The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. T. Kock, Comicorum Atticorum fragmenta, vol. 1, Leipzig: Teubner, 1880: 145–175, 177–188, 190–209.
CTS identifier
urn:cts:greekLit:tlg0486.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

tit 1-4

{ΑΓΑΘΟΙ}

1

ἐγὼ κατεσθίω μόλις τῆς ἡμέρας

πένθ' ἡμιμέδιμν', ἐὰν βιάζωμαι. {Β.} μόλις;

ὡς ὀλιγόσιτος ἦσθ' ἄρ', ὃς κατεσθίεις

τῆς ἡμέρας μακρᾶς τριήρους σιτία.

2

λουσάμενοι δὲ πρὸ λαμπρᾶς

ἡμέρας ἐν τοῖς στεφανώμασιν, οἱ δ' ἐν τῷ μύρῳ

λαλεῖτε περὶ σισυμβρίων κοσμοσανδάλων τε.

3

δίφροι διωχεῖς

4

ἰσχαδοπῶλαι καὶ ἰσχαδωνῶν

tit 5-18

{ΑΓΡΙΟΙ}

5

ἦ μὴν σὺ σαυτὸν μακαριεῖς, ὦ 'τάν, ὅταν

οὗτοί σε κατορύττωσιν. {Β.} οὐ δῆτ'· ἀλλ' ἐγὼ

τούτους πρότερον· οὗτοι δὲ μακαριοῦς' ἐμέ.

καίτοι πόθεν ληνοὺς τοσαύτας λήψομαι;

6

φέρ' ἴδω, κιθαρῳδὸς τίς κάκιστος ἐγένετο;

{Β.} ὁ Πεισίου Μέλης. {Α.} μετὰ δὲ Μέλητα τίς;

{Β.} ἔχ' ἀτρέμ', ἐγᾦδα, Χαῖρις.

7

μὴ θαυμάσῃς·

τῶν γὰρ προτενθῶν ἐσμεν· ἀλλ' οὐκ οἶσθα σύ.

8

πρὶν ἀνακυκῆσαι τὰς ἀπίους ἁρπάζετε.

9

οὐδ' ἀποπροσωπίζεσθε κυάμοις; {Β.} πώμαλα.

10

οὐ γὰρ ἦν τότ' οὔτε Μάνης οὔτε Σηκὶς οὐδενὶ

δοῦλος, ἀλλ' αὐτὰς ἔδει μοχθεῖν ἅπαντ' ἐν οἰκίᾳ·

εἶτα πρὸς τούτοισιν ἤλουν ὄρθριαι τὰ σιτία,

ὥστε τὴν κώμην ὑπηχεῖν θιγγανουσῶν τὰς μύλας.

11

οἶμαι δ' αὐτὸν κινδυνεύειν εἰς τὴν Αἴγυπτον * * *

οἴκους λέξεις, ἵνα μὴ ξυνέχῃ τοῖσι Λυκούργου πατριώταις.

12

ὅδε δὴ δελφίς ἐστι μολιβδοῦς δελφινοφόρος τε κεροῦχος,

ὃς διακόψει τοὔδαφος αὐτῶν ἐμπίπτων καὶ καταδύων.

13

ἐνθρύσκοισι καὶ βρακάνοις

καὶ στραβήλοις ζῆν· ὁπόταν δ'

ἤδη πεινῶσι σφόδρα,

ὡσπερεὶ τοὺς πουλύποδας

* * * νύκτωρ περιτρώ-

γειν αὑτῶν τοὺς δακτύλους.

15

Ἀντρώνιος ὄνος

16

βύρσης γλευκαγωγοῦ

17

γέρροις ἀποσταυροῦνται

tit 19-31

{ΑΥΤΟΜΟΛΟΙ}

19

οὗτοι γὰρ ἡμῖν οἱ κακῶς ἀπολούμενοι

ἐπαμφοτερίζους' ἐμποδὼν καθήμενοι.

20

ὁπόταν σχολάζῃς, νῖψον, ἵνα τὰ λήια

συγκαρκινωθῇ.

21

ὑμεῖς γὰρ ἀεὶ στραγγαλίδας ἐσφίγγετε.

22

ἡ γυνὴ δ' ἡμῶν ἑκάστῳ λέκιθον ἕψους' ἢ φακῆν

ἀναμένει καὶ σμικρὸν ὀπτῶς' ὀρφανὸν ταρίχιον.

23

ὅτε τοῖσι θεοῖς θύετε, πρώτιστ' ἀποκρίνετε τοῖς ἱερεῦσιν

τὸ νομιζόμενον πρώτοις ὑμῶν, εἶτ' (αἰσχύνη τὸ κατειπεῖν)

οὐ τὼ μηρὼ περιλάψαντες μέχρι βουβώνων * * *

καὶ τὴν ὀσφὺν κομιδῇ ψιλήν, λοιπὸν τὸν σπόνδυλον αὐτὸν

ὥσπερ ῥινήσαντες νέμεθ' ὥσπερ καὶ τοῖς κυσὶν ἡμῖν;

εἶτ' ἀλλήλους αἰσχυνόμενοι θυλήμασι κρύπτετε πολλοῖς.

24

νὴ τὴν Δήμητρ', ἀνιαρὸν ἄρ' ἦν τὸ κακῶς ᾄδοντος ἀκούειν·

βουλοίμην γὰρ κἂν ἀκαλήφαις τὸν ἴσον χρόνον ἐστεφανῶσθαι.

25

ὥσπερ τῶν αἰγιδίων ὄζειν ἐκ τοῦ στόματος μελικήρας.

26

ἀτραπίζοντες τὰς ἁρμονίας διὰ πασῶν.

27

τοὐψάριον τουτὶ παρέθηκέ τις ἡμῖν.

28

οὐ γαλαθηνὸν ἄρ' ὗν θύειν μέλλεις.

29

πίνειν ἀεὶ καὶ μεθύειν πρὶν ἀγορὰν πεπληθέναι.

30

ἐν χρῷ κουριῶντας

31

πασσυδί

tit 32-38

{ΓΡΑΕΣ}

32

σὺ δ' οὐδὲ θᾶττον, Σμικυθίων, ἐπισιτιεῖ.

