The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. T. Kock, Comicorum Atticorum fragmenta, vol. 3, Leipzig: Teubner, 1888: 301–312.
CTS identifier
urn:cts:greekLit:tlg0490.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

tit 1-3

{ΑΔΩΝΙΑΖΟΥΣΑΙ}

1

ἀναμασχαλιστῆρας

2

γυναί

3

κατεύχεσθαι

tit 4

{ΑΜΦΙΑΡΕΩΣ}

4

ὄστρει', ἀκαλήφας καὶ λεπάδας παρέθηκέ μοι.

tit 5-8

{ΑΝΑΝΕΟΥΣΑ}

5

ἔπειτ' ἐπὶ τούτοις πᾶσιν ἧκ' ὄρχεις φέρων

πολλούς. τὰ μὲν οὖν γύναια τἄλλ' ἠκκίζετο,

ἡ δ' ἀνδροφόνος Γνάθαινα γελάσασα

‘καλοί γε’, φησίν, ‘οἱ νεφροί, νὴ τὴν φίλην

Δήμητρα.’ καὶ δύ' ἁρπάσασα κατέπιεν,

ὥσθ' ὑπτίους ὑπὸ τοῦ γέλωτος καταπεσεῖν.

6

ἔλεγον ἐγώ σοι μὴ γαμεῖν, ζῆν δ' ἡδέως.

τὸ Πλάτωνος ἀγαθὸν δ' ἐστὶ τοῦτο, Φειδύλε,

μὴ λαμβάνειν γυναῖκα, μηδὲ τῇ τύχῃ

διὰ πλειόνων αὑτὸν προβάλλειν πραγμάτων.

7

ὅταν δ' ἁμαρτάνῃς τι, χαῖρ' ἡττώμενος·

μάλιστα γὰρ οὕτω σῴζεται τὸ συμφέρον.

8

ψωμοκολακεύων καὶ παρεισιὼν ἀεί

tit 9

{ΑΡΓΥΡΙΟΥ ΑΦΑΝΙΣΜΟΣ}

9

ἀλλ' ἔλεος ἐμπέπτωκέ τίς μοι τῶν ὅλων,

ὅταν ἀπορουμένους μὲν ἀνθρώπους ἴδω

ἐλευθέρους, μαστιγίας δ' ἀπ' ἀργυροῦ

πίνακος ἄγοντος μνᾶν τάριχος ἐνίοτε

δυοῖν ὀβολῶν ἔσθοντας ἢ τριωβόλου,

καὶ κάππαριν χαλκῶν τριῶν ἐν τρυβλίῳ

ἄγοντι πεντήκοντα δραχμὰς ἀργυρῷ·

πρότερον δὲ φιάλην ἦν ἀνακειμένην ἰδεῖν

ἐργῶδες. {Β.} ἀμέλει τοῦτο μὲν καὶ νῦν ἔτι·

ἂν γὰρ ἀναθῇ τις, εὐθὺς ἕτερος ἥρπασεν.

tit 10

{ΑΥΛΟΙ}

10

τοὺς δὲ πυριέφθας καὶ τὰ λάχανα ταῦτ' ἔχων

tit 11

{ΒΑΣΑΝΙΖΟΜΕΝΗ}

11

ἐπανακάμψαι

tit,ante 12

{[ΚΟΘΟΡΝΟΙ]}

tit 12-13

{ΛΑΚΙΑΔΑΙ}

12

κράτιστόν ἐστι τοῦτον ἐκτεμεῖν, γύναι,

τὸν δίφρον· ἄχρηστα παντελῶς τὰ σπαρτία·

ἕτερον δὲ καινὸν ἐμβαλεῖν αὐτῷ τόνον.

13

ὀρθῶς γε τὴν ῥύμην ὡδοιπορήκαμεν.

tit 14

{ΜΑΣΤΡΟΠΟΣ}

14

ἀπόστασις

tit 15

{ΟΛΥΝΘΙΑ}

15

οὐ χαλεπόν ἐστι τῷ κακῶς διακειμένῳ

εἰπεῖν τιν' ἐσθίοντα ‘μὴ κακῶς ἔχε’,

πύκτῃ τ' ἐπιτιμᾶν οὐδὲν ἔργον μαχομένῳ,

αὐτὸν μάχεσθαι δ' οὐκέτ' ἐστὶ ῥᾴδιον.

