The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. T. Kock, Comicorum Atticorum fragmenta, vol. 1, Leipzig: Teubner, 1880: 711–715, 717–733.
CTS identifier
urn:cts:greekLit:tlg0508.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

tit,ante 1

{ΑΓΑΘΟΙ}

tit 1-2

{ΑΝΘΡΩΠΟΡΡΑΙΣΤΗΣ}

1

καὶ τῶν μὲν ἄλλων οὐκ ἐμέλησέ μοι μελῶν,

Εὐριπίδου δὲ δρᾶμα δεξιώτατον

διέκναις' Ὀρέστην, Ἡγέλοχον τὸν Κυννάρου

μισθωσάμενος τὰ πρῶτα τῶν ἐπῶν λέγειν.

2

τῶν δὲ διδύμων ἐκγόνων σεμιδάλιδος

tit,ante 3

{ΑΡΓΥΡΙΟΥ ΑΦΑΝΙΣΜΟΣ}

tit 3-9

{ΑΤΑΛΑΝΤΗ}

3

καὶ τὴν Λαγίσκαν τὴν Ἰσοκράτους παλλακὴν

εὑρεῖν με συκάζουσαν, εἶθ' ἥκειν ταχὺ

τὸν αὐλοτρύπην αὐτόν.

4

ὑπογάστριον θύννου τι κἀκροκώλιον

δραχμῆς ὕειον

8

διφροφόροι

9

σκῶρ

tit 10

{ΖΩΠΥΡΟΣ ΠΕΡΙΚΑΙΟΜΕΝΟΣ}

tit,ante 11

{ΙΦΙΓΕΡΩΝ}

tit 11-12

{ΚΑΛΛΙΠΠΙΔΗΣ}

11

αὐτίκα δ' ἥρπασε τεμάχη

θερμάς τε κάπρου φλογίδας ἔβρυχέ τε πάνθ' ἅμα.

tit 13-21

{ΚΙΝΗΣΙΑΣ}

13

τὰ δ' ἄλφιθ' ὑμῖν πῶς ἐπώλουν; {Β.} τεττάρων

δραχμῶν μάλιστα τὸν κόφινον. {Α.} τί λέγεις; μέτρῳ

ἐχρῶντο κοφίνῳ; ἢ . . . τοῦτ' αὔθ' ὅτι

οἴνου κόφινος, δυνάμενος τρεῖς χόας πυρρῶν

ταῖς κοφίναις ταὐτὰ ταῦτα δυνάμενος.

14

ἁλμυρόν θ' ὕδωρ,

ἕτερόν τε λεπτὸν ἐν ἁλίᾳ κεκομμένον.

tit 22-25

{ΛΗΜΝΟΜΕΔΑ}

22

Ἑρμῆς, ὃν ἕλκους' οἱ μὲν ἐκ προχοιδίου,

οἱ δ' ἐκ καδίσκου γ' ἴσον ἴσῳ κεκραμένον.

23

Χῖος παραστὰς Κῷον οὐκ ἐᾷ λέγειν.

24

ὑποδήματα

σαυτῷ πρίασθαι τῶν ἁπλῶν

25

πολλοὺς ἤδη μεγάλους τε φάγρους ἐγκάψας

tit 26-32

{ΜΑΚΕΔΟΝΕΣ Η ΠΑΥΣΑΝΙΑΣ}

26

{Α.} εἰσὶν δὲ πόθεν αἱ παῖδες αὗται καὶ τίνες;

{Β.} νυνὶ μὲν ἥκουσιν Μεγαρόθεν, εἰσὶ δὲ

Κορίνθιαι· Λαῒς μὲν ἡδὶ Μεγακλέους.

27

πολλῶν φλυάρων καὶ ταὧν ἀντάξια,

οὓς βόσκεθ' ὑμεῖς ἕνεκα τῶν ὠκυπτέρων.

28

ἡ σφύραινα δ' ἐστὶ τίς;

{Β.} κέστραν μὲν ὕμμες ὡττικοὶ κικλήσκετε.