{Β.} τίς δ' οὗτος ὑμῖν ἔστι; {Α.} τοῦτον πανταχοῦ

ἄγω λαρυγγικόν τιν' ἐπὶ μισθῷ ξένον.

33

ἀπόπεμψον ἀγγέλλοντα τὸν περιστερόν.

34

Ἀθηναίαις αὐταῖς τε καὶ ταῖς ξυμμάχοις.

35

πάλιν αὖθις ἀναθύουσιν αἱ γεραίτεραι.

36

εὐθὺς γὰρ ὡς ἐβαδίζομεν ἐν Ἄγρας—

37

ἀορτῆρα

38

ἀρτήρ

tit 39-50

{ΔΟΥΛΟΔΙΔΑΣΚΑΛΟΣ}

39

{Α.} κίθαρος γεγενῆσθαι κἀγοράζειν κίθαρος ὤν.

{Β.} ἀγαθόν γ' ὁ κίθαρος καὶ πρὸς Ἀπόλλωνος πάνυ.

{Α.} ἐκεῖνο θράττει μ', ὅτι λέγουσιν, ὦ 'γαθή,

ἔνεστιν ἐν κιθάρῳ τι κακόν.

40

ἄνυσόν ποτ' ἐξελθών, σκότος γὰρ γίγνεται,

καὶ τὸν λυχνοῦχον ἔκφερ' ἐνθεὶς τὸν λύχνον.

41

νυνὶ δ' ἀπονίζειν τὴν κύλικα δός τ' ἐμπιεῖν·

ἔγχει δ' ἐπιθεὶς τὸν ἡθμόν.

42

οὐκ ἀπολιβάξεις καὶ τριγώνους καὶ λύρας;

43

ἀντ' ἀστραγάλων κονδύλοισι παίζετε.

44

γαλαθήν' ἔκλεπτον οὐ τέλεα.

45

ὅπως παρασκευάζεται τὸ δεῖπνον εἴπαθ' ἡμῖν.

{Β.} καὶ δῆθ' ὑπάρχει τέμαχος ἐγ-

χέλειον ἡμῖν, τευθίς, ἄρ-

νειον κρέας, φύσκης τόμος,

ποὺς ἑφθός, ἧπαρ, πλευρόν, ὀρ-

νίθεια πλήθει πολλά, τυ-

ρὸς ἐν μέλιτι, μερὶς κρεῶν.

46

ταχὺ τῶν ἐρίων καὶ τῶν ἀνθῶν τῶν παντοδαπῶν κατάγωμεν.

47

κἀναψηφίσασθ' ἀποδοῦναι πάλιν τὰ χρυσία.

48

ἐγκεντρίδας

49

θησέω

50

ῥαβδίζειν

tit 51-57

{ΕΠΙΛΗΣΜΩΝ Η ΘΑΛΑΤΤΑ}

51

κἂν μὲν σιωπῶ, τείρεται καὶ πνίγεται,

καί φησι, τί σιωπᾷς; ἐὰν δέ γ' ἀποκριθῶ,

οἴμοι τάλας, φησίν, χαράδρα κατελήλυθεν.

52

συσκευασάμενος δεῖπνον εἰς τὸ σπυρίδιον,

ἐβάδιζεν ὡς πρὸς Ὠφέλην.

53

τὸν ἱδρῶτα καὶ τὴν ἄρδαν ἀπ' ἐμοῦ σπόγγισον.

54

ὅστις παρέθηκε κρανί' ἢ τραχήλια.

55

ὦλεν ὀβελίαν σποδεῖν, ἄρτου δὲ μὴ προτιμᾶν.

56

τοῖς σοῖσι συνὼν κορακινιδίοις

καὶ μαινιδίοις.

tit 58-66

{ΙΠΝΟΣ Η ΠΑΝΝΥΧΙΣ}

58

οὐχ ὁρᾷς τὴν οἰκίαν

τὴν Πουλυτίωνος κειμένην ὑπώβολον;

59

τί οὐκ ἐπανεχώρησα δεῦρο κἀπέδραν;

60

ἀνέπλησα τὠφθαλμὼ πάλης φυσῶν τὸ πῦρ.

61

ὅδ' ἔστ' ἐφ' οὗ ποτ' ἦν ὁ πυρὸς ἄξιος.

62

ἤδη μὲν ᾤαν λούμενος προζώννυται.

63

σκηνὴ περίερκτος περιβόλοις κάνναισι.

64

κᾆτα μυροπωλεῖν τί παθόντ' ἄνδρ' ἐχρῆν καθήμενον

ὑψηλῶς ὑπὸ σκιαδείῳ, κατεσκευασμένον

συνέδριον τοῖς μειρακίοις ἐλλαλεῖν δι' ἡμέρας; * * *

αὐτίκ' οὐδεὶς οὐδὲ μαγείραιναν εἶδε πώποτε,

ἀλλ' οὐ μὴν οὐδ' ἰχθυοπώλαιναν.

65

ὑποζυγίοις ἀλοάσαντ' εὐθὺς ἐκποιῆσαι.

tit 67-79

{ΚΟΡΙΑΝΝΩ}

67

{Α.} φέρε δὴ κατακλινῶ· σὺ δὲ τράπεζαν ἔκφερε,

καὶ κύλικα κἀντραγεῖν, ἵν' ἥδιον πίω.

{Β.} ἰδοὺ κύλιξ σοι καὶ τράπεζα καὶ φακοί.

{Α.} μή μοι φακούς, μὰ τὸν Δί', οὐ γὰρ ἥδομαι·

ἢν γὰρ τράγῃ τις, τοῦ στόματος ὄζει κακόν.

68

{Α.} ἀλλ' ἰσχάδας μοι πρόελε τῶν πεφωγμένων ... * * *

οὐκ ἰσχάδας οἴσεις; τῶν μελαινῶν. μανθάνεις;

ἐν τοῖς Μαριανδυνοῖς ἐκείνοις βαρβάροις

χύτρας καλοῦσι τὰς μελαίνας ἰσχάδας.

