Fragmenta
- Edition reference
- Fragmenta, ed. T. Kock, Comicorum Atticorum fragmenta, vol. 2, Leipzig: Teubner, 1884: 219–230, 581.
- CTS identifier
urn:cts:greekLit:tlg0484.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
tit 1-2
{ΑΒΡΑ}
1
πίναξ ὁ πρῶτος τῶν μεγάλων ἡγήσεται,
ἔχων ἐχῖνον, ὠμοτάριχον, κάππαριν,
θρυμματίδα, τέμαχος, βολβὸν ἐν ὑποτρίμματι.
2
ταῦτ' ἀξιῶ·
εἴτ' ὀρνιθάριον, τὸ περιστέριον, τὸ γαστρίον.
tit 3
{ΑΝΤΕΡΩΣΑ}
3
μετανιπτρίδ' αὐτῷ τῆς ὑγιείας ἔγχεον.
tit 4-7
{ΑΝΤΥΛΛΟΣ}
4-5
Βυζάντιόν τε τέμαχος ἐπιβακχευσάτω,
Γαδειρικόν θ' ὑπογάστριον παρεισίτω.. . . . . . . . . . . .
ἀλλ' ἐπριάμην παρ' ἀνδρός, ὦ γῆ καὶ θεοί,
ταριχοπώλου πάνυ καλοῦ τε κἀγαθοῦ
τιλτὸν μέγιστον, ἄξιον δραχμῆς, δυοῖν
ὀβολοῖν, ὃν οὐκ ἂν καταφάγοιμεν ἡμερῶν
τριῶν ἤδη κατεσθίοντες οὐ δεδωκά γε·
ὑπερμέγεθες γάρ ἐστι.
6
τί οὖν ἀγοράζω; φράζε γάρ.
{Β.} μὴ πολυτελῶς, ἀλλὰ καθαρείως, δασύποδα,
ἐὰν περιτύχῃς, ἀγόρασον καὶ νηττία,
ὁπόσα σὺ βούλει, καὶ κίχλας καὶ κοψίχους,
ὀρνιθάριά τε τῶν ἀγρίων τούτων συχνά·
χάριεν γάρ.
7
οὔποτ' αὖθις
σηπίαν ἀπὸ τηγάνου
τολμήσαιμι φαγεῖν μόνος.
tit 8
{ΑΠΕΛΑΥΝΟΜΕΝΟΣ}
8
εὖ γ' ἄνδρες, εὖ σφόδρ'· ἀλλὰ μὴν τῇ ματτύῃ
οὕτω διαθήσω τὰ μετὰ ταῦθ', ὥστ' οἴομαι
οὐδ' αὐτὸν ἡμῖν τοῦτον ἀντερεῖν ἔτι.
tit 9
{ΒΑΣΙΛΕΙΣ}
9
λοιπή τις ὀξίς ἐστι καὶ ψυκτήριον
τῆς εὐπαρύφου λεπτότερον.
tit 10
{ΔΙΑΒΟΛΟΣ}
10
ἡ ναῦς δὲ πότερον εἰκόσορός ἐστ' ἢ κύκνος,
ἢ κάνθαρος; τουτὶ γὰρ ἂν πύθωμ' ἔτι,
αὐτὸς περανῶ τὰ πάντ'. {Β.} ἀμέλει κυκνοκάνθαρος.
[ἐξ ἀμφοτέρων τούτων κεκεραμευμένος]
tit 11-12
{ΕΚΑΤΗ}
11-12
τῶν κατεσταμνισμένων
ἡμῖν λαγύνων πηλίκοι τινές; {Β.} τρίχους.. . . . . . . . . . . .
τὸν μεστὸν ἡμῖν φέρε λάγυνον.
tit 13
{ΗΣΙΟΔΟΣ}
13
βεμβράδ', ἀφύην, ἑψητόν
tit 14
{ΙΕΡΟΦΑΝΤΗΣ}
tit 15-16
{ΚΛΙΝΗ}
15
ναστὸς τὸ μέγεθος τηλικοῦτος, δέσποτα,
λευκός· τὸ πάχος γὰρ ὑπερέκυπτε τοῦ κανοῦ.
