The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. A. Meineke, Fragmenta comicorum Graecorum, vol. 2.1, Berlin: Reimer, 1839 (repr. Berlin: De Gruyter, 1970): 252–272, 274–300, 305, 309–316, 318–327, 335–355, 357–360.
CTS identifier
urn:cts:greekLit:tlg0486.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

Dou

7

Ταχὺ τῶν ἐρίων καὶ τῶν ἀνθῶν τῶν παντοδαπῶν κα- τάγωμεν.

8

Οὐκ ἀπολιβάζω καὶ τριγώνους καὶ λύρας.

9

Ἀντ' ἀστραγάλων κονδύλοισι παίζετε.

Epi

tit

{<ΕΠΙΛΗΣΜΩΝ Η ΘΑΛΑΤΤΑ.>}

1

Ὦλεν ὀβελίαν σποδεῖν, ἄρτου δὲ μὴ προτιμᾶν.

2

Τοῖς σοῖσι συνὼν κορακινιδίοις

καὶ μαινιδίοις.

3

Συσκευασάμενος δεῖπνον, ἓν τὸ σπυρίδιον,

ἐβάδιζεν ὡς πρὸς Ὠφέλην.

4

Κἂν μὲν σιωπῶ, φέρεται, πνίγεται,

καί φησι, τί σιωπᾶς; ἐὰν δέ γ' ἀποκριθῶ,

οἴμοι τάλας, φησίν, χαράδρα κατελήλυθεν.

7

Τὸν ἱδρῶτα καὶ τὴν ἄρδαν ἀπ' ἐμοῦ σπόγγισον.

Ipn

tit

{<ΙΠΝΟΣ Η ΠΑΝΝΥΧΙΣ.>}

1

Κᾆτα μυροπωλεῖν τί μαθόντ' ἄνδρ' ἐχρῆν καθήμενον

ὑψηλῶς ὑπὸ σκιαδείῳ, κατεσκευασμένον

συνέδριον τοῖς μειρακίοις ἐλάλει δι' ἡμέρας; * * *

Αὐτίκ' οὐδεὶς οὐδὲ μαγείραιναν εἶδε πώποτε,

οὐ μὴν οὐδ' ἰχθυοπώλαιναν.

2

Οὐχ ὁρᾷς τὴν οἰκίαν

τὴν Πουλυτίωνος κειμένην ὑπώβολον.

3

Ὑποζυγίοις ἀλοάσαντ' εὐθὺς ἐκποιῆσαι.

4

Τί οὐκ ἐπανεχώρησα δεῦρο κἀπέδραν;

5

Ἀνέπλησα τὠφθαλμὼ πάλης φυσῶν τὸ πῦρ.

6

Ὅδ' ἔστ' ἐφ' οὗ πότ' ἦν ὁ πυρὸς ἄξιος.

7

Ἤδη μὲν ᾤαν λουμένῳ προζώννυται.

8

Σκηνὴ περίερκτος περιβόλοις κάνναισι.

Kor

tit

{<ΚΟΡΙΑΝΝΩ.>}

1

Φέρε δὴ κατακλινῶ· σὺ δὲ τράπεζαν εἴσφερε,

καὶ κύλικα κἀντραγεῖν, ἵν' ἥδιον πίω.

{Β.} ἰδοὺ κύλιξ σοι καὶ τράπεζα καὶ φακοί.

{Α.} μή μοι φακούς, μὰ τὸν Δί', οὐ γὰρ ἥδομαι.

ἢν γὰρ τράγῃ τις, τοῦ στόματος ὄζει κακόν.

2

Ἀλλ' ἰσχάδας μοι πρόελε τῶν πεφωγμένων. * * * *

Οὐκ ἰσχάδας οἴσεις τῶν μελαινῶν; μανθάνεις;

ἐν τοῖς Μαριανδυνοῖς ἐκείνοις βαρβάροις

χύτρας καλοῦσι τὰς μελαίνας ἰσχάδας.

