The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. A. Meineke, Fragmenta comicorum Graecorum, vol. 2.2, Berlin: Reimer, 1840 (repr. Berlin: De Gruyter, 1970): 615– 622, 624–641, 643–650, 652–657, 659–662, 664–677, 679–687, 693.
CTS identifier
urn:cts:greekLit:tlg0497.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

Per

t

{<ΠΕΡΙΑΛΓΗΣ.>}

1

Ὦ θεῖε Μόρυχε, νῦν γὰρ εὐδαίμων ἔφυς,

καὶ Γλαυκέτης ἡ ψῆττα, καὶ Λεωγόρας,

οἳ ζῆτε τερπνῶς οὐδὲν ἐνθυμούμενοι.

2

Ὃς πρῶτα μὲν Κλέωνι πόλεμον ἠράμην.

3

Ἀλλ' ἡγούμεσθ' εὖ κἀνδρείως πολλῷ πάντων προέχοντες.

4

Χρηστὸν μὴ κατὰ Μειδίαν ὀρτυγοκόπον.

Poi

t

{<ΠΟΙΗΤΗΣ.>}

1

Μόνος δ' ἄγευστος,

ἄσπλαγχνος ἐνιαυτίζομἀπλάκουντος, ἀλιβάνωτος.

4

Ὁρᾶτε τὸ διῆρες ὑπερῷον.

5

Τὸν δέλφακα

ἀπῆγε σιγῇ.

Pre

t

{<ΠΡΕΣΒΕΙΣ.>}

1

Κατέλαβον Ἐπικράτης τε καὶ Φορμίσιος

παρὰ τοῦ βασιλέως πλεῖστα δωροδοκήματα,

ὀξύβαφα χρυσᾶ καὶ πινακίσκους ἀργυροῦς.

2

Χαίρεις, οἶμαι, μεταπεττεύσας αὐτὸν διακλιμακίσας τε,

τὸν ὑπηνόβιον σπαρτιοχαίτην ῥυποκόνδυλον ἑλκετρίβωνα.

2a

Κυάθους ὅσους ἐκλεπτέτην ἑκάστοτε.

3

Ἄναξ ὑπήνης Ἐπίκρατες σακεσφόρε.

4

Σκευάρια δὴ κλέψας ἀπεκήρυξ' ἐκφέρων.

Skeu

t

{<ΣΚΕΥΑΙ.>}

1

Ὥστ' εἴ τις ὀρχοῖτ' εὖ, θέαμ' ἦν· νῦν δὲ δρῶσιν οὐδέν,

ἀλλ' ὥσπερ ἀπόπληκτοι στάδην ἑστῶτες ὠρύονται.

2

Ἅψαι μόνον οὐκ ἂν ἄκρῳ τῇ Μορσίμῳ,

ἵνα σοι πατήσω τὸν Σθένελον μάλ' αὐτίκα.

3

Καὶ τοῖς τρόποις ἁρμόττον ὥσπερ περὶ πόδα.

Soph

t

{<ΣΟΦΙΣΤΑΙ.>}

1

Ξενοκλῆς ὁ δωδεκαμήχανος,

ὁ Καρκίνου παῖς τοῦ θαλαττίου.

2

Τὸ Σποργίλου κουρεῖον, ἔχθιστον τέγος.

3

Προμηθία γάρ ἐστιν ἀνθρώποις ὁ νοῦς.

4

Κἂν ᾖ γαλεός, κἂν λειόβατος, κἂν ἔγχελυς.

5

Ἐν τρισὶν

πληγαῖς ἀπηδέσθη τὸ ῥάμφος.

Sym

t

{<ΣΥΜΜΑΧΙΑ.>}

1

Ἐγὼ γὰρ ὑμῖν νῦν φράσω.

2

Εἴξασιν γὰρ τοῖς παιδαρίοις τούτοις, οἳ ἑκάστοτε γραμμήν

ἐν ταῖσιν ὁδοῖς διαγράψαντες διανειμάμενοι δίχ' ἑαυτούς

ἑστᾶς', αὐτῶν οἱ μὲν ἐκεῖθεν τῆς γράμμης οἱ δ' αὖ ἐκεῖθεν·

εἷς δ' ἀμφοτέρων ὄστρακον αὐτοῖς εἰς μέσον ἑστὼς ἀνίησιν,

κἂν μὲν πίπτῃσι τὰ λεύκ' ἐπάνω, φεύγειν ταχὺ τοὺς ἑτέ- ρους δεῖ,

τοὺς δὲ διώκειν.

