The Greek Library Catalogue

Anonymous

Fragmentum

Edition reference
Fragmentum, ed. T. Kock, Comicorum Atticorum fragmenta, vol. 3, Leipzig: Teubner, 1888: 361–362.
CTS identifier
urn:cts:greekLit:tlg0507.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

tit 1

{ΦΟΙΝΙΚΙΔΗΣ}

1

Σφίγγ' ἄρρεν', οὐ μάγειρον, εἰς τὴν οἰκίαν

εἴληφ'· ἁπλῶς γὰρ οὐδὲ ἓν μὰ τοὺς θεοὺς

ὧν ἂν λέγῃ συνίημι. καινὰ ῥήματα

πεπορισμένος πάρεστιν· ὡς εἰσῆλθε γάρ,

εὐθύς μ' ἐπηρώτησε προσβλέψας μέγα.

‘πόσους κέκληκας μέροπας ἐπὶ δεῖπνον’; λέγε.

‘ἐγὼ κέκληκα μέροπας ἐπὶ δεῖπνον; χολᾷς;

τοὺς δὲ μέροπας τούτους με γινώσκειν δοκεῖς;

οὐδεὶς παρέσται· τοῦτο γὰρ νὴ τὸν Δία

ἔτι κατάλοιπον, μέροπας ἐπὶ δεῖπνον καλεῖν.’

‘οὐδ' ἄρα παρέσται δαιτυμὼν οὐδεὶς ὅλως;’

‘οὐκ οἶδ' ἔγωγε Δαιτυμόν'’. ἐλογιζόμην,

ἥξει Φιλῖνος, Μοσχίων, Νικήρατος,

ὁ δεῖν', ὁ δεῖνα· κατ' ὄνομ' ἀνελογιζόμην·

οὐκ ἦν ἐν αὐτοῖς οὐδὲ εἷς μοι Δαιτυμών.

‘οὐδεὶς παρέσται’ φημί. ‘τί λέγεις; οὐδὲ εἷς;’

σφόδρ' ἠγανάκτης', ὥσπερ ἠδικημένος,

εἰ μὴ κέκληκα Δαιτυμόνα. καινὸν πάνυ.

‘σὺ δ' ἄρα θύεις ἐρυσίχθον';’ οὐκ ἔφην ἐγώ.

‘βοῦν δ' εὐρυμέτωπον;’ ‘οὐ θύω βοῦν, ἄθλιε.’

μῆλα θυσιάζεις ἆρα;‘ ’μὰ Δί' ἐγὼ μὲν οὔ,

οὐδέτερον αὐτῶν, προβάτιον δ'.‘ ’οὐκοῦν' ἔφη

τὰ μῆλα πρόβατα.‘ ’οὐ μανθάνω

τούτων οὐδέν, οὐδὲ βούλομαι.

ἀγροικότερός εἰμ', ὥσθ' ἁπλῶς μοι διαλέγου.‘

’Ὅμηρον οὐκ οἶδας λέγοντα;‘ ’καὶ μάλα

ἐξῆν ὃ βούλοιτ', ὦ μάγειρ', αὐτῷ λέγειν.

ἀλλὰ τί πρὸς ἡμᾶς τοῦτο, πρὸς τῆς Ἑστίας;‘

’κατ' ἐκεῖνον ἤδη πρόσεχε καὶ τὰ λοιπά μοι‘.

’Ὁμηρικῶς γὰρ διανοεῖ μ' ἀπολλύναι;‘

’οὕτω λαλεῖν εἴωθα.‘ ’μὴ τοίνυν λάλει

οὕτω παρ' ἐμοί γ' ὤν.‘ ’ἀλλὰ διὰ τὰς τέτταρας

δραχμὰς ἀποβάλω‘ φησί ’τὴν προαίρεσιν;

τὰς οὐλοχύτας φέρε δεῦρο.‘ ’τοῦτο δ' ἐστὶ τί;‘

’κριθαί.‘ ’τί οὖν, ἀπόπληκτε, περιπλοκὰς λέγεις;‘

’πηγὸς πάρεστι;‘ ’πηγός; οὐχὶ λαικάσει

ἐρεῖς σαφέστερόν θ' ὃ βούλει μοι λέγειν;‘

’ἀτάσθαλός γ' εἶ, πρέσβυ‘ φής'· ’ἅλας φέρε.