ὀσμὴ δέ, τοὐπίβλημ' ἐπεὶ περιῃρέθη,
ἄνω 'βάδιζε καὶ μέλιτι μεμιγμένη
ἀτμίς τις εἰς τὰς ῥῖνας· ἔτι γὰρ θερμὸς ἦν.
16
καὶ δυσχερὴς λάγυνος οὗτος πλησίον
ὄξους.
tit 17
{ΜΑΓΕΙΡΟΣ}
17
ὃς μέλανα ποιεῖν ζωμὸν οὐκ ἠπίστατο,
θρῖον δὲ καὶ κάνδαυλον ἢ τούτων τι τῶν
εἰς ματτύην οὐδέτερον εἶδε πώποτε.
tit 18
{ΟΙΝΟΠΙΩΝ}
18
ἀμφίας
tit,ante 19
{ΟΡΝΙΘΕΥΤΗΣ}
tit 19-21
{ΠΑΝΔΡΟΣΟΣ}
19
κἀγώ, φιλτάτη,
μετανιπτρίδ' αὐτῷ τῆς ὑγιείας ἔγχεον.
{Β.} λαβὲ τῆς ὑγιείας δὴ σύ. {Γ.} φέρε, τύχἀγαθῇ.
τύχη τὰ θνητῶν πράγμαθ', ἡ πρόνοια δὲ
τυφλόν τι κἀσύντακτόν ἐστιν, ὦ πάτερ.
20
ἀλλ' ἐγχέασα θᾶττον ἀγαθοῦ δαίμονος
ἀπενεγκάτω μοι τὴν τράπεζαν ἐκποδών·
ἱκανῶς κεχόρτασμαι γάρ. {Β.} ἀγαθοῦ δαίμονος.
{Α.} δέχομαι. λαβοῦς' ἀπένεγκε ταύτην ἐκποδών.
21
ἔπειτα τῆς αὐτῆς ὁδοῦ
πρὸς Ἀερόπην ἐλθοῦσα πέμψαι στρώματα
αὐτὴν κέλευε, φησί, καὶ παρ' Ὤκιμον
χαλκώματα.
tit 22
{ΠΑΤΡΙΩΤΑΙ}
22
ὁ κάπηλος γὰρ οὑκ τῶν γειτόνων,
ἄν τ' οἶνον ἄν τε φανὸν ἀποδῶταί τινι
ἄν τ' ὄξος, ἀπέπεμψ' ὁ κατάρατος δοὺς ὕδωρ.
tit 23
{ΠΛΟΥΤΟΣ}
tit 24
{ΣΥΡΟΣ}
24
Κηφισόδωρον οὐ κακῶς μὰ τὸν Δία
τὸν πλάνον φασὶ στενωπὸν εἰς στενὸν στῆσαί τινας
ἀγκαλίδας ἔχοντας, ὥστε μὴ παρελθεῖν μηδένα.
tit 25
{ΤΟΚΙΣΤΗΣ}
25
καταλαμβάνομεν τὸν πορνοβοσκὸν καὶ δύο
ἑτέρους κατὰ χειρὸς ἀρτίως εἰληφότας
καὶ στέφανον. {Β.} εἶεν. καλὸς ὁ καιρός, Χαιρεφῶν.
tit 26
{ΨΕΥΔΟΣΤΙΓΜΑΤΙΑΣ}
26
καὶ σὺ μὲν
τὴν δευτέραν τράπεζαν εὐτρεπῆ ποίει.
κόσμησον αὐτὴν παντοδαποῖς τραγήμασιν,
μύρον, στεφάνους, λιβανωτόν, αὐλητρίδα λαβέ.
tit 27-40
{ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ}
27
εἰ τὸ συνεχῶς καὶ πολλὰ καὶ ταχέως λαλεῖν
ἦν τοῦ φρονεῖν παράσημον, αἱ χελιδόνες
ἐλέγοντ' ἂν ἡμῶν σωφρονέστεραι πολύ.
