The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. T. Kock, Comicorum Atticorum fragmenta, vol. 1, Leipzig: Teubner, 1880: 601–627, 629–659, 661–667.
CTS identifier
urn:cts:greekLit:tlg0497.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

t1-8

{ΑΔΩΝΙΣ}

1

εἶτ' οὐχ ὑπέρου μοι περιτροπὴ γενήσεται;

2

περὶ τῶν δὲ πλευρῶν οὐδεμίαν ὤραν ἔχεις.

3

ὦ Κινύρα, βασιλεῦ Κυπρίων ἀνδρῶν δασυπρώκτων,

παῖς σοι κάλλιστος μὲν ἔφυ θαυμαστότατός τε

πάντων ἀνθρώπων, δύο δ' αὐτὸν δαίμον' ὀλεῖτον,

ἡ μὲν ἐλαυνομένη λαθρίοις ἐρετμοῖς, ὁ δ' ἐλαύνων.

4

Ἀδώνιον

5

ἀφοδεῦσαι

6

ὁ δὲ ἀχυρός

7

λειποτάξιον

8

τυροκνῆστις

t9-13

{ΑΙ ΑΦ ΙΕΡΩΝ}

9

οὐδ' ὅστις αὐτῆς ἐκπίεται τὰ χρήματα.

10

δότω τὴν κιθάραν τις ἔνδοθεν

καὶ τοὐπιπόρπαμα.

11

πόθεν ὁρμιὰ καὶ κάλαμος;

12

λέπει τραχεῖαν ἔχων

13

μαλλωτὰς χλαμύδας

t14

{[ΑΜΦΙΑΡΕΩΣ]}

14

καὶ νὴ Δί' εἰ Πάμφιλόν γε φαίης

κλέπτειν τὰ κοίν' ἅμα τε συκοφαντεῖν.

t15-18

{ΓΡΥΠΕΣ}

15

ἀνηρπάκας' ἁπαξάπαντ' αὐτῷ κανῷ.

16

ἃ ἇ, γελῶν ἐπηκροασάμην πάλαι.

17

ἰχθῦς, κωλᾶς, φύσκας

18

πλειστηριάσαντες

t19-20

{ΔΑΙΔΑΛΟΣ}

19-20

εὖ ἴστε· πολλαὶ τῶν ἀλεκτρυόνων βίᾳ

ὑπηνέμια τίκτουσιν ᾠὰ πολλάκις. * * * *

ὁ δὲ παῖς ἔνδον τὰς ἀλεκτρυόνας σοβεῖ.

t21-27

{ΕΛΛΑΣ Η ΝΗΣΟΙ}

21

βούλει τήνδε σοι πλεκτὴν καθῶ

κἄπειτ' ἀνελκύσω σε δεῦρο;

22

εἴξασιν ἡμῖν οἱ νόμοι

τούτοισι τοῖς λεπτοῖσιν ἀραχνίοισιν, ἃ

ἐν τοῖσι τοίχοις ἡ φάλαγξ ὑφαίνεται.

23

λαβὼν οὖν

τὸν σκύλακα τὸν τοῦ προξένου κἄπειτα δῆσον αὐτόν.

24

εἰ μὲν οὖν ταύτην σὺ τὴν θάλατταν ἀποδώσεις ἑκών,

εἰ δὲ μή γε, ταῦτα πάντα συντριαινῶν ἀπολέσω.

25

σκώληκα

26

τάξαι

27

χρηστήρια

t28-42

{ΕΟΡΤΑΙ}

28

τῶν γὰρ τετραπόδων οὐδὲν ἀποκτείνειν ἔδει

ἡμᾶς τὸ λοιπόν, πλὴν ὑῶν. τὰ γὰρ κρέα

ἥδιστ' ἔχουσι, κοὐδὲν ἀφ' ὑὸς γίγνεται

πλὴν ὑστριχὶς καὶ πηλὸς ἡμῖν καὶ βοή.

29

ἐξιόντι μοι

ἁλιεὺς ἀπήντησεν φέρων μοι κεστρέας.

{Β.} ἰχθῦς ἀσίτους καὶ πονηροὺς ...

30

εὖ γέ σοι γένοιθ', ὅτι

ἔσωσας ἐκ τῶν σῖγμα τῶν Εὐριπίδου.

31

τὸν μαινόμενον, τὸν Κρῆτα, τὸν μόγις Ἀττικόν.

32

καὶ τὰς ὀφρῦς σχάσασθε καὶ τὰς ὄμφακας.

33

ὁπόθεν ἔσοιτο μᾶζα καὶ παροψίδες.

34

ἔπειτα κλίνην ἀμφίκολλον πυξίνην

35

κατηδέσθημεν ἂν

καὶ κατεκόπημεν εὐθύς.

36

ἐμφέρεσθε δὲ

τὰ ῥάμματα.

37

ὡς μέγα μέντοι πάνυ τὴν Αἴτνην ὄρος εἶναί φασι τεκμαίρου,

ἔνθα τρέφεσθαι τὰς κανθαρίδας τῶν ἀνθρώπων λόγος ἐστὶν

οὐδὲν ἐλάττους.

38

ὁ δὲ τὸν ἐγκέφαλόν τις ἐξαύσας καταπίνει.

39

ἀστραβεύειν

40

τὰς ἐγκεντρίδας

41

κόφινος

42

στυλοβάτην

t43-45

{ΕΥΡΩΠΗ}

43

{Α.} γυνὴ καθεύδους' ἐστὶν ἀργόν. {Β.} μανθάνω.

{Α.} ἐγρηγορυίας δ' εἰσὶν αἱ παροψίδες,

αὗται μόνον κρείττους πολὺ χρῆμ' εἰς ἡδονὴν

ἠταλλαβεῖν. οὐ γάρ τινες παροψίδες

εἴς', ἀντιβολῶ σε;

44

ἁλιευόμενός ποτ' αὐτὸν εἷλον ἀνδράχμη

μετὰ πρημνάδων, κἄπειτ' ἀφῆχ', ὅτι ἦν βόαξ.

