The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. A. Meineke, Fragmenta comicorum Graecorum, vol. 4, Berlin: Reimer, 1839 (repr. Berlin: De Gruyter, 1970): 3–64, 67.
CTS identifier
urn:cts:greekLit:tlg0487.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

Myr

t

{<ΜΥΡΜΙΔΟΝΕΣ.>}

Mys

t

{<ΜΥΣΤΙΣ.>}

1

Πολὺ μεῖζόν ἐστι τοῦ κακῶς ἔχειν κακὸν

τὸ καθ' ἕνα πᾶσι τοῖς ἐπισκοπουμένοις

δεῖν τὸν κακῶς ἔχοντα πῶς ἔχει λέγειν.

Nea

t

{<ΝΕΑΙΡΑ.>}

1

Ὥσπερ Σέλευκος δεῦρ' ἔπεμψε τὴν τίγριν,

ἣν εἴδομεν ἡμεῖς, τῷ Σελεύκῳ πάλιν ἔδει

ἡμᾶς τι παρ' ἡμῶν ἀντιπέμψαι θηρίον.

{Β.} τρυγέρανον· οὐ γὰρ γίγνεται τοῦτ' αὐτόθι.

Nem

t

{<ΝΕΜΟΜΕΝΟΙ.>}

1

Ἀπὸ στόματος ἅπαντ', ἐὰν βούλησθ', ἐρῶ.

Noth

t

{<ΝΟΘΟΣ.>}

Nyx

t

{<ΝΥΞ.>}

1

Τὸ κανοῦν δ' ὁ παῖς περίεισι τηνάλλως ἔχων.

Pag

t

{<ΠΑΓΚΡΑΤΙΑΣΤΗΣ.>}

1

Καὐτόν τι πράττειν, οὐ μόνον τὰς ἐλπίδας

ἐπὶ τῇ τύχῃ χρή, παιδίον, πάντως ἔχειν

ὧν βούλεταί τις. ἀλλὰ καὶ τῷ τῇ τύχῃ

συλλαμβάνεσθαι ῥᾷον ἡ τύχη ποιεῖ,

ἐὰν μεθ' ἑτέρου τοῦτο, μὴ μόνη, ποιῇ.

2

Δοῦλος πρὸ δούλου, δεσπότης πρὸ δεσπότου.

Paida

t

{<ΠΑΙΔΑΡΙΟΝ.>}

Paide

t

{<ΠΑΙΔΕΣ.>}

1

Κακόν ἐστι δούλῳ δεσπότης πράττων κακῶς·

μετέχειν ἀνάγκη τῶν κακῶν γὰρ γίγνεται.

Pal

t

{<ΠΑΛΑΜΗΔΗΣ.>}

1

Τοῦ γὰρ δικαίου κἀν βροτοῖσι καὶ θεοῖς

ἀθάνατος ἀεὶ δόξα διατελεῖ μόνου.

Pan

t

{<ΠΑΝΗΓΥΡΙΣ.>}

1

Τὴν πλατεῖάν σοι μόνον

ταύτην πεποίηκεν ὁ βασιλεύς;

2

Αἰγύπτιος θοἱμάτιον ἠρδάλωσέ μου.

Par

t

{<ΠΑΡΕΙΣΙΩΝ.>}

1

Τοὺς ἐν τῇ πόλει

μάρτυρας ἔχω γάρ, ὅτι μόνος φύσκην ποιῶ,

κάνδαυλον, ᾠά, θρῖον, ἐν στενῷ. τί γὰρ

τούτων διάπτωμ' ἐγένετ' ἢ 'μάρτημα τί;

2

Περὶ τοὐπτάνιον οὐ γίγνεθ' ἡ σκευωρία·

τραπεζοποιός ἐστ' ἐπὶ τοῦ διακονεῖν.

Pit

t

{<ΠΙΤΤΟΚΟΠΟΥΜΕΝΟΣ.>}

1

Ἰδοὺ πάρεστιν, ὡς ὁρᾷς· τριτημόρου

ἕκαστος ὑμῶν ἦλθεν· εἰς τοὺς τέτταρας

εἴληφεν ὑμῖν οὑτοσὶ τριώβολον.

2

Ὀβολοῦ τὸ πρῶτον ἡμῖν ἐνέχεεν

καὶ τεττάρων χαλκῶν μετὰ ταῦτα. {Β.} καὶ μάλα

τρί' ἡμιωβόλι' ἐστί· χαλκοῦ θερμὸν ἦν.

Pte

t

{<ΠΤΕΡΥΓΙΟΝ.>}

1

Τὸ τῆς Ἀμαλθείας δοκεῖς εἶναι κέρας

οἷον γράφουσιν οἱ γραφεῖς κέρας βοός;

ἀργύριόν ἐστι· τοῦτ' ἐὰν ἔχῃς, λέγε

πρὸς τοῦτ' εἰ βούλει, πάντα σοι γενήσεται,

φίλοι, βοηθοί, μάρτυρες, συνοικίαι.

2

Νυνὶ δ' ὅταν λάβῃ τις εἰς τὴν οἰκίαν

τὰς Ἱππονίκας τάσδε καὶ Ναυσιστράτας

καὶ Ναυσινίκας, τὰς Ἀθηναίας λέγω.

Pto

t

{<ΠΤΩΧΗ Η ΡΟΔΙΑ.>}

1

Ἄρτεμι, φίλη δέσποινα, τοῦτόν σοι φέρω,

ὦ πότνι', ἀμφιφῶντα καὶ σπονδὴν ἅμα.

2

Ἐξὸν ἀποσάττεσθαι δ' ὅλην τὴν ἡμέραν,

ποιοῦντα καὶ διδόντα ματτύας ἐκεῖ.

3

Εἰ πάντες ἀποθανούμεθ' οἷς μὴ γίγνεται

ἃ βουλόμεσθα, πάντες ἀποθανούμεθα.

4

Σπάθην παραφαίνων δηλαδὴ χρυσένδετον.

Pyrr

t

{<ΠΥΡΡΟΣ.>}

1

Οἱ φιλόσοφοι ζητοῦσιν, ὡς ἀκήκοα,

περὶ τοῦτό τ' αὐτοῖς πολὺς ἀναλοῦται χρόνος,

τί ἐστιν ἀγαθόν, κοὐδὲ εἷς εὕρηκέ πω

τί ἐστιν. ἀρετὴν καὶ φρόνησίν φασι, καὶ

λέγουσι πάντα μᾶλλον ἢ τί τἀγαθόν.

ἐν ἀγρῷ διατρίβων τήν τε γῆν σκάπτων ἐγὼ

νῦν εὗρον· εἰρήνη 'στίν· ὦ Ζεῦ φίλτατε,

τῆς ἐπαφροδίτου καὶ φιλανθρώπου θεοῦ.

γάμους, ἑορτάς, συγγενεῖς, παῖδας, φίλους,

πλοῦτον, ὑγίειαν, σῖτον, οἶνον, ἡδονήν,

αὕτη δίδωσι· ταῦτα πάντ' ἂν ἐκλίπῃ,

τέθνηκε κοινῇ πᾶς ὁ τῶν ζώντων βίος.

Pyrph

t

{<ΠΥΡΦΟΡΟΣ.>}

1

Οὐκ ἔστιν οὔτε ζωγράφος, μὰ τοὺς θεούς,

οὔτ' ἀνδριαντοποιός, ὅστις ἂν πλάσαι

κάλλος τοιοῦτον, οἷον ἡ ἀλήθει' ἔχει.

