Fragmenta
- Edition reference
- Fragmenta, ed. A. Meineke, Fragmenta comicorum Graecorum, vol. 4, Berlin: Reimer, 1841 (repr. Berlin: De Gruyter, 1970): 513– 521, 523–527.
- CTS identifier
urn:cts:greekLit:tlg0500.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
Cho
1
ὑμεῖς· ἅπας γάρ ἐστιν οἰκεῖος τόπος
ὑπὲρ τέχνης λαλεῖν τι. τῶν ἡδυσμάτων
πάντων κράτιστόν ἐστιν ἐν μαγειρικῇ
ἀλαζονεία· τὸ καθ' ὅλου δὲ τῶν τεχνῶν
ὄψει σχεδόν τι πάντα τοῦθ' ἡγούμενον.
ξεναγὸς οὗτος, ὅστις ἂν θώρακ' ἔχῃ
φολιδωτὸν ἢ δράκοντα σεσιδηρωμένον,
ἐφάνη Βριάρεως, ἂν τύχῃ δ' ἐστὶν λαγώς.
ὁ μάγειρος ἂν μὲν ὑποδιακόνους ἔχων
πρὸς τὸν ἰδιώτην καὶ μαθητὰς εἰσίῃ,
κυμινοπρίστας πάντας ἢ λιμοὺς καλῶν,
ἔπτηξ' ἕκαστος εὐθύς. ἂν δ' ἀληθινόν
σαυτὸν παραβάλλῃς, καὶ προσεκδαρεὶς ἄπει.
ὅπερ οὖν ὑπεθέμην, τῷ κενῷ χώραν δίδου.
καὶ τὰ στόμια γίγνωσκε τῶν κεκλημένων·
ὥσπερ γὰρ εἰς τἀμπόρια τῆς τέχνης πέρας
τοῦτ' ἔστιν, ἂν εὖ προσδράμῃς πρὸς τὸ στόμα.
διακονοῦμεν νῦν γάμους. τὸ θῦμα βοῦς,
ὁ διδοὺς ἐπιφανής, ἐπιφανὴς ὁ λαμβάνων.
τούτων γυναῖκες ἱέρειαι τῇ θεᾷ θεοί,
κορύβαντες, αὐλοί, παννυχίδες, ἀναστροφή.
ἱππόδρομος οὗτός ἐστί σοι μαγειρικῆς.
μέμνησο καὶ σὺ τοῦτο.
FIF
tit
{FABULARUM INCERTARUM FRAGMENTA.}
1
Ἰδιώτης μέγας
αὐτοῖς ὁ Σεύθης. οἶσθα δ' ὦ βέλτισθ' ὅτι
ἀγαθοῦ στρατηγοῦ διαφέρειν οὐδὲν δοκεῖ.
οἱ πολέμιοι πάρεισιν· ὁ βαθὺς τῇ φύσει
στρατηγὸς ἕστηκεν, τὸ πρᾶγμ' ἐδέξατο.
πολέμιός ἐστι πᾶς ὁ συμπίνων ὄχλος.
κινεῖ γὰρ ἀθρόος οὗτος· εἰσελήλυθεν
ἐκ πέντε καὶ δέχ' ἡμερῶν προηλπικώς
τὸ δεῖπνον, ὁρμῆς μεστός, ἐκλελεγμένος,
τηρῶν πότ' ἐπὶ τὰς χεῖρας οἴσει τις. νόει
ὄχλου τοιούτου ῥαχίαν ἠθροισμένην.
2
Ἑλλὰς μέν ἐστι μία, πόλεις δὲ πλείονες·
σὺ μὲν ἀττικίζεις, ἡνίκ' ἂν φωνὴν λέγῃς
αὑτοῦ τίν', οἱ δ' Ἕλληνες ἑλληνίζομεν.
τί προσδιατρίβων συλλαβαῖς καὶ γράμμασιν
τὴν εὐτραπελίαν εἰς ἀηδίαν ἄγεις;
3
Ναοὶ δύ' εἰσὶ καὶ στοά, καὶ τοὔνομα,
καὶ τὸ βαλανεῖον, καὶ τὸ Σαράβου κλέος,
τὸ πολὺ μὲν ἀκτή, τοῖς δ' Ἐλευθερίοις πόλις.
4
Οὐδεὶς ἀλύπως τὸν βίον διήγαγεν
ἄνθρωπος ὤν, οὐδὲ μέχρι τοῦ τέλους πάλιν
ἔμεινεν εὐτυχῶν.
5
Τὴν χλανίδα πάντες, ὡς ἔοικεν, οὐκ ἐμέ
προσηγόρευον· οὐδὲ εἷς νῦν μοι λαλεῖ.
6
Διὰ τὴν τέχνην μὲν γνωρίμους ἐκτησάμην
πολλούς, διὰ τὸν τρόπον δὲ τοὺς πλείστους φίλους.
7
Οὐκ ἔργον ἐστὶν εὖ λέγειν, ἀλλ' εὖ ποιεῖν·
πολλοὶ γὰρ εὖ λέγοντες οὐκ ἔχουσι νοῦν.
8
Διψηρός, ἄτοπος ὁ μυρίνης ὁ τίμιος.
15
Τὸ τῆς ἐλάας δένδρον.
{Ἀναβλέπων}{Ἀποκλειομένη} — — — — — — ]ε?ϲ?τ?ι?ν? ὄ?γ?κ?ω?ι? ϲ?α?![ ]ϲ?ι?αικινω?ι? ]!το λήιδιον ]!οϲτ?ι?!!πι παγκρατὲϲ ]!! κροκωτ[ίω]ι ]ι?τα πλείω λέγειϲ ]!!! ἡμιφόρμιον quot versus desint non constat ]![!]α?ι?[!]φ?!α?!!![ ϲ]τεφαν!!!!![ ]!ητα πολλὰ λαμβά[ν]!![ὑμεῖϲ δὲ] λ?ο?ι?πόν, [ὦν]δρεϲ οἱ ϲυνηγμένοι,κροτήϲα]θ' ἡμᾶϲ· ⸤ἡ⸥ δὲ φιλόγελωϲ θεὰΝίκη με⸥θ' ἡμῶν εὐμενὴϲ ἕπ⸤οι⸥τ' ἀεί. Ἀποκλειομένη Π]ΟϹΕΙΔΙΠΠΟΥ