3

Ἐκ τοῦ βαλανείου γὰρ δίεφθος ἔρχομαι,

ξηρὰν ἔχουσα τὴν φάρυγα. {Β.} δώσω πιεῖν.

{Α.} γλίσχρον τε μοὐστὶ τὸ σίαλον νὴ τὼ θεώ.

{Β.} εἰ λάβω κυρίσοι τὴν κοτυλίσκην; {Α.} μηδαμῶς

μικράν γε. κινεῖται γὰρ εὐθύς μοι χολή,

ἐξ οὗπερ ἔπιον ἐκ τοιαύτης φάρμακον.

εἰς τὴν ἐμὴν νῦν ἔγχεον τὴν μείζονα.

4

Ἄποτ' ἔστ', ὦ Γλύκη,

{Β.} ὑδαρῆ 'νέχεέν σοι; {Α.} παντάπασι μὲν οὖν ὕδωρ.

{Β.} τί εἰργάσω; πῶς ὦ κατάρατε δ' ἐνέχεας;

{Γ.} δύ' ὕδατος, ὦ μάμμη. {Β.} τί δ' οἴνου; {Γ.} τέτταρας.

{Β.} ἔρρ' ἐς κόρακας. βατράχοισιν οἰνοχοεῖν σε δεῖ.

5

Ἄνδρες πρόσσχετε τὸν νοῦν

ἐξευρήματι καινῷ,

συμπτύκτοις ἀναπαίστοις.

6-8

Ἀπαρτὶ μὲν οὖν ἐμοὶ μὲν εἰκός ἐστ' ἐρᾶν,

σοὶ δ' οὐκέθ' ὥρα.

Ὑοσκυαμᾷς ἀνὴρ γέρων ὤν.

Ὦ Ζεῦ πολυτίμητ', ἆρ' ἀκούεις ἅ με λέγει

ὁ πανοῦργος υἱός;

10

Ἀδράφαξυν ἕψους', εἶτ' ὀκλὰξ καθημένη.

11

Κατάχεον αὐτῆς κἀνύδρευσαι τὸν κάδον.

12

Πᾶς δ' ἀνὴρ ἔσαττε τεῦχος ἢ κόϊκ' ἢ κωρύκους.

13

Πάντως γάρ εἰσι τῶν φίλων ἑνός γέ του.

Kra

tit

{<ΚΡΑΠΑΤΑΛΟΙ.>}

1

Ὦ δαιμόνιε, πύρεττε μηδὲν φροντίσας,

καὶ τῶν φιβάλεων τρῶγε σύκων τοῦ θέρους,

κἀμπιπλάμενος κάθευδε τὰς μεσημβρίας,

κἆτα σφακέλιζε καὶ πέπρησο καὶ βόα.

2

Τακεροὺς ποιῆσαι τοὺς ἐρεβίνθους αὐτόθι.

3

Ταῦτ' ἔχων ἐν ταῖς ὁδοῖς ἁρπαζέτω τὰς ἐγκρίδας.

4

Λήψει δ' ἐν Ἅιδου κραπάταλον τριωβόλου

καὶ ψωθία.

5

Τίς τῶν λυχνείων ἡ 'ργασία; {Β.} Τυρρηνική.

6

Οὐδεὶς γὰρ ἐδέχετ' οὐδ' ἀνεῴγει μοι θύραν.

7

Τὶ δαί; τί σαυτὸν ἀποτίνειν τῷδ' ἀξιοῖς; φράσον μοι.

{Β.} ἀπαρτὶ δή που προσλαβεῖν παρὰ τοῦδ' ἔγωγε μᾶλλον.

8-9

Ὅστις γ' αὐτοῖς παρέδωκα τέχνην μεγάλην ἐξοικοδομήσας

Ὁ χορὸς δ' αὐτοῖς εἶχεν δάπιδας ῥυπαρὰς καὶ στρωμα- τόδεσμα.

10

Ὦ δέσποτ' Ἀγυιεῦ ταῦτα σὺ μέμνησό μοι.

12

Πρὸς τῇ κεφαλῇ μου λάσανα καταθεὶς πέρδεται.