οὔτ' ἀνδριάντος γὰρ καλῶς πεπλασμένου,

ἂν μὴ τὸν αἰσθησόμενον ἡ τέχνη λάβῃ.

Sar

t

{<ΣΑΡΔΙΟΣ.>}

1

Εἰ τὰ δάκρυ' ἡμῖν τῶν κακῶν ἦν φάρμακον,

ἀεί θ' ὁ κλαύσας τοῦ πονεῖν ἐπαύετο,

ἠλλαττόμεσθ' ἂν δάκρυα δόντες χρυσίον·

νῦν δ' οὐ προσέχει τὰ πράγματ' οὐδ' ἀποβλέπει

εἰς ταῦτα, δέσποτ', ἀλλὰ τὴν αὐτὴν ὁδόν,

ἐάν τε κλᾴῃς ἄν τε μή, πορεύεται.

τί οὖν ποιεῖς πλέον; οὐδέν· ἡ λύπη δ' ἔχει

ὥσπερ τὸ δένδρον τοῦτο καρπὸν τὸ δάκρυον.

2

Χαλκοῦς ὀφείλεις πέντε μοι. μέμνης'; {Β.} ἐγὼ

σοὶ πέντε χαλκοῦς, σὺ δέ γέ μοι τριτήμορον.

τοὺς ἓξ ἀποδοὺς τοὺς πέντε χαλκοῦς ἀπόλαβε.

Sik

t

{<ΣΙΚΕΛΙΚΟΣ.>}

1

Ἄλλῳ πονοῦντι ῥᾴδιον παραινέσαι

ἐστίν, ποιῆσαι δ' αὐτὸν οὐχὶ ῥᾴδιον.

τεκμήριον δέ· τοὺς ἰατροὺς οἶδ' ἐγὼ

ὑπὲρ ἐγκρατείας τοῖς νοσοῦσιν εὖ σφόδρα

πάντας λαλοῦντας, εἶτ' ἐπὰν πταίσωσί τι,

αὐτοὺς ποιοῦντας πάνθ' ὅς' οὐκ εἴων τότε.

ἕτερον τό τ' ἀλγεῖν καὶ θεωρεῖν ἐστ' ἴσως.

2

Ἐγὼ πρότερον μὲν ᾠόμην τὴν Σικελίαν

ἓν τοῦτ' ἀπότακτον αὐτὸ τοὺς τυροὺς ποιεῖν

καλούς· ἔτι ταῦτα προσετίθην ἀκηκοώς,

ἱμάτια ποικίλ' εἰ λέγοι τις Σικελικά.

σκεύη μὲν οὖν καὶ κτήματ' ᾠόμην φέρειν.

3

Τὸ δὴ λεγόμενον τοῦτο Μυσῶν ἔσχατον

ἐνόμιζεν ὁρᾶν τὸν υἱὸν ἐκπλέονθ' ὁρῶν.

Str

t

{<ΣΤΡΑΤΙΩΤΗΣ.>}

1

Ὡς ἵμερός μοὐπῆλθε γῇ τε κοὐρανῷ

λέξαι μολόντι τοὔψον ὡς ἐσκεύασα.

νὴ τὴν Ἀθηνᾶν, ἡδύ γ' ἔστ' εὐημερεῖν

ἐν ἅπασιν· ἰχθὺς ἁπαλὸς οἷος γέγονέ μοι

οἷον παρατέθεικ', οὐ πεφαρμακευμένον

τυροῖσιν, οὐδ' ἄνωθεν ἐξηνθισμένον,

ἀλλ' οἷος ἦν ζῶν, κὠπτὸς ὢν τοιοῦτος ἦν·

οὕτως ἁπαλὸν ἔδωκα καὶ πρᾷον τὸ πῦρ

ὀπτῶν τὸν ἰχθύν, οὐδὲ πιστευθήσομαι.

ὅμοιον ἐγένετ', ὄρνις ὁπόταν ἁρπάσῃ

τοῦ καταπιεῖν μεῖζόν τι· περιτρέχει κύκλῳ

τηροῦσα τοῦτο, καταπιεῖν δ' ἐσπούδακεν,

ἕτεραι διώκουσιν δὲ ταύτην. ταὐτὸν ἦν.

τὴν ἡδονὴν ὁ πρῶτος αὐτῶν καταμαθὼν

τῆς λοπάδος, ἀνεπήδησε κἄφευγεν κύκλῳ

τὴν λοπάδ' ἔχων, ἄλλοι δ' ἐδίωκον κατὰ πόδας.

ἐξῆν ὀλολύζειν· οἱ μὲν ἥρπασάν τι γάρ,

οἱ δ' οὐδέν, οἱ δὲ πάντα. καί τοι παρέλαβον

ἰχθῦς ποταμίους ἐσθίοντας βόρβορον·

εἰ δ' ἔλαβον ἀρτίως σκάρον, ἢ 'κ τῆς Ἀττικῆς

γλαυκίσκον, ὦ Ζεῦ σῶτερ, ἢ 'ξ Ἄργους κάπρον,

ἢ 'κ τῆς Σικυῶνος τῆς φίλης ὃν τοῖς θεοῖς

φέρει Ποσειδῶν γόγγρον εἰς τὸν οὐρανόν,

ἅπαντες οἱ φαγόντες ἐγένοντ' ἂν θεοί.

ἀθανασίαν εὕρηκα· τοὺς ἤδη νεκρούς,

ὅταν ὀσφρανθῶσι, ποιῶ ζῆν πάλιν.

Syna

t

{<ΣΥΝΑΠΟΘΝΗΣΚΟΝΤΕΣ.>}

1

Ἠγόρασα νῆστιν κεστρέ' ὀπτὸν οὐ μέγαν.

Syne

t

{<ΣΥΝΕΦΗΒΟΣ.>}

1

Ἱμάτια διαφαίνοντα καὶ πέδην τινὰ

χρυσῆν.

Hyp

t

{<ΥΠΟΒΟΛΙΜΑΙΟΣ.>}

1-2

Ἀεὶ γεωργὸς εἰς νέωτα πλούσιος.

Pha

t

{<ΦΑΣΜΑ.>}

1

Ἔπιεν ἡ Ῥόδη

κυμβίον ἀκράτου κατασέσειχ' ὑμῖν ἄνω.

Phi

t

{<ΦΙΛΟΣΟΦΟΙ.>}

1

Φιλοσοφίαν καινὴν γὰρ οὗτος φιλοσοφεῖ·

πεινῆν διδάσκει καὶ μαθητὰς λαμβάνει.

εἷς ἄρτος, ὄψον ἰσχάς, ἐπιπιεῖν ὕδωρ.

Che

t

{<ΧΗΡΑ.>}

FIF

t

{FABULARUM INCERTARUM FRAGMENTA.}

1

Ὦ Κλέων, παῦσαι φλυαρῶν· ἂν ὀκνῇς τὸ μανθάνειν,

ἀνεπικούρητον σεαυτοῦ τὸν βίον λήσει ποιῶν.

οὔτε γὰρ ναυαγός, ἂν μὴ γῆς λάβηται φερόμενος,

οὔποτ' ἂν σώσειεν αὑτόν, οὔτ' ἀνὴρ πένης γεγώς

μὴ οὐ τέχνην μαθὼν δύναιτ' ἂν ἀσφαλῶς ζῆν τὸν βίον.

„ἀλλὰ χρήματ' ἐστὶν ἡμῖν.“ ἅ γε τάχιστ' ἀπόλλυται.

