The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. T. Kock, Comicorum Atticorum fragmenta, vol. 1, Leipzig: Teubner, 1880: 258–270, 272–355, 357–369.
CTS identifier
urn:cts:greekLit:tlg0461.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

tit 1-30

{ΑΙΓΕΣ}

1

ὡς δή ποτ' αὐτῶν ἢν κάμῃ τις, εὐθέως

ἐρεῖ· πρίω μοι σελάχι'· ἤν τ' ἴδῃ λύκον,

κεκράξεται φράσει τε πρὸς τὸν αἰπόλον.

2

σὺ δ' αἰγιάζεις ἐνθαδὶ καθήμενος.

3

καὶ ζῆν μαθόντι μηδὲ τάγυρι μουσικῆς.

4

ἐγὼ τελῶ τὸν μισθὸν ὅντιν' ἂν χρῇ.

5

καὶ τῆς λοπάδος· ἔνεισι δ' ἑψητοί τινες.

6

ὦ Χάριτες, αἷς μέλουσιν ἑψητοί.

7

πλὴν

ἅπαξ ποτ' ἐν Φαίακος ἔφαγον καρίδας.

8

Διόνυσε χαῖρε. μή τι πέντε καὶ δύο;

9

τὴν πανδοκεύτριαν γὰρ ὁ γλάμων ἔχει.

10

προσένεγκέ μοὐγγὺς τὸ στόμ' ὀσφρέσθαι τὸ σόν.

11

ταύτην ἐγὼ ζητῶν πάλαι τὴν ἁρμογήν.

12

τοῦδε νῦν γεῦσαι λαβών.

13

ἐπίσταμαι γὰρ αἰπολεῖν, σκάπτειν, νεᾶν, φυτεύειν.

14

βοσκόμεθ' ὕλης ἀπὸ παντοδαπῆς, ἐλάτης, πρίνου κομάρου τε

πτόρθους ἁπαλοὺς ἀποτρώγουσαι, καὶ πρὸς τούτοισί γε θαλλόν,

κύτισόν τ' ἠδὲ σφάκον εὐώδη, καὶ σμίλακα τὴν πολύφυλλον,

κότινον, σχῖνον, μελίαν, λεύκην, ἀρίαν, δρῦν, κιττόν, ἐρίκην,

πρόμαλον, ῥάμνον, φλόμον, ἀνθέρικον, φηγόν, κισθόν, θύμα, θύμβραν.

15

αὐτοῦ τὴν χερνίβα παύσεις.

16

σφυράδων πολλῶν ἀναμέστη

18

βουκολεῖσθαι αἶγας

19

ἱερεὺς Διονύσου

20

νεόκοπον κάρδοπον

21

ἀνακές

22

ἀνεσκιρτημένας

23

βαλλαντίδια

24

βίος

25

ἐλεινόν

26

ἐλελήθεισαν

27

ἔφιππον

28

μεμβράδες

29

νεανισκεύεται

30

χορδῶν

tit 31-41

{ΑΣΤΡΑΤΕΥΤΟΙ Η ΑΝΔΡΟΓΥΝΑΙ}

31

Πείσανδρος εἰς Πακτωλὸν ἐστρατεύετο,

κἀνταῦθα τῆς στρατιᾶς κάκιστος ἦν ἀνήρ.

32

ἐν εὐσκίοις δρόμοισιν Ἀκαδήμου θεοῦ.

34

δοκῶ μοι νῦν ὁρᾶν ἀφαδίαν.

35

Ἀθηναίων εἰ βούλεταί τις ἐγγράφειν—

36

μήποτε θρέψω

παρὰ Περσεφόνῃ τοιόνδε ταὧν, ὃς τοὺς εὕδοντας ἐγείρει.

37-38

ἄνδρες ἑταῖροι, δεῦρο δὴ τὴν γνώμην προσίσχετε,

εἰ δυνατὸν καὶ μή τι μεῖζον πράττουσα τυγχάνει. * * * *

καὶ ξυνεγιγνόμην ἀεὶ τοῖς ἀγαθοῖς φάγροισιν.

tit 42-67

{ΑΥΤΟΛΥΚΟΣ Α ΚΑΙ Β}

42

οἰκοῦσι δ' ἐνθάδ' ἐν τρισὶν καλιδίοις,

οἴκημ' ἔχων ἕκαστος.

43

ἤδη γὰρ Ἀρίσταρχον στρατηγοῦντ' ἄχθομαι.

44

ὅτι τὰ πατρῷα πρὸς σὲ καταδιέφθορα.

45

ἆρα σφόδρ' ἐνεούρησεν ἐξώλης γέρων;

46

τί δῆτ' ἄν, εἰ μὴ τὸ σκάφιον αὐτῇ παρῆν;

47

σκέλη δὲ καὶ κωλῆνες εὐθὺ τοὐρόφου.

48

ἐλλιμένιον δοῦναι πρὶν εἰσβῆναί σε δεῖ.

49

ἀτὰρ ἤγαγες καινόν τι φῖτυ τῶν βοῶν.

50

ἀνεκάς τ' ἐπαίρω καὶ βδελυρὸς σὺ τὸ σκέλος.

51

καπνοὺς ἀποφαίνει καὶ σκιάς.

52

ἐπὶ καινοτέρας ἰδέας ἀσεβῶν βίον, ὦ μοχθηρός, ἔτριβες.

{Β.} πῶς ὦ πολλῶν ἤδη λοπάδων τοὺς ἄμβωνας περιλείξας;

58

δίφρος Θετταλικὸς τετράπους

60

ἀκαλήφας

61

ἀναφλασμόν

62

ἀπρασία

63

ἀρρωστήμων

64

βιασμός

65

ἐπίπεμπτον

66

νουθέτησιν

67

πορνεύεσθαι

tit 68-89

{ΒΑΠΤΑΙ}

68

ἀναρίστητος ὢν

κοὐδὲν βεβρωκώς, ἀλλὰ γὰρ στέφανον ἔχων

69

ὅτι οὐκ ἀτρύφερος οὐδ' ἄωρός ἐστ' ἀνήρ.