29

πνικτόν τι τοίνυν . . ἔστω σοι συχνὸν

τοιοῦτον.

30

τὸν πέπλον δὲ τοῦτον

ἕλκους' ὀνεύοντες τοπείοις ἄνδρες ἀναρίθμητοι

εἰς ἄκρον ὥσπερ ἱστίον τὸν ἱστόν.

31

ὑπογάστριά θ' ἡδέα θύννων

32

Μακεδόνισσαν

tit 33-35

{ΜΗΔΕΙΑ}

33

καὶ λέγ' ὅτι μύρον αὐτῇ φέρεις

τοιοῦτον, οἷον οὐ Μέγαλλος πώποτε

ἥψησεν, οὐδὲ Δεινίας ᾁγύπτιος

οὔτ' εἶδεν οὔτ' ἐκτήσατο.

34

οἶσθ' ᾧ προσέοικεν, ὦ Κρέων, τὸ βρέγμα σου;

ἐγᾦδα· δίνῳ περὶ κάτω τετραμμένῳ.

35

Μυσῶν λείαν

tit 36

{ΜΥΡΜΙΔΟΝΕΣ}

36

ἐν τοῖς βαλανείοις προκέλευθος ἡμέρα

ἁπαξάπασα γῆς στρατιαὶ σιδαρέων.

tit 37-39

{ΠΟΤΑΜΙΟΙ}

37

ὑμεῖς τε πάντες ἔξιτ' ἐπὶ τὸ Πύθιον

ὅσοι πάρεστε, μὴ λαβόντες λαμπάδας

μηδ' ἄλλο μηδὲν ἐχόμενον Φιλυλλίου.

38

οὐ λίνον λίνῳ συνάπτεις.

39

ἐγχέλεων ἀνεψιός

tit 40

{ΠΥΤΙΣΟΣ}

40

ἐγᾦδα τοὐπίνικος ὀργισθεὶς ἔφη,

τῷ στόματι δράσω τοῦθ' ὅπερ ...

tit 41-42

{ΤΡΩΙΛΟΣ}

41

ᾗ μήποτ', ὦ παῖ Ζηνός, ἐς ταὐτὸν μόλῃς,

ἀλλὰ παραδοὺς τοῖς Λεσβίοις χαίρειν ἔα.

42

ἐρινὸν οὖν τιν' αὐτῆς πλησίον

νενόηκας ὄντα;

tit 43-44

{ΦΙΛΟΚΤΗΤΗΣ}

43

οὐδ' ἐν κοπρίᾳ θησαυρὸν ἐκβεβλημένον

44

κᾆτ' εἰς ἀγορὰν ἐλθόντες ἁδροὺς

ὀψωνοῦσιν μεγάλους τε φάγρους

καὶ Κωπᾴδων ἁπαλῶν τεμάχη

στρογγυλοπλεύρων.

tit 45-50

{ΦΟΙΝΙΣΣΑΙ}

45

παραινέσαι δὲ σφῷν τι βούλομαι σοφόν·

ὅταν φακῆν ἕψητε, μὴ 'πιχεῖν μύρον.

46

εἶθ' ἥλιος μὲν πείθεται τοῖς παιδίοις

ὅταν λέγωσιν ‘ἔξεχ' ὦ φίλ' ἥλιε’.

47

ξυνίετ' οὐδὲν πᾶσα Θηβαίων πόλις.

οὐδέν ποτ' ἄλλ'. οἳ πρῶτα μὲν τὴν σηπίαν

ὀπιτθοτίλαν, ὡς λέγους', ὀνομάζετε,

τὸν ἀλεκτρυόνα δ' ὀρτάλιχον, τὸν ἰατρὸν δὲ

σάκταν, βέφυραν τὴν γέφυραν, τῦκα δὲ

τὰ σῦκα, κωτιλάδας δὲ τὰς χελιδόνας,

τὴν ἔνθεσιν δ' ἄκολον, τὸ γελᾶν δὲ κριδδέμεν,

νεασπάτωτον δ' ἤν τι νεοκάττυτον ᾖ.

