The Greek Library Catalogue

Anonymous

Fragmentum

Edition reference
Fragmentum, ed. T. Kock, Comicorum Atticorum fragmenta, vol. 3, Leipzig: Teubner, 1888: 274–275.
CTS identifier
urn:cts:greekLit:tlg0471.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

tit 1

{ΚΕΝΤΑΥΡΟΣ}

1

μάγειρ', ὁ θύων ἔσθ' ὁ δειπνίζων τ' ἐμὲ

Ῥόδιος, ἐγὼ δ' ὁ κεκλημένος Περίνθιος·

οὐδέτερος ἡμῶν ἥδεται τοῖς Ἀττικοῖς

δείπνοις. ἀηδία γάρ ἐστιν Ἀττικὴ

ὥσπερ ξενική· παρέθηκε πίνακα γὰρ μέγαν,

ἔχοντα μικροὺς πέντε πινακίσκους ἐν οἷ.

τούτων ὁ μὲν ἔχει σκόροδον, ὁ δ' ἐχίνους δύο,

ὁ δὲ θρυμματίδα γλυκεῖαν, ὁ δὲ κόγχας δέκα,

ὁ δ' ἀντακαίου μικρόν. ἐν ὅσῳ δ' ἐσθίω,

ἕτερος ἐκεῖν', ἐν ὅσῳ δ' ἐκεῖνος, τοῦτ' ἐγὼ

ἠφάνισα· βούλομαι δ' ἐγώ, βέλτιστε σύ,

κἀκεῖνο καὶ τοῦτ', ἀλλ' ἀδύνατα βούλομαι·

οὔτε στόματα γὰρ οὔτε χείλη πέντ' ἔχω.

ὄψιν μὲν οὖν ἔχει τὰ τοιαῦτα ποικίλην,

ἀλλ' οὐδέν ἐστι τοῦτο πρὸς τὴν γαστέρα·

κατέπασα γὰρ τὸ χεῖλος, οὐκ ἐνέπλησα δέ.

{Β.} τί οὖν; {Α.} ἔχεις ὄστρεια; {Β.} πολλά. {Α.} πίνακά μοι

τούτων παραθήσεις αὐτὸν ἐφ' ἑαυτοῦ μέγαν.

ἔχεις ἐχίνους; {Β.} ἕτερος ἔσται σοι πίναξ·

αὐτὸς γὰρ αὐτὸν ἐπριάμην ὀκτὼ 'βολῶν.

{Α.} ὀψάριον αὐτὸ τοῦτο παραθήσεις μόνον,

ἵνα ταὐτὰ πάντες, μὴ τὸ μὲν ἐγώ, τὸ δ' ἕτερος.

{<ΚΕΝΤΑΥΡΟΣ.>}

1

Μάγειρ' ὁ θύων ἔσθ' ὁ δειπνίζων τ' ἐμέ

Ῥόδιος, ἐγὼ δ' ὁ κεκλημένος Περίνθιος·

οὐδέτερος ἡμῶν ἥδεται τοῖς ἀττικοῖς

δείπνοις. {Β.} ἀηδία γάρ ἐστιν ἀττική;

{Α.} ὥσπερ ξενική· παρέθηκε πίνακα γὰρ μέγαν,

ἔχοντα μικροὺς πέντε πινακίσκους ἐν οἷ.

τούτων ὁ μὲν ἔχει σκόροδον, ὁ δ' ἐχίνους δύο,

ὁ δὲ θρυμματίδα γλυκεῖαν, ὁ δὲ κόγχας δέκα,

ὁ δ' ἀντακαίου μικρόν. ἐν ὅσῳ δ' ἐσθίω,

ἕτερος ἐκεῖν', ἐν ὅσῳ δ' ἐκεῖνος, τοῦτ' ἐγώ

ἠφάνισα· βούλομαι δ' ἐγώ, βέλτιστε σύ,

κἀκεῖνο καὶ τοῦτ', ἀλλ' ἀδύνατα βούλομαι·

οὔτε στόματα γὰρ οὔτε χείλη πέντ' ἔχω.

ὄψιν μὲν οὖν ἔχει τὰ τοιαῦτα ποικίλην,

ἀλλ' οὐδέν ἐστι τοῦτο πρὸς τὴν γαστέρα·

κατέπασα γὰρ τὸ χεῖλος, οὐκ ἐνέπλησα δέ.

τί οὖν ἔχεις; {Β.} ὄστρεια πολλά. {Α.} πίνακα μοι