Fragmenta
- Edition reference
- Fragmenta, ed. A. Meineke, Fragmenta comicorum Graecorum, vol. 3, Berlin: Reimer, 1840 (repr. Berlin: De Gruyter, 1970): 278– 290.
- CTS identifier
urn:cts:greekLit:tlg0484.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
Pat
1
Ὁ κάπηλος γὰρ οὑκ τῶν γειτόνων
ἄν τ' οἶνον ἄν τε φανὸν ἀποδῶταί τινι
ἄν τ' ὄξος, ἀπέπεμψ' ὁ κατάρατος δοὺς ὕδωρ.
Plou
tit
{<ΠΛΟΥΤΟΣ.>}
Syr
tit
{<ΣΥΡΟΣ.>}
1
Κηφισόδωρον οὐ κακῶς μὰ τὸν Δία
τὸν πλάνον φασὶ στενωπὸν εἰς στενὸν στῆσαί τινας
ἀγκαλίδας ἔχοντας, ὥστε μὴ παρελθεῖν μηδένα.
Tok
tit
{<ΤΟΚΙΣΤΗΣ.>}
1
Καταλαμβάνομεν τὸν πορνοβοσκὸν καὶ δύο
ἑτέρους κατὰ χειρὸς ἀρτίως εἰληφότας
καὶ στέφανον. {Β.} εἶεν. καλὸς ὁ καιρός, Χαιρεφῶν.
Pseu
tit
{<ΨΕΥΔΟΣΤΙΓΜΑΤΙΑΣ.>}
1
Καὶ σὺ μέν
τὴν δευτέραν τράπεζαν εὐτρεπῆ ποίει.
κόσμησον αὐτὴν παντοδαποῖς τραγήμασιν,
μύρον, στεφάνους, λιβανωτόν, αὐλητρίδα λαβέ.
IFF
tit
{INCERTARUM FABULARUM FRAGMENTA.}
1
Εἰ τὸ συνεχῶς καὶ πολλὰ καὶ ταχέως λαλεῖν
ἦν τοῦ φρονεῖν παράσημον, αἱ χελιδόνες
ἐλέγοντ' ἂν ἡμῶν σωφρονέστεραι πολύ.
2
„Οὐκ ἔστιν ὅστις πάντ' ἀνὴρ εὐδαιμονεῖ.“
νὴ τὴν Ἀθηνᾶν συντόμως γε, φίλτατε
Εὐριπίδη, τὸν βίον ἔθηκας εἰς στίχον.
3-4
Πάλιν χρόνῳ τἀρχαῖα καινὰ γίγνεται.
Οὐκ ἔστι δυσαρεστότερον οὐδὲ ἓν χρόνου·
οὐδέποτ' ἀρέσκει ταὐτὰ τούτῳ τῷ θεῷ.
5
Ἆρ' οἶσθ' ὅτι τὸ τῆς πενίας ὅπλον
παρρησία; ταύτην ἐάν τις ἀπολέσῃ,
τὴν ἀσπίδ' ἀποβέβληκεν οὗτος τοῦ βίου.
6
Μειράκιον δὲ κατὰ τύχην
ὑποσκαφιόκαρτόν τι κεχλαμυδωμένον
κατάγεις ἀναγκόσιτον.
7
Ἁλύσεις, καθετῆρας, δακτυλίους, βουβάλι', ὄφεις,
περισκελίδας, ἐλλέβορον.
8
Ῥήτορες
ἐξωρμενικότες δυσχερεῖς παλιναίρετοι.
9
Νὴ τὴν Ἀφροδίτην, ὦ ξένη,
βλοσυράν γε τὴν ψυχὴν ἔχεις.
〈οὐκ〉 ἀναβεβήκει πώποτεἐφ' ἅμαξαν, ἀλλ' ἐφ' ἵππον.{Πάνδαρος}Εἰπέ μοι τίνι ἐδια-κόνεις;