69

{Γ.} ἐκ τοῦ βαλανείου γὰρ δίεφθος ἔρχομαι,

ξηρὰν ἔχουσα τὴν φάρυγα. {Β.} δώσω πιεῖν.

{Γ.} γλίσχρον γέ μοὐστὶ τὸ σίαλον νὴ τὼ θεώ.

{Β.} τί λάβω κυρίσοι τὴν κοτυλίσκην; {Γ.} μηδαμῶς

μικράν γε. κινεῖται γὰρ εὐθύς μοι χολή,

ἐξ οὗπερ ἔπιον ἐκ τοιαύτης φάρμακον.

εἰς τὴν ἐμήν νυν ἔγχεον τὴν μείζονα.

70

{Γ.} ἄποτος, ὦ Γλύκη.

{Α.} ὑδαρῆ 'νέχεέν σοι; {Γ.} παντάπασι μὲν οὖν ὕδωρ.

{Α.} τί εἰργάσω; πῶς ὦ κατάρατε δ' ἐνέχεας;

{Β.} δύ' ὕδατος, ὦ μάμμη. {Α.} τί δ'; οἴνου; {Β.} τέτταρας.

{Γ.} ἔρρ' ἐς κόρακας. βατράχοισιν οἰνοχοεῖν σε δεῖ.

71

ἀπαρτὶ μὲν οὖν ἐμοὶ μὲν εἰκός ἐστ' ἐρᾶν,

σοὶ δ' οὐκέθ' ὥρα.

72

ὑοσκυαμᾷς ἀνὴρ γέρων ὤν.

73

ὦ Ζεῦ πολυτίμητ', ἆρ' ἀκούεις ἅ με λέγει

ὁ πανοῦργος υἱός;

75

ἀτράφαξυν ἕψους', εἶτ' ὀκλὰξ καθημένη—

76

κατάχεον αὐτῆς κἀνύδρευσαι τὸν κάδον.

77

πάντως γάρ εἰσι τῶν φίλων ἑνός γέ του.

78

πᾶς δ' ἀνὴρ ἔσαττε τεῦχος ἢ κόικ' ἢ κωρύκους.

79

ἄνδρες, πρόσχετε τὸν νοῦν

ἐξευρήματι καινῷ,

συμπτύκτοις ἀναπαίστοις.

tit 80-99

{ΚΡΑΠΑΤΑΛΟΙ}

80

ὦ δαιμόνιε, πύρεττε μηδὲν φροντίσας,

καὶ τῶν φιβάλεων τρῶγε σύκων τοῦ θέρους,

κἀμπιπλάμενος κάθευδε τῆς μεσημβρίας,

κᾆτα σφακέλιζε καὶ πέπρησο καὶ βόα.

81

λήψει δ' ἐν Ἅιδου κραπάταλον τριωβόλου

καὶ ψωθία.

82

μάχαιραν ἆρ' ἐνέθηκας; {Β.} οὔ. {Α.} τί μ' εἴργασαι;

ἀμάχαιρος ἐπὶ βόεια νοστήσω κρέα,

ἀνὴρ γέρων, ἀνόδοντος;

83

ταῦτ' ἔχων ἐν ταῖς ὁδοῖς ἁρπαζέτω τὰς ἐγκρίδας.

84

τακεροὺς ποιῆσαι τοὺς ἐρεβίνθους αὐτόθεν.

85

τίς τῶν λυχνείων ἡ 'ργασία; {Β.} Τυρρηνική.

86

οὐδεὶς γὰρ ἐδέχετ' οὐδ' ἀνέῳγέ μοι θύραν.

87

ὦ δέσποτ' Ἀγυιεῦ, ταῦτά νυν μέμνησό μοι.

88

πρὸς τῇ κεφαλῇ μου λάσανα καταθεὶς πέρδεται.

89

καὶ νωτοπλῆγα μὴ ταχέως διακονεῖν.

90

ζητῶ περιέρρων αὐτὸν ἐξ ἑωθινοῦ.

91

ὡς ἄτοπόν ἐστι μητέρ' εἶναι καὶ γυνήν.

93

τί δαί; τί σαυτὸν ἀποτίνειν τῷδ' ἀξιοῖς; φράσον μοι.

{Β.} ἀπαρτὶ δήπου προσλαβεῖν παρὰ τοῦδ' ἔγωγε μᾶλλον.

94

ὅστις γ' αὐτοῖς παρέδωκα τέχνην μεγάλην ἐξοικοδομήσας.

95

τῶν θεατῶν δ' οἷστισι δίψ'

ᾖ, λεπαστὴν λαψαμένοις

μεστὴν ἐκχαρυβδίσαι.

96

τοῖς δὲ κριταῖς

τοῖς νυνὶ κρίνουσι λέγω,

μὴ 'πιορκεῖν μηδ' ἀδίκως

κρίνειν, ἢ νὴ τὸν φίλιον

μῦθον εἰς ὑμᾶς ἕτερον

Φερεκράτης λέξει πολὺ τού-

του κακηγορίστερον.

97

σῦκα (δὲ) τῶν διφόρων

98

δυσημερεῖν

tit 100-107

{ΛΗΡΟΙ}

100

μίτραν ἁλουργῆ, στρόφιον, ὄχθοιβον, κτένα.

101

ἔστην δὲ κἀκέλευον· ἐγχέασθε νῷν

βρένθειον, ἵνα τοῖς εἰσιοῦσιν ἐγχέω.

102

ὡς οὐχὶ τουτὶ ῥύγχος ἀτεχνῶς ἔσθ' ὑός.

103

τὸ δ' ὄνομά μοι κάτειπε τί σε χρῆσται καλεῖν.

104

ἀπὸ τηγάνου τ' ἔφασκεν ἀφύας φαγεῖν.

105

λαβοῦσα μὲν τῆς χοίνικος τὸν πύνδακ' εἰσέκρουσεν.

106

ἔπειθ' ἕτερα τούτων ποιοῦντα πολλὰ κυντερώτερα.