ἕτερόν τι τὸ λέγειν ἐστὶ τοῦ πεπονθέναι.

tit 16-17

{ΣΥΝΕΚΠΛΕΟΥΣΑΙ}

16

ὁ φανὸς ἡμῖν οὐκ ἔφαινεν οὐδὲ ἕν.

{Β.} ἔπειτα φυσᾶν δυστυχὴς οὐκ ἠδύνω;

17

ὅταν ἐξίῃς,

παραγώγιον ὧν ἂν ἐκφέρῃ ς' εἰσπράξομαι.

tit 18

{ΦΙΛΑΔΕΛΦΟΙ}

18

ὅταν ἀτυχεῖν σοι συμπέσῃ τι, δέσποτα,

Εὐριπίδου μνήσθητι, καὶ ῥᾴων ἔσει.

‘οὐκ ἔστιν ὅστις πάντ' ἀνὴρ εὐδαιμονεῖ.’

εἶναι δ' ὑπόλαβε καὶ σὲ τῶν πολλῶν ἕνα.

tit 19

{ΦΙΛΑΘΗΝΑΙΟΣ}

19

τοῖς συκαμίνοις δ' ἀντὶ τοῦ φύκους ὅλον

τὸ πρόσωπον

tit 20

{ΦΙΛΑΡΓΥΡΟΣ}

20

πλακοῦντες, ἐπιδορπίσματ', ᾠά, σήσαμα·

ὅλην λέγοντ' ἄν μ' ἐπιλείποι τὴν ἡμέραν.

tit 21

{ΦΙΛΑΡΧΟΣ}

21

μακρὸν ποιῶ

tit 22-24

{ΦΙΛΕΥΡΙΠΙΔΗΣ}

22

πόστην ὑφοδώσεις, παιδάριον, ῥύμην; {Β.} τρίτην.

ὁ γὰρ στενωπὸς οὗτος ἐν Ἀθήνησιν ἦν.

23

οὗτος οἴεται περισπάσειν

κερμάτιον αὐτοῦ.

24

περικατάληπτος γίνομαι.

tit 25-40

{ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ}

25

ὁ τὸν ἐνιαυτὸν συντεμὼν εἰς μῆν' ἕνα,

ὁ τὴν ἀκρόπολιν πανδοκεῖον ὑπολαβὼν

καὶ τὰς ἑταίρας εἰσαγαγὼν τῇ παρθένῳ,

δι' ὃν ἀπέκαυσεν ἡ πάχνη τὰς ἀμπέλους,

δι' ὃν ἀσεβοῦνθ' ὁ πέπλος διερράγη μέσος,

τὰς τῶν θεῶν τιμὰς ποιοῦντ' ἀνθρωπίνας.

ταῦτα καταλύει δῆμον, οὐ κωμῳδία.

26

οὐκ ἔστιν ‘ἐμεθύσθην, πάτερ’ λέγοντα

‘ἥμαρτον’, ὥστε πρὸς ἐμὲ συγγνώμης τυχεῖν.

ὁ γὰρ εἰς τὸν ἀσθενῆ βίᾳ τι, Πάμφιλε,

ποιῶν ὑβρίζειν, οὐχ ἁμαρτάνειν δοκεῖ.

27

τὰ ποτήρι' ἂν ἴδῃς τὰ παρεσκευασμένα,

ἅπαντα χρυσᾶ, Τρόφιμε, νὴ τὸν οὐρανόν,

ὑπερήφανα. ἐγὼ μὲν γὰρ ἐξέστην ἰδών.

κρατῆρες ἀργυροῖ, κάδοι μείζους ἐμοῦ.

28

αἰσχρὰν γυναῖκ' ἔγημας, ἀλλὰ πλουσίαν·

κάθευδ' ἀηδῶς ἡδέως μασώμενος.