13

Μάχαιραν ἆρ' ἐνέθηκας; {Β.} οὔ. {Α.} τί μ' εἴργασαι;

ἀμάχαιρος ἐπὶ βόεια νοστήσω κρέα,

ἀνὴρ γέρων, ἀνόδοντος;

15

Καὶ νωτοπλῆγα μὴ ταχέως διακονεῖν.

16

Τοῖς δὲ κριταῖς

τοῖς νυνὶ κρίνουσι λέγω,

μὴ 'πιορκεῖν μηδ' ἀδίκως

κρίνειν, ἢ νὴ τὸν φίλιον

μῦθον εἰς ὑμᾶς ἕτερον

Φερεκράτης λέξει πολὺ τού-

του κακηγορίστερον.

17

Τῶν θεατῶν δ' οἷστισι δίψ'

ᾖ, λεπαστὴν λαψαμένοις

μεστὴν ἐκχαρυβδίσαι.

18

Ζητῶ περιέρρων αὐτὸν ἐξ ἑωθινοῦ.

19

Ὡς ἄτοπόν ἐστι μητέρ' εἶναι καὶ γυνήν.

Ler

tit

{<ΛΗΡΟΙ.>}

1

Μίτραν ἁλουργῆ, στρόφιον, ὄχθοιβον, κτένα.

2

Εἶθ' ἕτερα τούτων ποιοῦντα πολλὰ κυντερώτερα.

3

Ὡς οὐχὶ τουτὶ ῥύγχος ἀτεχνῶς ἔσθ' ὑός.

4

Ἀπὸ τηγάνου τ' ἔφασκεν ἀφύας φαγεῖν.

7

Λαβοῦσα μὲν τῆς χοίνικος τὸν πύνδακ' εἰσέκρουσεν.

8

Τὸ δ' ὄνομά μοι κάτειπε τί σε χρῆσθαι καλεῖν.

Meta

tit

{<ΜΕΤΑΛΛΗΣ.>}

1

Πλούτῳ δ' ἐκεῖν' ἦν πάντα συμπεφυρμένα,

ἐν πᾶσιν ἀγαθοῖς πάντα τρόπον εἰργασμένα·

ποταμοὶ μὲν ἀθάρης καὶ μέλανος ζωμοῦ πλέῳ

διὰ τῶν στενωπῶν τονθολυγοῦντες ἔρρεον

αὐταῖσι μυστίλαισι, καὶ ναστῶν τρύφη,

ὥστ' εὐμαρῆ γε καὐτομάτην τὴν ἔνθεσιν

χωρεῖν λιπαρὰν κατὰ τοῦ λάρυγγος τοῖς νεκροῖς.

φύσκαι δὲ καὶ ζέοντες ἀλλάντων τόμοι

παρὰ τοῖς ποταμοῖς σίζοντ' ἐκέχυντ' ἀντ' ὀστράκων.

καὶ μὴν παρῆν τεμάχη μὲν ἐξωπτημένα

καταχυσματίοισι παντοδαποῖσιν εὐπρεπῆ,

τεύτλοισί τ' ἐγχέλεια συγκεκαλυμμένα.

σχελίδες δ' ὁλόκνημοι πλησίον τακερώταται

ἐπὶ πινακίσκοις, καὶ δίεφθ' ἀκροκώλια

ἥδιστον ἀτμίζοντα, καὶ χόλικες βοός,

καὶ πλευρὰ δελφάκει' ἐπεξανθισμένα

χναυρότατα παρέκειτ' ἐπ' ἀμύλοις καθήμενα.

παρῆν δὲ χόνδρος γάλατι κατανενιμμένος

ἐν καταχύτλοις λεκάναισι καὶ πύου τόμοι.

{Β.} Οἴμ' ὡς ἀπολεῖς μ' ἐνταῦθα διατρίβους' ἔτι,

παρὸν κολυμβᾶν ὡς ἔχετ' εἰς τὸν Τάρταρον.