107

κυάθιον ἀργυροῦν

tit 108-111

{ΜΕΤΑΛΛΗΣ}

108

πλούτῳ δ' ἐκεῖν' ἦν πάντα συμπεφυρμένα,

ἐν πᾶσιν ἀγαθοῖς πάντα τρόπον εἰργασμένα·

ποταμοὶ μὲν ἀθάρης καὶ μέλανος ζωμοῦ πλέῳ

διὰ τῶν στενωπῶν πομφολυγοῦντες ἔρρεον

αὐταῖσι μυστίλαισι, καὶ ναστῶν τρύφη,

ὥστ' εὐμαρῆ γε καὐτομάτην τὴν ἔνθεσιν

χωρεῖν λιπαρὰν κατὰ τοῦ λάρυγγος τοῖς νεκροῖς.

φύσκαι δὲ καὶ ζέοντες ἀλλάντων τόμοι

παρὰ τοῖς ποταμοῖς σίζοντ' ἐκέχυτ' ἀντ' ὀστράκων.

καὶ μὴν παρῆν τεμάχη μὲν ἐξωπτημένα

καταχυσματίοισι παντοδαποῖσιν εὐπρεπῆ,

τεύτλοισί τ' ἐγχέλεια συγκεκαλυμμένα.

σχελίδες δ' ὁλόκνημοι πλησίον τακερώταται

ἐπὶ πινακίσκοις, καὶ δίεφθ' ἀκροκώλια

ἥδιστον ἀπατμίζοντα, καὶ χόλικες βοός,

καὶ πλευρὰ δελφάκει' ἐπεξανθισμένα

χναυρότατα παρέκειτ' ἐπ' ἀμύλοις καθήμενα.

παρῆν δὲ χόνδρος γάλατι κατανενιμμένος

ἐν καταχύτλοις λεκάναισι καὶ πυοῦ τόμοι.

{Β.} οἴμ' ὡς ἀπολεῖς μ' ἐνταῦθα διατρίβους' ἔτι,

παρὸν κολυμβᾶν ὡς ἔχετ' εἰς τὸν Τάρταρον.

{Α.} τί δῆτα λέξεις, τἀπίλοιπ' ἤνπερ πύθῃ;

ὀπταὶ κίχλαι γὰρ εἰς ἀνάβραστ' ἠρτυμέναι

περὶ τὸ στόμ' ἐπέτοντ' ἀντιβολοῦσαι καταπιεῖν,

ὑπὸ μυρρίναισι κἀνεμώναις κεχυμέναι.

τὰ δὲ μῆλ' ἐκρέματο τὰ καλὰ τῶν καλῶν ἰδεῖν

ὑπὲρ κεφαλῆς, ἐξ οὐδενὸς πεφυκότα.

κόραι δ' ἐν ἀμπεχόναις τριχάπτοις ἀρτίως

ἡβυλλιῶσαι τὰ ῥόδα καὶ κεκαρμέναι

πλήρεις κύλικας οἴνου μέλανος ἀνθοσμίου

ἤντλουν διὰ χώνης τοῖσι βουλομένοις πιεῖν.

καὶ τῶνδ' ἑκάστοτ' εἰ φάγοι τις ἢ πίοι,

διπλάσι' ἐγίγνετ' εὐθὺς ἐξ ἀρχῆς πάλιν.

109

ὑπ' ἀναδενδράδων ἁπαλὰς ἀσπαλάθους πατοῦντες

ἐν λειμῶνι λωτοφόρῳ, κύπειρόν τε δροσώδη,

κἀνθρύσκου μαλακῶν τ' ἴων λείμακα καὶ τριφύλλου.

tit 112

{ΜΕΤΟΙΚΟΙ}

tit 113-125

{ΜΥΡΜΗΚΑΝΘΡΩΠΟΙ}

113

{Α.} τί ληρεῖς; ἀλλὰ φωνὴν οὐκ ἔχειν

ἰχθύν γέ φασι τὸ παράπαν. {Β.} νὴ τὼ θεώ,

κοὐκ ἔστιν ἰχθὺς ἄλλος οὐδεὶς ἢ βόαξ.

114

ἀλλ' ὡς τάχιστα τὸν γέρονθ' ἱστὸν ποίει

[ἀφ' οὗ τὸ λίνον ἦν].

115-116

γελῶντα καὶ χαίροντα καὶ τεθολωμένον.

ὑπὸ τῆς ἀνίας ἀνεθολοῦθ' ἡ καρδία.

117

οἴμοι κακοδαίμων, αἰγὶς αἰγὶς ἔρχεται.

118

ὕστερον ἀρᾶται κἀπιθεάζει τῷ πατρί.

119

ξένη γυνὴ γραῦς ἀρτίως ἀφιγμένη.

120

μηδέποτ' ἰχθύν, ὦ Δευκαλίων, μηδ' ἢν αἰτῶ παραθῇς μοι.

121

ἆρα προθύμως * * * *

καὶ τῆς ὀροφῆς τὸν χοῦν ἡμῶν

κατὰ τῆς κεφαλῆς καταμήσονται

λαγαριζόμενοι.

122

ἀλλὰ καὶ κίσταις ἐν ἐμαῖσιν ἀπόκειθ' ἃ μέλλομεν

ἀριστήσειν.

123

σὺ δ' ἀποτηγανίζεις.

124

ἢ τρὶς ἓξ ἢ τρεῖς κύβοι

125

Μανίαν θρεπτήν

tit 126-133

{ΠΕΡΣΑΙ}

126

τὸ παιδίον

τὸ πολλαγόρασον κἀπὸ πολλῶν τηλιῶν.

127

ἐπὶ τηγάνοις καθίσανθ' ὑφάπτειν τοῦ φλέω.

128

στεφάνους τε πᾶσι κὠμφαλωτὰς χρυσίδας.