29

ὁ τραχύτατος δὲ συκοφάντης μνᾶς δύο

λαβὼν ἄπεισιν ἀρνίου μαλακώτερος.

31

ἀποστρεφομένης τὴν κορυφὴν φιλεῖς μόλις.

32

ὁ κοινὸς ἰατρός σε θεραπεύσει χρόνος.

33

ἁλύσιον εἶχε τετταράκοντ' ἄγον δραχμάς.

34

τυροὺς καὶ ταρίχους

35

ἐξαλλάξαι

36

κοράσιον

37

κοσκινομάντεις

38

λυχνοῦχον

39

μυρίνης

40

συνεπαινεῖν

{<ΑΔΩΝΙΑΖΟΥΣΑΙ.>}{<ΑΜΦΙΑΡΑΟΣ.>}

4

Ὄστρει', ἀκαλήφας καὶ λεπάδας παρέθηκέ μοι.

{<ΑΝΑΝΕΩΣΙΣ.>}

5

Ἔπειτ' ἐπὶ τούτοις πᾶσιν ἧκ' ὄρχεις φέρων

πολλούς. τὰ μὲν οὖν γύναια τἄλλ' ἠκκίζετο,

ἡ δ' ἀνδροφόνος Γνάθαινα γελάσασα * *

καλοί γε, φησίν, οἱ νεφροί, νὴ τὴν φίλην

Δήμητρα. καὶ δύ' ἁρπάσασα κατέπιεν,

ὥσθ' ὑπτίους ὑπὸ τοῦ γέλωτος καταπεσεῖν.

6

Ἔλεγον ἐγώ σοι μὴ γαμεῖν, ζῆν δ' ἡδέως.

τὸ Πλάτωνος ἀγαθὸν δ' ἐστὶ τοῦτο, Φειδύλε,

μὴ λαμβάνειν γυναῖκα, μηδὲ τῇ τύχῃ

διὰ πλειόνων αὑτὸν παραβάλλειν πραγμάτων.

7

Ὅταν δ' ἁμαρτάνῃς τι, χαῖρ' ἡττώμενος·

μάλιστα γὰρ οὕτω σώζεται τὸ συμφέρον.

8

Ψωμοκολακεύων καὶ παρεισιὼν ἀεί.

{<ΑΡΓΥΡΙΟΥ ΑΦΑΝΙΣΜΟΣ.>}

9

Ἀλλ' ἔλεος ἐμπέπτωκέ τίς μοι τῶν ὅλων,

ὅταν ἀπορουμένους μὲν ἀνθρώπους ἴδω

ἐλευθέρους, μαστιγίας δ' ἐπ' ἀργυροῦ

πίνακος ἄγοντος μνᾶν τάριχον ἐνίοτε

δυοῖν ὀβολῶν ἔσθοντας ἢ τριωβόλου,

καὶ κάππαριν χαλκῶν τριῶν ἐν τρυβλίῳ

ἄγοντι πεντήκοντα δραχμὰς ἀργυρῷ·

πρότερον δὲ φιάλην ἦν ἀνακειμένην ἰδεῖν

ἐργῶδες. {Β.} ἀμέλει τοῦτο μὲν καὶ νῦν ἔτι·

ἂν γὰρ ἀναθῇ τις, εὐθὺς ἕτερος ἥρπασεν.

{<ΑΥΛΟΙ.>}

10

Τοὺς δὲ πυριέφθας καὶ τὰ λάχανα ταῦτ' ἔχων.

{<ΒΑΣΑΝΙΖΟΜΕΝΗ.>}{<ΛΑΚΙΑΔΑΙ.>}

12

Κράτιστόν ἐστι τοῦτον ἐκτεμεῖν, γύναι,

τὸν δίφρον· ἄχρηστα παντελῶς τὰ σπαρτία·

ἕτερον δὲ καινὸν ἐμβαλεῖν αὐτῷ τόνον.

13

Ὀρθῶς γε τὴν ῥύμην ὁδοιπεπορήκαμεν.

