The Greek Library Catalogue

Anonymous

Fragmentum

Edition reference
Fragmentum, ed. T. Kock, Comicorum Atticorum fragmenta, vol. 1, Leipzig: Teubner, 1880: 700.
CTS identifier
urn:cts:greekLit:tlg0463.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

tit 1

{ΦΙΛΙΝΝΑ}

1

μάλα ταχέως αὐτῶν πρίω μοι πουλύπουν,

καὶ δὸς καταφαγεῖν κἀπὸ τηγάνου γόνον.

{<ΦΙΛΙΝΗ>}Μάλα ταχέως αὐτῶν πρίω μοι πουλύπουν,καὶ δὸς καταφαγεῖν κἀπὸ τηγάνου γόνον. Ἐς δὲ Θάσον μ' ἐλθόντα μετεωρίζοντες ἔβαλλονπολλοῖσι σπελέθοισι, καὶ ὧδέ τις εἶπε παραστάς·‘ὦ πάντων ἀνδρῶν βδελυρώτατε, τίς ς' ἀνέπεισενκαλὴν ἐς κρηπῖδα ποσὶν τοιοῖσδ' ἀναβῆναι;’τοῖσι δ' ἐγὼ πᾶσιν πυκινὸν μετὰ τοῦτ' ἔπος εἶπον·‘λῆμμ' ἀνέπεισε γέροντα καὶ οὐκ ἐθέλοντ' ἀναβῆναικαὶ σπάνις, ἣ πολλοὺς Θασίων εἰς ὁλκάδα βάλλειεὐκούρων βδελυρῶν, ὀλλύντων τ' ὀλλυμένων τεἀνδρῶν, οἳ νῦν κεῖθι κακῶς κακὰ ῥαψῳδοῦσιν·οἷς καὶ ἐγὼ σίτοιο μέγα χρῄζων ἐπίθησα.’αὖθις δ' οὐκ ἐπὶ κέρδος ἀπείσομαι, εἰς Θασίους 〈δὲ〉μηδὲν πημαίνων κλυτὸν ἄργυρον ἐγγυαλίξω,μή τίς μοι κατὰ οἶκον Ἀχαϊάδων νεμεσήσῃ,πεσσομένης ἀλόχου τὸν ἀχάινον ἄρτον ἀεικῶς,καί ποτέ τις εἴπῃ σμικρὸν τυροῦντ' ἐσιδοῦσα·‘πῶς; φιλίων ὁρμὴν παρ' Ἀθηναίοισιν ἀείσαςπεντήκοντ' ἔλαβε δραχμάς, σὺ δὲ μικρὸν ἐπέψω;’ Ταῦτά μοι ὁρμαίνοντι παρίστατο Παλλὰς Ἀθήνηχρυσῆν ῥάβδον ἔχουσα καὶ ἤλασεν εἶπέ τε φωνῇ·‘δεινὰ παθοῦσα Φακῆ βδελυρή, χώρει 'ς τὸν ἀγῶνα’.καὶ τότε δὴ θάρσησα καὶ ἤειδον πολὺ μᾶλλον.