τοῦτ' ἔστι πηγός. ἀλλὰ δεῖξον χέρνιβα.‘

παρῆν. ἔθυεν, ἔλεγεν ἄλλα ῥήματα

τοιαῦθ' ἃ μὰ τὴν γῆν οὐδὲ εἷς ἤκουσεν ἄν,

μίστυλλα, μοίρας, δίπτυχ', ὀβελούς· ὥστε με

τῶν τοῦ Φιλητᾶ λαμβάνοντα βυβλίων

σκοπεῖν ἕκαστα τί δύναται τῶν ῥημάτων·

πλὴν ἱκέτευον αὐτὸν ἤδη μεταβαλεῖν

ἀνθρωπίνως λαλεῖν τε. τὸν δ' οὐδ' ἂν ταχὺ

ἔπεισεν ἡ Πειθὼ μὰ τὴν γῆν οἶδ' ὅτι.

{<ΦΟΙΝΙΚΙΔΗΣ.>}

1

Σφίγγ' ἄρρεν', οὐ μάγειρον, εἰς τὴν οἰκίαν

εἴληφ'· ἁπλῶς γὰρ οὐδὲ ἓν μὰ τοὺς θεούς

ὅς' ἂν λέγῃ συνίημι. καινὰ ῥήματα

πεπορισμένος πάρεστιν· ὡς εἰσῆλθε γάρ

εὐθύς μ' ἐπηρώτησε προσβλέψας μέγα,

„πόσους κέκληκας μέροπας ἐπὶ δεῖπνον; λέγε.“

ἐγὼ κέκληκα Μέροπας ἐπὶ δεῖπνον; χολᾷς.

τοὺς δὲ μέροπας τούτους με γιγνώσκειν δοκεῖς;

οὐδεὶς παρέσται· τοῦτο γὰρ νὴ τὸν Δία

ἔστι κατάλοιπον, Μέροπας ἐπὶ δεῖπνον καλεῖν.

”οὐδ' ἄρα παρέσται δαιτυμὼν οὐδεὶς ὅλως;”

οὐκ οἴομαί γε Δαιτυμών. ἐλογιζόμην,

ἥξει Φιλῖνος, Μοσχίων, Νικήρατος,

ὁ δεῖν', ὁ δεῖνα· κατ' ὄνομ' ἀνελογιζόμην·

οὐκ ἦν ἐν αὐτοῖς οὐδὲ εἷς μοι Δαιτυμών.

οὐδεὶς παρέσται, φημί. „τί λέγεις; οὐδὲ εἷς;“

σφόδρ' ἠγανάκτης', ὥσπερ ἠδικημένος,

εἰ μὴ κέκληκα Δαιτυμόνα. καινὸν πάνυ.

”οὐδ' ἄρα θύεις ἐρυσίχθον';” οὐκ ἔφην ἐγώ.

„βοῦν δ' εὐρυμέτωπον;“ οὐ θύω βοῦν, ἄθλιε.

”μῆλα θυσιάζεις ἆρα;” μὰ Δί' ἐγὼ μὲν οὔ,

οὐδέτερον αὐτῶν, προβάτιον δ'. „οὐκοῦν, ἔφη,

τὰ μῆλα πρόβατα. μανθάνεις;“ οὐ μανθάνω

τούτων οὐδέν, οὐδὲ βούλομαι.

ἀγροικότερός εἰμ', ὥσθ' ἁπλῶς μοι διαλέγου.

”Ὅμηρον οὐκ οἶδας λέγοντα;” καὶ μάλα

ἐξῆν ὃ βούλοιτ', ὦ μάγειρ', αὐτῷ λέγειν.

ἀλλὰ τί πρὸς ἡμᾶς τοῦτο πρὸς τῆς Ἑστίας;

„κατ' ἐκεῖνον ἤδη πρόσεχε καὶ τὰ λοιπά μοι.