45

ἠμηχάνουν

t46-54

{ΖΕΥΣ ΚΑΚΟΥΜΕΝΟΣ}

46

πρὸς κότταβον παίζειν, ἕως ἂν σφῷν ἐγὼ

τὸ δεῖπνον ἔνδον σκευάσω. {ΗΡΑΚΛΗΣ.} πάνυ βούλομαι.

ἀλλ' ἄγγος ἔστ'; {Α.} ἀλλ' εἰς θυΐαν παιστέον.

{ΗΡ.} φέρε τὴν θυΐαν, αἶρ' ὕδωρ, τὰ ποτήρια

παράθετε. παίζωμεν δὲ περὶ φιλημάτων.

{Α.} . . . . . ἀγεννῶς οὐκ ἐῶ

παίζειν. τίθημι κοττάβεια σφῷν ἐγὼ

τασδί τε τὰς κρηπῖδας ἃς αὕτη φορεῖ,

καὶ τὸν κότυλον τὸν σόν. {ΗΡ.} βαβαιάξ, οὑτοσὶ

μείζων ἀγὼν τῆς Ἰσθμιάδος ἐπέρχεται.

47

ἀγκυλοῦντα δεῖ σφόδρα

τὴν χεῖρα πέμπειν εὐρύθμως τὸν κότταβον.

48

τὸν κότυλον φέρει

49

ὥσθ' ἅττ' ἔχω ταῦτ' ἐς ταρίχους ἀπολέσω.

50

κεράτινον εἶχον σκευοφόριον καμπύλον.

51

καί τοι φορεῖτε γλῶτταν ἐν ὑποδήμασιν,

στεφανοῦσθ' ὑπογλωττίσιν, ὅταν πίνητέ που,

κἂν καλλιερῆτε, γλῶτταν ἀγαθὴν πέμπετε.

52-53

γλώττης ἀγαθῆς οὐκ ἔστ' ἄμεινον οὐδὲ ἕν. * * * *

ἡ γλῶττα δύναμιν τοὺς λόγους ἐκτήσατο,

ἐκ τῶν λόγων δ' ἅττ' αὐτὸς ἐπιθυμεῖς ἔχεις.

54

ἐπὶ Μανδροβόλου χωρεῖ.

t55

{ΙΩ}

55

πρόσφερε δεῦρο δὴ τὴν κεφαλὴν τῆς δέλφακος.

t56-63

{ΚΛΕΟΦΩΝ}

56

σὲ γάρ, γραῦ, συγκατῴκισεν σαπρὰν

ὀρφῷσι σελαχίοις τε καὶ φάγροις βοράν.

57

ἵν' ἀπαλλαγῶμεν ἀνδρὸς ἁρπαγιστάτου.

58

ἀλλ' αὐτὸς ἀπαρτὶ τἀλλότρι' οἰχήσει φέρων.

59

ἐψάθαλλε λεῖος ὤν

62

ἀργύρια

63

μάραγναν

t64-66

{ΛΑΙΟΣ}

64

οὐχ ὁρᾷς ὅτι

ὁ μὲν Λέαγρος, Γλαύκωνος ὢν μεγάλου γένους,

ἀβελτεροκόκκυξ ἠλίθιος περιέρχεται,

σικυοῦ πέπονος εὐνουχίου κνήμας ἔχων;

Φιλωνίδην δ' οὐ τέτοκεν ἡ μήτηρ ὄνον

τὸν Μελιτέα, κοὐκ ἔπαθεν οὐδέν;

65

ἐπινέφελον

66

ἴσσα

t67-73

{ΛΑΚΩΝΕΣ Η ΠΟΙΗΤΑΙ}

67

ὅταν δέωμαι γωνιαίου ῥήματος,

τούτῳ παριστῶ καὶ μοχλεύω τὰς πέτρας.

68

καὶ μὴν ὄμοσόν μοι μὴ τεθνάναι. {Β.} τὸ σῶμ' ἐγώ,

ψυχὴν δ' ἀνήκειν ὥσπερ Αἰσώπου ποτέ.

69

ἅνδρες δεδειπνήκασιν ἤδη σχεδὸν ἅπαντες. {Β.} εὖγε.

{Α.} τί οὐ τρέχων σὺ τὰς τραπέζας ἐκφέρεις; ἐγὼ δὲ

νίπτρον παραχέων ἔρχομαι. {Β.} κἀγὼ δὲ παρακορήσων.

σπονδὰς δ' ἔπειτα παραχέας τὸν κότταβον παροίσω.

τῇ παιδὶ τοὺς αὐλοὺς ἐχρῆν ἤδη προχείρους εἶναι,

καὶ προαναφυσᾶν. {Α.} τὸ μύρον ἤδη παράχεον βαδίζων

Αἰγύπτιον, κᾆτ' ἴρινον· στέφανον ἔπειθ' ἑκάστῳ

δώσω φέρων τῶν ξυμποτῶν. νεοκρᾶτά τις ποιείτω.

{Β.} καὶ δὴ κέκραται. {Α.} τὸν λιβανωτὸν ἐπιτιθεὶς εἶπε * * * *

σπονδὴ μὲν ἤδη γέγονε, καὶ πίνοντές εἰσι πόρρω.

καὶ σκόλιον ᾖσται, κότταβος δ' ἐξοίχεται θύραζε.

αὐλοὺς δ' ἔχουσά τις κορίσκη Καρικὸν μέλος τι

μελίζεται τοῖς συμπόταις, κἄλλην τρίγωνον εἶδον

ἔχουσαν, εἶτ' ᾖδεν πρὸς αὐτὸ μέλος Ἰωνικόν τι.