3

Σὺν ἐλαίῳ ὠτογλυφίδα λαβοῦς' ἀνασκάλλεται.

4

Τὸ γὰρ ἕψημά σου

γευόμενος ἔλαθον ἐκροφήσας.

5

Ἢ 'ξ Ἀρκαδίας τοι δριμυτάτην ὀρίγανον.

6

Βατίς τε καὶ σμύραινα πρόσεστι.

7

Νάρκη γὰρ ἑφθὴ βρῶμα χάριεν γίγνεται.

Syr

t

{<ΣΥΡΦΑΞ.>}

1

Σὲ μέν, ὦ μοχθηρέ, παλινδορίαν παίσας αὐτοῦ καταθήσω.

2

Νοεῖ μὲν ἕτερ' ἕτερα δὲ τῇ γλώττῃ λέγει.

3

{Α.} Ὁδὶ μὲν Ἀναγυράσιος ὀρφώς ἐστί σοι.

{Β.} τούτῳ φίλος Μυνίσκος ἔσθ' ὁ Χαλκιδεύς.

{Α.} καλῶς λέγεις.

Hyp

t

{<ΥΠΕΡΒΟΛΟΣ.>}

1

Ὁ δ' οὐ γὰρ ἠττίκιζεν, ὦ Μοῖραι φίλαι,

ἀλλ' ὁπότε μὲν χρείη διῃτώμην λέγειν,

ἔφασκε δὴ τῷ μήν, ὁπότε δ' εἰπεῖν δέοι

ὀλίγον, ὀλίον ἔλεγεν.

2

Καίτοι πέπραχε τῶν τρόπων μὲν ἄξια,

αὑτοῦ δὲ καὶ τῶν στιγμάτων ἀνάξια·

οὐ γὰρ τοιούτων οὕνεκ' ὄστραχ' εὑρέθη.

3-4

Εὐτυχεῖς ὦ δέσποτα.

{Β.} τί δ' ἔστι; {Α.} βουλεύειν ὀλίγου '/λαχες πάνυ.

ἀτὰρ οὐ λαχὼν ὅμως ἔλαχες, ἢν νοῦν ἔχῃς.

{Β.} πῶς ἢν ἔχω νοῦν; {Α.} ὅτι πονηρῷ καὶ ξένῳ

ἐπέλαχες ἀνδρί, μηδέπω γὰρ ἐλευθέρῳ. * * * *

Ἄπερρ'· ἐγὼ δ' ὑμῖν τὸ πρᾶγμα δὴ φράσω·

Ὑπερβόλῳ βουλῆς γάρ, ἄνδρες, ἐπέλαχον.

5

Καὶ τοσοῦτον εὐερίας ἀπολέλαυχ' Ὑπέρβολος,

ὥστ' αὐχμότατός ἐστι.

Pha

t

{<ΦΑΩΝ.>}

1

Ἐγὼ δ' ἐνθάδ' ἐν τῇ 'ρημίᾳ

τουτὶ διελθεῖν βούλομαι τὸ βιβλίον

πρὸς ἐμαυτόν. {Β.} ἔστι δ', ἀντιβολῶ σε, τοῦτο τί;

{Α.} Φιλοξένου καινή τις ὀψαρτυσία.

{Β.} ἐπίδειξον αὐτὴν ἥτις ἐστίν. {Α.} ἄκουε δή.

Ἄρξομαι ἐκ βολβοῖο, τελευτήσω δ' ἐπὶ θύννον.

{Β.} ἐπὶ θύννον; οὐκοῦν τῆς τελευταίας πολύ

κράτιστον ἐνταυθὶ τετάχθαι τάξεως;

{Α.} Βολβοὺς μὲν σποδιᾷ δαμάσας, καταχύσματι δεύσας,

ὡς πλείστους διάτρωγε· τὸ γὰρ δέμας ἀνέρος ὀρθοῖ.