28
‘οὐκ ἔστιν ὅστις πάντ' ἀνὴρ εὐδαιμονεῖ.’
νὴ τὴν Ἀθηνᾶν συντόμως γε, φίλτατε
Εὐριπίδη, τὸν βίον ἔθηκας εἰς στίχον.
29
ἆρ' οἶσθ' ὅτι τῆς πενίας ὅπλον
ἡ παρρησία; ταύτην ἐάν τις ἀπολέσῃ,
τὴν ἀσπίδ' ἀποβέβληκεν οὗτος τοῦ βίου.
30-31
πάλιν χρόνῳ τἀρχαῖα καινὰ γίνεται.. . . . . . . . . . . .
οὐκ ἔστι δυσαρεστότερον οὐδὲ ἓν χρόνου·
οὐδέποτ' ἀρέσκει ταὐτὰ τούτῳ τῷ θεῷ.
32
μειράκιον δὲ κατὰ τύχην
ὑποσκαφιόκαρτόν τι κεχλαμυδωμένον
κατάγεις ἀναγκόσιτον.
33
ἁλύσεις, καθετῆρας, δακτυλίους, βουβάλι', ὄφεις,
περισκελίδας, ἐλλέβορον.
34
ῥήτορες
ἐξωρμενικότες, δυσχερεῖς, παλιναίρετοι
35
νὴ τὴν Ἀφροδίτην, ὦ ξένη,
βλοσυράν γε τὴν ψυχὴν ἔχεις.
36
εἰπέ μοι, τίνι
ἐδιακόνεις;
38
ζιγγοῦν
39
στήριγμα
40
Ταραντῖνον
tit 41-42
{ΑΜΦΙΣΒΗΤΗΣΙΜΑ}
42
στρῆνον
{<ΑΒΡΑ.>}
1
Πίναξ ὁ πρῶτος τῶν μεγάλων ἡγήσεται,
ἔχων ἐχῖνον, ὠμοτάριχον, κάππαριν,
θρυμματίδα, τέμαχος, βολβὸν ἐν ὑποτρίμματι.
Ταῦτ' ἀξιῶ.
2
εἴτ' ὀρνιθάριον, τὸ περιστέριον, τὸ γάστριον.
{<ΑΝΤΕΡΩΣΑ.>}
3
Μετανιπτρίδ' αὐτῷ τῆς ὑγιείας ἔγχεον.
{<ΑΝΤΥΛΛΟΣ.>}
4-5
Βυζάντιόν τε τέμαχος ἐπιβακχευσάτω,
Γαδειρικόν θ' ὑπογάστριον παρεισίτω.
* * * *
4-5
Ἀλλ' ἐπριάμην παρ' ἀνδρός, ὦ γῆ καὶ θεοί,
ταριχοπώλου πάνυ καλοῦ τε κἀγαθοῦ
τιλτὸν μέγιστον, ἄξιον δραχμῆς, δυοῖν
ὀβολοῖν, ὃν οὐκ ἂν καταφάγοιμεν ἡμερῶν
τριῶν ἤδη κατεσθίοντες δώδεκα·
ὑπερμέγεθες γάρ ἐστι.
6
Τί οὖν ἀγοράζω; φράζε γάρ.
{Β.} μὴ πολυτελῶς, ἀλλὰ καθαρείως, δασύποδα,
ἐὰν περιτύχῃς, ἀγόρασον καὶ νηττία,
ὁπόσα σὺ βούλει, καὶ κίχλας καὶ κοψίχους,
ὀρνιθάριά τε τῶν ἀγρίων τούτων συχνά·
χάριεν γάρ.
7
Οὔποτ' αὖθις
σηπίαν ἀπὸ τηγάνου
τολμήσαιμι φαγεῖν μόνος.