{Α.} Τί δῆτα λέξεις τἀπίλοιπ' ἤνπερ πύθῃ;

ὀπταὶ κίχλαι δ' ἐπὶ τοῖσδ' ἀνάβραστ' ἠρτυμέναι

περὶ τὸ στόμ' ἐπέτοντ' ἀντιβολοῦσαι καταπιεῖν,

ὑπὸ μυρρίναισι κἀνεμώναις κεχυμέναι.

τὰ δὲ μῆλ' ἐκρέματο τὰ καλὰ τῶν καλῶν ἰδεῖν

ὑπὲρ κεφαλῆς, ἐξ οὐδενὸς πεφυκότα.

κόραι δ' ἐν ἀμπεχόναις τριχάπτοις ἀρτίως

ἡβυλλιῶσαι καὶ τὰ ῥόδα κεκαρμέναι

πλήρεις κύλικας οἴνου μέλανος ἀνθοσμίου

ἤντλουν διὰ χώνης τοῖσι βουλομένοις πιεῖν.

καὶ τῶνδ' ἕκαστος εἰ φάγοι τις ἢ πίοι,

διπλάσι' ἐγίγνετ' εὐθὺς ἐξ ἀρχῆς πάλιν.

2

Ὑπ' ἀναδενδράδων ἁπαλὰς ἀσπαλάθους πατοῦντες

ἐν λειμῶνι λωτοφόρῳ, κύπειρόν τε δροσώδη,

κἀνθρύσκου μαλακῶν τ' ἴων λείμακα καὶ τριφύλλου.

Meto

tit

{<ΜΕΤΟΙΚΟΙ.>}

Myr

tit

{<ΜΥΡΜΗΚΑΝΘΡΩΠΟΙ.>}

2

Μηδέποτ' ἰχθύν, ὦ Δευκαλίων, μηδ' ἢν αἰτῶ παραθῇς μοι.

3

{Α.} Τί ληρεῖς; ἀλλὰ φωνὴν οὐκ ἔχειν

ἰχθύν γέ φασι τὸ παράπαν. {Β.} νὴ τὼ θεώ,

κοὐκ ἔστιν ἰχθὺς ἄλλος οὐδεὶς ἢ βόαξ.

4

Ἀλλ' ὡς τάχιστα τὸν γέρονθ' ἱστὸν ποίει,

ἀφ' οὗ τὸ λίνον ἦν.

7-8

Γελῶντα καὶ χαίροντα καὶ τεθολωμένον.

Ὑπὸ τῆς ἀνίας ἀνεθολοῦθ' ἡ καρδία.

9

Οἴμοι κακοδαίμων, αἰγὶς αἰγὶς ἔρχεται.

10

Ὕστερον ἀρᾶται κἀπιθεάζει τῷ πατρί.

11

Ξένη γυνὴ γραῦς ἀρτίως ἀφιγμένη.

Per

tit

{<ΠΕΡΣΑΙ.>}

1

Τίς δ' ἔσθ' ἡμῖν τῶν σῶν ἀροτῶν ἢ ζυγοποιῶν ἔτι χρεία,

ἢ δρεπανουργῶν ἢ χαλκοτύπων ἢ σπέρματος ἢ χαρα- κισμοῦ;

αὐτόματοι γὰρ διὰ τῶν τριόδων ποταμοὶ λιπαροῖς ἐπι- πάστοις

ζωμοῦ μέλανος καὶ Ἀχιλλείοις μάζαις κοχυδοῦντες ἐπι- βλύξ

ἀπὸ τῶν πηγῶν τῶν τοῦ Πλούτου ῥεύσονται, σφῶν ἀρύτεσθαι.

ὁ Ζεὺς δ' ὕων οἴνῳ καπνίᾳ κατὰ τοῦ κεράμου βαλα- νεύσει,

ἀπὸ τῶν δὲ τεγῶν ὀχετοὶ βοτρύων μετὰ ναστίσκων πο- λυτύρων

ὀχετεύσονται θερμῷ σὺν ἔτνει καὶ λειριοπολφανεμώναις.