{<ΜΑΣΤΡΟΠΟΣ.>}{<ΟΛΥΝΘΙΑ.>}

15

Οὐ χαλεπόν ἐστι τῷ κακῶς διακειμένῳ

εἰπεῖν τιν' ἐσθίοντα „μὴ κακῶς ἔχε“,

πύκτῃ τ' ἐπιτιμᾶν οὐδὲν ἔργον μαχομένῳ.

αὐτὸν μάχεσθαι δ' οὐκ ἔτ' ἐστὶ ῥᾴδιον.

ἕτερόν τι τὸ λέγειν ἐστὶ τοῦ πεπονθέναι.

{<ΣΥΜΠΛΕΟΥΣΑΙ.>}

16

Ὁ φανὸς ἡμῖν οὐκ ἔφαινεν οὐδὲ ἕν.

{Β.} ἔπειτα φυσᾶν δυστυχὴς οὐκ ἠδύνω;

{<ΦΙΛΑΔΕΛΦΟΙ.>}

18

Ὅταν ἀτυχεῖν σοι συμπέσῃ τι, δέσποτα,

Εὐριπίδου μνήσθητι, καὶ ῥᾴων ἔσει.

”οὐκ ἔστιν ὅστις πάντ' ἀνὴρ εὐδαιμονεῖ.”

εἶναι δ' ὑπόλαβε καὶ σὲ τῶν πολλῶν ἕνα.

{<ΦΙΛΑΘΗΝΑΙΟΣ.>}

19

Τοῖς συκαμίνοις δ' ἀντὶ τοῦ φύκους ὅλον

τὸ πρόσωπον.

{<ΦΙΛΑΡΓΥΡΟΣ.>}

20

Πλακοῦντες, ἐπιδορπίσματ', ᾠά, σήσαμα·

ὅλην λέγοντ' ἄν μ' ἐπιλίποι τὴν ἡμέραν.

{<ΦΙΛΑΡΧΟΣ.>}{<ΦΙΛΕΥΡΙΠΙΔΗΣ.>}Πόστην ὑφοδώσεις παιδάριον ῥύμην; {Β.} τρίτην.

23

Οὗτος οἴεται

περισπάσειν κερμάτιον αὐτοῦ.

{EX INCERTIS FABULIS.}

25

Ὁ τὸν ἐνιαυτὸν συντεμὼν εἰς μῆν' ἕνα,

ὁ τὴν ἀκρόπολιν πανδοκεῖον ὑπολαβών

καὶ τὰς ἑταίρας εἰσαγαγὼν τῇ παρθένῳ.

Δι' ὃν ἀπέκαυσεν ἡ πάχνη τὰς ἀμπέλους,

δι' ὃν ἀσεβοῦντα δ' ὁ πέπλος ἐρράγη μέσος,

τὰς τῶν θεῶν τιμὰς ποιοῦντ' ἀνθρωπίνας.

ταῦτα καταλύει δῆμον, οὐ κωμῳδία.

Ἀποστρεφομένης τὴν κορυφὴν φιλεῖς μόλις.Οὐκ ἔστιν „ἐμεθύσθην πάτερ“ λέγοντα

26

”ἥμαρτον”, ὥστε πρὸς σέ με συγγνώμης τυχεῖν.

ὁ γὰρ εἰς τὸν ἀσθενῆ βίᾳ τι, Πάμφιλε,

ποιῶν, ὑβρίζειν, οὐχ ἁμαρτάνειν δοκεῖ.

27

Τὰ ποτήρι' ἂν ἴδῃς τὰ παρεσκευασμένα,

ἅπαντα χρυσᾶ, Τρόφιμε, νὴ τὸν οὐρανόν,

ὑπερήφανα. ἐγὼ μὲν γὰρ ἐξέστην ἰδών.

κρατῆρες ἀργυροῖ, κάδοι μείζους ἐμοῦ.

28

Αἰσχρὰν γυναῖκ' ἔγημας, ἀλλὰ πλουσίαν.

κάθευδ' ἀηδῶς ἡδέως μασώμενος.

29

Ὁ τραχύτατος δὲ συκοφάντης μνᾶς δύο