Ὁμηρικὸς γάρ.“ διανοεῖ μ' ἀπολλύναι;

”οὕτω λαλεῖν εἴωθα.” μὴ τοίνυν λάλει

οὕτως παρ' ἐμοί γ' ὤν. „ἀλλὰ διὰ τὰς τέτταρας

δραχμὰς ἀποβάλω, φησί, τὴν προαίρεσιν;

τὰς οὐλοχύτας φέρε δεῦρο.“ τοῦτο δ' ἐστὶ τί;

”κριθαί.” τί οὖν, ἀπόπληκτε, περιπλοκὰς λέγεις;

„πηγὸς πάρεστι;“ πηγός; οὐχὶ λαικάσει;

ἐρεῖς σαφέστερόν θ' ὃ βούλει μοι λέγειν;

”ἀτάσθαλός γ' εἶ, πρέσβυ.” φής'. „ἅλας φέρε.

τοῦτ' ἔστι πηγός. ἀλλὰ δεῖξον χέρνιβα.“

παρῆν. ἔθυεν, ἔλεγεν ἄλλα ῥήματα

τοιαῦθ' ἃ μὰ τὴν γῆν οὐδὲ εἷς ἤκουσεν ἄν,

μίστυλλα, μοίρας, δίπτυχ', ὀβελούς. ὥστε με

τῶν τοῦ Φιλητᾶ λαμβάνοντα βιβλίων

σκοπεῖν ἕκαστα τί δύναται τῶν ῥημάτων·

πλὴν ἱκέτευον αὐτὸν ἤδη μεταβαλεῖν

ἀνθρωπίνως λαλεῖν τε. τὸν δ' οὐκ ἂν ταχύ

ἔπεισεν ἡ πειθὼ μὰ τὴν γῆν οἶδ' ὅτι.

{Φοινικίδηϲ}⸤ϲφίγγ' ἄρρεν', οὐ μάγειρον, εἰϲ τὴν οἰκίαν⸥⸤εἴληφ'· ἁπλῶϲ γὰρ οὐδὲ ἕν, μὰ τοὺϲ θεούϲ,⸥⸤ὧν ἂν λέγηι ϲυνίημι· καινὰ ῥήματα⸥⸤πεποριϲμένοϲ⸥ πά⸤ρ⸥ε⸤ϲτιν· ὡϲ εἰϲῆλθε γά⸥ρ,⸤εὐθύϲ μ' ἐ⸥πηρώτηϲε ⸤προϲβλέψαϲ⸥ μέγα·⸤’πόϲουϲ κ⸥έκληκαϲ μέροπα⸤ϲ ἐπὶ δεῖ⸥πνον; λέγε.‘’ἐγ⸤ὼ κέκ⸥ληκα μέροπαϲ ἐπ⸤ὶ δεῖπνο⸥ν; χολᾶιϲ.τοὺϲ δὲ μέροπαϲ τούτουϲ με γ⸤ιν⸥ώϲκειν δοκεῖϲ;‘’οὐδ' ἄρα παρέϲται δαιτυμὼν οὐθεὶϲ ὅλωϲ;‘

1

ἥξει Φιλῖνοϲ, Μοϲχίων, Νικήρατοϲ,

ὁ δεῖν', ὁ δεῖνα· κατ' ὄνομ' ἐπεπορευόμην·

οὐκ ἦν ἐν αὐτοῖϲ οὐδὲ εἷϲ μοι Δαιτυμών.