71

πάσας παραφερέτω

72

κιόκρανα

73

μυλαβρίδες

t,ante 74

{ΜΑΜΜΑΚΥΘΟΣ}

t74-76

{ΜΕΝΕΛΕΩΣ}

74

εἰπέ μοι,

ὡς ὀλίγα λοιπὰ τῶν ἐπιτραπεζωμάτων.

{Β.} ὁ γὰρ θεοῖσιν ἐχθρὸς αὐτὰ κατέφαγεν.

76

ἀγελαίους ἄρτους

t77-78

{ΜΕΤΟΙΚΟΙ}

77

σημεῖα παρασημεῖα, κλεῖν παρακλείδιον

t,ante 79

{ΜΥΡΜΗΚΕΣ}

t79-82

{ΝΙΚΑΙ}

79

τουτὶ προσαναβῆναι τὸ σιμὸν δεῖ.

82

ἰχθύων δὲ πλύμα

t83-87

{ΝΥΞ ΜΑΚΡΑ}

83

ἀλλ' αὖ γέλοιον ἄνδρα μου μὴ φροντίσαι

μηδέν.

84

ἐνταῦθ' ἐπ' ἄκρων τῶν κροτάφων ἕξει λύχνον

δίμυξον.

85

ἕξουσιν οἱ πομπῆς λυχνούχους δηλαδή.

86

κᾆθ' ἧκεν ἄρτους πριάμενος

μὴ τῶν καθαρύλλων, ἀλλὰ μεγάλους Κιλικίους.

87

αὐτοσχεδίασμα

t88-90

{ΞΑΝΤΡΙΑΙ Η ΚΕΡΚΩΠΕΣ}

88

τῶνδε βουλευτὶς πόνων

89

ἦν δὴ θόρυβος τευταζόντων.

90

χαῖρε παλαιογόνων ἀνδρῶν θεατῶν ξύλλογε παντοσόφων.

t91-94

{ΠΑΙΔΑΡΙΟΝ}

91

φέρε τοῦτ' ἐμοὶ

δεῖξον τὸ κανοῦν μοι δεῦρο μὴ μάχαιρ' ἔνι.

92

εἰ μὲν μὴ λίαν ... ὦνδρες, ἠναγκαζόμην

στρέψαι δεῦρ', οὐκ ἂν παρέβην εἰς λέξιν τοιάνδ' ἐπῶν.

93

ὥσπερ τοὺς πουλύποδας πρώτιστά σε

t95-105

{ΠΕΙΣΑΝΔΡΟΣ}

95

ἤδη φαγών τι πώποθ', οἷα γίγνεται,

ὀψάριον ἔκαμες, καὶ προσέστη τοῦτό σοι;

{Β.} ἔγωγε πέρυσι κάραβον φαγών.

96

χαλεπῶς ἂν οἰκήσαιμεν ἐν Βυζαντίοις,

ὅπου σιδαρέοισι τοῖς νομίσμασιν

χρῶνται.

97

ὥσπερ κνεφάλλων ἢ πτίλων σεσαγμένος

98

γυνὴ γάρ, ἢν μὲν αὐτὴν

ἀεὶ κολάζῃς, ἐστὶ πάντων κτημάτων κράτιστον,

ἐὰν δ' ἀνῇς, ὕβριστόν ἐστι χρῆμα κἀκόλαστον.

104

Ἄρεος νεοττός

105

πολιτοκοπεῖν

t106-109

{ΠΕΡΙΑΛΓΗΣ}

106

ὦ θεῖε Μόρυχε, πῶς γὰρ οὐ δαίμων ἔφυς;

καὶ Γλαυκέτης ἡ ψῆττα, καὶ Λεωγόρας,

οἳ ζῆτε τερπνῶς οὐδὲν ἐνθυμούμενοι.

107

ὃς πρῶτα μὲν Κλέωνι πόλεμον ἠράμην

108

χρηστὸν μὴ κατὰ Μειδίαν ὀρτυγοκόπον

109

ἀλλ' ἡγούμεσθ' εὖ κἀνδρείως πολλῷ πάντων προέχοντες.

t110-118

{ΠΟΙΗΤΗΣ}

110

τὸν δέλφακα

ἀπῆγε σιγῇ.

112

ὁρᾶτε τὸ διῆρες ὑπερῷον.

113

μόνος δ' ἄγευστος,

ἄσπλαγχνος ἐνιαυτίζομἀπλάκουντος, ἀλιβάνωτος.

114

θαυμάζω τοι τηνδὶ πιθάκνην

πότερ' ὀστρακίνην ἢ βίβλον ἔχων τὴν δήποτε

115

ψήφισμα ἔθηκεν

116

λάσανα

117

Σεβῖνος

118

ψαφαρόν

t119-127

{ΠΡΕΣΒΕΙΣ}

119

κᾆτ' ἔλαβον Ἐπικράτης τε καὶ Φορμίσιος

παρὰ τοῦ βασιλέως πλεῖστα δωροδοκήματα,

ὀξύβαφα χρυσᾶ καὶ πινακίσκους ἀργυροῦς.

120

κυάθους ὅσους ἐκλεπτέτην ἑκάστοτε

121

σκευάρια δὴ κλέψας ἀπεκήρυξ' ἐκφέρων

122

ἄναξ ὑπήνης Ἐπίκρατες σακεσφόρε

123

Ἡράκλεις, τῶν βεμβράδων

124

χαίρεις, οἶμαι, μεταπεττεύσας αὐτὸν διακλιμακίσας τε,

τὸν ὑπηνόβιον σπαρτιοχαίτην ῥυποκόνδυλον ἑλκετρίβωνα.

126

ἁρμοστῆρας

127

ἀπέσχαζε

t128-133

{ΣΚΕΥΑΙ}

128

ἅψαι μόνον σὺ κἂν ἄκρῳ τοῦ Μορσίμου,

ἵνα σου πατήσω τὸν Σθένελον μάλ' αὐτίκα.