70

ἀλλ' ἐξολεῖς με ναὶ μὰ τὴν ἀμυγδαλῆν.

71

ἐπιχώριος δ' ἔστ' ἢ ξένης ἀπὸ χθονός;

72

ὦ ῥύμβε μαστίξας ἐμέ

73

ἀλλ' οὐχὶ δυνατόν ἐστιν· οὐ γὰρ ἀλλὰ προ-

βούλευμα βαστάζουσι τῆς πόλεως μέγα.

74

ἀνόσια πάσχω ταῦτα ναὶ μὰ τὰς Νύμφας.

{Β.} πολλοῦ μὲν οὖν δίκαια ναὶ μὰ τὰς κράμβας.

75

ἐκεῖ γὰρ ἕξεις ἀγαθὰ πολλὰ δὴ πρῴ.

76

ἀλλὰ τὰς κίστας γ' ἔχουσι πλουσίως σεσαγμένας.

77

ὃς καλῶς μὲν τυμπανίζεις

καὶ διαψάλλει τριγώνοις

κἀπικινεῖς ταῖς κοχώναις

καὶ πείθεις ἄνω σκέλη.

78

κἀκείνους τοὺς Ἱππέας

συνεποίησα τῷ φαλακρῷ τούτῳ κἀδωρησάμην.

79

σὺ δ' ὕπαγ' εἰς τοὔμπροσθεν.

86

χαλκῷ περὶ κοττάβῳ

88

κάπνην

89

παλιναιρέτους

tit 90-135

{ΔΗΜΟΙ}

90

οὐ γὰρ μὰ τὴν Μαραθῶνι τὴν ἐμὴν μάχην

χαίρων τις αὐτῶν τοὐμὸν ἀλγυνεῖ κέαρ.

91

{ΝΙΚ.} πῶς γὰρ ἐγένου δίκαιος; * * *

{ΑΡΙΣΤ.} ἡ μὲν φύσις τὸ μέγιστον ἦν, ἔπειτα δὲ

κἀγὼ προθύμως τῇ φύσει συνελάμβανον.

92

τὸ γὰρ δίκαιον πανταχοῦ φυλακτέον.

93

ὅ τι περ κεφάλαιον τῶν κάτωθεν ἤγαγες.

94

κράτιστος οὗτος ἐγένετ' ἀνθρώπων λέγειν·

ὁπότε παρέλθοι δ', ὥσπερ ἁγαθοὶ δρομῆς,

ἐκ δέκα ποδῶν ᾕρει λέγων τοὺς ῥήτορας,

ταχὺν λέγεις μέν, πρὸς δέ γ' αὐτοῦ τῷ τάχει

πειθώ τις ἐπεκάθιζεν ἐπὶ τοῖς χείλεσιν·

οὕτως ἐκήλει καὶ μόνος τῶν ῥητόρων

τὸ κέντρον ἐγκατέλειπε τοῖς ἀκροωμένοις.

95

λαλεῖν ἄριστος, ἀδυνατώτατος λέγειν.

96

ῥήτωρ γάρ ἐστι νῦν τις, ὅν γ' ἔστιν λέγειν;

{Β.} ὁ Βουζύγης ἄριστος ἁλιτήριος.

97

τί κέκραγας ὥσπερ Βουζύγης ἀδικούμενος;

98

{ΠΕΡΙΚΛ.} ὁ νόθος δέ μοι ζῇ;{ΜΥΡΩΝΙΔ.} καὶ πάλαι γ' ἂν ἦν ἀνήρ,

εἰ μὴ τὸ τῆς πόρνης ὑπωρρώδει κακόν.

99

οὐ δεινὸν οὖν κριοὺς ἔμ' ἐκγεννᾶν τέκνα,

ὄρνεις δ' ὁμοίους τοὺς νεοττοὺς τῷ πατρί;

100

καὶ μηκέτ', ὦναξ Μιλτιάδη καὶ Περίκλεες,

ἐάσατ' ἄρχειν μειράκια βινούμενα,

ἐν τοῖν σφυροῖν ἕλκοντα τὴν στρατηγίαν.

101

ἀνὴρ πολίτης πουλύπους ἐς τοὺς τρόπους.

102

ταδὶ δὲ τὰ δένδρα Λαισποδίας καὶ Δαμασίας

αὐταῖσι ταῖς κνήμαισιν ἀκολουθοῦσι μοι.

103

Ἱπποκράτους τε παῖδες ἐμβόλιμοί τινες,

βληχητὰ τέκνα κοὐδαμῶς τοῦ τρόπου.

104

ἅπασα γὰρ ποθοῦμεν ἡ κλεινὴ πόλις.

105

ἀμβλυστονῆσαι καὶ χλοῆσαι τὴν πόλιν.

106

καὶ τοῦ μὲν ἐν κύκλῳ γε παύσομαι λόγου,

φράσω δέ σοι τὸ πρᾶγμα διὰ τῶν χωρίων.

107

ἔχων τὸ πρόσωπον καρίδος μασθλητίνης.

108

τὸ χαλκίον

θέρμαινέ θ' ἡμῖν καὶ θύη πέττειν τινὰ

κέλευ', ἵνα σπλάγχνοισι συγγενώμεθα.

109

γυναῖκ' ἔχοντα μάλα καλήν τε κἀγαθήν·

αὕτη νεανικοῦντος ἐπεθύμησέ μου.

110

τοιαῦτα μέντοι νιγλαρεύων κρούματα—

111

ἐνταῦθα τοίνυν ἦν ἐκείνοισιν πιθών.

112

ἔχων στατῆρας χρυσίου τρισχιλίους.

113

ἐγὼ δὲ συμψήσασα τἀργυρίδιον—

114

λέγ' ὅτου 'πιθυμεῖς, κοὐδὲν ἀτυχήσεις ἐμοῦ.

115

ὅτῳ δ' ἂν οἶνος ᾖ πολὺς πίσει.

116

τοιγαροῦν στρατηγὸς ἐξ ἐκείνου τοῦ χρόνου

οὐδεὶς δύναται ὥσπερ μειαγωγὸς ἑστιῶν

τῆς τοῦδε νίκης πλείον' ἑλκύσαι σταθμόν.

