The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. T. Kock, Comicorum Atticorum fragmenta, vol. 2, Leipzig: Teubner, 1884: 230–235.
CTS identifier
urn:cts:greekLit:tlg0489.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

tit,ante 1

{ΑΔΩΝΙΑΖΟΥΣΑΙ}{ΑΝΤΥΛΛΟΣ}

tit 1-2

{ΑΣΚΛΗΠΙΟΣ}

1

ἐνέσεισε μεστὴν ἴσον ἴσῳ μετανιπτρίδα

μεγάλην ὑπειπὼν τῆς Ὑγιείας τοὔνομα.

tit 3

{ΑΤΑΛΑΝΤΗ}

3

κἂν δέῃ, τροχάζω στάδια πλείω Σωτάδου,

τὸν Ταυρέαν δὲ τοῖς πόνοις ὑπερβαλῶ,

τὸν Κτησίαν τε τῷ φαγεῖν ὑπερδραμῶ.

tit 4

{ΑΧΙΛΛΕΥΣ}

4

Πηλεύς· ὁ Πηλεὺς δ' ἐστὶν ὄνομα κεραμέως,

ξηροῦ λυχνοποιοῦ, Κανθάρου, πενιχροῦ πάνυ,

ἀλλ' οὐ τυράννου νὴ Δία.

tit,ante 5

{ΚΕΦΑΛΟΣ}

tit 5

{ΚΟΡΙΝΘΙΑΣΤΗΣ}

5

ὡς τακερόν, ὦ Ζεῦ, καὶ μαλακὸν τὸ βλέμμ' ἔχει.

οὐκ ἐτὸς ἑταίρας ἱερόν ἐστι πανταχοῦ,

ἀλλ' οὐχὶ γαμετῆς οὐδαμοῦ τῆς Ἑλλάδος.

tit 6-9

{ΚΥΝΑΓΙΣ}

6

παῦσαι γέρων ὢν τοὺς τρόπους. οὐκ οἶσθ' ὅτι

ἥδιστόν ἐστιν ἀποθανεῖν βινοῦνθ' ἅμα,

ὥσπερ λέγουσιν ἀποθανεῖν Φορμίσιον;

7

τί δεῖ γὰρ ὄντα θνητόν, ἱκετεύω, ποιεῖν,

πλὴν ἡδέως ζῆν τὸν βίον καθ' ἡμέραν,

ἐὰν ἔχῃ τις ὁπόθεν; ἀλλὰ δεῖ σκοπεῖν

τοῦτ' αὐτό, τἀνθρώπει' ὁρῶντα πράγματα,

εἰς αὔριον δὲ μηδὲ φροντίζειν ὅ τι

ἔσται· περίεργόν ἐστιν ἀποκεῖσθαι πάνυ

ἕωλον ἔνδον ἀργύριον.

8

οὐκ ἐτὸς ἑταίρας ἱερόν ἐστι πανταχοῦ,

ἀλλ' οὐχὶ γαμετῆς οὐδαμοῦ τῆς Ἑλλάδος.

9

οὐχὶ Κερκώπη μὲν ἤδη γέγον' ἔτη τρισχίλια,

ἡ δὲ Διοπείθους ἀηδὴς Τέλεσις ἕτερα μυρία;

Θεολύτην δ' οὐδ' οἶδεν οὐδείς, ὅτε τὸ πρῶτον ἐγένετο.

οὐχὶ Λαῒς μὲν τελευτῶς' ἀπέθανεν βινουμένη,

Ἰσθμιὰς δὲ καὶ Νέαιρα κατασέσηπε καὶ Φίλα;

Κοσσύφας δὲ καὶ Γαλήνας καὶ Κορώνας οὐ λέγω·

περὶ δὲ Ναΐδος σιωπῶ· γομφίους γὰρ οὐκ ἔχει.

tit 10

{ΛΑΜΠΑΔΗΦΟΡΟΙ}

10

καὶ χειροβαρὲς σαρκὸς ὑείας

θετταλότμητον κρέας

tit 11

{ΜΕΛΕΑΓΡΟΣ}

11

οὐ πρὸς γυναικὸς ὁ κόρος. οἴκαδ', ὦ κόρη,

ἄπιθ' ἀμπαλίνορρος.

tit 12

{ΜΗΝΕΣ}

12

τίς ἐστι μαιμακτηριών; {Β.} μὴν δικάσιμος.

tit 13-15

{ΟΙΝΟΠΙΩΝ}

13

θνητῶν δ' ὅσοι

ζῶσιν κακῶς ἔχοντες ἄφθονον βίον,

ἐγὼ μὲν αὐτοὺς ἀθλίους εἶναι λέγω·

οὐκ ἂν θανὼν δήπουθεν ἔγχελυν φάγοις,

οὐδ' ἐν νεκροῖσι πέττεται γαμήλιος.

14-15

ὁ μάγειρος οὗτος Πατανίων προσελθέτω.. . . . . . . . . . . . . .

πλείους Στρατονίκου τοὺς μαθητάς μοι δοκεῖ

ἕξειν Πατανίων.

tit 16-17

{ΤΗΡΕΥΣ}

16

πεπωκέναι δοκεῖ τὸν κατὰ δύο

καὶ τρεῖς ἀκράτου.