καὶ τάδε μὲν δὴ ταῦτα· θαλάσσης δ' ἐς τέκν' ἄνειμι. * * * *

Οὐδὲ λοπὰς κακόν ἐστιν· ἀτὰρ τὸ τάγηνον ἄμεινον. * * * *

Ὀρφών, αἰολίαν, συνόδοντά τε καρχαρίαν τε

μὴ τέμνειν, μή σοι νέμεσις θεόθεν καταπνεύσῃ·

ἀλλ' ὅλον ὀπτήσας παράθες· πολλὸν γὰρ ἄμεινον.

πουλύποδος πλεκτὴ δ' ἄν, ἐπεὶ λήψῃ κατὰ καιρόν,

ἑφθὴ τῆς ὀπτῆς, ἢν ᾖ μείζων, πολὺ κρείττων,

ἢν ὀπταὶ δὲ δύ' ὦς', ἑφθῇ κλαίειν ἀγορεύω.

τρίγλη δ' οὐκ ἐθέλει νεύρων ἐπιήρανος εἶναι·

παρθένου Ἀρτέμιδος γὰρ ἔφυ καὶ στύματα μισεῖ.

σκορπίος αὖ— {Β.} παίσειέ γέ σου τὸν πρωκτὸν ὑπελθών.

2

Εἶεν, γυναῖκες, * * ὡς ὑμῖν πάλαι

οἶνον γενέσθαι τὴν ἄνοιαν εὔχομαι·

ὑμῖν γὰρ οὐδέν, καθάπερ ἡ παροιμία,

ἐν τῷ καπήλῳ νοῦς ἐνεῖναί μοι δοκεῖ.

εἰ γὰρ Φάωνα δεῖσθ' ἰδεῖν, προτέλεια δεῖ

ὑμᾶς ποιῆσαι πολλὰ πρότερον τοιαδί.

πρῶτα μὲν ἐμοὶ γὰρ κουροτρόφῳ προθύεται

πλακοῦς ἐνόρχης, ἄμυλος ἐγκύμων, κίχλαι

ἑκκαίδεχ' ὁλόκληροι μέλιτι μεμιγμέναι,

λαγῷα δώδεκ', ἐπισέληνα. τἄλλα δέ

ἤδη τάδ' εὐτελέστατ' ἔστ'. ἄκουε δή.

βολβῶν μὲν Ὀρθάνῃ τρί' ἡμιεκτέα,

Κονισάλῳ δὲ καὶ παραστάταιν δυοῖν

μύρτων πινακίσκος χειρὶ παρατετιλμένων·

λύχνων γὰρ ὀσμὰς οὐ φιλοῦσι δαίμονες.

πύργης τετάρτης κυσί τε καὶ κυνηγέταις,

Λόρδωνι δραχμή, Κυβδάσῳ τριώβολον,

ἥρῳ Κέλητι δέρμα καὶ θυλήματα.

ταῦτ' ἐστὶ τἀναλώματ'. εἰ μὲν οὖν τάδε

προσοίσετ', εἰσέλθοιτ' ἄν· εἰ δὲ μή, μάτην

ἔξεστιν ὑμῖν διὰ κενῆς κινητιᾷν.

3

Τὰ δ' ἀλλότρι' ἔσθ' ὅμοια ταῖς παροψίσιν·

βραχὺ γάρ τι τέρψαντ' ἐξανάλωται ταχύ.

4

Ὦ χρυσοῦν ἀνάδημα,

ὦ τοῖσιν ἐμοῖς τρυφεροῖσι τρόποις, ὦ γλυκὺς ἀγκών.

5

Τῷ στόματι τὸν κύαθον ὧδ' εἰληφότες.

IFF

t

{INCERTARUM FABULARUM FRAGMENTA.}

1

Ὁ σὸς δὲ τύμβος ἐν καλῷ κεχωσμένος

τοῖς ἐμπόροις πρόσρησις ἔσται πανταχοῦ,

τοὺς ἐκπλέοντάς τ' εἰσπλέοντάς τ' ὄψεται,

χὠπόταν ἅμιλλ' ᾖ τῶν νεῶν θεάσεται.