117

καὶ μὴν ἐγὼ πολλῶν παρόντων οὐκ ἔχω τί λέξω·

οὕτω σφόδρ' ἀλγῶ τὴν πολιτείαν ὁρῶν παρ' ἡμῖν.

ἡμεῖς γὰρ οὐχ οὕτω τέως ᾠκοῦμεν οἱ γέροντες,

ἀλλ' ἦσαν ἡμῖν τῇ πόλει πρῶτον μὲν οἱ στρατηγοὶ

ἐκ τῶν μεγίστων οἰκιῶν, πλούτῳ γένει τε πρῶτοι,

οἷς ὡσπερεὶ θεοῖσιν ηὐχόμεσθα· καὶ γὰρ ἦσαν·

ὥστ' ἀσφαλῶς ἐπράττομεν· νυνὶ δ', ὅταν τύχωμεν,

στρατευόμεσθ' αἱρούμενοι καθάρματα στρατηγούς.

118

κἄν τις τύχῃ πρῶτος δραμών, εἴληφε χειρόνιπτρον,

ἀνὴρ δ' ὅταν τις ἀγαθὸς ᾖ καὶ χρήσιμος πολίτης,

νικᾷ τε πάντας χρηστὸς ὤν, οὐκ ἔστι χειρόνιπτρον.

119

ἀναθῶμεν νῦν χἠμεῖς τούτοις τασδὶ τὰς εἰρεσιώνας

καὶ προσαγήλωμεν ἐπελθόντες. χαίρετε πάντες. {Α.} δεχόμεσθα.

120

ὃν χρῆν ἔν τε ταῖς τριόδοις κἀν τοῖς ὀξυθυμίοις

προστρόπαιον τῆς πόλεως κάεσθαι τετριγότα.

121

μὴ παιδὶ τὰ κοινά.

128

ὅτι; τὸ πυριατήριον.

129

ἐγχώριος ἀνήρ, ἐγχώριον πρᾶγμα

130

ἀριστητικός

131

ἥσθημα

132

θηρία

133

καπνοδόκην

134

καυχήσεται

tit 136

{[ΔΙΑΙΤΩΝ]}

tit 137

{[ΔΙΑΣ]}

tit 138-144

{ΕΙΛΩΤΕΣ}

138

καὶ γένηται τοῖσδε σάμερον κοπίς.

139

τὰ Στησιχόρου τε καὶ Ἀλκμᾶνος Σιμωνίδου τε

ἀρχαῖον ἀείδειν· ὁ δὲ Γνήσιππος ἔστιν ἀκούειν.

κεῖνος νυκτερίν' εὗρε μοιχοῖς ἀείσματ' ἐκκαλεῖσθαι

γυναῖκας ἔχοντας ἰαμβύκην τε καὶ τρίγωνον.

140

τέμενος Ποτειδᾶ ποντίω

141

ὀβολὸν τὸν καλλιχέλωνον

143

λαγώς

144

τήγανον

tit 145

{[ΚΛΟΠΑΙ]}

tit 146-178

{ΚΟΛΑΚΕΣ}

146a

ἔνδον μέν ἐστι Πρωταγόρας ὁ Τήιος * * *

146b

ὃς ἀλαζονεύεται μὲν ἁλιτήριος

περὶ τῶν μετεώρων, τὰ δὲ χαμᾶθεν ἐσθίει.

147

πίνειν γὰρ αὐτὸν Πρωταγόρας ἐκέλευ', ἵνα

πρὸ τοῦ κυνὸς τὸν πνεύμον' ἔκκλυστον φορῇ.

148

λαφύσσεται λαφυγμὸν ἀνδρεῖον πάνυ.

149

δεῖπνον θὲς ἑκατὸν δραχμάς. {Β.} ἰδού.

{Α.} οἶνον θὲς ἑτέραν μνᾶν.

150

δραχμῶν ἑκατὸν ἰχθῦς ἐώνημαι μόνον

ὀκτὼ λάβρακας, χρυσόφρυς δὲ δώδεκα.

151

ἄκουε δὴ σκεύη τὰ κατὰ τὴν οἰκίαν.

παραπλήσι' ὄντα σοι γέγραπται τἄπιπλα.

152-153

ἵππον κέλητ' ἀσκοῦντα θές.

θὲς νῦν ἀγροὺς καὶ πρόβατα καὶ βοῦς.

154

ἐκεῖνος ἦν φειδωλός, ὃς ἐπὶ τοῦ βίου

πρὸ τοῦ πολέμου μὲν τριχίδας ὠψώνης' ἅπαξ,

ὅτε τἀν Σάμῳ δ' ἦν, ἡμιωβολίου κρέα.

155

φοροῦσιν ἁρπάζουσιν ἐκ τῆς οἰκίας

τὸ χρυσίον, τἀργύρια πορθεῖται.

156

καὶ τὸν Κέκροπα τἄνωθεν ἀνδρός φας' ἔχειν

μέχρι τῶν κοχωνῶν, τὰ δὲ κάτωθεν θυννίδος.

157

τουτὶ λαβὼν τὸ κόρημα τὴν αὐλὴν κόρει.

158

Ἀλκιβιάδης ἐκ τῶν γυναικῶν ἐξίτω. {Β.} τί ληρεῖς;

οὐκ οἴκαδ' ἐλθὼν τὴν σεαυτοῦ γυμνάσεις δάμαρτα;

159

ἀλλὰ δίαιταν ἣν ἔχους' οἱ κόλακες πρὸς ὑμᾶς

λέξομεν· ἀλλ' ἀκούσαθ' ὡς ἐσμὲν ἅπαντα κομψοὶ

ἄνδρες· ὅτοισι πρῶτα μὲν παῖς ἀκόλουθός ἐστιν

ἀλλότριος τὰ πολλά, μικρὸν δέ τι κἀμὸν αὐτοῦ.