129

καὶ τοῖς τρόποις ἁρμόττον ὥσπερ περὶ πόδα

130

ὥστ' εἴ τις ὀρχοῖτ' εὖ, θέαμ' ἦν· νῦν δὲ δρῶσιν οὐδέν,

ἀλλ' ὥσπερ ἀπόπληκτοι στάδην ἑστῶτες ὠρύονται.

131

ἀναβιῶν' ἐκ τῆς νόσου

t134-147

{ΣΟΦΙΣΤΑΙ}

134

Ξενοκλῆς ὁ δωδεκαμήχανος,

ὁ Καρκίνου παῖς τοῦ θαλαττίου

135

τὸ Σποργίλου κουρεῖον, ἔχθιστον τέγος

136

καὶ γὰρ Προμηθεύς ἐστιν ἀνθρώποις ὁ νοῦς.

137

κἂν ᾖ γαλεός, κἂν λειόβατος, κἂν ἔγχελυς.

138

ἐν τρισὶν

πληγαῖς ἀπηδέσθη τὸ ῥάμφος.

142

ὀθόνινον πρόσωπον

143

ἀπαρτί

144

δεδειπνάναι

145

κέρκους

146

λυχνίας

147

πλαίσιον

t148-159

{ΣΥΜΜΑΧΙΑ}

148

ὠτογλυφίδα λαβοῦς' ἀνασκαλεύεται.

149

τὸ γὰρ ἕψημά σου

γευόμενος ἔλαθον ἐκροφήσας.

150

νάρκη γὰρ ἑφθὴ βρῶμα χαρίεν γίγνεται.

151

βατίς τε καὶ σμύραινα πρόσεστι.

152

ἐγὼ γὰρ ὑμῖν ἢν φράσω

153

εἴξασιν γὰρ τοῖς παιδαρίοις τούτοις, οἳ ἑκάστοτε γραμμὴν

ἐν ταῖσιν ὁδοῖς διαγράψαντες διανειμάμενοι δίχ' ἑαυτοὺς

ἑστᾶς' αὐτῶν οἱ μὲν ἐκεῖθεν τῆς γραμμῆς, οἱ δ' αὖ ἐκεῖθεν.

εἷς δ' ἀμφοτέρων ὄστρακον αὐτοῖς ἀνίησιν εἰς μέσον ἑστώς,

κἂν μὲν πίπτῃσι τὰ λεύκ' ἐπάνω, φεύγειν ταχὺ τοὺς ἑτέρους δεῖ,

τοὺς δὲ διώκειν.

154

ἢ 'ξ Ἀρκαδίας οὕτω δριμυτάτην ὀρίγανον

155

αὐλητρίδα πεζήν

156

κεναγγίαν

157

ὀρνιθευτής

158

παραθήκην

159

πορνοβοσκῆσαι

t160-165

{ΣΥΡΦΑΞ}

160

{Α.} ὁδὶ μὲν Ἀναγυράσιος ὀρφώς ἐστί σοι.

{Β.} οἶδ', ᾧ φίλος Μυννίσκος ἔσθ' ὁ Χαλκιδεύς.

{Α.} καλῶς λέγεις.

161

νοεῖ μὲν ἕτερ', ἕτερα δὲ τῇ γλώττῃ λέγει.

162

δότω τις ἡμῖν μαζονομεῖον ἔνδοθεν.

163

καὶ πίεσθ' ὕδωρ πολύ.

164

σὲ μέν, ὦ μοχθηρέ, παλινδορίαν παίσας αὐτοῦ καταθήσω.

t166-172

{ΥΠΕΡΒΟΛΟΣ}

166-167

εὐτυχεῖς, ὦ δέσποτα.

{Β.} τί δ' ἔστι; {Α.} βουλεύειν ὀλίγου '/λαχες πάνυ.

ἀτὰρ οὐ λαχὼν ὅμως ἔλαχες, ἢν νοῦν ἔχῃς.

{Β.} πῶς ἢν ἔχω νοῦν; {Α.} ὅτι πονηρῷ καὶ ξένῳ

ἐπέλαχες ἀνδρί, οὐδέπω γὰρ ἐλευθέρῳ. * * * *

{Β.} ἄπερρ'· ἐγὼ δ' ὑμῖν τὸ πρᾶγμα δὴ φράσω·

Ὑπερβόλῳ βουλῆς γάρ, ἄνδρες, ἐπέλαχον.

168

ὁ δ' οὐ γὰρ ἠττίκιζεν, ὦ Μοῖραι φίλαι,

ἀλλ' ὁπότε μὲν χρείη ‘διῃτώμην’ λέγειν,

ἔφασκε ‘δῃτώμην’, ὁπότε δ' εἰπεῖν δέοι

‘ὀλίγον’, ‘ὀλίον’ ἔλεγεν.

169

καὶ τοσοῦτον εὐερίας ἀπολέλαυχ' Ὑπέρβολος,

ὥστε ἀθλιώτατός ἐστι.

171

φύλλιον ἢ ῥαφανίδιον

172

ἀρτοσιτεῖν

t173-182

{ΦΑΩΝ}

173

ἐγὼ δ' ἐνθάδ' ἐν τῇ 'ρημίᾳ

τουτὶ διελθεῖν βούλομαι τὸ βυβλίον

πρὸς ἐμαυτόν. {Β.} ἔστι δ', ἀντιβολῶ σε, τοῦτο τί;

{Α.} Φιλοξένου καινή τις ὀψαρτυσία.

{Β.} ἐπίδειξον αὐτὴν ἥτις ἔστ'. {Α.} ἄκουε δή.

ἄρξομαι ἐκ βολβοῖο, τελευτήσω δ' ἐπὶ θύννον.

{Β.} ἐπὶ θύννον; οὐκοῦν τῆς τελευτῆς πολὺ

κράτιστον ἐνταυθὶ τετάχθαι τάξεως.