”κτήματ', οἰκίαι.” τύχης δὲ μεταβολὰς οὐκ ἀγνοεῖς,

ὅτι τὸν εὔπορον τίθησι πτωχὸν εἰς τὴν αὔριον.

κἂν μὲν ὁρμισθῇ τις ἡμῶν εἰς λιμένα τὸν τῆς τέχνης,

ἐβάλετ' ἄγκυραν καθάψας ἀσφαλείας εἵνεκα·

ἂν δ' ἀπαίδευτος μετάσχῃ πνεύματος φορούμενος,

τῆς ἀπορίας εἰς τὸ γῆρας οὐκ ἔχει σωτηρίαν.

ἀλλ' ἑταῖροι καὶ φίλοι σοι καὶ συνήθεις, νὴ Δία,

ἔρανον εἰσοίσουσιν. εὔχου μὴ λαβεῖν πεῖραν φίλων,

εἰ δὲ μή, γνώσει σεαυτὸν ἄλλο μηδὲν πλὴν σκιάν.

2

Ὃν οὐδὲ εἷς λέληθεν οὐδὲ ἓν ποιῶν,

οὐδ' αὖ ποιήσων, οὐδὲ πεποιηκὼς πάλαι,

οὔτε θεὸς οὔτ' ἄνθρωπος, οὗτός εἰμ' ἐγώ,

Ἀήρ, ὃν ἄν τις ὀνομάσειε καὶ Δία.

ἐγὼ δ', ὃ θεοῦ 'στιν ἔργον, εἰμὶ πανταχοῦ,

ἐνταῦθ' ἐν Ἀθήναις, ἐν Πάτραις, ἐν Σικελίᾳ,

ἐν ταῖς πόλεσι πάσαισιν, ἐν ταῖς οἰκίαις

πάσαις, ἐν ὑμῖν πᾶσιν οὐκ ἔστιν τόπος,

οὗ μή 'στιν Ἀήρ· ὁ δὲ παρὼν ἁπανταχοῦ

πάντ' ἐξ ἀνάγκης οἶδε πανταχοῦ παρών.

3

Τί ποτε Προμηθεύς, ὃν λέγους' ἡμᾶς πλάσαι

καὶ τἄλλα πάντα ζῷα, τοῖς μὲν θηρίοις

ἔδωχ' ἑκάστῳ κατὰ γένος μίαν φύσιν;

ἅπαντες οἱ λέοντές εἰσιν ἄλκιμοι,

δειλοὶ πάλιν ἑξῆς πάντες εἰσὶν οἱ λαγοί.

οὐκ ἔστ' ἀλώπηξ ἡ μὲν εἴρων τῇ φύσει

ἡ δ' αὐθέκαστος, ἀλλ' ἐὰν τρισμυρίας

ἀλώπεκάς τις συναγάγῃ, μίαν φύσιν

ἁπαξαπασῶν ὄψεται τρόπον θ' ἕνα.

ἡμῶν δ' ὅσα καὶ τὰ σώματ' ἐστὶ τὸν ἀριθμὸν

καθ' ἑνός, τοσούτους ἔστι καὶ τρόπους ἰδεῖν.

4

Πολύ γ' ἐστὶ πάντων ζῷον ἀθλιώτατον

ἄνθρωπος, εἴ τις ἐξετάζοι κατὰ τρόπον·

τὸν γὰρ βίον περίεργον εἰς τὰ πάντ' ἔχων

ἀπορεῖ τὰ πλεῖστα διὰ τέλους πονεῖ τ' ἀεί.

καὶ τοῖς μὲν ἄλλοις πᾶσιν ἡ γῆ θηρίοις

ἑκοῦσα παρέχει τὴν καθ' ἡμέραν τροφήν,

αὐτὴ πορίζους', οὐ λαβοῦσα . . . . .

. . . . . . . . . . . πάνυ μόλις

ὥσπερ τὸ κατὰ χρέος κεφάλαιον ἐκτίνει

τὸ σπέρμα, τοὺς τόκους δ' ἀνευρίσκους' ἀεὶ

πρόφασίν τιν' αὐχμὸν ἢ πάχνην ἀποστερεῖ.

καὶ δὴ τυχὸν μὲν διὰ τὸ παρέχειν πράγματα

μόνους ἑαυτῇ καὶ ποιεῖν τἄνω κάτω

ταύτην παρ' ἡμῶν λαμβάνει τιμωρίαν.

5

Μείζω τὰ κακὰ ποιοῦσι πολλοί, δέσποτα,

αὐτοὶ δι' αὑτοὺς ἢ πέφυκε τῇ φύσει.

οἷον τέθνηκεν υἱὸς ἢ μήτηρ τινί,

ἢ νὴ Δί' ἄλλων τῶν ἀναγκαίων γέ τις·

ἂν μὲν λάβῃ τοῦτ' „ἀπέθαν', ἄνθρωπος γὰρ ἦν,“

τοσοῦτο γέγονε τὸ κακὸν ἡλίκον περ ἦν.

ἐὰν δ' ”ἀβίωτος ὁ βίος, οὐκ ἔτ' ὄψομαι,

ἀπόλωλ',” ἐν ἑαυτῷ τοῦτ' ἐὰν σκοπῇ, κακὰ

πρὸς τοῖς κακοῖσιν οὗτος ἕτερα συλλέγει.

ὁ δὲ τῷ λογισμῷ πάντα παρ' ἑαυτῷ σκοπῶν

τὸ κακὸν ἀφαιρεῖ τἀγαθὸν δὲ λαμβάνει.

6

Ἤκουσα τούτων αὐτός, οὐδὲ φύεται

αὐτόματον ἀνθρώποισιν, ὦ βέλτιστε, νοῦς

ὥσπερ ἐν ἀγρῷ θύμος· ἐκ δὲ τοῦ λέγειν τε καὶ

ἑτέρων ἀκούειν καὶ θεωρῆσαι * *

κατὰ μικρὸν ἀεί, φασί, φύονται φρένες.

7

Ἀεὶ τὸ πλουτεῖν συμφορὰς πολλὰς ἔχει,

φθόνον τ' ἐπήρειάν τε καὶ μῖσος πολύ,

πράγματά τε πολλὰ κἀνοχλήσεις μυρίας,

πράξεις τε πολλὰς συλλογάς τε τοῦ βίου.

ἔπειτα μετὰ ταῦτ' εὐθὺς εὑρέθη θανών,

ἄλλοις καταλείψας εἰς τρυφὴν τὴν οὐσίαν.

ὅθεν πένεσθαι μᾶλλον ἡδέως ἔχω,

ἔχειν τε μέτρια κἀμέριμνον ζῆν βίον,

καὶ μήτ' ἔχειν πλοῦτόν με μήτε πράγματα·

πᾶς γὰρ πένης ὢν μεγάλα κερδαίνει κακά.

8

Ὦ τρισμακάρια πάντα καὶ τρισόλβια

τὰ θηρί', οἷς οὐκ ἔστι περὶ τούτων λόγος·

οὔτ' εἰς ἔλεγχον οὐδὲν αὐτῶν ἔρχεται,

οὔτ' ἄλλο τοιοῦτ' οὐδέν ἐστ' αὐτοῖς κακὸν

ἐπακτόν, ἣν δ' ἂν εἰσενέγκηται φύσιν

ἕκαστον, εὐθὺς καὶ νόμον ταύτην ἔχει.

