The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. T. Kock, Comicorum Atticorum fragmenta, vol. 3, Leipzig: Teubner, 1888: 312–314.
CTS identifier
urn:cts:greekLit:tlg0464.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

tit 1

{ΑΔΕΛΦΟΙ}

1

βέλτιστε, πολλοῖς πολλὰ περὶ μαγειρικῆς

εἰρημέν' ἐστίν. {ΣΥΡ.} ἢ λέγων φαίνου τι δὴ

καινὸν παρὰ τοὺς ἔμπροσθεν ἢ μὴ κόπτε με.

{Α.} οὐκ ἀλλὰ τὸ πέρας τῆς μαγειρικῆς, Σύρε,

εὑρηκέναι πάντων νόμιζε μόνον ἐμέ.

οὐ γὰρ παρέργως ἔμαθον ἐν ἔτεσιν δυσὶν

ἔχων περίζωμ', ἀλλ' ἅπαντα τὸν βίον

ζητῶν κατὰ μέρη τὴν τέχνην ἐξήτακα,

εἴδη λαχάνων ὅς' ἐστί, βεμβράδων τρόπους,

φακῆς γένη παντοδαπά. τὸ πέρας σοι λέγω·

ὅταν ἐν περιδείπνῳ τυγχάνω διακονῶν,

ἐπὰν τάχιστ' ἔλθωσιν ἀπὸ τῆς ἐκφορᾶς,

τὰ βάπτ' ἔχοντες, τοὐπίθημα τῆς χύτρας

ἀφελὼν ἐποίησα τοὺς δακρύοντας γελᾶν.

τοιοῦτος ἔνδοθέν τις ἐν τῷ σώματι

διέδραμε γαργαλισμὸς ὡς ὄντων γάμων.

{ΣΥΡ.} φακῆν παρατιθείς, εἰπέ μοι, καὶ βεμβράδας;

{Α.} τὰ πάρεργά μου ταῦτ' ἔστιν· ἂν δὲ δὴ λάβω

τὰ δέοντα, καὶ τοὐπτάνιον ἁρμόσωμ' ἅπαξ,

ὅπερ ἐπὶ τῶν ἔμπροσθε Σειρήνων, Σύρε,

ἐγένετο, καὶ νῦν ταὐτὸ τοῦτ' ὄψει πάλιν·

ὑπὸ τῆς γὰρ ὀσμῆς οὐδὲ εἷς δυνήσεται

ἁπλῶς διελθεῖν τὸν στενωπὸν τουτονί·

ὁ δὲ παριὼν πᾶς εὐθέως πρὸς τὴν θύραν

ἑστήξετ' ἀχανής, προσπεπατταλευμένος,

ἄφωνος, ἄχρι ἂν τῶν φίλων βεβυσμένος

τὴν ῥῖν' ἕτερός τις προσδραμὼν ἀποσπάσῃ.

{ΣΥΡ.} μέγας εἶ τεχνίτης. {Α.} ἀγνοεῖς πρὸς ὃν λαλεῖς·

πολλοὺς ἐγὼ σφόδρ' οἶδα τῶν καθημένων,

οἳ καταβεβρώκας' ἕνεκ' ἐμοῦ τὰς οὐσίας.

tit 2

{ΦΙΛΕΤΑΙΡΟΙ}

2

Ἐπίκουρος ὁ σοφὸς ἀξιώσαντός τινος

εἰπεῖν πρὸς αὐτὸν ὅ τι ποτ' ἐστὶ τἀγαθόν,

ὃ διὰ τέλους ζητοῦσιν, εἶπεν ἡδονήν.

εὖ γ', ὦ κράτιστ' ἄνθρωπε καὶ σοφώτατε·

τοῦ γὰρ μασᾶσθαι κρεῖττον οὐκ ἔστ' οὐδὲ ἓν

ἀγαθόν· πρόσεστιν ἡδονῇ γὰρ τἀγαθόν.

tit 3

{ΑΜΦΙΣΒΗΤΗΣΙΜΟΝ}

3

Σατύας Σατύαντος

{<ΑΔΕΛΦΟΙ.>}

1

Βέλτιστε, πολλοῖς πολλὰ περὶ μαγειρικῆς

εἰρημέν' ἐστίν. ἢ λέγων φαίνου τι δή

καινὸν παρὰ τοὺς ἔμπροσθεν ἢ μὴ κόπτ' ἐμέ.

{Β.} οὐκ ἀλλὰ τὸ πέρας τῆς μαγειρικῆς, Σύρε,

εὑρηκέναι πάντων νόμιζε μόνον ἐμέ.

οὐ γὰρ παρέργως ἔμαθον ἐν ἔτεσιν δυσίν

ἔχων περίζωμ', ἀλλ' ἅπαντα τὸν βίον

ζητῶν κατὰ μέρη τὴν τέχνην ἐξήτακα.

εἴδη λαχάνων ὅς' ἐστί, βεμβράδων τρόπους,

φακῆς γένη παντοδαπά. τὸ πέρας σοι λέγω·

ὅταν ἐν περιδείπνῳ τυγχάνω διακονῶν,

ἐπὰν τάχιστ' ἔλθωσιν ἐκ τῆς ἐκφορᾶς,

τὰ βάπτ' ἔχοντες, τοὐπίθημα τῆς χύτρας

ἀφελὼν ἐποίησα τοὺς δακρύοντας γελᾶν.

τοιοῦτος ἔνδοθέν τις ἐν τῷ σώματι

διέδραμε γαργαλισμὸς ὡς ὄντων γάμων.

{Α.} φακῆν παρατιθείς, εἰπέ μοι, καὶ βεμβράδας;

{Β.} τὰ πάρεργά μου ταῦτ' ἔστιν· ἂν δὲ δὴ λάβω

τὰ δέοντα, καὶ τοὐπτάνιον ἁρμόσωμ' ἅπαξ,

ὅπερ ἐπὶ τῶν ἔμπροσθε Σειρήνων, Σύρε,

ἐγένετο, καὶ νῦν ταὐτὸ τοῦτ' ὄψει πάλιν·

ὑπὸ τῆς γὰρ ὀσμῆς οὐδὲ εἷς δυνήσεται

ἁπλῶς διελθεῖν τὸν στενωπὸν τουτονί·

ὁ δὲ παριὼν πᾶς εὐθέως πρὸς τὴν θύραν

ἑστήξετ' ἀχανής, προσπεπατταλευμένος,

ἄφωνος, ἄχρι ἂν τῶν φίλων βεβυσμένος

τὴν ῥῖν' ἕτερός τις προσδραμὼν ἀποσπάσῃ.

{Α.} μέγας εἶ τεχνίτης. {Β.} ἀγνοεῖς πρὸς ὃν λαλεῖς·

πολλοὺς ἐγὼ σφόδρ' οἶδα τῶν καθημένων,

οἳ καταβεβρώκας' ἕνεκ' ἐμοῦ τὰς οὐσίας.

{<ΦΙΛΕΤΑΙΡΟΙ.>}

2

Ἐπίκουρος ὁ σοφὸς ἀξιώσαντός τινος

εἰπεῖν πρὸς αὐτὸν ὅ τι ποτ' ἐστὶ τἀγαθόν,

ὃ διὰ τέλους ζητοῦσιν, εἶπεν ἡδονήν.

εὖ γ', ὦ κράτιστ' ἄνθρωπε καὶ σοφώτατε·

τοῦ γὰρ μασᾶσθαι κρεῖττον οὐκ ἔστ' οὐδὲ ἕν

ἀγαθόν· πρόσεστιν ἡδονῇ γὰρ τἀγαθόν.