{Α.} βολβοὺς μὲν σποδιᾷ δαμάσας καταχύσματι δεύσας

ὡς πλείστους διάτρωγε· τὸ γὰρ δέμας ἀνέρος ὀρθοῖ.

καὶ τάδε μὲν δὴ ταῦτα· θαλάσσης δ' ἐς τέκν' ἄνειμι * * * *

οὐδὲ λοπὰς κακόν ἐστιν· ἀτὰρ τὸ τάγηνον ἄμεινον * * * *

ὀρφών, αἰολίαν συνόδοντά τε καρχαρίαν τε

μὴ τέμνειν, μή σοι νέμεσις θεόθεν καταπνεύσῃ·

ἀλλ' ὅλον ὀπτήσας παράθες· πολλὸν γὰρ ἄμεινον.

πουλύποδος πλεκτὴ δ', ἢν πιλήσῃς κατὰ καιρόν,

ἑφθὴ τῆς ὀπτῆς, ἢν ᾖ μείζων, πολὺ κρείττων,

ἢν ὀπταὶ δὲ δύ' ὦς', ἑφθῇ κλαίειν ἀγόρευε.

τρίγλη δ' οὐκ ἐθέλει νεύρων ἐπιήρανος εἶναι·

παρθένου Ἀρτέμιδος γὰρ ἔφυ καὶ στύματα μισεῖ.

σκορπίος αὖ— {Β.} παίσειέ γέ σου τὸν πρωκτὸν ὑπελθών.

174

εἶεν γυναῖκες ... ὡς ὑμῖν πάλαι

οἶνον γενέσθαι τὴν ἄνοιαν εὔχομαι·

ὑμῖν γὰρ οὐδέν, καθάπερ ἡ παροιμία,

ἐν τῷ καπήλῳ νοῦς ἐνεῖναί μοι δοκεῖ.

εἰ γὰρ Φάωνα δεῖσθ' ἰδεῖν, προτέλεια δεῖ

ὑμᾶς ποιῆσαι πολλὰ πρότερον τοιαδί.

πρῶτα μὲν ἐμοὶ γὰρ κουροτρόφῳ προθύεται

πλακοῦς ἐνόρχης, ἄμυλος ἐγκύμων, κίχλαι

ἑκκαίδεχ' ὁλόκληροι μέλιτι μεμιγμέναι,

λαγῷα δώδεκ' ἐπισέληνα. τἄλλα δὲ

ἤδη τάδ' εὐτελέστατ' ἔστ'. ἄκουε δή.

βολβῶν μὲν Ὀρθάνῃ τρί' ἡμιεκτέα,

Κονισάλῳ δὲ καὶ παραστάταιν δυοῖν

μύρτων πινακίσκος χειρὶ παρατετιλμένων·

λύχνων γὰρ ὀσμὰς οὐ φιλοῦσι δαίμονες.

πύργης τετάρτης κυνί τε καὶ κυνηγέταιν,

Λόρδωνι δραχμή, Κυβδάσῳ τριώβολον,

ἥρῳ Κέλητι δέρμα καὶ θυλήματα.

ταῦτ' ἐστὶ τἀναλώματ'. εἰ μὲν οὖν τάδε

προσοίσετ', εἰσέλθοιτ' ἄν· εἰ δὲ μή, μάτην

ἔξεστιν ὑμῖν διὰ κενῆς βινητιᾶν.

175

τὰ δ' ἀλλότρι' ἔσθ' ὅμοια ταῖς παροψίσιν·

βραχὺ γάρ τι τέρψαντ' ἐξανήλωται ταχύ.

176

τῷ στόματι τὸν κύαθον ὧδ' εἰληφότας

177

ὡς καὶ νῦν ἔχομεν παρουσίας

178

ὦ χρυσοῦν ἀνάδημα,

ὦ τοῖσιν ἐμοῖς τρυφεροῖσι τρόποις ... ὦ γλυκὺς ἀγκών.

180

ἀκταινῶσαι

181

ἀναίνεσθαι

182

ἀτηρίας

t183-259

{ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ}

183

ὁ σὸς δὲ τύμβος ἐν καλῷ κεχωσμένος

τοῖς ἐμπόροις πρόσρησις ἔσται πανταχοῦ,

οὓς ἐκπλέοντάς τ' εἰσπλέοντάς τ' ὄψεται,

χὠπόταν ἅμιλλ' ᾖ τῶν νεῶν θεάσεται.

184

μετὰ ταῦτα δὲ

Εὐαγόρου παῖς ἐκ πλευρίτιδος Κινησίας

σκελετός, ἄπυγος, καλάμινα σκέλη φορῶν,

φθόης προφήτης, ἐσχάρας κεκαυμένος

πλείστας ὑπ' Εὐρυφῶντος ἐν τῷ σώματι.

185

λαβοῦ λαβοῦ τῆς χειρὸς ὡς τάχιστά μου·

μέλλω στρατηγὸν χειροτονεῖν Ἀγύρριον. * * * *

προσίσταταί μου πρὸς τὸ βῆμα μαντίλη. * * * *

βόσκει δυσώδη Κέφαλον, αἰσχίστην νόσον.

186

ἢν γὰρ ἀποθάνῃ

εἷς τις πονηρός, δύ' ἀνέφυσαν ῥήτορες·

οὐδεὶς γὰρ ἡμῖν Ἰόλεως ἐν τῇ πόλει,

ὅστις ἐπικαύσει τὰς κεφαλὰς τῶν ῥητόρων.

κεκολλόπευκας· τοιγαροῦν ῥήτωρ ἔσει.

187

καίτοι πέπραγε τῶν τρόπων μὲν ἄξια,

αὑτοῦ δὲ καὶ τῶν στιγμάτων ἀνάξια·

οὐ γὰρ τοιούτων εἵνεκ' ὄστραχ' εὑρέθη.