ἡμεῖς δ' ἀβίωτον ζῶμεν ἄνθρωποι βίον·

δουλεύομεν δόξαισιν, εὑρόντες νόμους,

προγόνοισιν, ἐγγόνοισιν. οὐκ ἔστ' ἀποτυχεῖν

κακοῦ, πρόφασιν δ' ἀεί τιν' ἐξευρίσκομεν.

9

Νὴ τὸν Δία τὸν μέγιστον ᾤμην, Σωσία,

ἐγὼ πρότερον μὲν τοὺς πένητας ζῆν μόνον

ὀδυνωμένους, τῶν πλουσίων δὲ τὸν βίον

ἱλαρόν τιν' εἶναι καὶ φέρειν εὐθυμίαν·

νυνὶ δὲ διαφέροντα τοῖς καθ' ἡμέραν

δαπανήμασιν δὴ τὸν βίον ὁρῶ μόνον,

λύπας δ' ἔχοντας μείζονας τοὺς μείζονας.

10

Ἀνὴρ δίκαιός ἐστιν οὐχ ὁ μὴ ἀδικῶν,

ἀλλ' ὅστις ἀδικεῖν δυνάμενος μὴ βούλεται·

οὐδ' ὃς τὰ μικρὰ λαμβάνειν ἀπέσχετο,

ἀλλ' ὃς τὰ μεγάλα καρτερεῖ μὴ λαμβάνων,

ἔχειν δυνάμενος καὶ κρατεῖν ἀζημίως·

οὐδ' ὅς γε ταῦτα πάντα διατηρεῖ μόνον,

ἀλλ' ὅστις ἄδολον γνησίαν τ' ἔχων φύσιν

εἶναι δίκαιος κοὐ δοκεῖν εἶναι θέλει.

11

Τὸν μὴ λέγοντα τῶν δεόντων μηδὲ ἓν

μακρὸν νόμιζε, κἂν δύ' εἴπῃ συλλαβάς,

τὸν δ' εὖ λέγοντα μὴ νόμιζ' εἶναι μακρόν,

μηδ' ἂν σφόδρ' εἴπῃ πολλὰ καὶ πολὺν χρόνον.

τεκμήριον δὲ τοῦδε τὸν Ὅμηρον λάβε·

οὗτος γὰρ ἡμῖν μυριάδας ἐπῶν γράφει,

ἀλλ' οὐδὲ εἷς Ὅμηρον εἴρηκεν μακρόν.

12

Ἐγὼ τὸν ἀγρὸν ἰατρὸν ἐλελήθειν ἔχων·

τρέφει γὰρ οὗτος ὥσπερ ἀρρωστοῦντά με,

σιτάρια μικρὰ προσφέρων οἴνου θ' ὅσον

ὀσμήν, λαχάνων τ' ἀεί τι καὶ νὴ τὸν Δία

τὰ πετραῖα ταῦτ' ὀψάρια, κάππαριν, θύμον,

ἀσπάραγον, αὐτὰ ταῦτα· καὶ δέδοικα μὴ

λίαν ἀπισχναίνων με ποιήσῃ νεκρόν.

13

Ὅταν δὲ παρατηροῦντ' ἴδω τίς ἔπταρεν

ἢ τίς ἐλάλησεν, ἢ τίς ἐστιν ὁ προϊὼν

σκοποῦντα, πωλῶ τοῦτον εὐθὺς ἐν ἀγορᾷ.

αὑτῷ βαδίζει καὶ λαλεῖ καὶ πτάρνυται

ἕκαστος ἡμῶν, οὐχὶ τοῖς ἐν τῇ πόλει.

τὰ πράγμαθ' ὡς πέφυκεν οὕτως γίγνεται.

14ab

Μὴ

λύπει σεαυτόν, τοῦτο γιγνώσκων ὅτι,

ὅταν πότ' ἀνθρώποισιν ἡ τύχη γελᾷ,

πάντων ἀφορμὴ τῶν καλῶν εὑρίσκεται·

ὅταν δὲ δυστυχῇ τις, οὐδ' εὐφραίνεται.

Ἅπαντα νικᾷ καὶ μεταστρέφει τύχη.

15ab

Πρόσεστι δὲ τῷ πένητι ἀπιστία,

κἂν σοφὸς ὑπάρχῃ κἂν λέγῃ τι συμφέρον·

[δοκεῖ τι φράζειν τοῖς ἀκούουσιν κακῶς.

τῶν γὰρ πενήτων πίστιν οὐκ ἔχει λόγος.]

ἀνὴρ δὲ πλουτῶν, κἂν ἄγαν ψευδηγορῇ,

δοκεῖ τι φράζειν τοῖς ἀκούουσιν ἀσφαλές.

16

Ἐγὼ λίθον μὲν τὴν Νιόβην, μὰ τοὺς θεούς,

οὐδέποτ' ἐπείσθην, οὐδὲ νῦν πεισθήσομαι,

ὡς τοῦτ' ἐγένετ' ἄνθρωπος· ὑπὸ δὲ τῶν κακῶν

τῶν συμπεσόντων τοῦ τε συμβάντος πάθους

οὐδὲν λαλῆσαι δυναμένη πρὸς οὐδένα,

προσηγορεύθη διὰ τὸ μὴ φωνεῖν λίθος.

17

Ὅταν ξενισθῇς ἐν πόλει πρὸς τὸν φίλον,

ἐν ταῖς περισσαῖς καὶ πυκναῖς ὁμιλίαις,

ἐὰν μεγίστην ὁ φίλος ἣν λέγῃ πόλιν,

σὺ τὴν ἑαυτοῦ πατρίδα μὴ σύγκριν', ἐπεὶ

ἐχθροὺς ποιοῦσι τοὺς φίλους αἱ συγκρίσεις.

18ab

Καλῶς ποιήσας οὐ καλῶς ὠνείδισας,

ἔργον καθεῖλες πλούσιον πτωχῷ λόγῳ.

Καυχώμενος τὸ δῶρον ὃ δέδωκας φίλῳ

ἔργῳ στρατηγὸς γέγονας, ἐν λόγῳ φονεύς.

19

Ὡς εὐφυὲς ζῷον κοχλίας νὴ τὸν θεόν.

ὅταν πονηρῷ περιπέσῃ τῷ γείτονι,

τὸν οἶκον ἄρας εἰς ἕτερον πορεύεται,

νέμεται δ' ἀμέριμνος τοὺς κακοὺς φεύγων ἀεί.

20

Ὃ δεῖ παθεῖν σε μηδαμοῦ σκέψῃ φυγεῖν·

οὐ γὰρ δυνήσῃ φεύγειν ὅ σε δεῖ παθεῖν·

τὸ πεπρωμένον γὰρ οὐ μόνον βροτοῖς

ἄφευκτόν ἐστιν, ἀλλὰ καὶ τὸν οὐρανόν.

21

Εἴ ποτέ τις ἡμῶν εἰς τὸν ἀγρὸν ἐξιὼν

μνήματα παρελθὼν καὶ τάφους ἀνθρωπίνους,

τούτων ἕκαστος ἔλεγεν „εἰς ὥρας ἐγὼ

πλεύσω, φυτεύσω, τοῖχον ἄρας κτήσομαι.“

22

Ἂν γνῷς τί ἐστ' ἄνθρωπος, εὐδαίμων ἔσει.

τέθνηκέ τις, μὴ δεινὸν ἔστω τοῦτό σοι.