17

ἐπίπλο[ι]ον

tit 18

{ΦΙΛΑΥΛΟΣ}

18

ὦ Ζεῦ, καλόν γ' ἔστ' ἀποθανεῖν αὐλούμενον·

τούτοις ἐν ᾅδου γὰρ μόνοις ἐξουσία

ἀφροδισιάζειν ἐστίν, οἱ δὲ τοὺς τρόπους

ῥυπαροὺς ἔχοντες μουσικῆς ἀπειρίᾳ,

εἰς τὸν πίθον φέρουσι τὸν τετρημένον.

tit 19-20

{ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ}

20

χλαμὺς ὁλόλευκος

{<ΑΔΩΝΙΑΖΟΥΣΑΙ. ΑΝΤΥΛΛΟΣ.>}{<ΑΣΚΛΗΠΙΟΣ.>}

1

Ἐνέσεισε μεστὴν ἴσον ἴσῳ μετανιπτρίδα

μεγάλην ἐπειπὼν τῆς Ὑγιείας τοὔνομα.

{<ΑΤΑΛΑΝΤΗ.>}

3

Κἂν δῇ, τροχάζω στάδια πλείω Σωτάδου,

τὸν Ταυρέαν δὲ τοῖς πόνοις ὑπερβαλῶ,

τὸν Κτησίαν δὲ τῷ φαγεῖν ὑπερδραμῶ.

{<ΑΧΙΛΛΕΥΣ.>}

4

Πηλεύς; ὁ Πηλεὺς δ' ἐστὶν ὄνομα κεραμέως,

ξηροῦ λυχνοποιοῦ, Κανθάρου, πενιχροῦ πάνυ,

ἀλλ' οὐ τυράννου νὴ Δία.

{<ΚΟΡΙΝΘΙΑΣΤΗΣ.>}

5

Ὡς τακερόν, ὦ Ζεῦ, καὶ μαλακὸν τὸ βλέμμ' ἔχει.

οὐκ ἐτὸς ἑταίρας ἱερόν ἐστι πανταχοῦ,

ἀλλ' οὐχὶ γαμετῆς οὐδαμοῦ τῆς Ἑλλάδος.

{<ΚΥΝΑΓΙΣ.>}

9

Οὐχὶ Κερκώπη μὲν ἤδη γέγον' ἔτη τρισχίλια,

ἡ δὲ Διοπείθους ἀειδὴς Τέλεσις ἕτερα μυρία;

Θεολύτην δ' οὐδ' οἶδεν οὐδείς, ὅτε τὸ πρῶτον ἐγένετο.

οὐχὶ Λαῒς μὲν τελευτῶς' ἀπέθανεν βινουμένη,

Ἰσθμιὰς δὲ καὶ Νέαιρα κατασέσηπε καὶ Φίλα;

Κοσσύφας δὲ καὶ Γαλήνας καὶ Κορώνας οὐ λέγω·

περὶ δὲ Ναΐδος σιωπῶ· γομφίους γὰρ οὐκ ἔχει.

6

Παῦσαι γέρων ὢν τοὺς τρόπους. οὐκ οἶσθ' ὅτι

ἥδιστόν ἐστιν ἀποθανεῖν βινοῦνθ' ἅμα,

ὥσπερ λέγουσιν ἀποθανεῖν Φορμίσιον;

7

τί δεῖ γὰρ ὄντα θνητόν, ἱκετεύω, ποιεῖν,

πλὴν ἡδέως ζῆν τὸν βίον καθ' ἡμέραν,

ἐὰν ἔχῃ τις ὁπόθεν. ἀλλὰ δεῖ σκοπεῖν

τοῦτ' αὐτό, τἀνθρώπει' ὁρῶντα πράγματα,

εἰς αὔριον δὲ μηδὲ φροντίζειν ὅ τι

ἔσται· περίεργόν ἐστιν ἀποκεῖσθαι πάνυ

ἕωλον ἔνδον ἀργύριον.

8

Οὐκ ἐτὸς ἑταίρας ἱερόν ἐστι πανταχοῦ,

ἀλλ' οὐχὶ γαμετῆς οὐδαμοῦ τῆς Ἑλλάδος.

{<ΛΑΜΠΑΔΗΦΟΡΟΙ.>}

10

Καὶ χειροβαρὲς σαρκὸς ὑείας

θετταλότμητον κρέας.

{<ΜΕΛΕΑΓΡΟΣ.>}

11

Οὐ πρὸς γυναικὸς ὁ χορός. οἴκαδ' ὦ κόρη

ἄπιθ' ἀμπαλίνορος.

{<ΜΗΝΕΣ.>}

12

Τίς ἐστι Μαιμακτηριών; {Β.} μὴν δικάσιμος.

{<ΟΙΝΟΠΙΩΝ.>}

13

Θνητῶν δ' ὅσοι

ζῶσιν κακῶς ἔχοντες ἄφθονον βίον,

ἐγὼ μὲν αὐτοὺς ἀθλίους εἶναι λέγω·

οὐ γὰρ θανὼν δήπουθ' ἂν ἔγχελυν φάγοις,

οὐδ' ἐν νεκροῖσι πέττεται γαμήλιος.

14-15

Ὁ μάγειρος οὗτος Πατανίων προσελθέτω.

Πλείους Στρατονίκου τοὺς μαθητάς μοι δοκεῖ

ἕξειν Πατανίων.

{<ΤΗΡΕΥΣ.>}

16

Πεπωκέναι δοκεῖ τὸν κατὰ δύο

καὶ τρεῖς ἀκράτου.

{<ΦΙΛΑΥΛΟΣ.>}

18

Ὦ Ζεῦ, καλόν γ' ἔστ' ἀποθανεῖν αὐλούμενον·

τούτοις ἐν ᾅδου γὰρ μόνοις ἐξουσία

ἀφροδισιάζειν ἐστίν, οἱ δὲ τοὺς τρόπους

ῥυπαροὺς ἔχοντες μουσικῆς ἀπειρίᾳ,

εἰς τὸν πίθον φέρουσι τὸν τετρημένον.

αὐτόματοϲ.