48

οὐ σχοινί', οὐδὲ στραγγαλίδες εἰσί.

tit 51-53

{ΧΡΥΣΙΠΠΟΣ}

51

εἰ μηδὲ χέσαι γ' αὐτῷ σχολὴ γενήσεται,

μηδ' εἰς ἀσωτεῖον τραπέσθαι, μηδ' ἐὰν

αὐτῷ ξυναντᾷ τις, λαλῆσαι μηδενί.

52

πρόσαγε τὸν πῶλον ἀτρέμα, προσλαβὼν

τὸν ἀγωγέα βραχύτερον· οὐχ ὁρᾷς ὅτι

ἄβολος ἔτ' ἐστί;

53

κοχῶναι

tit 54-59

{ΨΥΧΑΣΤΑΙ}

54

Σαννυρίωνος σκυτίνην ἐπικουρίαν

55

κομίσειέ μοί τις

θυμαλώπων ὧδε μεστὴν ἐσχάραν;

56

(εἴτε) ῥιπίδα

εἴτε σκιάδειον

57

οἶνον γὰρ πιεῖν

οὐδ' ἂν εἷς δέξαιτο θερμόν, ἀλλὰ πολὺ τοὐναντίον

ψυχόμενον ἐν τῷ φρέατι καὶ χιόνι μεμιγμένον.

58

αἱ δ' ἀλεκτρυόνες ἅπασαι

καὶ τὰ χοιρίδια τέθνηκε

καὶ τὰ μίκρ' ὀρνίθια.

59

ὁ δέ τις ψυκτῆρ', ὁ δέ τις κύαθον

χαλκοῦν κλέψας ἀπορῶν κεῖται,

κοτύλη δ' ἀνὰ χοίνικα μάττει.

tit 60-80

{ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ}

60

γαλῆν ὁρῶ. {Β.} ποῖ, πρὸς θεῶν, ποῖ ποῖ γαλῆν;

{Α.} γαλήν'. {Β.} ἐγὼ δ' ᾤμην σε γαλῆν λέγειν ὁρῶ.

61

οἶνος κοχύζει τοῖς ὁδοιπόροις πιεῖν

μέλας Σκιάθιος ἴσον ἴσῳ κεκραμένος.

62

τί δ' ὥσπερ οἱ σταδιοδρόμοι προανίστασαι;

63

τὰ θυγάτρια

περὶ τὴν λεκάνην ἅπαντα περιπεπλιγμένα

66

πρασοκουρίδες, αἳ καταφύλλους

ἀνὰ κήπους πεντήκοντα ποδῶν

ἴχνεσι βαίνετ', ἐφαπτόμεναι

ποδοῖν σατυριδίων μακροκέρκων,

χοροὺς ἑλίσσουσαι παρ' ὠκίμων

πέταλα καὶ θριδακινίδων

εὐόσμων τε σελίνων

67

βοῦς ἐμβαίνει μέγας

71

γαλῇ χιτώνιον

72

ἀπεμυθήσω

73

γελάσιμον

74

διατράμιν

75

δυσόμοια

77

λελεπασμένον

78

ὁμοπτέρους

79

ἡ προγονός

80

τρῶγες

{<ΑΓΑΘΟΙ.>}{<ΑΝΘΡΩΠΟΡΡΑΙΣΤΗΣ.>}

1

Καὶ τῶν μὲν ἄλλων οὐκ ἐμέλησέ μοι μελῶν,

Εὐριπίδου δὲ δρᾶμα δεξιώτατον

διέκναις' Ὀρέστην, Ἡγέλοχον τὸν Κιννάρου

μισθωσάμενος τὰ πρῶτα τῶν ἐπῶν λέγειν.