κεκύηκέ τις, οὐ κεκύηκέ τις· ἠτύχηκέ τις·

βήττει τις· οἰμώζει τις· ἡ φύσις φέρει

ἅπαντα ταῦτα. φεῦγε τὰς λύπας μόνον.

23

Ἄνθρωπος εἶ δήπουθεν, ὧν ἐστ' οὐδὲ εἷς

ᾧ μὴ κακόν τι γέγονεν ἢ γενήσεται,

ὁ ποιῶν δ' ἐλάχιστον τὸ γεγενημένον κακόν,

ἀμφότερον οὗτος εὐτυχεῖ τε καὶ φρονεῖ.

24

Τί ποτ' ἐστὶν ἆρα διότι βούλεταί μ' ἰδεῖν;

ἢ καθάπερ οἱ νοσοῦντες ἀλγοῦντες σφόδρα,

τὸν ἰατρὸν ἂν ἴδωσιν, οὐκ ἀλγοῦς' ἔτι,

οὕτως, ἐπάν τις τυγχάνῃ λυπούμενος,

ἧττον ὀδυνᾶται, φίλον ἐὰν παρόντ' ἴδῃ;

25ab

Ἆρ' ἐστὶ τοῖς νοσοῦσι χρήσιμος λόγος.

Ὡς σπληνίον πρὸς ἕλκος οἰκείως τεθὲν

τὴν φλεγμονὴν ἔπαυσεν, οὕτω καὶ λόγος

εὔκαιρος εἰς τὰ σπλάγχνα κολληθεὶς φίλων

εὐψυχίαν παρέσχε τῷ λυπουμένῳ.

26

Θεὸν νόμιζε καὶ σέβου, ζήτει δὲ μή·

πλεῖον γὰρ οὐδὲν ἄλλο τοῦ ζητεῖν ἔχεις.

εἴτ' ἔστιν εἴτ' οὐκ ἔστι μὴ βούλου μαθεῖν,

ὡς ὄντα τοῦτον καὶ παρόντ' ἀεὶ σέβου.

27a

Σοὶ γὰρ τίς ἐστιν, εἰπέ μοι, παρρησία;

σὺ λαλεῖς ἐν ἀνθρώποισιν ὡς ἄνθρωπος ὤν,

τὸ δ' ὅλον περιπατεῖς, ἢ τὸν αὐτὸν ἀέρα

ἑτέροισιν ἕλκεις, εἰπέ μοι, τοιοῦτος ὤν;

27b

Πολλῶν φύσει τοῖς πᾶσιν αἰτία κακῶν

λύπη· διὰ λύπην καὶ μανία γὰρ γίγνεται

πολλοῖσι καὶ νοσήματ' οὐκ ἰάσιμα·

αὑτούς τ' ἀνῃρήκασι διὰ λύπην τινές,

ἐπὰν τὸ λυποῦν πλεῖον ἢ τὸ σῶζον ᾖ.

28

Δικαιότατον κτῆμ' ἐστὶν ἀνθρώποις ἀγρός·

ὧν ἡ φύσις δεῖται γὰρ ἐπιμελῶς φέρει,

πυρούς, ἔλαιον, οἶνον, ἰσχάδας, μέλι·

τὰ δ' ἀργυρώματ' ἐστὶν ἥ τε πορφύρα

εἰς τοὺς τραγῳδοὺς εὔθετ', οὐκ εἰς τὸν βίον.

29ab

Πολλάκις ἔχων τις οὐδὲ τἀναγκαῖα νῦν

αὔριον ἐπλούτης', ὥστε χἁτέρους τρέφειν.

Θησαυρὸν εὑρὼν σήμερόν τις αὔριον

ἅπαντα τἀκ τῆς οἰκίας ἀπώλεσεν.

30

Σύρα, Σύρα. {Β.} τί ἐστι; {Α.} πῶς ἡμῖν ἔχεις;

{Β.} μηδέποτ' ἐρώτα τοῦτ', ἐπὰν γέροντ' ἴδῃς

ἢ γραῦν τιν'· ἴσθι δ' εὐθὺς ὅτι κακῶς ἔχει.

31

Ἐξιὼν

γυναικὸς ἐξόπισθ' ἐλευθέρας βλέπω

μόνην θεράπαιναν κατόπιν ἀκολουθεῖν καλὴν

ἐκ τοῦ Πλαταϊκοῦ, παρακολουθοῦντα τε

ταύτῃ κατιλλώπτειν τινά.

32

Μῦς λευκός, ὅταν αὐτήν τις (ἀλλ' αἰσχύνομαι

λέγειν), κέκραγε τηλικοῦτον εὐθὺς ἡ

κατάρατος, ὥστ' οὐκ ἔστι πολλάκις λαθεῖν.

33

Τὸν βολβόν, εἰ βούλει, σκόπει

ὅσα δαπανήσας εὐδοκιμεῖ, τυρόν, μέλι,

σήσαμον, ἔλαιον, κρόμμυον, ὄξος, σίλφιον·

αὐτὸς δ' ἐφ' αὑτοῦ 'στιν πονηρὸς καὶ πικρός.

34a

Βουνὸν ἐπὶ ταύτῃ καταλαβὼν ἄνω τινά.

{Β.} τίς ἐσθ' ὁ βουνός; ἵνα σαφῶς σου μανθάνω.

34b

Χαλεπόν γ' ἀκροατὴς ἀσύνετος καθήμενος·

ὑπὸ γὰρ ἀνοίας οὐχ ἑαυτὸν μέμφεται.

35

Ἀλλ' ἐν Σάμῳ μὲν τοῦ λιθίνου ζῴου ποτὲ

ἄνθρωπος ἠράσθη τις, εἶτ' εἰς τὸν νεὼν

κατέκλεισεν αὑτόν.

36

Ἐὰν γέρων γένηται πλούσιος γεγώς,

καλὸν τὸ γῆράς ἐστιν ἐπὶ τούτῳ μόνον.

ἔχει γὰρ χειραγωγὸν τὸν πλοῦτον ὁ γέρων.

37

Ὦ γέρον, ἐπὰν ἴδῃς γέροντα καὶ μόνον,

μηδὲν ἐπερώτα· πάντα γὰρ κακῶς ἔχει.

καλὸν τὸ θνήσκειν ἐστὶν ἐπὶ τούτῳ λέγειν.

38

Ἐπὰν ἐγγὺς θάνατος ἔλθῃ,

οὐδεὶς ἑαυτῷ ὃ θέλει βουλεύεται·

θνήσκει δ' ὁ θνήσκων κατ' ἰδίαν εἱμαρμένην.

39

Κἂν δοῦλος ᾖ τις, σάρκα τὴν αὐτὴν ἔχει·

φύσει γὰρ οὐδεὶς δοῦλος ἐγενήθη ποτέ,

ἡ δ' αὖ τύχη τὸ σῶμα κατεδουλώσατο.

40a

Εἰ ταῖς ἀληθείαισιν οἱ τεθνηκότες

αἴσθησιν εἶχον, ἄνδρες, ὥς φασίν τινες,

ἀπηγξάμην ἂν ὥστ' ἰδεῖν Εὐριπίδην.

40b

Σφίγγ' ἄρρεν', οὐ μάγειρον εἰς τὴν οἰκίαν

εἴληφ'· ἁπλῶς γὰρ οὐδὲ ἕν, μὰ τοὺς θεούς,

ὧνπερ λέγει συνίημι· καινὰ ῥήματα

πεπορισμένος γάρ ἐστι.