129

οὗτος σύ, ποῖ τὴν ἀργυρίδα τηνδὶ φέρεις;

130

τίς δ' ἔσθ' ἡμῖν τῶν σῶν ἀροτῶν ἢ ζυγοποιῶν ἔτι χρεία,

ἢ δρεπανουργῶν ἢ χαλκοτύπων ἢ σπέρματος ἢ χαρακισμοῦ;

αὐτόματοι γὰρ διὰ τῶν τριόδων ποταμοὶ λιπαροῖς ἐπιπάστοις

ζωμοῦ μέλανος καὶ Ἀχιλλείοις μάζαις κοχυδοῦντες ἐπιβλὺξ

ἀπὸ τῶν πηγῶν τῶν τοῦ Πλούτου ῥεύσονται, σφῶν ἀρύτεσθαι.

ὁ Ζεὺς δ' ὕων οἴνῳ καπνίᾳ κατὰ τοῦ κεράμου βαλανεύσει,

ἀπὸ τῶν δὲ τεγῶν ὀχετοὶ βοτρύων μετὰ ναστίσκων πολυτύρων

ὀχετεύσονται θερμῷ σὺν ἔτνει καὶ λειριοπολφανεμώναις.

τὰ δὲ δὴ δένδρη τἀν τοῖς ὄρεσιν χορδαῖς ὀπταῖς ἐριφείοις

φυλλοροήσει, καὶ τευθιδίοις ἁπαλοῖσι κίχλαις τ' ἀναβράστοις.

131

ὦ μαλάχας μὲν ἐξερῶν, ἀναπνέων δ' ὑάκινθον,

καὶ μελιλώτινον λαλῶν καὶ ῥόδα προσσεσηρώς·

ὦ φιλῶν μὲν ἀμάρακον, προσκινῶν δὲ σέλινα,

γελῶν δ' ἱπποσέλινα καὶ κοσμοσάνδαλα βαίνων,

ἔγχει κἀπιβόα τρίτον παιῶν', ὡς νόμος ἐστίν.

132

ἢν δ' ἡμῶν σῦκόν τις ἴδῃ διὰ χρόνου νέον ποτέ,

τὠφθαλμὼ τούτῳ περιμάττομεν τὼ τῶν παιδίων.

tit 134-140

{ΠΕΤΑΛΗ}

134

οὗτος πόθεν ἦλθες; {Β.} εἰς Κολωνὸν ἱέμην,

οὐ τὸν ἀγοραῖον, ἀλλὰ τὸν τῶν ἱππέων.

135

ἀλλ' ὦ περιστέριον ὁμοῖον Κλεισθένει,

πέτου, κόμισον δέ μ' εἰς Κύθηρα καὶ Κύπρον.

136

παίειν με τύπτειν λακπατεῖν ὠθεῖν δάκνειν.

137

πρόσαιρε τὸ κανοῦν, εἰ δὲ βούλει, πρόσφερε.

138

κἀκ πιθῶνος ἤρυσαν

ἄκρατον.

tit 141-144

{ΤΥΡΑΝΝΙΣ}

141

κἄπειθ' ἵνα μὴ πρὸς τοῖσι βωμοῖς πανταχοῦ

ἀεὶ λοχῶντες βωμολόχοι καλώμεθα,

ἐποίησεν ὁ Ζεὺς καπνοδόκην μεγάλην πάνυ.

142

ἆρ' ἀράχνι' ὥσπερ ταῖς σιπύαισι ταῖς κεναῖς;

143

εἶτ' ἐκεραμεύσαντο τοῖς μὲν ἀνδράσιν ποτήρια

πλατέα, τοίχους οὐκ ἔχοντ' ἀλλ' αὐτὸ τοὔδαφος μόνον,

κοὐχὶ χωροῦντ' οὐδὲ κόγχην, ἐμφερῆ γευστηρίοις·

σφίσι δέ γ' αὐταῖσιν βαθείας κύλικας ὥσπερ ὁλκάδας

οἰναγωγούς, περιφερεῖς, λεπτάς, μέσας γαστροιίδας,

οὐκ ἀβούλως, ἀλλὰ πόρρωθεν κατεσκευασμέναι

αὔθ', ὅπως ἀνεκλογίστως πλεῖστος οἶνος ἐκποθῇ.

εἶθ' ὅταν τὸν οἶνον αὐτὰς αἰτιώμεθ' ἐκπιεῖν,

λοιδοροῦνται κὠμνύουσι μὴ 'κπιεῖν ἀλλ' ἢ μίαν.

ἡ δὲ κρείττων ἡ μί' ἐστὶ χιλίων ποτηρίων.

144

γυμνῷ φυλακὴν ἐπιτάττειν

tit 145-153

{ΧΕΙΡΩΝ}

145

{ΜΟΥΣ.} λέξω μὲν οὐκ ἄκουσα, σοί τε γὰρ κλύειν

ἐμοί τε λέξαι μῦθον ἡδονὴν ἔχει.

ἐμοὶ γὰρ ἦρξε τῶν κακῶν Μελανιππίδης,

ἐν τοῖσι πρῶτος ὃς λαβὼν ἀνῆκέ με

χαλαρωτέραν τ' ἐποίησε χορδαῖς δώδεκα.

ἀλλ' οὖν ὅμως οὗτος μὲν ἦν ἀποχρῶν ἀνὴρ

ἔμοιγε ... πρὸς τὰ νῦν κακά.

Κινησίας δέ μ' ὁ κατάρατος Ἀττικός,

ἐξαρμονίους καμπὰς ποιῶν ἐν ταῖς στροφαῖς,

ἀπολώλεχ' οὕτως, ὥστε τῆς ποιήσεως

τῶν διθυράμβων, καθάπερ ἐν ταῖς ἀσπίσιν,

ἀριστέρ' αὐτοῦ φαίνεται τὰ δεξιά.

ἀλλ' οὖν ἀνεκτὸς οὗτος ἦν ὅμως ἐμοί.

Φρῦνις δ' ἴδιον στρόβιλον ἐμβαλών τινα,

κάμπτων με καὶ στρέφων ὅλην διέφθορεν,

ἐν ἑπτὰ χορδαῖς δώδεχ' ἁρμονίας ἔχων.

ἀλλ' οὖν ἔμοιγε χοὖτος ἦν ἀποχρῶν ἀνήρ·

εἰ γάρ τι κἀξήμαρτεν, αὖθις ἀνέλαβεν.