ἱματίω δέ μοι δύ' ἐστὸν χαρίεντε τούτω,

οἷν μεταλαμβάνων ἀεὶ θάτερον ἐξελαύνω

εἰς ἀγοράν. ἐκεῖ δ' ἐπειδὰν κατίδω τιν' ἄνδρα

ἠλίθιον, πλουτοῦντα δ', εὐθὺς περὶ τοῦτον εἰμί.

κἄν τι τύχῃ λέγων ὁ πλούταξ, πάνυ τοῦτ' ἐπαινῶ,

καὶ καταπλήττομαι δοκῶν τοῖσι λόγοισι χαίρειν.

εἶτ' ἐπὶ δεῖπνον ἐρχόμεσθ' ἄλλυδις ἄλλος ἡμῶν

μᾶζαν ἐπ' ἀλλόφυλον, οὗ δεῖ χαρίεντα πολλὰ

τὸν κόλακ' εὐθέως λέγειν, ἢ 'κφέρεται θύραζε.

οἶδα δ' Ἀκέστορ' αὐτὸ τὸν στιγματίαν παθόντα·

σκῶμμα γὰρ εἶπ' ἀσελγές, εἶτ' αὐτὸν ὁ παῖς θύραζε

ἐξαγαγὼν ἔχοντα κλοιὸν παρέδωκεν Οἰνεῖ.

160

φημὶ δὲ βροτοῖσι πολὺ πλεῖστα παρέχειν ἐγὼ

καὶ πολὺ μέγιστ' ἀγαθά. ταῦτα δ' ἀποδείξομεν.

161

παρὰ τῷδε Καλλίᾳ πολλὴ θυμηδία,

ἵνα πάρα μὲν κάραβοι καὶ βατίδες καὶ λαγῴ,

καὶ γυναῖκες εἱλίποδες.

162

οὐ πῦρ οὐδὲ σίδηρος

οὐδὲ χαλκὸς ἀπείργει

μὴ φοιτᾶν ἐπὶ δεῖπνον.

163

ὃς χαρίτων μὲν ὄζει,

καλλαβίδας δὲ βαίνει,

σησαμίδας δὲ χέζει,

μῆλα δὲ χρέμπτεται.

168

φροῦδον τὸ χειρόνιπτρον

169

πεζὰς μόσχους

170

κεκρύφαλοί τε καὶ τύλη

171

μολυβδίνους κρατευτάς

172

κοιλιοδαίμων

173

ταγηνοκνισοθήρας

174

λευκὴ ἡμέρα

175

ἐφάπαξ

176

περίστατοι

177

συμπαροίκους

tit 179

{ΛΑΚΩΝΕΣ}

179

τὰ συκάρι' ἐποίησε μυττωτὸν πολύν.

tit 180-204

{ΜΑΡΙΚΑΣ}

180

καὶ πόλλ' ἔμαθον ἐν τοῖσι κουρείοις ἐγὼ

ἀτόπως καθίζων κοὐδὲ γιγνώσκειν δοκῶν.

181

{Α.} πόσου χρόνου γὰρ συγγεγένησαι Νικίᾳ;

{Β.} οὐδ' εἶδον, εἰ μὴ '/ναγχος ἑστῶτ' ἐν ἀγορᾷ.

{Α.} ἁνὴρ ὁμολογεῖ Νικίαν ἑορακέναι.

καίτοι τί παθὼν ἂν εἶδεν, εἰ μὴ προὐδίδου;

{Γ.} ἠκούσατ', ὦ ξυνήλικες,

ἐπ' αὐτοφώρῳ Νικίαν εἰλημμένον;

{Β.} ὑμεῖς γάρ, ὦ φρενοβλαβεῖς,

λάβοιτ' ἂν ἄνδρ' ἄριστον ἐν κακῷ τινι;

182

ἄκουε νῦν Πείσανδρος ὡς ἀπόλλυται.

{Β.} ὁ στρεβλός; {Α.} οὐκ ἀλλ' ὁ μέγας, οὑνοκίνδιος.

183

ἀλλ' εὐθὺ πόλεως εἶμι· θῦσαι γάρ με δεῖ

κριὸν Χλόῃ Δήμητρι.

184

κρούων γε μὴν αὐτὰς ἐωνούμην ἐγώ.

185

τῶν γὰρ πονηρῶν μικρόν ἐστι τοὐβολοῦ.

186

πότερ' ἦν τὸ τάριχος Φρύγιον ἢ Γαδειρικόν;

187

περιήλθομεν καὶ φῦλον ἀμφορεαφόρων.

188

νὼ γάρ, ἄνδρες, οὐχ ἱππεύομεν.

190

ἀλλ' οὖν ἔγωγέ σοι λέγω Μαρικᾶντα μὴ κολάζειν.

191

ὃς θυμήνας τοῖς στρατιώταις λοιμὸν καὶ ψῶζαν ἔπεμψεν.

192

πεπέρακεν μὲν ὁ περσέπτολις ἤδη Μαρικᾶς

198

ψάγδαν ἐρυγγάνοντα

199

ἁμαρτωλία

200

αὐτοκάβδαλον

201

ἐντεθετταλίσμεθα

202

θερισμόν

203

ὀφλισκάνειν

204

σταμνάριον

tit,ante 205

{ΝΟΥΜΗΝΙΑΙ}

tit 205-242

{ΠΟΛΕΙΣ}

205

οὓς δ' οὐκ ἂν εἵλεσθ' οὐδ' ἂν οἰνόπτας πρὸ τοῦ,

νυνὶ στρατηγοὺς ἔχομεν. ὦ πόλις, πόλις,

ὡς εὐτυχὴς εἶ μᾶλλον ἢ καλῶς φρονεῖς.

206

ὁ Φιλῖνος οὗτος, τί ἄρα πρὸς ταύτην βλέπεις;

οὐκ ἀπολιβάξεις εἰς ἀποικίαν τινά;

207

Συρακόσιος δ' ἔοικεν, ἡνίκ' ἂν λέγῃ,

τοῖς κυνιδίοισι τοῖσιν ἐπὶ τῶν τειχίων·

ἀναβὰς γὰρ ἐπὶ τὸ βῆμ' ὑλακτεῖ περιτρέχων.