40c

Ἐκ τῶν λόγων μὴ κρῖνε, Κλειτοφῶν, σοφὸν

ἢ χρηστὸν ἄνδρα· τὸν βίον ἐξέταζ' ἀεί·

πολλοὶ γὰρ εὖ λέγουσιν ἀδικίας χάριν,

τὰ δ' ἔργ' ἔχουσι φαῦλα κοὐ φρονοῦσιν εὖ.

41

Ἂν οἷς ἔχομεν τούτοισι μηδὲ χρώμεθα,

ἃ δ' οὐκ ἔχομεν ζητῶμεν, ὧν μὲν διὰ τύχην

ὧν δὲ δι' ἑαυτοὺς ἐσόμεθ' ἐστερημένοι·

εἰ δ' εὐτυχῶν τις καὶ βίον κεκτημένος

μηδὲν δ' ὅμως τι τῶν καλῶν πειράσεται,

ἐγὼ μὲν αὐτὸν οὔποτ' ὄλβιον καλῶ,

φύλακα δὲ μᾶλλον χρημάτων εὐδαίμονα.

42

Τί ζῆν ὄφελος ᾧ μή 'στι τὸ ζῆν εἰδέναι;

{Β.} ἀλλ' οἶνος ἦν· οὐδεὶς δὲ μεθύων, ἂν σκοπῇς,

ὃς οὐχὶ δοῦλός ἐστι τοῦ πεπωκέναι·

ὅσα μ' οὗτος ἠνάγκαζεν, ἐποίουν ταῦτ' ἐγώ.

ὁ πονηρὸς οἶνος οὗτός ἐστι, Νικοφῶν.

43

Ὁ φθόνος ἐν ἑαυτῷ τοῦθ' ἓν ἐπιεικῶς ποιεῖ·

τὸν αἱρετιστὴν ὄντα τῶν αὐτοῦ τρόπων

λυμαίνεται μάλιστα διὰ παντὸς συνών.

44

Ἀγαθῆς γυναικός ἐστιν, ὦ Νικοστράτη,

μὴ κρείττον' εἶναι τἀνδρὸς ἀλλ' ὑπήκοον·

γυνὴ δὲ νικῶς' ἄνδρα κακόν ἐστιν μέγα.

45

Οὐκ ἂν δύναιο μὴ γενέσθαι, δέσποτα,

ἄνθρωπος ὢν ἄνθρωπος· ἄλλως οὖν βοᾷς.

τὸν ζῶντ' ἀνάγκη πόλλ' ἔχειν ἐστὶν κακά.

46a

Οὔτε γὰρ ἰατρὸς οὐδὲ εἷς, ἂν εὖ σκοπῇς,

τοὺς αὐτὸς αὑτοῦ βούλεθ' ὑγιαίνειν φίλους,

οὔτε στρατιώτης πόλιν ὁρᾶν ἄνευ κακοῦ.

46b

Οὕτως ἄνανδρος γέγονας; οὐκ εὐψυχία

τοῦτ' ἐστὶν ὃ ποιεῖς νῦν γάρ, ἀλλ' ἀνανδρία

τὸ μὴ δύνασθαι καρτερεῖν λυπούμενον.

47

Ἐγὼ δὲ λυποῦμαι μὲν εἰς ὑπερβολὴν

ἐπὶ τοῖς παροῦσιν, ἐν δὲ τῇ λύπῃ φρονῶ.

τοῦτο τό με τηροῦν ἐστι κἄνθρωπον ποιοῦν.

48

Οὐκ ἔστιν ἡμῖν οὐδεμία τύχη θεός,

οὐκ ἔστιν, ἀλλὰ ταὐτόματον, ὃ γίγνεται

ὡς ἔτυχ' ἑκάστῳ, προσαγορεύεται τύχη.

49

Ὁρῶσι πάντες πρῶτον, εἶτ' ἐθαύμασαν,

ἔπειτ' ἐπεθεώρησαν, εἶτ' εἰς ἐλπίδα

ἐνέπεσον· οὕτω γίγνετ' ἐκ τούτων ἔρως.

50

Παρὰ τοῦ βασιλέως γράμμαθ' ἥκει σοι Μάγα.

{Β.} Μάγας, κακόδαιμον, γράμματ' οὐκ ἐπίσταται.

51a

Οὐ τοὺς ἀώρους εἶπά σοι, μαστιγία,

πόδας πρίασθαι; σὺ δὲ φέρεις ὀπισθίους.

51b

Ἐκ τοῦ παθεῖν γίγνωσκε καὶ τὸ συμπαθεῖν·

καὶ σοὶ γὰρ ἄλλος συμπαθήσεται παθών.

51c

Τῇ γῇ δανείζειν κρεῖττόν ἐστιν ἢ βροτοῖς,

ἥτις τόκους δίδωσιν οὐ λυπουμένη.

51d

Ὅστις γὰρ αὐτὸς αὑτὸν οὐκ αἰσχύνεται

συνειδόθ' αὑτῷ φαῦλα διαπεπραγμένῳ,

πῶς τόν γε μηδὲν εἰδότ' αἰσχυνθήσεται;

52a

Μαθημάτων φρόντιζε μᾶλλον χρημάτων·

τὰ γὰρ μαθήματ' εὐπορεῖ τὰ χρήματα.

52b

Ὀργῆς χάριν τὰ κρυπτὰ μὴ φάνῃς φίλου·

ἔλπιζε δ' αὐτὸν πάλιν ἂν εἶναί σου φίλον.

52c

Λύουσιν ἡμῶν συμφοραὶ τὰς συμφοράς,

παρηγοροῦσαι τὰ κακὰ δι' ἑτέρων κακῶν.

53

Καὶ τοῦ θέρους μὲν εἶχεν ἱμάτιον δασύ,

ἵν' ἐγκρατὴς ᾖ, τοῦ δὲ χειμῶνος ῥάκος.

54

Μὴ νουθέτει γέρονθ' ἁμαρτάνοντά τι·

δένδρον παλαιὸν μεταφυτεύειν δύσκολον.

55

Ὦ Πάμφιλ', ὁ χρόνος οὐ μόνον τὰ σώματα

αὔξει βαδίζων, ἀλλὰ καὶ τὰ πράγματα.

56

Ὅσαι τέχναι γεγόνασι, ταύτας, ὦ Λάχης,

πάσας ἐδίδαξεν ὁ χρόνος, οὐχ ὁ διδάσκαλος.

57

Ὅσα διὰ τοὺς πράττοντας αὐτοὺς γίγνεται,

οὐδενὶ πρόσεστιν οὐδὲ κοινωνεῖ τύχη.

58

Ἐπὰν ὁ νοῦς ᾖ μὴ καθιστηκώς τινι,

οὐκ ἔστ' ἀκούειν οὐδὲν αὐτὸν οὐδ' ὁρᾶν.

59ab

Μαινόμεθα πάντες, ὁπόταν ὀργιζώμεθα.

Τὸ γὰρ κατασχεῖν ἐστι τὴν ὀργὴν πόνος.

60

Τὸ γνῶθι σαυτὸν οὐ μάτην εὖ ἴσθ' ὅτι

τὸ ῥῆμα τοῦτο δόξαν ἐν Δελφοῖς ἔχει.

61

Ὡς ἡδέως μοι γέγονε τὰ πρότερον κακά·

εἰ μὴ τότ' ἐπόνουν, νῦν ἂν οὐκ εὐφραινόμην.

62

Πολλά με διδάσκεις ἀφθόνως διὰ φθόνον,

ὅπως ἀκούων πολλὰ μηδὲ ἓν μάθω.