ὁ δὲ Τιμόθεός μ', ὦ φιλτάτη, κατορώρυχεν

καὶ διακέκναικ' αἴσχιστα. {ΔΙΚΑΙΟΣ.} ποῖος οὑτοσὶ

ὁ Τιμόθεος; {Μ.} Μιλήσιός τις Πυρρίας.

κακά μοι παρέχων ἅπαντας οὗτος οὓς λέγω

παρελήλυθ' ἀγαπῶν ἐκτραπέλους μυρμηκιάς.

κἂν ἐντύχῃ πού μοι βαδιζούσῃ μόνῃ,

ἀπέδυσε κἀνέλυσε χορδαῖς δώδεκα.

146

εἰκῆ μ' ἐπῆρας ὄντα τηλικουτονὶ

πολλοῖς ἐμαυτὸν ἐγκυλῖσαι πράγμασιν.

ἐγὼ γὰρ, ὦνδρες, ἡνίκ' ἦν νεώτερος,

ἐδόκουν μὲν ἐφρόνουν δ' οὐδέν, ἀλλὰ πάντα μοι

κατὰ χειρὸς ἦν τὰ πράγματ' ἐνθυμουμένῳ·

νῦν δ' ἄρτι μοι τὸ γῆρας ἐντίθησι νοῦν,

καὶ κατὰ μίτον τὰ πράγματ' ἐκλογίζομαι.

147

νὴ τὸν Δί' ὥσπερ αἱ παροψίδες

τὴν αἰτίαν ἔχους' ἀπὸ τῶν ἡδυσμάτων,

οὓς ὁ καλέτας ἀξιοῖ τοῦ μηδενός.

148

ἀμυγδάλας καὶ μῆλα καὶ μιμαίκυλα

καὶ μύρτα καὶ σέλινα κἀξ οἴνου βότρυς

καὶ μυελόν.

149

δώσει δέ σοι γυναῖκας ἑπτὰ Λεσβίδας.

{Β.} καλόν γε δῶρον ἕπτ' ἔχειν λαικαστρίας.

150

ἔξεισιν ἄκων δεῦρο πέρδικος τρόπον.

151

τοῖς δέκα ταλάντοις προστιθείς, ἔφη,

ἄλλ' ἄττα πεντήκοντα.

152

μηδὲ σύγ' ἄνδρα φίλον καλέσας ἐπὶ δαῖτα θάλειαν

ἄχθου ὁρῶν παρεόντα· κακὸς γὰρ ἀνὴρ τόδε ῥέζει·

ἀλλὰ μάλ' εὔκηλος τέρπου φρένα τέρπε τ' ἐκεῖνον.

153

ἡμῶν δ' ἤν τινά τις καλέσῃ θύων ἐπὶ δεῖπνον,

ἀχθόμεθ' ἢν ἔλθῃ καὶ ὑποβλέπομεν παρεόντα,

χὤττι τάχιστα θύραζ' ἐξελθεῖν βουλόμεθ' αὐτόν.

εἶτα γνούς πως τοῦθ' ὑποδεῖται, κᾆτά τις εἶπεν

τῶν ξυμπινόντων, ἤδη σύ; τί οὐχ ὑποπίνεις;

οὐχ ὑπολύσεις αὐτόν; ὁ δ' ἄχθεται αὐτὸς ὁ θύων

τῷ κατακωλύοντι καὶ εὐθὺς ἔλεξ' ἐλεγεῖα·

‘μηδένα μήτ' ἀέκοντα μένειν κατέρυκε παρ' ἡμῖν

μήθ' εὕδοντ' ἐπέγειρε, Σιμωνίδη.’ οὐ γὰρ ἐπ' οἴνοις

τοιαυτὶ λέγομεν δειπνίζοντες φίλον ἄνδρα;

tit 154

{ΨΕΥΔΗΡΑΚΛΗΣ}

154

εἴποι τις ἂν τῶν πάνυ δοκησιδεξίων* * *

ἐγὼ δ' ἂν ἀντείποιμι· μὴ πολυπραγμόνει,

ἀλλ' εἰ δοκεῖ σοι, πρόσεχε τὸν νοῦν κἀκροῶ.

tit 155-247

{ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ}

155

οὐκ ὢν ἀνὴρ γὰρ Ἀλκιβιάδης, ὡς δοκεῖ,

ἀνὴρ ἁπασῶν τῶν γυναικῶν ἐστι νῦν.

156

ὑπὸ τῆς ἀπληστίας

διακόνιον ἐπήσθιεν [ἀμφιφῶντ' ἔχων].

157

τί δ' ἔπαθες;

{Β.} ἄγρυκτα κἄλεκτ', ἀλλὰ βούλομαι μόνῃ

αὐτῇ φράσαι σοι.

158

σκέψαι δέ μου

τὸ μέτωπον, εἰ θέρμην ἔχουσα τυγχάνω.

159

τρώγων ἐρεβίνθους ἀπεπνίγη πεφρυγμένους.

160

ἤνπερ φρονῇς εὖ, φεῦγε τὴν Βοιωτίαν.

161

τὴν γαστέρ' ᾔων κἀχύρων σεσαγμένος.

162

ὕβριστον ἔργον καὶ κόβαλον εἰργάσω.

163

ἀτόπως καθίζων κοὐδὲ γιγνώσκειν δοκῶν.

164

ἢ τῆς ἀχέρδου τῆς ἀκραχολωτάτης

165

ποῖ κῆχος; {Β.} ἐγγύς, ἡμερῶν γε τεττάρων.

166

ἀεί ποθ' ἡμῖν ἐγκιλικίζους' οἱ θεοί.

167

ἀρκεῖ μία σκόνυζα καὶ θύμω δύο.

168

μηδὲν κοτυλίζειν, ἀλλὰ καταπάττειν χύδην.

169

τουτὶ τί ἐστιν; ὡς ἀνεκὰς τὸ κρίβανον.

170

Ἀδώνι' ἄγομεν καὶ τὸν Ἄδωνιν κλάομεν.

171

ὑπέλυσε δήμαρχός τις ἐλθὼν εἰς χορόν.