208

κακὸς μὲν οὐκ ἦν, φιλοπότης δὲ κἀμελής·

κἀνίοτ' ἂν ἀπεκοιμᾶτ' ἂν ἐν Λακεδαίμονι,

κἂν Ἐλπινίκην τήνδε καταλιπὼν μόνην.

209

χἀμυνίας ἐκεῖνος ἀμέλει κλαύσεται,

ὅτι ὢν ἄγροικος ἵσταται πρὸς τῷ μύρῳ,

ὅτι θεῶν ἕνεκ' ἔπλευσε κακὸς ὢν εἴσεται.

210

οὐκ ἀργαλέα δῆτ' ἐστὶ πάσχειν ταῦτ' ἐμέ,

τὸν Λευκολοφίδου παῖδα τοῦ Πορθάονος;

211

ὡς οὖν τίν' ἔλθω δῆτά σοι τῶν μάντεων;

πότερος ἀμείνων ἀμφοτέρων; ἢ Στιλβίδης;

212

Ἱερόκλεες βέλτιστε χρησμῳδῶν ἄναξ

213

καὶ τῷ Πυριλάμπους ἆρα Δήμῳ κυψέλη

ἔνεστιν;

214

ὄρτυγας ἔθρεψας σύ τινας ἤδη πώποτε;

{Β.} ἔγωγε μικρά γ' ὀρτύγια· κἄπειτα τί;

215

ὥσπερ ἐπὶ τὴν Λύκωνος ἔρρει πᾶς ἀνήρ.

216

ὃς τὴν Μαραθῶνι κατέλιφ' ἡμῖν οὐσίαν.

217

τί δ' ἔστ' Ἀθηναίοισι πρᾶγμ' ἀπώμοτον;

218

ἐξ Ἡρακλείας ἀργύριον ὑφείλετο.

219

ὡς ὑμῖν ἐγὼ

πάντως ἀποκρινοῦμαι πρὸς τὰ κατηγορούμενα.

220

ἣν οὐκ ἀνέῳξα πώποτ' ἀνθρώποις ἐγώ.

221

ὡς μόλις ἀνήρρης'· οὐδέν ἐσμεν οἱ σαπροί.

222

οὐ γὰρ πολυπράγμων ἐστίν, ἀλλ' ἁπλήγιος.

223

ἄνδρες λογισταὶ τῶν ὑπευθύνων χορῶν

224

ἐμοὶ γὰρ οὐκ ἔστ' οὐδὲ λάσαν' ὅπου χέσω.

225

κακὰ τοιάδε

πάσχουσα, μηδὲ πρᾶσιν αἰτῶ;

226

καὶ Χαόνων καὶ Παιόνων καὶ Μαρδόνων

227

ἄνευ καλαθίσκων καὶ πόρων καὶ πηνίων

228

καρδόπους,

κρατῆρας ὀκτώ, δέκα χύτρας, δύο τρυβλίω,

κνέφαλλα δέκα, θέρμαυστριν, ἓξ θρόνους, χύτραν,

κάννας ἑκατόν, κόρημα, κιβωτόν, λύχνον.

229

ἔχω γὰρ ἐπιτήδειον ἄνδρ' αὐτῇ πάνυ.

230

πεφυτευμένη δ' αὕτη 'στὶν ἢ ψιλὴ μόνον;

231

Τῆνος αὕτη,

πολλοὺς ἔχουσα σκορπίους ἔχεις τε συκοφάντας.

232

αὕτη Χίος, καλὴ πόλις ...

πέμπει γὰρ ὑμῖν ναῦς μακρὰς ἄνδρας θ' ὅταν δεήσῃ,

καὶ τἄλλα πειθαρχεῖ καλῶς, ἄπληκτος ὥσπερ ἵππος.

233

ἡ δ' ὑστάτη ποῦ 'σθ'; {Β.} ἥδε Κύζικος πλέα στατήρων.

{Α.} ἐν τῇδε τοίνυν τῇ πόλει φρουρῶν ποτ' αὐτὸς

γυναῖκ' ἐκίνουν κολλύβου καὶ παῖδα καὶ γέροντα,

κἀξῆν ὅλην τὴν ἡμέραν τὸν κύσθον ἐκκορίζειν.

234

ἄσπουδος δ' ἀνὴρ σπουδαρχίδου κακίων.

235

ἔστι δέ τις θήλεια Φιλόξενος ἐκ Διομείων.

236

ὦ δέσποτα, καὶ τάδε νῦν ἄκουσον, ἃν λέγω σοι.

242

γράσος

tit 243-249

{ΠΡΟΣΠΑΛΤΙΟΙ}

243

μήτηρ τις αὐτῷ Θρᾷττα ταινιόπωλις ἦν.

244

τὸ δεινῆς ἀκούεις; Ἡράκλεις, τοῦτ' ἔστι σοι

τὸ σκῶμμ' ἀσελγὲς καὶ Μεγαρικὸν καὶ σφόδρα

ψυχρόν. γελᾷς, ὡς ὁρᾷς, τὰ παιδία.

245

τί κατακροᾶσθέ μου τὰ μουσοδονήματα;

246

πάντα γὰρ τυχὼν ἄπει.

247

ὅτι χωλὸς τὴν χεῖρα σὺ σφόδρα.

248

ἢ πηλὸν ὀργάζειν τινά

tit 250-264

{ΤΑΞΙΑΡΧΟΙ}

250

{ΦΟΡΜ.} οὔκουν περιγράψεις ὅσον ἐναριστᾶν κύκλον;

{ΔΙΟΝ.} τί δ' ἔστιν; εἰς ὤμιλλαν ἀριστήσομεν;

ἢ κόψομεν τὴν μᾶζαν ὥσπερ ὄρτυγα;

251

ἀντὶ ποικίλου

πιναρὸν ἔχοντ' ἀλουτίᾳ κάρα τε καὶ

τρίβωνα

252

ὅτ' ἦν μέντοι νεώτερος, κρόκης

πέντε στατῆρας εἶχε, ναὶ μὰ τὸν Δία.