63a

Στρατιῶτα, κοὐκ ἄνθρωπε, καὶ σιτούμενε

ὥσπερ ἱερεῖον, ἵν' ὅταν ᾖ καιρὸς τυθῇς.

63b

Ὡς κρεῖττόν ἐστι δεσπότου χρηστοῦ τυχεῖν,

ἢ ζῆν ταπεινῶς καὶ κακῶς ἐλεύθερον.

64

Ἔτεκές με, μῆτερ, καὶ γένοιτό σοι τέκνων

ὄνησις, ὥσπερ καὶ δίκαιόν ἐστί σοι.

65

Τοιοῦτος ὁ βίος ἐστὶν ἀνθρώπου, γύναι,

εὐφραινόμεσθ' ἔλαττον ἢ λυπούμεθα.

66

Πόλλ' ἔστιν ἐν πολλαῖσιν οἰκίαις κακά,

ἃ καλῶς ὅταν ἐνέγκῃς ἀγαθὰ γενήσεται.

67

Ἐνταῦθ' ἀνὴρ γάρ ἐστιν ἀνδρὸς διάφορος,

ἐν τῷ τό τε κακὸν εὖ φέρειν καὶ τἀγαθόν.

68

Αἰτῶ δ' ὑγίειαν πρῶτον, εἶτ' εὐπραξίαν,

τρίτον δὲ χαίρειν, εἶτ' ὀφείλειν μηδενί.

69

Ὅστις πένης ὢν ζῆν παρ' ὃ ζῆν βούλεται·

ἡ γὰρ σπάνις πρόχειρος εἰς τὸ δρᾶν κακά.

70

Οὕτως, ὅταν ἐμπέσῃ τις εἰς τὸν νοῦν φόβος,

κἀκ τοῦ καθεύδειν οὗτος οὐκ ἐξέρχεται.

71

Ἀγαθὴ γὰρ ἡ λύπη καθ' αὑτῆς ἀναπλάσαι

ἀτεχνῶς διπλάσια τῆς ἀληθείας κακά.

72

Μὴ λέγ' ὅτι δώσεις· οὐ δίδωσι γὰρ λέγων,

καὶ τὴν ἀπ' ἄλλων ἐμποδίζεται δόσιν.

73

Πονηρὸς ἂν ᾖ δοῦλος εὑρήσει δίκην·

σὺ μὴ γενηθῇς τῆς δίκης προηγέτης.

74

Μηδέποτε μέμφου τὴν τύχην, εἰδὼς ὅτι

καιρῷ πονηρῷ καὶ τὰ θεῖα δυστυχεῖ.

75

Ἅπαν διδόμενον δῶρον, εἰ καὶ μικρὸν ᾖ,

μέγιστόν ἐστι μετ' εὐνοίας διδόμενον.

76

Ἐὰν γυνὴ γυναικὶ κατ' ἰδίαν ὁμιλεῖ,

μεγάλων κακῶν θησαυρὸς ἐξορύσσεται.

77

Σαπρὰν γυναῖκα δ' ὁ τρόπος εὔμορφον ποιεῖ.

πολύ γε διαφέρει σεμνότης εὐμορφίας.

78

Γνώμην πονηρὰν τῇ γυναικὶ μὴ δίδου·

ἐλαφρὸν τὸ γένος γάρ ἐστι καὶ λίαν κακόν.

79

Ὅταν τινὰ τάφον στεφανοῖς κόσμῳ ποικίλῳ,

τὸ ζῆν τὸ σαυτοῦ στεφάνοις παρηγόρει.

80

Ζῶν γὰρ ἀσκοῦ σαυτῷ στεφάνων καὶ μύρα·

χρήσῃ γὰρ αὐτοῖς αἰσθόμενος μεθ' ἡδονῆς.

81

Ἂν γὰρ μέχρι νεφῶν τὴν ὀφρὺν ἀνασπάσῃς,

ὁ θάνατος αὐτὴν πᾶσαν ἑλκύσει κάτω.

82

Μὴ λέγε ἐκφυγὼν θάνατον ὅτι καὶ φεύξομαι πάλιν·

ὡς γὰρ πέφευγας προσδόκα καὶ μὴ φυγεῖν.

83

Ἐὰν ὁρῶν πένητα γυμνὸν ἐνδύσῃς,

μᾶλλον ἀπέδυσας αὐτόν, ἂν ὀνειδίσῃς.

84ab

Μὴ λέγε τίς ἦσθα πρότερον, ἀλλὰ νῦν τίς εἶ.

Πρὸς τὴν παροῦσαν πάντοθ' ἁρμόζου τύχην.

85

Ἀνὴρ γυναικὸς λαμβάνων συμβουλίαν

πεσεῖν δεδοικώς, βούλεται πάλιν πεσεῖν.

86

Τί ἐστιν ὁ θεὸς οὐ θέλει σε μανθάνειν·

ἀσεβεῖς τὸν οὐ θέλοντα μανθάνειν θέλων.

87

Ὁ γῆρας αἰτῶν παρὰ θεῶν ἁμαρτάνει·

τὸ γὰρ πολὺ γῆρας ἐσχάτων πολλῶν γέμει.

88

Γέρων γενόμενος μὴ φρόνει νεώτερα,

μηδ' εἰς ὄνειδος ἕλκε τὴν σεμνὴν πολιάν.

89

Οὐχ ἡ πόλις σου τὸ γένος εὐγενὲς ποιεῖ,

σὺ δ' εὐγενίζεις τὴν πόλιν πράσσων καλῶς.

90

Οἱ γὰρ θεὸν σέβοντες ἐλπίδας καλὰς

ἔχουσιν εἰς σωτηρίαν.

91

Δύ' εἰ λάβοι

τάλαντα, χρυσοῦς ἓξ ἔχων ἀποίσεται.

92

Νόμῳ τεθαύμακ', οὐκ ἐπεὶ

πέπλευκεν, ἀλλ' εἰ δὶς πέπλευκεν.

93

Ὄνος βαδίζεις εἰς ἄχυρα τραγημάτων.

94

Κροίσῳ λαλῶ σοι καὶ Μίδᾳ καὶ Ταντάλῳ.

95

Σαυτὴν ἐπαινεῖς ὥσπερ Ἀστυδάμας, γύναι.

96

Χρόνος δίκαιον ἄνδρα μηνύει ποτέ.

97

Χρόνος τὰ κρυπτὰ πάντα εἰς φάος ἄγει.

98

Ἄλλος κατ' ἄλλην δαιμονίζεται τύχην.

99-100

Ἅπας πονηρὸς οἶνος ὁ πολύς ἐστ' ἀεί.

Ἐμέθυον· ἱκανὴ πρόφασις εἰς θἁμαρτάνειν.

101

Ἄνθρωπος ὢν τοῦτ' ἴσθι καὶ μέμνης' ἀεί.

102

Ἐκ τοῦ φιλοπονεῖν γίγνεθ' ὧν θέλεις κρατεῖν.

103

Ἀθάνατόν ἐστι κακὸν ἀναγκαῖον γυνή.

104

Τὸν δὲ μόνον ὄντα καὶ κακὴ τύχη τρέφει.

105

Γαμεῖν ὃς ἐθέλει εἰς μετάνοιαν ἔρχεται.

106

Βίον καλὸν ζῇς, ἂν γυναῖκα μὴ ἔχῃς.

107

Βούλου γονεῖς πρὸ παντὸς ἐν τιμαῖς ἔχειν.

