Fragmenta
- Edition reference
- Fragmenta, ed. T. Kock, Comicorum Atticorum fragmenta, vol. 1, Leipzig: Teubner, 1880: 704–710.
- CTS identifier
urn:cts:greekLit:tlg0475.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
tit 1-5
{ΑΥΡΑΙ}
1
τίς ἡ Κολαινὶς Ἄρτεμις;
ἱερεὺς γὰρ ὢν τετύχηκα τῆς Κολαινίδος.
2
ἀλλ', ὦγαθέ, δειπνῶμεν πρῶτον, κἄπειτά με πάντ' ἐπερώτα,
ἅττ' ἂν βούλῃ· νῦν γὰρ πεινῶν δεινῶς πώς εἰμ' ἐπιλήσμων.
3
ὥσπερ ἐπειδὰν δειπνῶμέν που, τότε πλεῖστα λαλοῦμεν ἅπαντες.
4
ὑμῖν ὀρχηστρίδας εἶπον ἑταίρας
ὡραίας πρότερον, νῦν δ' οὐχ ὑμῖν ἀγορεύω
ἄρτι χνοαζούσας αὐλητρίδας, αἵ τε τάχιστα
ἀνδρῶν φορτηγῶν ὑπὸ γούνατα μισθοῦ ἔλυσαν.
5
οἰκίσκον
tit 6-9
{ΘΟΥΡΙΟΠΕΡΣΑΙ}
6
ὁ μὲν ποταμὸς ὁ Κρᾶθις ἡμῖν καταφέρει
μάζας μεγίστας αὐτόματος μεμαγμένας,
ὁ δ' ἕτερος ὠθεῖ κῦμα ναστῶν καὶ κρεῶν
ἑφθῶν τε βατίδων εἰλυομένων αὐτόσε.
τὰ δὲ μικρὰ ταυτὶ ποτάμι' ἐνμεντευθενὶ
ῥεῖ τευθίσιν ὀπταῖς καὶ φάγροις καὶ καράβοις,
ἐντευθενὶ δ' ἀλλᾶσι καὶ περικόμμασιν,
τῃδὶ δ' ἀφύαισι, τῇδε δ' αὖ ταγηνίαις.
τεμάχη δ' ἄνωθεν αὐτόματα πεπνιγμένα
εἰς τὸ στόμ' ᾄττει, τὰ δὲ παρ' αὐτὼ τὼ πόδε,
ἄμυλοι δὲ περινέουσιν ἡμῖν ἐν κύκλῳ.
7
τίς τρόπος ἵππων; ὡς δ' ὀρχοῦνται τὸν βαρβαρικὸν τρό- πον οὗτοι.
8
πίνακα
9
συγκόψαι
tit 10-11
{ΟΜΗΡΟΣ Η ΑΣΚΗΤΑΙ}
10
καὶ Λύκων ἐνταῦθά που
. . προδοὺς Ναύπακτον ἀργύριον λαβὼν
ἀγορᾶς ἄγαλμα ξενικὸν ἐμπορεύεται.
tit 12-15
{ΦΙΛΟΘΥΤΗΣ}
12
δίμυξον ἢ τρίμυξον ὡς ἐμοὶ δοκεῖ.
13
ὦ πολῖται, δεινὰ πάσχω. {Β.} τίς πολίτης δ' ἔστ' ἔτι
πλὴν ἄρ' εἰ Σάκας ὁ Μυσὸς καὶ τὸ Καλλίου νόθον;
14
κατ' ἐπεισόδιον μεταβάλλω τὸν λόγον, ὡς ἂν
καιναῖσι παροψίσι καὶ πολλαῖς εὐωχήσω τὸ θέατρον.
15
λαθροφαγεῖν
tit 16-19
{ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ}
16
ῥαφανῖδος,
ἀμύλου, λεκίθων, καρύων, ζωμοῦ, πολφῶν, οἴνου, κολοκύντης.
19
δουλάρια
{<ΑΥΡΑΙ.>}
4
Ὑμῖν ὀρχηστρίδας εἶπον ἑταίρας
ὡραίας πρότερον, νῦν δ' οὐχ ὑμῖν ἀγορεύω
ἄρτι χνοαζούσας αὐλητρίδας, αἵ τε τάχιστα
ἀνδρῶν φορτηγῶν ὑπὸ γούνατα μισθοῦ ἔλυσαν.
3
Ὥσπερ ἐπειδὰν δειπνῶμέν που, τότε πλεῖστα λαλοῦμεν ἅπαντες.
Ἀλλ' ὦγαθὲ δειπνῶμεν πρῶτον, κἄπειτά με πάντ' ἐπε- ρώτα,
2
ὅ τι ἂν βούλῃ· νῦν γὰρ πεινῶν δεινῶς πώς εἰμ' ἐπιλήσμων.
Ἱερεὺς γὰρ ὢν τετύχηκα τῆς Κολαινίδος.{<ΘΟΥΡΙΟΠΕΡΣΑΙ.>}
6
Ὁ μὲν ποταμὸς ὁ Κρᾶθις ἡμῖν καταφέρει
μάζας μεγίστας αὐτομάτας μεμαγμένας,
ὁ δ' ἕτερος ὠθεῖ κῦμα ναστῶν καὶ κρεῶν
ἑφθῶν τε βατίδων εἰλυομένων αὐτόσε.
τὰ δὲ μικρὰ ταυτὶ ποτάμι' ἐνμεντευθενί
ῥεῖ τευθίσιν ὀπταῖς καὶ φάγροις καὶ καράβοις,
ἐντευθενὶ δ' ἀλλᾶσι καὶ περικόμμασιν,
τῃδὶ δ' ἀφύαισι, τῇδε δ' αὖ ταγηνίαις·
τεμάχη δ' ἄνωθεν αὐτόματα πεπνιγμένα
εἰς τὸ στόμ' ᾄττει, τὰ δὲ παρ' αὐτὼ τὼ πόδε,
ἄμυλοι δὲ περινάουσιν ἡμῖν ἐν κύκλῳ.
7
Τίς τρόπος ἵππων; ὡς δ' ὀρχοῦνται τὸν βαρβαρικὸν
τρόπον οὗτοι.
tit 10-11
{<ΟΜΗΡΟΣ Η ΑΣΚΗΤΑΙ.>}
10
Καὶ Λύκων ἐνταῦθά που
* * προδοὺς Ναύπακτον ἀργύριον λαβών
ἀγορᾶς ἄγαλμα ξενικὸν ἐμπορεύεται.
{<ΦΙΛΟΘΥΤΗΣ.>}
14
Κατ' ἐπεισόδιον μεταβάλλω τὸν λόγον, ὡς ἂν
καιναῖσι παροψίσι καὶ πολλαῖς εὐωχήσω τὸ θέατρον.
13
Ὦ πολῖται δεινὰ πάσχω. {Β.} τίς πολίτης δ' ἐστὶ νῦν
πλὴν ἄρ' ἢ Σάκας ὁ Μυσὸς καὶ τὸ Καλλίου νόθον;
12
δίμυξον ἢ τρίμυξον ὡς ἐμοὶ δοκεῖ.
{EX INCERTIS FABULIS.} Ῥαφανῖδος,
16
ἀμύλου, λεκίθων, καρύων, ζωμοῦ, πολφῶν, οἴνου, κολο-
κύνθης.Εἷς οἰωνὸς ἄριστος ἀμύνεσθαι περὶ δείπνου.