝΗ}

1

τέτταρας . . τραπέζας τῶν γυναικῶν εἶπά σοι,

ἓξ δὲ τῶν ἀνδρῶν, τὸ δεῖπνον δ' ἐντελὲς καὶ μηδενὶ

ἐλλιπές. λαμπροὺς γενέσθαι βουλόμεσθα τοὺς γάμους.

οὐ παρ' ἑτέρου δεῖ πυθέσθαι, πάντα δ' αὐτόπτης ἐρῶ.

τῶν μὲν ἐλαῶν ἄφελε .. πάνθ' ὅς' ἂν βούλῃ γένη.

εἰς δὲ τὰ κρέα μόσχον ἔλαβες, δέλφακας, χοίρους, λαγώς.

{Α.} ὡς ἀλαζὼν ὁ κατάρατος. {Β.} θρῖα, τυρόν, ἐγχύτους.

{Α.} παῖ Δρόμων. {Β.} κάνδυλον, ᾠά τ', ἀμύλιον ....

τὸ πέρας, ὕψος τῆς τραπέζης πήχεών ἐστιν τριῶν,

ὥστε τὸν δειπνοῦντ' ἐπαίρειν, ἄν τι βούληται λαβεῖν.

{<ΑΝΑΚΑΛΥΠΤΟΜΕΝΗ.>}

1

Τέτταρας * * τραπέζας τῶν γυναικῶν εἶπά σοι

ἓξ δὲ τῶν ἀνδρῶν, τὸ δεῖπνον δ' ἐντελὲς καὶ μηδενί

ἐλλιπές. λαμπροὺς γενέσθαι βουλόμεσθα τοὺς γάμους.

{Β.} οὐ παρ' ἑτέρου δεῖ πυθέσθαι, πάντα δ' αὐτόπτης ἐρῶ.

τῶν μὲν ἐλαῶν ἄφελε πάνθ' ὅς' ἂν βούλῃ γένη.

εἰς δὲ τὰ κρέα μόσχον ἔλαβες, δέλφακας, χοίρους, λαγώς·

{Α.} ὡς ἀλαζὼν ὁ κατάρατος. {Β.} θρῖα, τυρόν, ἐγχύτους.

{Α.} παῖ Δρόμων. {Β.} κάνδυλον, ᾠά τ', ἀμύλιον * * *

τὸ πέρας, ὕψος τῆς τραπέζης πήχεών ἐστιν τριῶν,

ὥστε τὸν δειπνοῦντ' ἐπαίρειν, ἄν τι βούληται λαβεῖν.