τὰ δὲ δὴ δένδρη τἀν τοῖς ὄρεσιν χορδαῖς ὀπταῖς ἐρι- φείοις

φυλλοροήσει, καὶ τευθιδίοις ἁπαλοῖς κίχλαις τ' ἀνα- βράστοις.

2

Ὦ μαλάχας μὲν ἐξερῶν ἀναπνέων δ' ὑάκινθον,

καὶ μελιλώτινον λαλῶν καὶ ῥόδα προσσεσηρώς·

ὦ φιλῶν μὲν ἀμάρακον, προσκινῶν δὲ σέλινα,

γελῶν δ' ἱπποσέλινα καὶ κοσμοσάνδαλα βαίνων,

ἔγχει κἀπιβόα τρίτον παιῶν', ὡς νόμος ἐστίν.

3

Ἢν δ' ἡμῶν σῦκόν τις ἴδῃ διὰ χρόνου νέον ποτέ,

τὠφθαλμὼ τούτῳ περιμάττομεν τὼ τῶν παιδίων.

4

Ἐπὶ τηγάνοις καθίσανθ' ὑφάπτειν τοῦ φλέω.

5

Στεφάνους τε πᾶσι κὠμφαλωτὰς χρυσίδας.

6

Οὗτος σύ, ποῖ τὴν ἀργυρίδα τηνδὶ φέρεις;

7

Τὸ παιδίον,

τὸ πολλαγόρασον κἀπὸ πολλῶν τηλιῶν.

Pet

tit

{<ΠΕΤΑΛΗ.>}

1

Οὗτος πόθεν ἦλθες; {Β.} εἰς Κολωνὸν ἱέμην,

οὐ τὸν ἀγοραῖον, ἀλλὰ τὸν τῶν ἱππέων.

2

Ἀλλ' ὦ περιστέριον ὅμοιον Κλεισθένει,

πέτου, κόμισον δέ μ' εἰς Κύθηρα καὶ Κύπρον.

5

Κἀκ πιθῶνος ἤρυσαν

ἄκρατον.

6

Παίειν με τύπτειν λακπατεῖν ὠθεῖν δάκνειν.

7

Πρόσαιρε τὸ κανοῦν, εἰ δὲ βούλει, πρόσφερε.

Tyr

tit

{<ΤΥΡΑΝΝΙΣ.>}

1

Εἶτ' ἐκεραμεύσαντο τοῖς μὲν ἀνδράσιν ποτήρια

πλατέα, τοίχους οὐκ ἔχοντ', ἀλλ' αὐτὸ τοὔδαφος μόνον,

κοὐχὶ χωροῦντ' οὐδὲ κόγχην, ἐμφερῆ γευστηρίοις·

σφίσι δέ γ' αὐταῖσιν βαθείας κύλικας ὥσπερ ὁλκάδας

οἰναγωγούς, περιφερεῖς, λεπτάς, μέσας γαστροιίδας,

οὐκ ἀβούλως, ἀλλὰ πόρρωθεν κατεσκευασμέναι

αὔθ', ὅπως ἀνεκλογίστως πλεῖστος οἶνος ἐκποθῇ.

εἶθ' ὅταν τὸν οἶνον αὐτὰς αἰτιώμεθ' ἐκπιεῖν,

λοιδοροῦνται, κὠμνύουσι μὴ 'κπιεῖν ἀλλ' ἢ μίαν.

ἡ δὲ κρείττων ἡ μί' ἐστὶ χιλίων ποτηρίων.

2

Κἄπειθ' ἵνα μὴ πρὸς τοῖσι βωμοῖς πανταχοῦ

ἀεὶ λοχῶντες βωμολόχοι καλώμεθα,

ἐποίησεν ὁ Ζεὺς καπνοδόκην μεγάλην πάνυ.

3

Ἆρ' ἀράχνι' ὥσπερ ταῖς σιπύαισι ταῖς κεναῖς.

Cheir

tit

{<ΧΕΙΡΩΝ.>}

1

Λέξω μὲν οὐκ ἄκουσα, σοί τε γὰρ κλύειν

ἐμοί τε λέξαι θυμὸς ἡδονὴν ἔχει.

