The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. T. Kock, Comicorum Atticorum fragmenta, vol. 3, Leipzig: Teubner, 1888: 364–365.
CTS identifier
urn:cts:greekLit:tlg0511.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

tit,ante 1

{ΚΕΝΤΑΥΡΟΣ}

tit 1

{ΦΑΣΜΑ Η ΦΙΛΑΡΓΥΡΟΣ}

1

ἄνθρωπ', ἀπολεῖς με· τῶν γὰρ ἐκ τῆς ποικίλης

στοᾶς λογαρίων ἀναπεπλησμένος νοσεῖς·

‘ἀλλότριόν ἐσθ' ὁ πλοῦτος ἀνθρώπῳ, πάχνη·

σοφία δ' ἴδιον, κρύσταλλος. οὐδεὶς πώποτε

ταύτην λαβὼν ἀπώλες'.’ ὦ τάλας ἐγώ,

οἵῳ μ' ὁ δαίμων φιλοσόφῳ συνῴκισεν.

ἐπαρίστερ' ἔμαθες, ὦ πονηρέ, γράμματα·

ἀνατέτροφέν σου τὸν βίον τὰ βυβλία.

πεφιλοσόφηκας γῇ τε κοὐρανῷ λαλῶν,

οἷς οὐδέν ἐστιν ἐπιμελὲς τῶν σῶν λόγων.

tit 2

{ΦΙΛΟΔΕΣΠΟΤΟΣ}

2

ὁ Πανταλέων μὲν αὐτὸς αὐτοὺς τοὺς ξένους

τούς τ' ἀγνοοῦντας αὐτὸν ἐπλάνα, καὶ σχεδὸν

ἀπεκραιπάλα τὰ πλεῖστα τοῦ γελάσαι χάριν,

ἰδίαν τιν' αὑτῷ θέμενος ἀδολεσχίαν.

tit 1

{<ΦΑΣΜΑ Η ΦΙΛΑΡΓΥΡΟΣ.>}

1

Ἄνθρωπ', ἀπολεῖς με· τῶν γὰρ ἐκ τῆς ποικίλης

στοᾶς λογαρίων ἀναπεπλησμένος νοσεῖς·

„ἀλλότριόν ἐσθ' ὁ πλοῦτος ἀνθρώπῳ, πάχνη·

σοφία δ' ἴδιον, κρύσταλλος. οὐδεὶς πώποτε

ταύτην λαβὼν ἀπώλες'.“ ὦ τάλας ἐγώ,

οἵῳ μ' ὁ δαίμων φιλοσόφῳ συνῴκισεν.

ἐπαρίστερ' ἔμαθες, ὦ πόνηρε, γράμματα·

ἀνέστροφέν σου τὸν βίον τὰ βιβλία.

πεφιλοσόφηκας γῇ τε κοὐρανῷ λαλῶν,

οἷς οὐδέν ἐστιν ἐπιμελὲς τῶν σῶν λόγων.

{<ΦΙΛΟΔΕΣΠΟΤΟΣ.>}

2

Ὁ Πανταλέων μὲν αὐτὸς αὐτοὺς τοὺς ξένους

τούς τ' ἀγνοοῦντας αὐτὸν ἐπλάνα, καὶ σχεδόν

ἀπεκραιπάλα τὰ πλεῖστα τοῦ γελάσαι χάριν,

ἰδίαν τίν' αὑτῷ θέμενος ἀδολεσχίαν.

{Φάϲμα ἢ Φιλάργυροϲ}