The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. T. Kock, Comicorum Atticorum fragmenta, vol. 2, Leipzig: Teubner, 1884: 447–449.
CTS identifier
urn:cts:greekLit:tlg0505.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

tit 1-2

{ΕΓΚΛΗΙΟΜΕΝΑΙ}

1

καρῖδας ἔλαβον πρῶτον, ἀπεταγήνισα

ταύτας ἁπάσας. γαλεὸς εἴληπται μέγας,

ὤπτησα τὰ μέσα, τὴν δὲ λοιπὴν γρυμέαν

ἕψω ποιήσας τρῖμμα συκαμίνινον.

γλαύκου φέρω κεφάλαια παμμεγέθη δύο,

ἐν λοπάδι μεγάλῃ ταῦτα, λιτῶς προσαγαγὼν

χλόην, κύμινον, ἅλας, ὕδωρ, ἐλάδιον.

λάβρακα μετὰ ταῦτ' ἐπριάμην καλὸν σφόδρα,

ἔσται δι' ἅλμης λιπαρὸς ἑφθὸς ἐν χλόῃ,

ἀποδοὺς ὅς' ἐστὶν ἀπ' ὀβελίσκων ὀπτανά.

τρίγλας καλὰς ἠγόρασα καὶ κίχλας καλάς,

ἔρριψα ταύτας ἐπὶ τὸν ἄνθραχ' ὡς ἔχει,

ἅλμῃ τε λιπαρᾷ παρατίθημ' ὀρίγανον.

ταύταις προσέλαβον σηπίας καὶ τευθίδας·

ἀστεῖον ἑφθὴ τευθὶς ὠνθυλευμένη

καὶ πτερύγι' ἁπαλῶς σηπίας ὠπτημένα.

τριμμάτιον ᾠκείωσα τούτοις ἀνθινὸν

παντοδαπόν. ἑψητὸν δὲ μετὰ ταύτας τινά,

ὀξυλίπαρον τούτοις ἔδωκα χυμίον.

γόγγρον ἐπὶ τούτοις ἐπριάμην παχὺν σφόδρα,

κατέπνιξ' ἐν ἅλμῃ τοῦτον εὐανθεστέρᾳ.

κωβίδι' ἄττα καὶ πετραῖα δή τινα

ἰχθύδια, τούτων ἀποκνίσας τὰ κρανία

ἐμόλυν' ἀλεύρῳ . . τοιούτῳ τινί,

πέμπω τε ταῖς καρῖσι τὴν αὐτὴν ὁδόν.

ἀμίαν τε χήραν, θηρίον καλὸν σφόδρα,

θρίοισι ταύτην ἅλις ἐλαδίῳ διεὶς

ἐσπαργάνωσα περιπάσας ὀρίγανον,

ἐνέκρυψά θ' ὥσπερ δαλὸν εἰς πολλὴν τέφραν.

ἀφύαν θ' ἅμ' αὐτῇ παρέλαβον Φαληρικήν,

εἷς κύαθος ἐνταῦθ' ὕδατος ἐπιχυθεὶς πολύ·

τεμὼν δὲ λεπτὴν τῆς χλόης καὶ πλείονα,

κἂν ᾖ δικότυλος λήκυθος, καταστρέφω.

τί λοιπόν; οὐδέν· ἀλλὰ τοῦτ' ἔσθ' ἡ τέχνη,

οὐκ ἐξ ἀπογραφῆς οὐδὲ δι' ὑπομνημάτων.

2

κλέπτρια

tit 3

{ΠΑΡΑΛΥΤΡΟΥΜΕΝΟΣ}

3

παροψὶς εἶναι φαίνομαι τῷ Κρωβύλῳ·

τοῦτον μασᾶται, παρακατεσθίει δ' ἐμέ.

{<ΕΓΚΛΕΙΟΜΕΝΑΙ.>}

1

Καρῖδας ἔλαβον πρῶτον, ἀπεταγήνισα

ταύτας ἁπάσας. γαλεὸς εἴληπται μέγας,

ὤπτησα τὰ μέσα, τὴν δὲ λοιπὴν γρυμέαν

ἕψω ποιήσας τρῖμμα συκαμίνινον.

γλαύκου φέρω κεφάλαια παμμεγέθη δύο,

ἐν λοπάδι μεγάλῃ ταῦτα, λιτῶς προσαγαγὼν

χλόην κύμινον ἅλας ὕδωρ ἐλάδιον.

λάβρακα μετὰ ταῦτ' ἐπριάμην καλὸν σφόδρα,

ἔσται δι' ἅλμης λιπαρὸς ἑφθὸς ἐν χλόῃ.

ἀποδοὺς ὅς' ἐστὶν ἀπ' ὀβελίσκων ὀπτανά,

τρίγλας καλὰς ἠγόρασα καὶ κίχλας καλάς,

ἔρριψα ταύτας ἐπὶ τὸν ἄνθραχ' ὡς ἔχει,

ἅλμῃ τε λιπαρᾷ παρατίθημ' ὀρίγανον.

ταύταις προσέλαβον σηπίας καὶ τευθίδας·

ἀστεῖον ἑφθὴ τευθὶς ὠνθυλευμένη

καὶ πτερύγι' ἁπαλῶς σηπίας ὠπτημένα.

τριμμάτιον ᾠκείωσα τούτοις ἀνθινόν

παντοδαπόν. ἑψητὸν δὲ μετὰ ταύτας τινά,

ὀξυλίπαρον τούτοις ἔδωκα χυμίον.

γόγγρον ἐπὶ τούτοις ἐπριάμην παχὺν σφόδρα,

κατέπνιξ' ἐν ἅλμῃ τοῦτον εὐανθεστέρᾳ.

κωβίδι' ἄττα καὶ πετραῖα δή τινα

ἰχθύδια, τούτων ἀποκνίσας τὰ κρανία

ἐμόλυν' ἀλεύρῳ * * τοιούτῳ τινί,

πέμπω τε ταῖς καρῖσι τὴν αὐτὴν ὁδόν.

ἀμίαν τε χήραν, θηρίον καλὸν σφόδρα,

θρίοισι ταύτην ἅλις ἐλαδίῳ διείς

ἐσπαργάνωσα περιπάσας ὀρίγανον,

ἐνέκρυψά θ' ὥσπερ δαλὸν εἰς πολλὴν τέφραν.

ἀφύαν θ' ἅμ' αὐτῇ παρέλαβον Φαληρικήν,

εἷς κύαθος ἐνταῦθ' ὕδατος ἐπιχυθεὶς πολύ·

τεμὼν δὲ λεπτὴν τῆς χλόης καὶ πλείονα,

κἂν ᾖ δικότυλος λήκυθος, καταστρέφω.

τί λοιπόν; οὐδὲν ἄλλο. τοῦτ' ἔσθ' ἡ τέχνη,

οὐκ ἐξ ἀπογραφῆς οὐδὲ δι' ὑπομνημάτων.

{<ΠΑΡΑΛΥΤΡΟΥΜΕΝΟΣ.>}

3

Παροψὶς εἶναι φαίνομαι τῷ Κρωβύλῳ·

τοῦτον μασᾶται, παρακατεσθίει δ' ἐμέ.

εἰ μετὰ τὸ μαθεῖνοὐκ ἦν παθεῖν, ἃ δεῖ παθεῖν, δεῖ γὰρ μαθεῖν·εἰ δεῖ παθεῖν με, κἂν μάθω, τί δεῖ μαθεῖν;οὐ δεῖ μαθεῖν ἄρ' ἃ δεῖ παθεῖν· δεῖ γὰρ παθεῖν.