2

Μετὰ ταῦτα δὲ

Εὐαγόρου παῖς ἐκ πλευρίτιδος Κινησίας

σκελετός, ἄπυγος, καλάμινα σκέλη φορῶν,

φθόης προφήτης, ἐσχάρας κεκαυμένος

πλείστας ὑπ' Εὐρυφῶντος ἐν τῷ σώματι.

4

Ἢν γὰρ ἀποθάνῃ

εἷς τις πονηρός, δύ' ἀνέφυσαν ῥήτορες·

οὐδεὶς γὰρ ἡμῖν Ἰόλεως ἐν τῇ πόλει,

ὅστις ἐπικαύσει τὰς κεφαλὰς τῶν ῥητόρων.

κεκολλόπευκας· τοιγαροῦν ῥήτωρ ἔσει.

5abc

Λαβοῦ λαβοῦ τῆς χειρὸς ὡς τάχιστά μου·

μέλλω στρατηγὸν χειροτονεῖν Ἀγύρριον. * * * *

Προσίσταταί μου πρὸς τὸ βῆμα μαντίλη. * * * *

Βόσκει δυσώδη Κέφαλον, αἰσχίστην νόσον.

6

{Α.} Οὗτος, τίς εἶ; λέγε ταχύ· τί σιγᾷς; οὐκ ἐρεῖς;

{Ε.} Ἑρμῆς ἔγωγε Δαιδάλου φωνὴν ἔχων

ξύλινος βαδίζων αὐτόματος ἐλήλυθα.

7

Πρῶτον μὲν οὖν μοι λέξον, ἀντιβολῶ· σὺ γάρ,

ὥς φασι Χείρων', ἐξέθρεψας Περικλέα;

8

Κᾆτ' ἐν κλίναις ἐλεφαντόποσιν καὶ στρώμασι πορφυρο- βάπτοις,

κἀν φοινικίσι Σαρδιανικαῖσιν κοσμησάμενοι κατάκεινται.

9

Λύσας δὲ ἀργὴν στάμνον εὐώδους ποτοῦ

ἵησιν εὐθὺς κύλικος εἰς κοῖλον κύτος,

ἔπειτ' ἄκρατον κοὐ τεταργανωμένον

ἔπινε κἀξημύστισεν.

10

Τὰ γραμματεῖα τούς τε χάρτας ἐκφέρων.

11

Ἔπειτα δ' οὐδείς ἐστ' ἀνὴρ γαστρίστερος.

13

Ἀνακογχυλίαστον ἐχθοδοπόν τι σκευάσω.

14

Καὶ περιὼν ἅμα

τιλτὸν τάριχος ἐπριάμην τοῖς οἰκέταις.

15

Φείδεσθε τοὐλαίου σφόδρ'· ἐξ ἀγορᾶς δ' ἐγώ

ὠνήσομαι στίλβην τίν', ἥτις μὴ πότις.

16

Ἐμοῦ γαμοῦντος οὐδ' ὁ γείτων ᾔσθετο.

17

Σαπρῷ γάρῳ βάπτοντες ἀποπνίξουσί με.

18

Ἆρ', ὡς ἔοικε, δὶς γένοιτ' ἂν παῖς γέρων.

19

Οὐδεὶς ὁμαίμου συμπαθέστερος φίλος,

κἂν ᾖ τοῦ γένους μακράν.

20

Σὲ δὲ κοκκύζων ὄρθρι' ἀλέκτωρ προκαλεῖται.

21

Ὡς ἔστι μοι τὸ χρῆμα τοῦτο περὶ πόδα.

22

Σχοίνους λαβὼν ἄνειρε τὰ κρέα.

23

Καὶ τὰς θύρας ἀνακῶς ἔχειν.

45

παῖδες γέροντες μειράκια παλλάκια.