172

δεῖπνον παρασκεύαζε, σὺ δὲ καθίζανε.

173

ἀνεμολύνθη τὴν ὑπήνην τῷ γάρῳ.

174

ὁ λαγώς με βασκαίνει τεθνηκώς.

175

ῥαφανίς τ' ἄπλυτος ὑπάρχει,

καὶ θερμὰ λουτρὰ καὶ ταρίχη πνικτὰ καὶ κάρυα.

176

οἷον αὖ τὸ πνῖγος, ὡς ἁσελγές.

177

ληκούμεσθ' ὅλην τὴν νύκτα.

178

καττύομαι τοὺς καρκίνους.

179

κύνα δέρειν δεδαρμένην.

180

κάδους ἀνασπῶν

181

ἀβυρτάκην τρίψαντα καὶ Λυδίαν καρύκην.

182

{Α.} πότε σὺ δῆτ' ἤκουσας αὐτοῦ; {Β.} πρωπέρυσιν. {Α.} ἔτος τρίτον;

183

νῦν δ' ἐπιχεῖσθαι τὰς κριθὰς δεῖ, πτίσσειν, φρύγειν, ἀνα- βράττειν,

αἵνειν, ἀλέσαι, μᾶξαι, πέψαι, τὸ τελευταῖον παραθεῖναι.

184

ὁ δὲ παῖδα καλεῖ καὶ τευτάζει τούτῳ δεῖπνον παραθεῖναι.

185

ὁ χορὸς δ' αὐτοῖς εἶχεν δάπιδας ῥυπαρὰς καὶ στρωματόδεσμα.

186

καὶ τὰς βαλάνους καὶ τὰς ἀκύλους καὶ τὰς ἀχράδας περιόντας.

187

ἡγούμεθα τῆς πόλεως εἶναι ταύτας σωτῆρας.

188

κυάμους, ἀφάκην, ζειάς, αἴρας, ἀκεάννους.

189

ὦ ξανθοτάτοις βοτρύχοισι κομῶν.

190

βριθομένης πάντων ἀγαθῶν ἐπίμεστα τραπέζης.

191

ἵν' ἀφυπνισθῆτ' οὖν ἀκροᾶσθ'· ἤδη γὰρ καὶ λέξομεν.

195

ἄσμηκτος ἀπαράλεκτος

196

ἄγχασκε

197

ἀδηφάγοι

198

Ἀδώνιος

199

ἀκοήν

200

ἁλιῶς

201

ἀλλοκότως

202

ἀμυστί

203

ἀνεψιαδοῦς

204

ἀποτυλοῦν

205

ἀρχαῖος

206

ὡς ἀφηλικεστάτην

207

δακτυλιουργόν

208

ἐγρηγόρσιον

209

ἕρκη

210

ἕτερος

211

ἐττημένα

212

εὔδουλος

213

εὐημερίαν

214

θυμέλη

215

καθεστέον

216

καθηγεῖσθαι

217

κάπνοι

218

καραιβαρᾶν

219

κλεπτίδης

220

μητρίδα

221

μίμαρκυς

222

ναικισήρεις

223

οὐλοκέφαλος

224

πλατειάσαι

225

πλοκάδας

226

πρωτόβαθρον

227

ῥᾴδια

228

ῥυπαίνω

229

σαπράν

230

σιναμωρεύματα

231

Σκίρα, Σκίρον

232

σκιτών

233

σόφισμα

234

στομοδόκον

235

στρατηγίς

236

στρόφιγγες

237

συηνία καὶ ὑηνία

238

σφῆκες καὶ σφηκίαι

239

ταχεωστί

240

τραπέμπαλιν

241

τραύξανα

242

ὑφόλμιον

243

ὕφος

244

φῖτυ

245

φοβερός

246

χολλάδας

247

χυτρίζειν

tit 248-250

{ΑΜΦΙΣΒΗΤΗΣΙΜΑ}

248

ὦ γῆρας, ὡς ἐπαχθὲς ἀνθρώποισιν εἶ

καὶ πανταχῇ λυπηρόν, οὐ καθ' ἓν μόνον.

ἐν ᾧ γὰρ οὐδὲν δυνάμεθ' οὐδ' ἰσχύομεν,

σὺ τηνικαῦθ' ἡμᾶς προδιδάσκεις εὖ φρονεῖν.

249

ἐκποτέον καὶ τὴν τρύγα

{<ΑΓΑΘΟΙ.>}

1

Ἐγὼ κατεσθίω μόλις τῆς ἡμέρας

πένθ' ἡμιμέδιμν', ἐὰν βιάζωμαι. {Β.} μόλις

ὡς ὀλιγόσιτος ἦσθ' ἄρ', ὃς κατεσθίεις

τῆς ἡμέρας μακρᾶς τριήρους σιτία.

2

Λουσάμενοι δὲ πρὸ λαμπρᾶς

ἡμέρας ἐν τοῖς στεφανώμασιν, οἱ δ' ἐν τῷ μύρῳ

λαλεῖτε περὶ σισυμβρίων κοσμοσανδάλων τε.

{<ΑΓΡΙΟΙ.>}

10

Οὐ γὰρ ἦν τότ' οὔτε Μάνης οὔτε σηκὶς οὐδενὶ

δοῦλος, ἀλλ' αὐτὰς ἔδει μοχθεῖν ἅπαντ' ἐν οἰκίᾳ·

εἶτα πρὸς τούτοισιν ἤλουν ὄρθριαι τὰ σιτία,

ὥστε τὴν κώμην ὑπηχεῖν θιγγανουσῶν τὰς μύλας.

13

Ἐνθρύσκοισι καὶ βρακάνοις

καὶ στραβήλοις ζῆν· ὁπόταν δ'

ἤδη πεινῶσι σφόδρα,

ὡσπερεὶ τοὺς πουλύποδας

* * * νύκτωρ περιτρώ-

γειν αὑτῶν τοὺς δακτύλους.

7

Μὴ θαυμάσῃς·

τῶν γὰρ προτενθῶν ἐσμεν· ἀλλ' οὐκ οἶσθα σύ.