2

Τῶν δὲ διδύμων ἐκγόνων

σεμιδάλιδος.{<ΑΤΑΛΑΝΤΗ.>}

3

Καὶ τὴν Λαγίσκαν τὴν Ἰσοκράτους παλλακήν

εὑρεῖν με συκάζουσαν, εἶθ' ἥκειν ταχύτὸν αὐλοτρύπην αὐτόν.Ὑπογάστριον θύννου τι κἀκροκώλιονδραχμῆς ὕειον.{<ΖΩΠΥΡΟΣ ΠΕΡΙΚΑΙΟΜΕΝΟΣ.>}{<ΙΦΙΓΕΡΩΝ.>}{<ΚΑΛΛΙΠΠΙΔΗΣ.>}

11

Αὐτίκα δ' ἥρπασε τεμάχη

θερμάς τε κάπρου φλογίδας, ἔβρυχέ τε πάνθ' ἅμα.

{<ΚΙΝΗΣΙΑΣ.>}

13

Τὰ δ' ἄλφιθ' ὑμῖν πῶς ἐπώλουν; {Β.} τεττάρων

δραχμῶν μάλιστα τὸν κόφινον. {Α.} τί λέγεις; μέτρῳ

ἐχρῶντο κοφίνῳ;

14

Ἁλμυρόν θ' ὕδωρ,

ἑτερόν τε λεπτὸν ἐν ἁλίᾳ κεκομμένον.

{<ΛΗΜΝΟΜΕΔΑ.>}

22

Ἑρμῆς, ὃν ἔλκους' οἱ μὲν ἐκ προχοιδίου,

οἱ δ' ἐκ καδίσκου ς' ἴσον ἴσῳ κεκραμένον.

Πολλοὺς δὴ μεγάλους τε φάγρους ἐγκάψας.

23

Χῖος παραστὰς Κῷον οὐκ ἐᾷ λέγειν.

24

Ὑποδήματα σεαυτῷ πρίασθαι τῶν ἁπλῶν.

tit 26-32

{<ΜΑΚΕΔΟΝΕΣ Η ΠΑΥΣΑΝΙΑΣ.>}

30

Τὸν πέπλον δὲ τοῦτον

ἕλκους' ὀνεύοντες τοπείοις ἄνδρες ἀναρίθμητοι

εἰς ἄκρον ὥσπερ ἱστίον τὸν ἱστόν.

28

Ἡ σφύραινα δ' ἐστὶ τίς;

{Β.} κέστραν μὲν ὕμμες ὡττικοὶ κικλήσκετε.

Ὑπογάστριά θ' ἡδέα θύννων.

26

{Α.} Εἰσὶν δὲ πόθεν αἱ παῖδες αὗται καὶ τίνες;

{Β.} νυνὶ μὲν ἥκουσιν Μεγαρόθεν, εἰσὶ δέ

Κορίνθιαι· Λαῒς μὲν ἡδὶ Μεγακλέους.

Πνικτόν τι τοίνυν * * ἔστω σοι συχνόντοιοῦτον.

27

Πολλῶν φλυάρων καὶ ταὧν ἀντάξια,

οὓς βόσκεθ' ὑμεῖς ἕνεκα τῶν ὠκυπτέρων.

{<ΜΥΡΜΙΔΟΝΕΣ.>}

36

Ἐν τοῖς βαλανείοις προκέλευθος ἡμέρα

ἁπαξάπασα γῆς στρατιαὶ σιδαρέων.

{<ΜΗΔΕΙΑ.>}

33

Καὶ λέγ' ὅτι μύρον αὐτῇ φέρεις

τοιοῦτον, οἷον οὐ Μέγαλλος πώποτε

ἥψησεν, οὐδὲ Δεινίας Αἰγύπτιος

οὔτ' εἶδεν οὔτ' ἐκτήσατο.

34

Οἶσθ' ᾧ προσέοικεν, ὦ Κρέων, τὸ βρέγμα σου;

ἐγᾦδα· δείνῳ περὶ κάτω τετραμμένῳ.

{<ΠΟΤΑΜΙΟΙ.>}

37

Ὑμεῖς τε πάντες ἔξιτ' ἐπὶ τὸ Πύθιον

ὅσοι πάρεστε, μὴ λαβόντες λαμπάδας