{Β.} νῦν δὲ ῥύπου γε δύο τάλαντα ῥᾳδίως.

253

δίδου μασᾶσθαι Ναξίας ἀμυγδάλας,

οἶνόν τε πίνειν Ναξίων ἀπ' ἀμπέλων.

254

ὡς οὐκέτ' ἂν

φάγοιμι ... στιβάδος ἐξ ὅτου '/φυγον.

255

ἐπιφαγεῖν μηδὲν ἄλλ' ἢ κρόμμυον

λέποντα καὶ τρεῖς ἁλμάδας.

256

ὅστις πύελον ἥκεις ἔχων καὶ χαλκίον,

ὥσπερ λεχὼ στρατιῶτις ἐξ Ἰωνίας.

257

οὐκ ἢν φυλάττῃ γ' ὧδ' ἔχων τὴν ἀσπίδα.

258

οὐ θᾶττον αὐτὴν δεῦρό μοι τῶν τοξοτῶν

ἄγων ἀποκηρύξει τις ὅ τι ἂν ἀλφάνῃ;

259

ἐγὼ δέ γε στίξω σε βελόναισιν τρισίν.

261

ὄνος ἀκροᾷ σάλπιγγος

262

ἀγκυρίσας ἔρρηξεν

263

σιδηρῖτιν τέχνην

264

σκευοφοριώτην

tit,ante 265

{ΥΒΡΙΣΤΟΔΙΚΑΙ}

tit 265-275

{ΦΙΛΟΙ}

265

νὴ τὸν Ποσειδῶ, κοὐδέποτέ γ' ἴσχει θύρα.

266

οὐ δεινὰ ταῦτα δὲ Ἀργείας φορεῖν

σχιστὰς ἐνεργεῖν.

267

ῥέγκειν δὲ τοὺς ὅλμους . οἴμοι τῶν κακῶν.

268

οὐκ ἐσωφρόνησας, ὦ πρεσβῦτα, τὴν κατάστασιν

τήνδε λαμβάνων ἄφνω πρὶν καὶ μαθεῖν τὴν ἱππικήν.

269

Χῖος δεσπότην ὠνήσατο

270

εὐφρανῶ δὲ νώ

271

τί μισθοῖ; ποῖ; πόση τις ἡ φορά;

272

τὴν δ' αὐτὸς ἐκκανάξει

275

ἀνακογχυλίσασθαι

tit 276-302

{ΧΡΥΣΟΥΝ ΓΕΝΟΣ}

276

δωδέκατος ὁ τυφλός, τρίτος ὁ τὴν κάλην ἔχων,

ὁ στιγματίας τέταρτός ἐστιν ἐπὶ δέκα,

πέμπτος δ' ὁ πυρρός, ἕκτος ὁ διεστραμμένος·

χοὖτοι μέν εἰς' ἑκκαίδεκ' εἰς Ἀρχέστρατον.

ἐς τὸν δὲ φαλακρὸν ἑπτακαίδεκ'. {Β.} ἴσχε δή.

{Α.} ὄγδοος ὁ τὸ τριβώνιον ἔχων.

277

λοιπὸς γὰρ οὐδείς· ἡ τροφαλὶς ἐκεινηὶ

ἐφ' ὕδωρ βαδίζει σκῖρον ἠμφιεσμένη.

278

ἔπειθ' ὁ κουρεὺς τὰς μαχαιρίδας λαβὼν

ὑπὸ τῆς ὑπήνης κατακερεῖ τὴν εἰσφοράν.

279

ὁρῶ. {Β.} θεῶ νῦν τήνδε Μαριανδυνίαν.

280

ὦλκαῖε Σικελιῶτα Πελοποννήσιε

281

οὐκ ἀλλ' ἔθυον δέλφακ' ἔνδον θἠστίᾳ

καὶ μάλα καλήν.

282

ἀτεχνῶς μὲν οὖν τὸ λεγόμενον σκύτη βλέπει.

283

ἀλλ' ὦ φίλε Ζεῦ κατάχυτλον τὴν ῥῖν' ἔχεις.

284

τί γάρ ἐστ' ἐκεῖνος; {Β.} ἀποπάτημ' ἀλώπεκος.

285

καὶ σκεῦος οὐδὲν εὗρον ἐν τᾠκήματι.

286

ἀριθμεῖν θεατὰς ψαμμακοσίους

287

εἰ μή τις αὐτὴν κατακλιεῖ

288

ἔπειτ' εἴσειμ', ἐνθάδε μείνας

εἰς ὤμιλλαν, κἂν μὴ μετίῃ.

289

αὐτόματοι δ' ἀγαθοὶ δειλῶν ἐπὶ δαῖτας ἴασιν.

290-291-292

ὦ καλλίστη πόλι πασῶν, ὅσας Κλέων ἐφορᾷ,

ὡς εὐδαίμων πρότερόν τ' ἦσθα νῦν τε μᾶλλον ἔσει * * * *

ἔδει πρῶτον μὲν ὑπάρχειν πάντων ἰσηγορίαν * * * *

πῶς οὖν οὐκ ἄν τις ὁμιλῶν χαίροι τοιᾷδε πόλει,

ἵν' ἔξεστιν πάνυ λεπτῷ κακῷ τε τὴν ἰδέαν—

293

ὦ κατάλαβρ', ὦ κιθαραοιδότατε

295

τοῦ Διὸς τὸ σάνδαλον

296

Παντακλῆς σκαιός

297

Λάμπων οὑξηγητής

298

κατὰ χειρὸς ὕδωρ

299

ἀχυρός

300

νεοκάτοικος

301

πισοῦ

302

σιπύα

tit 303-454

{ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ}

303

ἄγε δὴ πότερα βούλεσθε τὴν νῦν διάθεσιν

ᾠδῆς ἀκούειν, ἢ τὸν ἀρχαῖον τρόπον;

{Β.} ἀμφότερ' ἐρεῖς, ἐγὼ δ' ἀκούσας τοῖν τρόποιν

ὃν ἂν δοκῇ μοι βαστάσας αἱρήσομαι.