188

{Α.} οὗτος, τίς εἶ; λέγε ταχύ· τί σιγᾷς; οὐκ ἐρεῖς;

{ΕΡΜ.} Ἑρμῆς ἔγωγε Δαιδάλου φωνὴν ἔχων

ξύλινος βαδίζων αὐτόματος ἐλήλυθα.

189

λύσας δὲ ἀργὴν στάμνον εὐώδους ποτοῦ

ἵησιν εὐθὺς κύλικος εἰς κοῖλον κύτος,

ἔπειτ' ἄκρατον κοὐ τεταγρανωμένον

ἔπινε κἀξημύστισεν.

190

φείδεσθε τοὐλαίου σφόδρ'· ἐξ ἀγορᾶς δ' ἐγὼ

ὠνήσομαι στίλβην τιν', ἥτις μὴ πότις.

191

πρῶτον μὲν οὖν μοι λέξον, ἀντιβολῶ· σὺ γάρ,

ὥς φασι, Χείρων ἐξέθρεψας Περικλέα.

192

οὐδεὶς ὁμαίμου συμπαθέστερος φίλος,

κἂν ᾖ . . . . . τοῦ γένους μακράν.

193

καὶ περιὼν ἅμα

τιλτὸν τάριχος ἐπριάμην τοῖς οἰκέταις.

194

τὰ γραμματεῖα τούς τε χάρτας ἐκφέρων

195

ἔπειτα δ' οὐδείς ἐστ' ἀνὴρ γαστρίστερος.

196

ἀνακογχυλιαστὸν ἐχθοδοπόν τι σκευάσω.

197

ὡς ἔστι μοι τὸ χρῆμα τοῦτο περὶ πόδα.

198

σαπρῷ γάρῳ βάπτοντες ἀποπνίξουσί με.

199

ἐμαυτὸν εἰς ἀπωλίαν οἰχήσομαι.

200

καὶ ταῦτα μανάκις τῆς ἡμέρας

201

σχοίνους λαβὼν ἄνειρε τὰ κρέα.

202

καὶ τῆς θύρας ἀνακῶς ἔχειν

205

χρῆσόν μοι τὴν χλαμύδα σου.

206

παῖδες, γέροντες, μειράκια, παλλάκια

208

κἆτ' ἐν κλίναις ἐλεφαντόποσιν καὶ στρώμασι πορφυροβάπτοις

κἀν φοινικίσι Σαρδιανικαῖσιν κοσμησάμενοι κατάκεινται.

209

σὲ δὲ κοκκύζων ὄρθρι' ἀλέκτωρ προκαλεῖται.

211

ὅτι δ' ἂν ἡ συβώτρια, μηδ' ἀγαθὴ γένοιτό μοι.

ἔχει δὲ μόνον δακτύλους αὐλητικούς.

221

ἀκλώστους στήμονας

222

κοπραγωγοὺς γαστέρας

223

λύω λέσχας

224

παῦσαι δυσωνῶν

225

αἰκῶς

226

ἄκοος

227

ἀκύκλιος

228

ἀλλοκοτώτατον καὶ ἀλλοκοτώτερον

229

ἀμφιμάσχαλος

230

ἀμφωτίδες

231

ἀνεγκλητί

232

ἀποθρέξεις

233

ἀρχωνίδας

234

ἄσκην

235

ᾆσμα καὶ ᾀσμάτιον καὶ ᾀσμόν

236

ἀτέραμνον

237

ἀφεῦσαν

238

τοῦ γάλα

239

γλωττήν

240

δέρρις

241

ἐγλιξάμην

242

ἕξπουν

243

ἴκτινα

244

καπνίαν

245

καταξῆναι

246

ναστοκόπος

247

παιδοφιλῆσαι

248

ποδάρια

249

ποδοκάκη

250

ὁ πρόσωπος

251

ῥᾴδια

252

ῥακετρίζειν

253

σπαρνόν

254

στρόβιλος

255

συκοφαντεῖν

256

σωμάτια

257

τερᾴζεις

258

τριταρτημόριον

259

ψυχορροφεῖν

t260-269

{ΑΜΦΙΣΒΗΤΗΣΙΜΑ}

263

ὁ βασιλεὺς ἐπιώψατο ἀρρηφόρους

265

ἐπιτροπεῖν

267

μίσασθαι

{<ΑΔΩΝΙΣ.>}

3

Ὦ Κινύρα, βασιλεῦ Κυπρίων ἀνδρῶν δασυπρώκτων,

παῖς σοι κάλλιστος μὲν ἔφυ θαυμαστότατός τε

πάντων ἀνθρώπων, δύο δ' αὐτὸν δαίμον' ὀλεῖτον,

ἡ μὲν ἐλαυνομένη λαθρίοις ἐρετμοῖς ὁ δ' ἐλαύνων.

Εἶτ' οὐχ ὑπέρου μοι περιτροπὴ γενήσεται;{<ΑΙ ΑΦ' ΙΕΡΩΝ.>}

9

Οὐδ' ὅστις αὐτῆς ἐκπίεται τὰ χρήματα.

10

Δότω τὴν κιθάραν τις ἔνδοθεν

καὶ τοὐπιπόρπαμα.

11

Πόθεν ὁρμιὰ καὶ κάλαμος;

{<ΑΜΦΙΑΡΕΩΣ.>}

14

Καὶ νὴ Δί' εἰ Πάμφιλον γε φαίης

κλέπτειν τὰ κοίν' ἅμα τε συκοφαντεῖν.

{<ΓΡΥΠΕΣ.>}

15

Ἀνηρπάκας' ἁπαξάπαντ' αὐτῷ κανῷ.

16

Αἲ αἴ, γελῶν ἐπηκροώμην σου πάλαι.

{<ΔΑΙΔΑΛΟΣ.>}

19-20

Ἐνίοτε πολλαὶ τῶν ἀλεκτρυόνων βίᾳ

ὑπηνέμια τίκτουσιν ᾠὰ πολλάκις. * * * *

Ὁ δὲ παῖς ὅδ' ἔνδον τὰς ἀλεκτρυόνας σοβεῖ.

