Fragmenta
- Edition reference
- Fragmenta, ed. A. Meineke, Fragmenta comicorum Graecorum, vol. 4, Berlin: Reimer, 1841 (repr. Berlin: De Gruyter, 1970): 486– 487, 489–495.
- CTS identifier
urn:cts:greekLit:tlg0460.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
Syn
1
ἐγκέφαλος ἠλλοίωτο. δεῖ δέ, Καρίων,
ὅταν μὲν ἔλθῃς εἰς τοιοῦτον συρφετόν,
Δρόμωνα καὶ Κέρδωνα καὶ Σωτηρίδην,
μισθὸν διδόντας ὅσον ἂν αἰτήσῃς, ἁπλῶς
εἶναι δίκαιον, οὗ δὲ νῦν βαδίζομεν,
εἰς τοὺς γάμους, ἀνδροφόνον. ἂν τοῦτ' αἰσθάνῃ,
ἐμὸς εἶ μαθητὴς καὶ μάγειρος οὐ κακός.
ὁ καιρὸς εὐκτός· ὠφελοῦ. φιλάργυρος
ὁ γέρων. ὁ μισθὸς μικρός. εἴ σε λήψομαι
νῦν μὴ κατεσθίοντα καὶ τοὺς ἄνθρακας,
ἀπόλωλας. εἴσω πάραγε. καὶ γὰρ οὑτοσί
προσέρχεθ' ὁ γέρων. ὡς δὲ καὶ γλίσχρον βλέπει.
Eif
tit
{EX INCERTIS FABULIS.}
1
Ἐγὼ μαθητὴς ἐγενόμην Σωτηρίδου,
ὃς ἀπὸ θαλάττης Νικομήδει δώδεκα
ὁδὸν ἀπέχοντι πρῶτος ἡμερῶν ποτε
ἀφύης ἐπιθυμήσαντι χειμῶνος μέσου
παρέθηκε νὴ Δί' ὥστε πάντας ἀνακραγεῖν.
{Β.} πῶς δὲ δυνατὸν τοῦτ' ἐστί; {Α.} θήλειαν λαβών
γογγυλίδα, ταύτην ἔτεμε λεπτὰ καὶ μακρά,
τὴν ὄψιν αὐτῆς τῆς ἀφύης μιμούμενος·
ἀποζέσας, ἔλαιον ἐπιχέας, ἅλας
δοὺς μουσικῶς, μήκωνος ἐπιπάσας ἄνω
κόκκους μελαίνης τὸν ἀριθμὸν δώδεκα,
περὶ τὴν Σκυθίαν ἔπαυσε τὴν ἐπιθυμίαν.
καὶ Νικομήδης, γογγυλίδα μασώμενος,
ἀφύης τότ' ἔλεγε τοῖς φίλοις ἐγκώμιον.
οὐδὲν ὁ μάγειρος τοῦ ποιητοῦ διαφέρει·
ὁ νοῦς γάρ ἐστιν ἑκατέρῳ τούτων τέχνη.
2
Οὐκ ἔστι μοιχοῦ μεῖζον οὐδὲ ἓν κακόν·
ἐν ταῖς γὰρ ἑτέρων βούλετ' ἀτυχίαις τρυφᾶν.