{<ΑΠΕΛΑΥΝΟΜΕΝΟΣ.>}
8
Εὖ γ' ἄνδρες, εὖ σφόδρ'· ἀλλὰ μὴν τῇ ματτύῃ
οὕτω διαθήσω τὰ μετὰ ταῦθ', ὥστ' οἴομαι
οὐδ' αὐτὸν ἡμῖν τοῦτον ἀντερεῖν ἔτι.
{<ΒΑΣΙΛΕΙΣ.>}
9
Λοιπή τις ὀξίς ἐστι καὶ ψυκτήριον
τῆς εὐπαρύφου λεπτότερον.
{<ΔΙΑΒΟΛΟΣ.>}
10
{Α.} Ἡ ναῦς δὲ πότερ' εἰκόσορός ἐστιν ἢ κύκνος,
ἢ κάνθαρος; τουτὶ γὰρ ἐὰν πύθωμ' ὅ τι,
αὐτὸς περανῶ τὰ πάντ'. {Β.} ἀμέλει κυκνοκάνθαρος.
[ἐξ ἀμφοτέρων τούτων κεκεραμευμένος]
{<ΕΚΑΤΗ.>}
11-12
{Α.} Τῶν κατεσταμνισμένων
ἡμῖν λαγύνων πηλίκοι τινές; {Β.} τρίχους.
* * * *
11-12
Τὸν μεστὸν ἡμῖν φέρε λάγυνον.
{<ΗΣΙΟΔΟΣ.>}
13
Βεμβράδ', ἀφύην, ἑψητόν.
{<ΙΕΡΟΦΑΝΤΗΣ.>}{<ΚΛΙΝΗ.>}
15
Ναστὸς τὸ μέγεθος τηλικοῦτος, δέσποτα,
λευκός· τὸ πάχος γὰρ ὑπερέκυπτε τοῦ κανοῦ.
ὀσμὴ δέ, τοὐπίβλημ' ἐπεὶ περιῃρέθη,
ἐβάδιζ' ἄνω καὶ μέλιτι * μεμιγμένη
ἀτμίς τις εἰς τὰς ῥῖνας· ἔτι γὰρ θερμὸς ἦν.
16
Καὶ δυσχερὴς λάγυνος οὗτος πλησίον
ὄξους.
{<ΜΑΓΕΙΡΟΣ.>}
17
Ὃς μέλανα ποιεῖν ζωμὸν οὐκ ἠπίστατο,
θρῖον δὲ καὶ κάνδαυλον ἢ τούτων τι τῶν
εἰς ματτύην οὐδ' ἕτερον εἶδε πώποτε.
{<ΟΙΝΟΠΙΩΝ.>}{<ΠΑΝΔΡΟΣΟΣ.>}
21
Ἔπειτα τῆς αὐτῆς ὁδοῦ πρὸς Ἀερόπην
ἐλθοῦσα πέμψαι στρώματ' αὐτὴν αὐτίκα
κέλευε καὶ παρ' Ὤκιμον χαλκώματα.
19
Κἀγώ, φιλτάτη,
μετανιπτρίδ' αὐτῷ τῆς ὑγιείας ἔγχεον.
{Β.} λαβὲ τῆς ὑγιείας δὴ σύ. φέρε, τύχἀγαθῇ.
τύχη τὰ θνητῶν πράγμαθ', ἡ πρόνοια δέ
τυφλόν τι κἀσύντακτόν ἐστιν, ὦ πάτερ.
20
Ἀλλ' ἐγχέασα θᾶττον ἀγαθοῦ δαίμονος
ἀπενεγκάτω μοι τὴν τράπεζαν ἐκ ποδῶν·
ἱκανῶς κεχόρτασμαι γάρ. ἀγαθοῦ δαίμονος
δέχομαι. λαβοῦς' ἀπένεγκε ταύτην ἐκ ποδῶν.{<ΠΑΤΡΙΩΤΑΙ.>}