ὁ δ' ἠγανάκτηϲ' ὥϲπερ ἠδικημένοϲὅτι οὐ κέκληκα Δαιτυμόνα· καινὸν ϲφόδρα.’οὐδ' ἄρα θύειϲ ῥηξίχθον';‘ ’οὐκ‘, ἔφην, ’ἐγώ.‘’βοῦν εὐρυμέτωπον;‘ ’οὐ θύω βοῦν, ἄθλιε.‘’μῆλα θυϲιάζειϲ ἆρα;‘ ’μὰ Δί', ἐγὼ μὲν οὔ.‘’τὰ μῆλα πρόβατα.‘ ’μῆλα πρόβατ'; οὐκ οἶδ', ἔφην,‘μάγειρε, τούτων οὐθέν, οὐδὲ βούλομαι·οὐδεὶϲ πάρεϲται· τοῦτο γάρ, νὴ τὸν Δία,ἔϲτι (ἔτι Dobree) κατάλοιπον μέροπαϲ ἐπὶ δεῖπνον καλεῖν‵———′οὐκ οἴομαί γε Δαιτυμών. ἐλογιζόμην·‵———′’οὐδεὶϲ παρέϲται, φημί.‘ ’τί λέγειϲ; οὐδὲ εἷϲ;‘‵———′οὐδέτερον αὐτῶν, προβάτιον δ'. ’οὐκοῦν,‘ ἔφη,ἀγροικότερόϲ εἰμ', ὥϲθ' ἁπλῶϲ μοι διαλέγου.’⸤‘τὰϲ οὐλοχύταϲ φέρε δεῦρο.’ ‘τοῦτο δ' ἐϲτὶ τί;’⸥⸤‘κριθαί.’ ‘τί οὖν, ἀπόπληκτε, περιπλοκὰϲ λέγειϲ;’⸥⸤‘πηγὸϲ πάρεϲτι;’ ‘πηγόϲ; οὐχὶ λαικάϲει,⸥⸤ἐρεῖϲ ϲαφέϲ⸥τ?ε?ρ?⸤όν θ' ὃ βούλει μοι λέγε⸥ι?ν?;’⸤‘ἀτάϲθα⸥λόϲ γ' εἶ, πρέϲβυ,’ φ⸤ηϲίν. ‘ἅλ⸥α φέρε·⸤τοῦτ' ἐ⸥ϲθ' ὁ πηγόϲ, τοῦτο δεῖξον.’ χέρνιβον⸤παρῆ⸥ν· ἔθυεν, ἔλεγεν ἕτερα μυρίατ⸤ο⸥ι⸤αῦ⸥θ' ἅ, μὰ τὴν Γῆν, οὐδὲ εἷϲ ϲυνῆκεν ἄν,μίϲτυλλα, μοίραϲ, δίπτυχ', ὀβελούϲ· ὥϲτ' ἔδειτὰ τοῦ Φιλιτᾶ λαμβάνοντα βυβλίαϲκοπεῖν ἕκαϲτον τί δύναται τῶν ῥημάτων.ἀλλ' ἱκέτευον αὐτὸν ἤδη μεταβαλὼνἀνθρωπίνωϲ λαλεῖν τι. τὸν δ' οὐκ ἄμ ποτεἔπειϲεν ἡ Πειθὼ παραϲτᾶϲ' αὐτόθι.καί μοι δοκεῖ ῥαψωιδοτοιούτου τινὸϲδοῦλοϲ γεγονὼϲ ἐκ παιδὸϲ ἁλιτήριοϲἔπε?[ιτ]α πεπλῆϲθαι τῶν Ὁμήρου ῥημάτων.‘Ὅμηρον οὐκ οἶϲθα λέγοντα;’ ‘καὶ μάλαἐξῆν ὃ βούλοιτ', ὦ (βούλει τω A corr. Casaubon et Coraes) μάγειρ', αὐτῶι λέγειν.ἀλλὰ τί πρὸϲ ἡμᾶϲ τοῦτο, πρὸϲ τῆϲ Ἑϲτίαϲ;’‘κατ' ἐκεῖνον ἤδη πρόϲεχε καὶ τὰ λοιπά μοι.’‘Ὁμηρικῶϲ γὰρ διανοεῖ μ' ἀπολλύναι;’‘οὕτω λαλεῖν εἴωθα.’ ‘μὴ τοίνυν λάλειοὕτω παρ' ἔμοιγ' ὤν.’ ‘ἀλλὰ διὰ τὰϲ τέτταραϲδραχμὰϲ ἀποβαλῶ’, φηϲί, ‘τὴν προαίρεϲιν;’