The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. T. Kock, Comicorum Atticorum fragmenta, vol. 3, Leipzig: Teubner, 1888: 333–334.
CTS identifier
urn:cts:greekLit:tlg0495.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

tit 1

{ΑΥΛΗΤΡΙΔΕΣ}

1

δύνασαι σιωπᾶν; {Β.} ὥστε τοὺς τὰς διαλύσεις

συντιθεμένους κεκραγέναι δοκεῖν.

tit 2

{ΜΙΣΟΥΜΕΝΗ}

2

μύρτων λέγουσιν καὶ μέλιτος ἐγκώμια,

καὶ τῶν προπυλαίων καὶ τέταρτον ἰσχάδων·

τούτων ἐγευσάμην καταπλεύσας εὐθέως—

{Β.} καὶ τῶν προπυλαίων; {Α.} κοὐδὲν ἦν τούτων ὅλως

πρὸς ἀτταγῆνα συμβαλεῖν τῶν βρωμάτων.

tit,ante 3

{ΠΟ(Ι)ΗΤΗΣ}

tit 3

{ΦΥΛΑΡΧΟΣ}

3

τρίτον δὲ πρὸς τούτοισι τὸν σοφώτατον

Χαίριππον. οὗτος, ὥσπερ οἶδας, ἐσθίει

μέχρι ἂν διδῷ τις ἢ λάθῃ διαρραγείς.

τοιοῦτ' ἔχει ταμιεῖον ὥσπερ οἰκίας.

tit 4-5

{ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ}

4

μὰ τὴν Ἀφροδίτην οὐκ ἂν ὑπομείναιμ' ἔτι,

Πυθιάς, ἑταιρεῖν. χαιρέτω· μή μοι λέγε·

ἀπέτυχον· οὐδὲν πρὸς ἐμέ· καταλῦσαι θέλω.

εὐθὺς ἐπιχειρήσασα φίλον ἔσχον τινὰ

στρατιωτικόν· διαπαντὸς οὗτος τὰς μάχας

ἔλεγεν, ἐδείκνυ' ἅμα λέγων τὰ τραύματα,

εἰσέφερε δ' οὐδέν. δωρεὰν ἔφη τινὰ

παρὰ τοῦ βασιλέως λαμβάνειν, καὶ ταῦτ' ἀεὶ

ἔλεγεν· διὰ ταύτην ἣν λέγω τὴν δωρεὰν

ἐνιαυτὸν ἔσχε μ' ὁ κακοδαίμων δωρεάν.

ἀφῆκα τοῦτον, λαμβάνω δ' ἄλλον τινά,

ἰατρόν. οὗτος εἰσάγων πολλούς τινας

ἔτεμν', ἔκαε, πτωχὸς ἦν καὶ δήμιος.

δεινότερος οὗτος θατέρου μοι κατεφάνη.

ὁ μὲν διήγημ' ἔλεγεν, ὁ δ' ἐποίει νεκρούς.

τρίτῳ συνέζευξ' ἡ τύχη με φιλοσόφῳ,

πώγων' ἔχοντι καὶ τρίβωνα καὶ λόγον.

εἰς προὖπτον ἦλθον ἐμπεσοῦσα δὴ κακόν·

οὐδὲν ἐδίδου γάρ· εἴ τι δ' αἰτοίην, ἔφη

οὐκ ἀγαθὸν εἶναι τἀργύριον. ἔστω κακόν,

διὰ τοῦτο δός μοι, ῥῖψον· οὐκ ἐπείθετο.

{<ΑΥΛΗΤΡΙΔΕΣ.>}

1

Δύνασαι σιωπᾶν; {Β.} ὥστε τοὺς τὰς διαλύσεις

συντιθεμένους κεκραγέναι [πᾶσιν] δοκεῖν.

{<ΜΙΣΟΥΜΕΝΗ.>}

2

Μύρτων λέγουσι καὶ μέλιτος ἐγκώμια,

καὶ τῶν προπυλαίων καὶ τέταρτον ἰσχάδων.

τούτων ἐγευσάμην καταπλεύσας εὐθέως

καὶ τῶν προπυλαίων· κοὐδὲν ἦν τούτων ὅλως

πρὸς ἀτταγῆνα συμβαλεῖν τῶν βρωμάτων.

{<ΦΥΛΑΡΧΟΣ.>}

3

Τρίτον δὲ πρὸς τούτοισι τὸν σοφώτατον

Χαίριππον. οὗτος, ὥσπερ οἶδας, ἐσθίει

μέχρι ἂν διδῷ τις ἢ λάθῃ διαρραγείς.

τοιοῦτ' ἔχει ταμιεῖον ὥσπερ οἰκίας.

{EX INCERTA FABULA.}

4

Μὰ τὴν Ἀφροδίτην οὐκ ἂν ὑπομείναιμ' ἔτι,

Πυθιάς, ἑταιρεῖν. χαιρέτω· μή μοι λέγε·

ἀπέτυχον· οὐδὲν πρὸς ἐμέ· καταλῦσαι θέλω.

εὐθὺς ἐπιχειρήσασα φίλον εἶχόν τινα

στρατιωτικόν· διαπαντὸς οὗτος τὰς μάχας

ἔλεγεν, ἐδείκνυ' ἅμα λέγων τὰ τραύματα,

εἰσέφερε δ' οὐδέν. δωρεὰν ἔφη τινά

παρὰ τοῦ βασιλέως λαμβάνειν, καὶ ταῦτ' ἀεί

ἔλεγεν· διὰ ταύτην ἣν λέγω τὴν δωρεάν

ἐνιαυτὸν ἔσχε μ' ὁ κακοδαίμων δωρεάν.

ἀφῆκα τοῦτον, λαμβάνω δ' ἄλλον τινά,

ἰατρόν. οὗτος εἰσάγων πολλούς τινας

ἔτεμν', ἔκαε, πτωχὸς ἦν καὶ δήμιος.

δεινότερος οὗτος θατέρου μοι κατεφάνη.

ὁ μὲν διήγημ' ἔλεγεν, ὁ δ' ἐποίει νεκρούς.

τρίτῳ συνέζευξ' ἡ τύχη με φιλοσόφῳ,

πώγων' ἔχοντι καὶ τρίβωνα καὶ λόγον.

εἰς προὖπτον ἦλθον ἐμπεσοῦσα δὴ κακόν·

οὐδὲν ἐδίδου γάρ· εἴ τι δ' αἰτοίμην, ἔφη

οὐκ ἀγαθὸν εἶναι τἀργύριον. ἔστω κακόν,

διὰ τοῦτο δός μοι, ῥῖψον· οὐκ ἐπείθετο.

{Αὐλητρίδεϲ}