ἐμοὶ γὰρ ἦρξε τῶν κακῶν Μελανιππίδης

ἐν τοῖσι πρώτοις, ὃς λαβὼν ἀνῆκέ με,

χαλαρωτέραν τ' ἐποίησε χορδαῖς δώδεκα.

ἀλλ' οὖν ὅμως οὗτος μὲν ἦν ἀποχρῶν ἀνὴρ

ἔμοιγε πρὸς τὰ νῦν κακά.

Κινησίας δὲ ὁ κατάρατος Ἀττικός,

ἐξαρμονίους καμπὰς ποιῶν ἐν ταῖς στροφαῖς,

ἀπολώλεκέ μ' οὕτως, ὥστε τῆς ποιήσεως

τῶν διθυράμβων, καθάπερ ἐν ταῖς ἀσπίσιν,

ἀριστέρ' αὐτοῦ φαίνεται τὰ δεξιά.

ἀλλ' οὐκ ἂν εἴποις οὕτως ἦν ὅμως ὅμως.

Φρύνης δ' ἴδιον στρόβιλον ἐμβαλὼν τινά,

κάμπτων με καὶ στρέφων ὅλην διέφθορεν,

ἐν πέντε χορδαῖς δώδεχ' ἁρμονίας ἔχων.

ἀλλ' οὖν ἔμοι γε χοὗτος ἦν ἀποχρῶν ἀνήρ,

εἰ γάρ τι κἀξήμαρτεν αὖθις ἀνέλαβεν.

ὁ δὲ Τιμόθεός μ', ὦ φιλτάτη, κατορώρυχεν,

καὶ διακέκναικ' αἴσχιστα. {Δ.} Ποῖος οὑτοσὶ

Τιμόθεος; {Μ.} Μιλήσιός τις Πυρρίας

κακά μοι παρέσχεν· οὗτος ἅπαντας οὓς λέγω

παρελήλυθ' ἄγων ἐκτραπέλους μυρμηκίας.

κἂν ἐντύχῃ πού μοι βαδιζούσῃ μόνῃ,

ἀπέλυσε κἀνέλυσε χορδαῖς δώδεκα.

2

Μηδὲ σύγ' ἄνδρα φίλον καλέσας ἐπὶ δαῖτα θάλειαν

ἄχθου ὁρῶν παρεόντα· κακὸς γὰρ ἀνὴρ τόδε ῥέζει·

ἀλλὰ μάλ' εὔκηλος τέρπου φρένα τέρπε τ' ἐκεῖνον.

3

Ἡμῶν δ' ἤν τινά τις καλέσῃ θύων ἐπὶ δεῖπνον,

ἀχθόμεθ' ἢν ἔλθῃ καὶ ὑποβλέπομεν παρεόντα,

χὤττι τάχιστα θύρας ἐξελθεῖν βουλόμεθ' αὐτόν.

εἶτα γνούς πως τοῦθ' ὑποδεῖται, κἆτά τις εἶπεν

τῶν ξυμπινόντων, Ἤδη σύ; τί οὐχ ὑποπίνεις;

οὐχ ὑπολύσεις σαυτόν; ὁ δ' ἄχθεται αὐτὸς ὁ θύων

τῷ κατακωλύοντι καὶ εὐθὺς ἔλεξ' ἐλεγεῖα

„Μηδένα μήτ' ἀέκοντα μένειν κατέρυκε παρ' ἡμῖν

μήθ' εὕδοντ' ἐπέγειρε, Σιμωνίδη“. οὐ γὰρ ἐπ' οἴνοις

τοιαυτὶ λέγομεν δειπνίζοντες φίλον ἄνδρα;

4

Νὴ τὸν Δί', ὥσπερ αἱ παροψίδες

τὴν αἰτίαν ἔχους' ἀπὸ τῶν ἡδυσμάτων,

οὓς ὁ Καλέτας ἀξιοῖ τοῦ μηδενός.

5

Ἔξεισιν ἄκων δεῦρο πέρδικος τρόπον.

