The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. T. Kock, Comicorum Atticorum fragmenta, vol. 2, Leipzig: Teubner, 1884: 443–444.
CTS identifier
urn:cts:greekLit:tlg0491.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

tit,ante 1

{ΑΔΩΝΙΣ ΑΡΤΕΜΙΔΟΣ ΚΑΙ ΑΠΟΛΛΩΝΟΣ ΓΟΝΑΙ ΔΙΟΣ ΓΟΝΑΙ}{ΕΡΜΟΥ ΚΑΙ ΑΦΡΟΔΙΤΗΣ ΓΟΝΑΙ}{ΘΕΜΙΣΤΟΚΛΗΣ}{ΟΛΥΜΠΟΣ ΠΑΝΟΣ ΓΟΝΑΙ}

tit 1

{ΦΙΛΑΡΓΥΡΟΙ}

1

εἰς τὸ μεταπεῖσαι ῥᾳδίως ἃ βούλεται

πιθανοὺς ἔχειν εἴωθεν ἡ κλίνη λόγους.

tit 2-3

{ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ}

2

ὁ Πειραιεὺς κάρυον μέγ' ἐστὶ καὶ κενόν.

3

χρηστῶν σφόδρ' ἔσθ' ἡ Χαλκὶς Ἑλλήνων πόλις.

tit 4-5

{ΑΜΦΙΣΒΗΤΗΣΙΜΑ}

4

οὐκ ἔστιν, ὦ μάταιε, σὺν ῥᾳθυμίᾳ

τὰ τῶν πονούντων μὴ πονήσαντας λαβεῖν.

5

πολιτογραφεῖν

{<ΦΙΛΑΡΓΥΡΟΙ.>}

1

Εἰς τὸ μεταπεῖσαι ῥᾳδίως ἃ βούλεται

πιθανοὺς ἔχειν εἴωθεν ἡ κλίνη λόγους.

{EX FABULIS INCERTIS.}

4

Οὐκ ἔστιν ὦ μάταιε σὺν ῥᾳθυμίᾳ

τὰ τῶν πονούντων μὴ πονήσαντας λαβεῖν.

2

Ὁ Πειραιεὺς κάρυον μέγ' ἐστὶ καὶ κενόν.

3

Χρηστῶν σφόδρ' ἔσθ' ἡ Χαλκὶς Ἑλλήνων πόλις.

{Διὸϲ Γοναί}{(ῬΕΑ)} ‘τί οὖν ἐμοὶ τ?ῶ?ν? ϲ?[ῶν μέ]λει;’ φαίη τιϲ ἂνὑμῶν. ἐγὼ δ' ἐρῶ [τ]ὸ Ϲοφοκλέουϲ ἔποϲ·{Χ}‘πέπονθα δεινά.’ πάντα μοι γέρων Κρ[όνοϲ{Χ}τὰ παιδί' ἐκπίνει τε καὶ κατεϲθίει,ἐμοὶ δὲ τούτων προϲδίδωϲιν οὐδὲ ἕν,ἀλλ' αὐτὸϲ ἔρδει χειρὶ καὶ Μεγαράδ' ἄγωνὅ τι ἂν τέκω 'γὼ τοῦτο πωλῶν ἐϲθίει.δέδοικε γὰρ τὸν χρηϲμὸν ὥϲπερ κυν[ἔχρηϲε γὰρ Κρόνωι ποθ' Ἁπόλλων δραχ[μήν,κἆιτ' οὐκ ἀπέλαβε. ταῦτα δὴ θυμὸν πνέ[ωνἑτέραν ἔχρηϲε[ν οὐκέτι] δρα[χ]μῶ[ν ἀ]ξ[ίαν,οὐ ϲκευάρια, μὰ τὸν Δί', οὐδὲ χρήματα,ἐκ τῆϲ βαϲιλείαϲ δ' ἐκπεϲεῖν ὑπὸ π[αιδίου.τοῦ]τ' οὖν δεδοικὼϲ πάντα καταπί[νει τέκνα.— — — — — — — — — — — — — — —