304

περιῆλθον εἰς τὰ σκόροδα καὶ τὰ κρόμμυα

καὶ τὸν λιβανωτόν, κεὐθὺ τῶν ἀρωμάτων,

καὶ περὶ τὰ γέλγη χοὖ τὰ βυβλί' ὤνια.

305

τίς οὑξεγείρας μ' ἐστίν; οἰμώξει μακρά,

ὁτιή μ' ἀνέστης' ὠμόυπνον.

306

εἶδες χορηγὸν πώποτε ῥυπαρώτερον

τοῦδε;

307

πόλιν γε θεοφιλεστάτην

οἰκοῦσιν ἀφθονεστάτην τε χρήμασιν.

308

πρῶτος γὰρ ἡμᾶς, ὦ Κλέων,

χαίρειν προσεῖπας πολλὰ λυπῶν τὴν πόλιν.

309

συνέτυχεν ἐξιόντι μοι

ἄνθρωπος ἀποφρὰς καὶ βλέπων ἀπιστίαν.

310

καὶ λέγουσί γε

τὰ μειράκια προϊστάμενα τοῖς ἀνδράσιν.

311

οὐ πάνυ ταχὺ

ῥίψας ἐμοὶ τοῦτ' ἀναβαλεῖς τὸ κρητικόν;

312

ῥαφανίδες ἄπλυτοι, σηπίαι,

δρυπεπεῖς τ' ἐλᾶαι.

313

σὺ δὲ τὰ καλώδια

ταῦθ' ἁρκυώρει.

314

οἷόν γέ πού 'στι γλῶσσα κἀνθρώπου λόγος.

315-316

μὴ τρηχὺς ἴσθι.

ὦ δαιμόνι' ἀνδρῶν, μὴ φθονερὸν ἴσθ' ἀνδρίον.

317

κατ' ἀντιβολίαν δέκα τάλαντ' ἀπετισάμην.

318

ἀλλ' ὥσπερ ἵππῳ μοὐπιβαλεῖς τρυσίππιον;

319

τῇ χειρὶ νῶσαι μαλθακωτάτην κρόκην

320

ὥσπερ ἀνέμου 'ξαίφνης ἀσελγοῦς γενομένου

321

καὶ μὴ πονηρούς, ὦ πονήρα, προξένει.

322

ἐγὼ δ' ἄδειπνος ἑσπέρας ηὐλιζόμην.

323

οὐ γὰρ κατάξει τῆς κεφαλῆς τὰ ῥήματα.

324

ἄνω ῥοθιάζει περὶ τὰ χείλη τῆς νεώς.

325

ὅταν δὲ δὴ πίνωσι τὴν ἐπιδέξια—

326

οἴνου παρόντος ὄξος ἠράσθη πιεῖν.

327

ἐγὼ δὲ χαίρω πρός γε τοῖς σοῖς παιδικοῖς.

328

γυνὴ μέλαιναν δέρριν ἠμφιεσμένη

329

ἐκ τῶν ἀγρῶν ἥκουσιν ἐβλαστηκότες.

330

οὐ γὰρ λέλειπται τῶν ἐμῶν οὐδ' ἔγκαφος.

331

ὡς οἴχεται μὲν τυρὸς ἐξεγλυμμένος.

332

εἰ μὴ κόρη δεύσειε τὸ σταῖς ᾔθεος.

333

βάπτειν τὰ κάλλη τὰ περίσεμνα τῇ θεῷ.

334

αὐτοῦ δ' ὄπισθεν κατέλαβεν τὸν κόντιλον.

335

ὄψῳ πονηρῷ πολυτελῶς ἠρτυμένῳ

336

καὶ μουσικὴ πρᾶγμ' ἐστὶ βαθύ τι καὶ καμπύλον.

337

ὃς τὸν νεανίσκον συνὼν διέφθορεν.

338

τὸ σῶμ' ἔχουσι λεῖον ὥσπερ ἐγχέλεις.

339

λυγίζεται καὶ συστρέφει τὸν αὐχένα.

340

μάττει γὰρ ἤδη, καὶ τὸ πῦρ ἐκκάεται.

341

καὶ τοὺς περιπόλους ἀπιέν' εἰς τὰ φρούρια.

342

ἀποφθαρεὶς δὲ δύο κύβω καὶ τέτταρα—

343

ὅτι χωλός ἐστι τὴν ἑτέραν χεῖρ' οὐ λέγεις.

344

παρὰ τῃδεδὶ σὺ τῇ σοβάδι κατηγάγου;

345

(ἤδη) κατεικάζουσιν ἡμᾶς ἰσχάδι

βολβῷ τε.

346

τῶν περὶ τάγηνον καὶ μετ' ἄριστον φίλων

347

ὅσος δ' ὁ βρυγμὸς καὶ κοπετὸς ἐν τῇ στέγῃ.

348

ὥσπερ γὰρ εἰς ζητρεῖον ἐμπεσών

349

καὶ γὰρ αἰσχρὸν ἀλογίου 'στ' ὀφλεῖν.

350

τῆ νῦν καταδέχεσθε τοὺς φακούς.

351

{ΑΛΚΙΒ.} μισῶ λακωνίζειν, ταγηνίζειν δὲ κἂν πριαίμην.

{Β.} πολλὰς δ' .. οἶμαι νῦν βεβινῆσθαι ....

{Α.} .... ὃς δὲ πρῶτος ἐξεῦρεν τὸ πρῲ 'πιπίνειν;

{Β.} πολλήν γε λακκοπρωκτίαν ἡμῖν ἐπίστας' εὑρών.

{Α.} εἶεν. τίς εἶπεν ‘ἁμίδα παῖ’ πρῶτος μεταξὺ πίνων;

{Β.} Παλαμηδικόν γε τοῦτο τοὐξεύρημα καὶ σοφόν σου.

352

μισῶ δὲ καὶ τὸν Σωκράτην, τὸν πτωχὸν ἀδολέσχην,

ὃς τἄλλα μὲν πεφρόντικεν,

ὁπόθεν δὲ καταφαγεῖν ἔχοι τούτου κατημέληκεν.