6

Ἀμυγδάλας καὶ μῆλα καὶ μιμαίκυλα,

καὶ μύρτα καὶ σέλινα κἀξ οἴνου βότρυς,

καὶ μυελόν.

7

Εἰκῆ μ' ἐπῆρας ὄντα τηλικουτονί

πολλοῖς ἐμαυτὸν ἐγκυλῖσαι πράγμασιν.

ἐγὼ γὰρ ὦνδρες ἡνίκ' ἦ νεώτερος,

ἐδόκουν μὲν ἐφρόνουν δ' οὐδέν, ἀλλὰ πάντα μοι

κατὰ χειρὸς ἦν τὰ πράγματ' ἐνθυμουμένῳ·

νῦν δ' ἄρτι μοι τὸ γῆρας ἐντίθησι νοῦν,

καὶ κατὰ μίτον τὰ πράγματ' ἐκλογίζομαι.

8

Δώσει δέ σοι γυναῖκας ἑπτὰ Λεσβίδας.

{Β.} καλόν γε δῶρον ἕπτ' ἔχειν λαικαστρίας.

Pseu

tit

{<ΨΕΥΔΗΡΑΚΛΗΣ.>}

1

Εἴποι τις ἂν τῶν πάνυ δοκησιδεξίων·

ἐγὼ δ' ἂν ἀντείποιμι, μὴ πολυπραγμόνει,

ἀλλ' εἰ δοκεῖ σοι πρόσεχε τὸν νοῦν κἀκροῶ.

IFF

tit

{INCERTARUM FABULARUM FRAGMENTA.}

2

Τρώγων ἐρεβίνθους ἀπεπνίγη πεφρυγμένους.

3

Ῥαφανίς τ' ἄπλυτος ὑπάρχει,

καὶ θερμὰ λουτρὰ καὶ ταρίχη πνικτὰ καὶ καρύκη.

4

Ἀνεμολύνθη τὴν ὑπήνην τῷ γάρῳ.

5

Οὐκ ὢν ἀνὴρ γὰρ Ἀλκιβιάδης, ὡς δοκεῖ,

ἀνὴρ ἀπασῶν τῶν γυναικῶν ἐστι νῦν.

6

Ὑπὸ τῆς ἀπληστίας

διακόνιον ἔπησθεν ἀμφιφῶντ' ἔχων.

7

Ἤνπερ φρονῇς εὖ φεῦγε τὴν Βοιωτίαν.

8

Ὁ λαγώς με βασκαίνει τεθνηκώς.

14

Τὴν γαστέρ' ᾔων κἀχύρων σεσαγμένος.

16

Ἡγούμεθα τῆς πόλεως εἶναι ταύτας σωτῆρας.

18

Νῦν δ' ἐπιχεῖσθαι τὰς κριθὰς δεῖ, πτίσσειν, φρύγειν, ἀναβράττειν,

αἵνειν, ἀλέσαι, μᾶξαι, πέψαι, τὸ τελευταῖον παραθεῖναι.

20

Τί δ' ἔπαθες;

{Β.} ἄγρυκτα κἄλεκτ', ἀλλὰ βούλομαι μόνῃ

αὐτῇ φράσαι σοι.

23

Ὕβριστον ἔργον καὶ κόβαλον εἰργάσω.

25

Καὶ τὰς βαλάνους καὶ τὰς ἀκύλους καὶ τὰς ἀχράδας πε- ριόντας.

30

Ἀτόπως καθίζων κοὐδὲ γιγνώσκειν δοκῶν.

31

Ἵν' ἀφυπνισθῆτ' οὖν ἀκροᾶσθ', ἤδη γὰρ καὶ λέξομεν.

32

Ἢ τῆς ἀχέρδου τῆς ἀκραχολωτάτης.

33

Ποῖ κῆχος; {Β.} ἐγγύς, ἡμερῶν γε τεττάρων.

34

Βριθομένης ἀγαθῶν ἐπίμεστα τραπέζης.

42

Ἀεί ποθ' ἡμῖν ἐγκιλικίζους' οἱ θεοί.