6

Φέρ' ἴδω, κιθαρῳδὸς τίς κάκιστος ἐγένετο;

{Β.} ὁ Πεισίου Μέλης. {Α.} μετὰ τὸν Μέλητα δ' ἦν—

{Α.} ἔχ' ἀτρέμ', ἐγᾦδα· Χαῖρις.

11

Οἶμαι δ' αὐτὸν κινδυνεύειν εἰς τὴν Αἴγυπτον * * *

οἴκους λέξεις, ἵνα μὴ ξυνέχῃ τοῖσι Λυκούργου πατριώταις.

12

Ὁ δὲ δὴ δελφίς ἐστι μολιβδοῦς δελφινοφόρος τε κεροῦχος,

ὃς διακόψει τοὔδαφος αὐτῶν ἐμπίπτων καὶ καταδύων.

Πρὶν ἀνακυκῆσαι τὰς ἀπίους ἁρπάζετε.Οὐδ' ἀποπροσωπίζεσθε κυάμοις; {Β.} πώμαλα.

5

Ἦ μὴν σὺ σαυτὸν μακαριεῖς, ὦ τᾶν, ὅταν

οὗτοί σε κατορύττωσιν. {Β.} οὐ δῆτ'· ἀλλ' ἐγὼ

τούτους πρότερον· οὗτοι δὲ μακαριοῦσί με.

καίτοι πόθεν ληνοὺς τοσαύτας λήψομαι;

{<ΑΥΤΟΜΟΛΟΙ.>}Ὅτε τοῖσι θεοῖς θύετε πρώτιστ' ἀποκρίνετε * * *

11

τὸ νομιζόμενον * * * ὑμῶν, αἰσχύνη τὸ κατειπεῖν,

23

οὐ τὼ μηρὼ περιλάψαντες μέχρι βουβώνων * * *

καὶ τὴν ὀσφὺν κομιδῇ ψιλήν, λοιπὸν τὸν σφόνδυλον αὐτὸν

ὥσπερ ῥινήσαντες ἐνέμεθ' ὥσπερ καὶ τοῖς κυσὶν ἡμῖν;

εἶτ' ἀλλήλους αἰσχυνόμενοι θυλήμασι κρύπτετε πολλοῖς;

24

Νὴ τὴν Δήμητρ', ἀνιαρόν γ' ἦν τὸ κακῶς ᾄδοντος ἀκούειν·

βουλοίμην γὰρ κἂν ἀκαλήφαις τὸν ἴσον χρόνον ἐστεφα-

νῶσθαι.

19

Οὗτοι γὰρ ἡμῖν οἱ κακῶς ἀπολούμενοι

ἐπαμφοτερίζους' ἐμποδὼν καθήμενοι.

22

Ἡ γυνὴ δ' ἡμῶν ἑκάστῳ λέκιθον ἕψους' ἢ φακῆν

ἀναμένει καὶ σμικρὸν ὀπτῶς' ὀρφανὸν ταρίχιον.

Τοὐψάριον τουτὶ παρέθηκέ τις ἡμῖν.Οὐ γαλαθηνὸν ἄρ' ὗν θύειν μέλλεις.

25

Ὥσπερ τῶν αἰγιδίων ὄζειν ἐκ τοῦ στόματος μελικήρας.

Ὁπόταν σχολάζῃς, νεῖψον, ἵνα τὰ λήϊασυγκαρκινωθῇ.

29

Πίνειν ἀεὶ καὶ μεθύειν πρὶν ἀγορὰν πεπληθέναι.

Ἀτραπίζοντες τὰς ἁρμονίας διὰ πασῶν.Ὑμεῖς γὰρ ἀεὶ στραγγαλίδας ἐσφίγγετε.{<ΓΡΑΕΣ.>}

32

Σὺ δ' οὐδὲ θᾶσσον, Σμικυθίων, ἐπισιτιεῖ.

{Β.} τίς δ' οὗτος ὑμῖν ἔστι; {Α.} τοῦτον πανταχοῦ

ἄγω λαρυγγικόν τιν' ἐπὶ μισθῷ ξένον.

33

Ἀπόπεμψον ἀγγέλλοντα τὸν περιστερόν.

Εὐθὺς γὰρ ὡς ἐβαδίζομεν ἐν Ἄγρας.

34

Ἀθηναίαις αὐταῖς τε καὶ ταῖς ξυμμάχοις.

35

Πάλιν αὖθις ἀναθύουσιν αἱ γεραίτεραι.

{<ΔΟΥΛΟΔΙΔΑΣΚΑΛΟΣ.>}

45

Ὡς παρασκευάζεται δεῖπνον πῶς ἂν εἴπαθ' ἡμῖν.

{Β.} καὶ δῆθ' ὑπάρχει τέμαχος ἐγ-

χέλειον ὑμῖν, τευθίς, ἄρ-

νειον κρέας, φύσκης τόμος,

ποὺς ἑφθός, ἧπαρ, πλευρὸν, ὀρ-

νίθεια πλήθει πολλά, τυ-

ρὸς ἐν μέλιτι, μερὶς κρεῶν.

39

Κίθαρος γεγενῆσθαι κἀγοράζειν κίθαρος ὤν.

{Β.} ἀγαθόν γ' ὁ κίθαρος· καὶ πρὸς Ἀπόλλωνος πάνυ

ἐκεῖνο θράττει μ', ὅτι λέγουσιν, ὦ 'γαθή,

ἔνεστιν ἐν κιθάρῳ τι κακόν.

Γαλαθήν' ἔκλεπτον οὐ τέλεα.Νυνὶ δ' ἀπονίζων τὴν κύλικα δὸς ἐμπιεῖν,ἔγχει τ' ἐπιθεὶς τὸν ἡθμόν.

40

Ἄνυσόν ποτ' ἐξελθών, σκότος γὰρ γίγνεται,

καὶ τὸν λυχνοῦχον ἔκφερ' ἐνθεὶς τὸν λύχνον

Κἀναψηφίσασθ' ἀποδοῦναι πάλιν τὰ χρυσία.