αὐτὴ δ' ἀμαυρὸϲ ἀϲθενήϲ τ' ἐγιγνόμην.ἀφροδίϲιοϲ λόγοϲ.οἴμοι τάλαϲ, ἀπολεῖϲ μ' Ἀφροδιταρίδιονγλυκύτατον, ἱκετεύω ϲε, μή με περιίδῃϲ.τὼ προϲεμφερῆ τὴν ϲοφίαν. ἀπαμβρακοῦκαὶ μὴ προδῷϲ ϲαυτήν.ὧδ' ἀναιϲχυντοῦντε τὼ μιλτηλιφῆ.τοῖϲ νεῴϲ.ᾠδικῶϲ.ἀντικαταλαβεῖν.ἀναλαβεῖν.ἀνεκτά.ἀνταϲπάζομαι.<χρηϲμῳδόληροϲ>τὸν ἀλεκτρυόνα τὸν ᾠδὸν ἀποπνίξαϲά μου.ἵναπερ ποδώκηϲ ἐϲτ' Ἀχιλλεὺϲ ὅ τε Μίνωϲ.αὐχμηρόβιοϲ....ὦ τᾶν, ταχὺ τρέχων ἀπωλόμην.ἄγναπτοϲ χλαῖνα.φιλόζωοϲ.πατρὶϲ 〈δ'〉 Ἀθῆναί μοὔϲτιν 〈αἱ〉 χρυϲάμπυκεϲ.αἰκάλλειν.ἁμάρτια(?)ἀμβλώψ, ἀμβλωπόϲ.ἀμφίδρομοϲ πορθμόϲ.ἀνακαλπάζει (vel καλπάζει).ἀναπλήϲαϲ.βόα νῦν ἀντίδουπά μοι. Πλάτ]ωνοϲ·[... γυναῖκα κρ]εῖϲϲόν ἐϲτ' ἐν οἰκίαι[ἢ φαρμακίτα]ϲ? τῶν παρ' Εὐδήμου τρέφειν.{Λάκωνεϲ}{Ῥαβδοῦχοι}{Ϲοφιϲταί} Ἐπὶ Ϲο?[φιϲτῶν τῶν Πλάτωνοϲἡμεῖϲ ἐνὶ λειπ[— — — — —{Incertae fabulae fragmentum} ΠΛΑ]ΤΩΝΟϹ γυναῖκα] κρεῖϲϲόν ἐϲτ' ἐν οἰκίαιἢ φαρμακίτα]ϲ? τῶν παρ' Εὐδήμου τρέφειν.{ΠΟΣΕΙΔΙΠΠΟΥ, οἱ δὲ ΠΛΑΤΩΝΟΣ ΤΟΥ ΚΩΜΙΚΟΥ}Ποίην τις βιότοιο τάμοι τρίβον; εἰν ἀγορῇ μὲν νείκεα καὶ χαλεπαὶ πρήξιες, ἐν δὲ δόμοιςφροντίδες· ἐν δ' ἀγροῖς καμάτων ἅλις, ἐν δὲ θαλάσσῃ τάρβος· ἐπὶ ξείνης δ', ἢν μὲν ἔχῃς τι, δέος·ἢν δ' ἀπορῇς, ἀνιηρόν. ἔχεις γάμον; οὐκ ἀμέριμνος ἔσσεαι. οὐ γαμέεις; ζῇς ἔτ' ἐρημότερος.τέκνα πόνοι, πήρωσις ἄπαις βίος. αἱ νεότητες ἄφρονες, αἱ πολιαὶ δ' ἔμπαλιν ἀδρανέες.ἦν ἄρα τοῖν δοιοῖν ἑνὸς αἵρεσις, ἢ τὸ γενέσθαι μηδέποτ' ἢ τὸ θανεῖν αὐτίκα τικτόμενον.ἐμαυτὸν οὐ διεχρησάμην.περὶ τῶν δὲ πλευρῶν οὐδεμίαν ὤραν ἔχεις.τὰ παρὰ τῆ γραφῆ διαφο-ρούμενα· εἰσὶ ταῦτα· ἀργειφόντης. καὶ τύρος ἐν τηρήσαςμέγαν ἀργύφαν. ἀργιφόντα. εἴκελος ἀστεροπῆ καὶ τὸἴκελος· ἀπόλεια (corr. ἀπώλεια). ἐμ' αὐτὸν (ἐμαυτὸν Gur-litt.) εἰς ἀπώλειαν. οἰχήσομαι πλάτων.παῖδες. γέροντες μειράκια παλλάκια.