44

Ληκούμεσθ' ὅλην

τὴν νύκτα.

51

Ἀρκεῖ μία σκόνυζα καὶ θύμω δύο.

55

Ὁ δὲ παῖδα καλεῖ καὶ τευτάζει τούτῳ δεῖπνον παραθεῖναι.

67

Ὦ ξανθοτάτοις βοτρύχοισι κομῶν.

78

Μηδὲν κοτυλίζειν, ἀλλὰ καταπάττειν χύδην.

80

Τουτὶ τί ἐστιν; ὡς ἀνεκὰς τὸ κρίβανον.

84

Ἀδώνι' ἄγομεν καὶ τὸν Ἄδωνιν κλᾴομεν.

87

Ὑπέλυσε δήμαρχός τις ἐλθὼν εἰς χορόν.

88

Ὦ γῆρας, ὡς ἐπαχθὲς ἀνθρώποισιν εἶ

καὶ πανταχῆ λυπηρόν, οὐ καθ' ἓν μόνον.

ἐν ᾧ γὰρ οὐδὲν δυνάμεθ' οὐδ' ἰσχύομεν,

σὺ τηνικαῦθ' ἡμᾶς προδιδάσκεις εὖ φρονεῖν.

89

Ἀβυρτάκην τρίψαντα καὶ Λυδίαν καρύκην.

90

Σκέψαι δέ μου

τὸ μέτωπον εἰ θέρμην ἔχουσα τυγχάνω.

91-92

Δεῖπνον παρασκεύαζε, σὺ δὲ καθίζανε.

93

Πότε σὺ ἤκουσας αὐτοῦ; {Β.} πρωπέρυσιν ἔτος τρίτον.

ἀμφίμαλλον.ὦ Ζεῦ, καλῶϲ γ' ἀνταποδίδωϲ μοι τὴν χάριν.ἀνταπόδοϲ.ἁνὴρ ἀναρριπίζεται.ῥαίνειν, ἀνακορεῖν ἀγοράϲ. ἐβάδιζον δ' ἀπὸδείπνου· κνέφαϲ δ' ἦν ἄρτι κοὐκ ἀωρία.ἀμφέξομαι.ἀνελεύθερον ϲῶμα.τί δ' αὐτὸ λίαν ὧδε λιπαρεῖϲ θεόν;ὥϲτ' ἀνέρρωγε〈ν〉 τὸ φώνημ' εὐθὺϲ ὀξὺ καὶ μέγα.ζῆθι.ὦ Χάριτεϲ, ἀφροδίϲιόν τιν' ὑμέναιον ὑμνεῖτε γαμικόν τε.οὐδ' εἰϲ Ἑταίραϲ οὐδ' Ἀφροδίτου πώποτε.ἀναϲτῶ.ἀνάϲχωμαι.ἀνδράποδον (de serva).ἀνδροκάπραινα καὶ μεθύϲη καὶ φαρμακίϲ.ἀνέζεϲεν αἷμα.ἀνούϲτατοϲ.ἀντιβλέπει. μείξοφρυϲμέλαιν' ἐπιεικῶϲ κατ' ἐμέ. Φερε]κράτουϲ.[ἀνὴρ γὰρ ὅϲτιϲ ἀπ]οθανούϲηϲ δυϲφορ[εῖ][γυναικόϲ, οὗτοϲ οὐκ] ἐπίϲτατ' εὐτυχεῖν. ΦΕΡΕ]Κ?ΡΑΤΟΥϹἀνὴρ γὰρ ὅϲτιϲ ἀ]ποθανούϲηϲ δυϲφορ[εῖγυναικόϲ, οὗτοϲ οὐκ] ἐπίϲτατ' εὐτυχεῖν.ὁ δ' Ἀχιλεὺς εὖ πως ἐπὶ κόρρης αὐτὸνἐπάταξεν, ὥστε πῦρ ἀπέλαμψ' ἐκ τῶν γνάθων.γέρροις ἀποσταυροῦνται.τερ-θρία πνοή