353

ἀλλ' ἀδολεσχεῖν αὐτὸν ἐκδίδαξον, ὦ σοφιστά.

354

οὐδὲν κενὸν τρύπημ' ἂν ἐν ταῖς οἰκίαις ἂν εὕροις.

355

ταὐτὸν ποιεῖ τό τ' Ἀττικὸν τῷ ζῆλα συγκεραννύς.

356

ἦ πολλά γ' ἐν μακρῷ χρόνῳ γίγνεται μεταλλαγῇ

πραγμάτων· μένει δὲ χρῆμ' οὐδὲν ἐν ταὐτῷ ῥυθμῷ.

357

ἀλλ' ἀκούετ', ὦ θεαταί, τἀμὰ καὶ ξυνίετε

ῥήματ'· εὐθὺ γὰρ πρὸς ὑμᾶς πρῶτον ἀπολογήσομαι. * * *

ὅ τι παθόντες τοὺς ξένους μὲν λέγετε ποιητὰς σοφούς,

ἢν δέ τις τῶν ἐνθάδ' αὐτοῦ μηδὲ ἓν χεῖρον φρονῶν

ἐπιτιθῆται τῇ ποιήσει, πάνυ δοκεῖ κακῶς φρονεῖν,

μαίνεταί τε καὶ παραρρεῖ τῶν φρενῶν τῷ σῷ λόγῳ.

ἀλλ' ἐμοὶ πείθεσθε πάντως. μεταβαλόντες τοὺς τρόπους

μὴ φθονεῖθ' ὅταν τις ἡμῶν μουσικῇ χαίρῃ νέων.

358

ὡρᾳζομένη καὶ θρυπτομένη

359

ἐξεπλάγη γὰρ ἰδὼν στίλβοντα τὰ λάβδα.

360

χήτει τοι πρίνης ἀρίας ποιούμεθα γόμφους.

361

δεξάμενος δὲ Σωκράτης τὴν ἐπίδειξιν

Στησιχόρου πρὸς τὴν λύραν, οἰνοχόην ἔκλεψεν.

362

εἰωθὸς τὸ κομμάτιον τοῦτο

372

εἰς Ἄτραγα νύκτωρ

374ab

ἀγελαίας ἰσχάδας

375

ἀκούοντα ἄριστα

376

ἄνεμος καὶ ὄλεθρος ἄνθρωπος

377

ἀνωφέλητος ἄνθρωπος

378

αὐλὴ πρόσειλος

379

γάλα ὀρνίθων

380

γῆν σμηκτρίδα

381

εὖ ἔχειν στόμα

382

εὔζωρον κέρασον καὶ εὐζωρότερον

383

εὐκτότατον γάμον

384

μακρὸν χαλκίον

385

περίζυξ καὶ ἄζυξ

386

πρόσισχε τὸν νοῦν τῇδε.

387

σαρκίνη γυνή

388

σκύτινα χηλεύει

389

ἀγλαΐσαι

390

ἀγυιᾶς

391

Ἀδραμύττειον

392

Ἀμύρους

393

ἀμφιπτολεμοπηδησίστρατος

394

ἀναγχιππεῖν

395

ἀναρρύει

396

ἀνδραποδιστικώτατα

397

ἀνεπίπληκτος

398

ἀντερώμενος

399

ἀποκαθεύδουσιν

400

ἀποκαρτέον

401

βάπτριαν

402

βούπαις

403

βοῶπις

404

Γαληψός

405

γέρροιν (ἀποσταυροῦν)

406

τὸ γλύμμα

407

δαμαρίππεως

408

Δαμασικόνδυλον

409

διακόλλημα

410

δυσάλγητον

411

ἐκλακτίζειν

412

ἐμίαν

413

ἐμνήσατο

414

ἐραστρίας

415

ἐχῖνος

416

ᾔδησθα

417

θηλάστριαν

418

κενολογήσω

419

κικίννους

420

κλεπτίσκον

421

κομμοῦσθαι

422

κόριον

423

κρέξ

424

κύβοι

425

λάρυγγα

426

λελάβηκα

427

λέπτει

428

λίβηθρα

429

μαστιγιᾶν

430

μελαγχρής

431

μικρολογεῖσθαι

432

μισθάριον

433

οἰσυουργὸν

434

Ὄνου γνάθος

435

πεπαγοίην

436

περιαμφίδας

437

πιθῶνες

438

Πράστιλλος

439

σακτός

440

σαννίον

441

σάξας

442

σαπρόν

443

σιληνοί

444

σιοκόμος

445

σκιὰς καὶ σκιάδειον

446

σκοπός

447

σοφιστήν

448

συμβίοτοι

449

συνεχῶς

450

Τραγεαί

451

τρασιά

452

τροπαῖον

453

χοιροτροφεῖον

tit 455-459

{ΑΜΦΙΣΒΗΤΗΣΙΜΑ ΚΑΙ ΨΕΥΔΕΠΙΓΡΑΦΑ}

455

κρήμνη σεαυτὴν ἐκ μέσης ἀντηρίδος.

456

Κλέων Προμηθεύς ἐστι μετὰ τὰ πράγματα.

457

ἡρῷον εἴ πως μοι κομίσαιο τοῦ Λύκου

458

ἀντεμμάσασθαι

459

ἀντραῖος

{<ΑΙΓΕΣ.>}Βοσκόμεθ' ὕλης ἀπὸ παντοδαπῆς, ἐλάτης πρίνου κομά- ρου τεπτορθοὺς ἁπαλοὺς ἀποτρώγουσαι, καὶ πρὸς τούτοισιν ἔτ' ἄλλ' οἷον

14

κύτισόν τ' ἠδὲ σφάκον εὐώδη, καὶ σμίλακα τὴν πολύ-

φυλλον,

14

κότινον, σχῖνον, μελίαν, πεύκην, ἀρίαν, δρῦν, κιττόν, ἐρίκην,

πρόμαλον, ῥάμνον, φλόμον, ἀνθέρικον, φηγόν, κισθόν, θύμα, θύμβραν.

Ὡς ἡ ποτ' αὐτὸν ἢν κάμῃ τις, εὐθέως