{<ΕΛΛΑΣ Η ΝΗΣΟΙ.>}

22

Εἴξασιν ἡμῖν οἱ νόμοι τούτοισι τοῖσι λεπτοῖς

ἀραχνίοις, ἃν τοῖσι τοίχοις ἡ φάλαγξ ὑφαίνει.

10

Εἰ μὲν σὺ τὴν θάλασσαν ἀποδώσεις ταύτην ἑκών,

24

εἰ δὲ μή, ταῦτα πάντα συντριαινῶν ἀπολέσω.

21

Βούλει τήνδε σοι πλεκτὴν καθῶ

κἄπειτ' ἀνελκύσω σε δεῦρο;

23

Λαβὼν οὖν

τὸν σκύλακα τὸν τοῦ προξένου κἄπειτα δῆσον αὐτόν.

{<ΕΟΡΤΑΙ.>}

28

Τῶν γὰρ τετραπόδων οὐδὲν ἀποκτείνειν ἔδει

ἡμᾶς τὸ λοιπόν, πλὴν ὑῶν· τὰ γὰρ κρέα

ἥδιστ' ἔχουσι, κοὐδὲν ἀφ' ὑὸς γίγνεται

πλὴν ὕστριχες καὶ πηλὸς ἡμῖν καὶ βοή.

37

Ὡς μέγα μέντοι πάνυ τὴν Αἴτνην ὄρος εἶναί φασι τεκ-

μαίρου,

37

ἔνθα τρέφεσθαιτὰς κανθαρίδας τῶν ἀνθρώπων λόγος ἐστὶν οὐδὲν ἐλάτ-

τους. Ἐξιόντι γὰρἁλιεὺς ἀπήντησεν φέρων μοι κεστρέας,

35

ἰχθῦς ἀσίτους καὶ τοὺς πονηροὺς ἦγέ μοι.

33

Ὁπόθεν ἔσοιτο μᾶζα καὶ παροψίδες.

32

Καὶ τὰς ὀφρῦς σχάσασθε καὶ τὰς ὄμφακας.

31

Τὸν μαινόμενον, τὸν Κρῆτα, τὸν μόγις Ἀττικόν.

30

Εὖ γέ σοι γένοιθ', ἡμᾶς ὅτι

ἔσωσας ἐκ τῶν σῖγμα τῶν Εὐριπίδου.

35

Κατηδέσθημεν ἂν

καὶ κατεκόπημεν εὐθύς.

38

Ὁ δὲ τὸν ἐγκέφαλόν τις ἐξαύσας καταπίνει.

Ἔπειτα κλίνην ἀμφίκολλον πυξίνην. Ἐμφέρεσθε δέτὰ ῥάμματα.{<ΕΥΡΩΠΗ.>}

43

Γυνὴ καθεύδους' ἐστὶν ἀργόν. {Β.} μανθάνω.

{Α.} Ἐγρηγορυίας δ' εἰσὶν αἱ παροψίδες

αὗται μόνον κρείττους πολὺ χρῆμ' εἰς ἡδονὴν

ηταλλαβεῖν. οὐ γάρ τινες παροψίδες

εἴς' ἀντιβολῶ σε;

44

Ἁλιευόμενός ποτ' αὐτὸν εἶδον ἀνδράχμη

μετὰ πρημνάδων, κἄπειτ' ἀφῆκεν ὅτι ἦν βόαξ.

{<ΖΕΥΣ ΚΑΚΟΥΜΕΝΟΣ.>}

46

Πρὸς κότταβον παίζειν, ἕως ἂν σφῷν ἐγὼ

τὸ δεῖπνον ἔνδον σκευάσω, πάνυ βούλομαι.

{Β.} ἀλλ' ἃ νόμος ἔστ'; {Α.} ἀλλ' εἰς θυείαν παιστέον.

{Β.} φέρε τὴν θυείαν, αἶρ' ὕδωρ, ποτήρια

παράθετε. παίζωμεν δὲ περὶ φιλημάτων.

* * * * * * {Α.} Ἀγεννῶς οὐκ ἐῶ

παίζειν. τίθημι κοττάβεια σφῷν ἐγὼ

τασδί τε τὰς κρηπῖδας ἃς αὐτὴ φορεῖ,

καὶ τὸν κότυλον τὸν σόν. {Β.} Βαβαιάξ, οὑτοσὶ

μείζων ἀγὼν τῆς Ἰσθμιάδος ἐπέρχεται.

Μὴ σκληρὰν ἔχε

47

τὴν χεῖρα μέλλων κοτταβίζειν.

51

Καί τοι φορεῖτε γλῶτταν ἐν ὑποδήμασιν,

στεφανοῦσθ' ὑπογλωττίσιν, ὅταν πίνητέ που,

κἂν καλλιερῆτε, γλῶτταν ἀγαθὴν πέμπετε.

52-53

Γλώττης ἀγαθῆς οὐκ ἔστ' ἄμεινον οὐδὲ ἕν. * * * *

Ἡ γλῶττα δύναμιν τοὺς λόγους ἐκτήσατο,

ἐκ τῶν λόγων δ' ἅττ' αὐτὸς ἐπιθυμεῖς ἔχεις.

Ὥσθ' ἅττ' ἔχω ταῦτ' ἐστί· ταρίχους ἀπολέσω.

56

Κεράτινον εἶχον σκευοφορεῖον καὶ καμπύλον.

{<ΙΩ.>}

55

Πρόσφερε δεῦρο δὴ τὴν κεφαλὴν τῆς δέλφακος.

{<ΚΛΕΟΦΩΝ.>}

56

Σὲ γὰρ γραῦ συγκατῴκισεν σαπράν

ὀρφοῖσι σελαχίοις τε καὶ φάγροις βοράν.