108

Ἡδύ γε πατὴρ τέκνοισιν εἰ στοργὴν ἔχοι.

109

Θανεῖν ἄριστόν ἐστιν ἢ ζῆν ἀθλίως.

110

Νόσον πολὺ κρεῖττόν ἐστιν ἢ λύπην φέρειν.

111ab

Κρίσει δικαίᾳ καὶ δίδου καὶ λάμβανε.

Εἰς χεῖρα δοῦλον δεσπότῃ μὴ συμβάλῃς.

112

Ψυχῆς πόνος γὰρ ὑπὸ λόγου κουφίζεται.

113

Πλοῦτον μεταλήψεθ' ἕτερον οὐχὶ τὸν τρόπον.

114

Ἡ μὲν χελιδὼν τὸ θέρος, ὦ γύναι, λαλεῖ.

115

Μεθύει, διαγραμμίζει, κυβεύει.

116

Μεμίσθωταί με δείλης πρωΐας.

117

Πάνθ' ὁ χρόνος ὁ μέγας μαραίνει.

118

Ἀλλ' ἀπόλλυμαι

κατὰ μυὸς ὄλεθρον.

Ps

t

{PHILEMONIS SPURIA.}

1

Οἴει σὺ τοὺς θανόντας, ὦ Νικήρατε,

τρυφῆς ἁπάσης μεταλαβόντας ἐν βίῳ

καὶ γῆν καλύψειν, ὡς ἀπὸ τοῦ πάντ' εἰς χρόνον

πεφευγέναι τὸ θεῖον ὡς λεληθότας;

ἔστιν Δίκης ὀφθαλμὸς ὃς τὰ πάνθ' ὁρᾷ·

καὶ γὰρ καθ' Ἅιδην δύο τρίβους νομίζομεν,

μίαν δικαίων χἁτέραν ἀσεβῶν ὁδόν·

εἰ γὰρ δίκαιος κἀσεβὴς ἕξουσιν ἕν,

ἅρπαζ' ἀπελθών, κλέπτ', ἀποστέρει, κύκα.

μηδὲν πλανηθῇς· ἔστι κἀν Ἅιδου κρίσις

ἥνπερ ποιήσει θεὸς ὁ πάντων δεσπότης,

οὗ τοὔνομα φοβερόν, οὐδ' ἂν ὀνομάσαιμ' ἐγώ,

ὃς τοῖς ἁμαρτάνουσι πρὸς μῆκος βίου

δίδωσι.

2

Θεὸν δὲ ποῖον εἰπέ μοι νοητέον;

{Β.} τὸν πάνθ' ὁρῶντα καὐτὸν οὐχ ὁρώμενον.

πρὸϲ τῶι μυροπωλίωι γὰρ ἀνθρώπων τινῶνἤκουϲα Χαλκοῦν περιπατεῖν κλέπτην τινά·ἄπειροϲ ὢν δὲ τοῦ λεγομένου πράγματο[ϲ],Ἀριϲτομήδη 'νθ' ἠρόμην παριόνθ' ὁρῶν.ὁ δ' ἐνήλατ' εὐθύϲ μοι παραϲτὰϲ [τ]ῶι ϲκ[έ]λειπαίει τε λὰξ πύξ, ὥϲτε μ' ἐκθανεῖν· ἐπεὶμόλιϲ γε φεύγων ἐξέπεϲον ἄλλῃ λ?ά?[θρ]ᾳ.ἀμύγδαλα.Εὐρι[πί]δηϲ πού [φη]ϲιν οὕτ〈ω〉ϲ, [ὅϲ] μόνοϲδύ[να]ται λ?[έ]γ?ε[ιν !!!{Λιθογλύφοϲ}κ(αὶ) οἱ κωμικοὶ δ' αὐτοῦ (sc. Ἀριϲτομήδουϲ Ἀθηναίου τοῦ Χαλκοῦ λε-γομένου) μνη|μονεύουϲι καθάπερ Φιλήμων μ(ὲν) ἐν Λι|θ[ο]γλύφωι· πρὸϲ τῶι μυροπωλίωι γὰρ ἀν|θρώπων τινῶν ἤκουϲα Χαλκοῦν περιπα|τεῖν κλέπτην τινά· ἄπειροϲ ὢν δὲ τοῦ λε|γομ(έν)ου πράγματο[ϲ] Ἀριϲτομήδην ἠρόμην | παριόνθ' ὁρῶν. ὁ δ' ἐνήλατ' εὐθύϲ μοι παρα|ϲτὰϲ τῶι ϲκ[έ]λει παίει τε λὰξ πύξ, ὥϲτε μ' | ἐκθανεῖν· ἐπεὶ μόλιϲ γε φεύγων ἐξέπεϲον | ἄλληι λ?ά?[θρ]α? ‵—′{Παγκρατιαϲτήϲ}{Ὑποβολιμαῖοϲ}{Φιλόϲοφοι}{Incertarum fabularum fragmenta} ΦΙΛ]Η?ΜΟΝΟϹὡϲ ἡδὺ δούλοιϲ⸥ δεϲπόταϲ χρηϲτοὺϲ λαβεῖνκαὶ δεϲπόταιϲι⸥ δοῦλον εὐμενῆ λαβεῖν.μαρτυρ[ε]ῖ δ' αὐ|τῶι καὶ τοῦτ' | εἰκότωϲ ὁ Φι|[λ]ήμων ἐν〉[τα]υθί· Εὐρι〉|[πί]δηϲ πού〉 | [φη]ϲιν, οὗτοϲ | [ὃϲ] μόνοϲ δύ|[να]ται λ[έ]γε[ιν — — — — — — — ]τι τοῦτον Φιλήμων εἰϲά[γει ]ντα κτλ. ὑπερε[κα]τ?ατάϲϲειν εἰϲ πᾶϲαν ποίηϲι[ν ]ν?α?ι?ο?ν εἰϲάγει καὶ Φιλ[ήμων ]χρηϲτόηθεϲ δοξ[ ]θεωροῦντα τὸν α[ κτλ.{ΔΑΚΤΥΛΙΟΣ}σύζηθι {ΦΙΛΗΜΩΝ}

FIF

40a

Εἰ ταῖς ἀληθείαισιν οἱ τεθνηκότες

αἴσθησιν εἶχον, ἄνδρες, ὥς φασίν τινες,

ἀπηγξάμην ἄν, ὥστ' ἰδεῖν Εὐριπίδην.

39

κἂν δοῦλος ᾖ τις, σάρκα τὴν αὐτὴν ἔχει·

φύσει γὰρ οὐδεὶς δοῦλος ἐγενήθη ποτέ

[ἀπὸ τοῦ πάλαι πλάσαντος ἀνθρώπων γένος.ἴσην δὲ πάντων διάθεσιν τοῦ σώματοςἐποίησεν οὗτος ὡς ἐλευθέρου γένους.ἐλευθέρους ἐποίησε πάντας τῇ φύσει,δοῦλον δὲ μετεποίησεν ἡ πλεονεξία.]

FIF

39

ἡ δ' αὖ τύχη τὸ σῶμα κατεδουλώσατο.

χρόνος μαλάσσει πάντα κἀξεργάζεται.ἂν μὲν πλέωμεν ἡμερῶν που τεττάρων,σκεπτόμεθα τἀναγκαῖ' ἑκάστης ἡμέρας.ἂν δῇ δὲ φείσασθαί τι τοῦ γήρως χάριν,οὐ φεισόμεσθ' ἐφόδια περιποιούμενοι;