57

Ἵν' ἀπαλλαγῶμεν ἀνδρὸς ἁρπαγιστάτου.

58

Ἀλλ' αὐτὸς ἀπαρτὶ τἀλλότρι' οἰχήσει φέρων.

59

Ἐψάθαλλε λεῖος ὤν.

{<ΛΑΙΟΣ.>}

64

Οὐχ ὁρᾶς ὅτι

ὁ μὲν Λέαγρος, Γλαύκωνος ὢν μεγάλου γένους,

ἀβελτεροκόκκυξ ἠλίθιος περιέρχεται,

σικυοῦ πέπονος εὐνουχίου κνήμας ἔχων;

Οὐχ ὁρᾷς ὅτι

64

Φιλωνίδην που τέτοκεν ἡ μήτηρ ὄνον

τὸν Μελιτέα, κοὐκ ἔπαθεν οὐδέν;

t67-73

{<ΛΑΚΩΝΕΣ Η ΠΟΙΗΤΑΙ.>}

Ἅνδρες δεδειπνήκασιν ἤδη σχεδὸν ἅπαντες· εὖγε,

69

τί οὐ τρέχων σὺ τὰς τραπέζας ἐκφέρεις; ἐγὼ δὲ

λίτρον παραχέων ἔρχομαι. κἀγὼ δὲ παρακορήσων.

σπονδὰς δ' ἔπειτα παραχέας τὸν κότταβον παροίσω.

τῇ παιδὶ τοὺς αὐλοὺς ἐχρῆν ἤδη πρὸ χειρὸς εἶναι,

καὶ προσαναφυσᾶν. τὸ μύρον ἤδη παράχεον βαδίζων

Αἰγύπτιον, κᾆτ' ἴρινον· στέφανον δ' ἔπειθ' ἑκάστῳ

δώσω φέρων τῶν ξυμποτῶν. νεοκρᾶτά τις ποιείτω.

καὶ δὴ κέκραται. τὸν λιβανωτὸν ἐπιτιθεὶς εἶπε.

σπονδὴ μὲν ἤδη γέγονε, καὶ πίνοντές εἰσι πόρρω.

καὶ σκόλιον ᾖσται, κότταβος δ' ἐξοίχεται θύραζε.

αὐλοὺς δ' ἔχουσά τις κορίσκη Καρικὸν μέλος τι

μελίζεται τοῖς συμπόταις, κἄλλην τρίγωνον εἶδον

ἔχουσαν, εἶτ' ᾖδεν πρὸς αὐτὸ μέλος Ἰωνικόν τι.

67

Ὅταν δέωμαι γωνιαίου ῥήματος,

τούτῳ παριστῶ καὶ μοχλεύω τὰς πέτρας.

68

Καὶ μὴν ὄμοσόν μοι μὴ τεθνάναι τὸ σῶμ'. {Β.} ἐγώ.

69

{Α.} ψυχὴν δ' ἐπανήκειν ὥσπερ Αἰσώπου ποτέ.

{<ΜΕΝΕΛΕΩΣ.>} Εἰπέ μοι

74

ὡς ὀλίγα λοιπὰ τῶν ἐπιτραπεζωμάτων.

{Β.} ὁ γὰρ θεοῖσιν ἐχθρὸς αὐτὰ κατέφαγεν.

{<ΜΕΤΟΙΚΟΙ.>}Σημεῖα παρασημεῖα, κλεῖν παρακλείδιον.{<ΝΙΚΑΙ.>}Τουτὶ προσαναβῆναι τὸ σιμὸν δεῖ.{<ΝΥΞ ΜΑΚΡΑ.>}

76

Κἆθ' ἧκεν ἄρτους πριάμενος

μὴ τῶν καθαρύλλων ἀλλὰ μεγάλους Κιλικίους.

84

Ἐνταῦθ' ἐπ' ἄκρων τῶν κροτάφων ἕξει λύχνον

δίμυξον.

85

Ἕξουσιν οἱ πομπῆς λυχνούχους δηλαδή.

83

Ἀλλ' αὖ γέλοιον ἄνδρα μου μὴ φροντίσαι

μηδέν.

{<ΞΑΝΤΡΙΑΙ Η ΚΕΡΚΩΠΕΣ.>}Χαῖρε παλαιογόνων ἀνδρῶν θεατῶν ξύλλογε παντοσόφων.

89

Ἦν δὴ θόρυβος τευταζόντων.

Τῶνδε βουλευτὶς πόνων.{<ΠΑΙΔΑΡΙΟΝ.>}

92

Εἰ μὲν μὴ λίαν * * * ὦνδρες, ἠναγκαζόμην

στρέψαι δεῦρ', οὐκ ἂν παρέβην εἰς λέξιν τοιάνδ' ἐπῶν.

91

Φέρε τοῦτ' ἐμοὶ

δεῖξον τὸ κανοῦν μοι δεῦρο πῆ μάχαιρ' ἔνι.

93

Ὥσπερ τοὺς πουλύποδας πρώτιστά σε.

{<ΠΕΙΣΑΝΔΡΟΣ.>}

95

Ἤδη φαγών τι πώποθ', οἷα γίγνεται,

ὀψάριον ἔκαμες, καὶ προσέστη τοῦτό σοι;

{Β.} ἔγωγε πέρυσι κάραβον φαγών.

98

Γυνὴ γάρ, ἢν μὲν αὐτήν

ἀεὶ κολάζῃς, ἐστὶ πάντων κτημάτων κράτιστον,

ἐὰν δ' ἀνῇς, ὑβριστόν ἐστι χρῆμα κἀκόλαστον.

96

Χαλεπῶς ἂν οἰκήσαιμεν ἐν Βυζαντίοις,

ὅπου σιδαρέοισι τοῖς νομίσμασι χρῶνται.

97

Ὥσπερ κνεφάλλων ἢ πτίλων σεσαγμένος.