Fragmenta
- Edition reference
- Fragmenta, ed. T. Kock, Comicorum Atticorum fragmenta, vol. 2, Leipzig: Teubner, 1884: 473–477.
- CTS identifier
urn:cts:greekLit:tlg0512.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
tit 1
{ΑΠΟΔΗΜΟΙ}
1
καί τοι τί φημι καὶ τί δρᾶν βουλεύομαι;
προδοὺς ἀπιέναι τὸν ἀγαπητὸν δεσπότην,
τὸν τροφέα, τὸν σωτῆρα, δι' ὃν εἶδον νόμους
Ἕλληνας, ἔμαθον γράμματ', ἐμυήθην θεοῖς;
tit 2
{ΒΟΙΩΤΙΣ}
2
τετρακότυλον δὲ κύλικα κεραμεᾶν τινα
τῶν Θηρικλείων, πῶς δοκεῖς; κεραννύει
καλῶς, ἀφρῷ ζέουσαν· οὐδ' ἂν Αὐτοκλῆς
οὕτως μὰ τὴν γῆν εὐρύθμως τῇ δεξιᾷ
ἄρας ἐνώμα.
tit 3
{ΕΠΙΔΑΥΡΙΟΣ}
3
Ἀτρεστίδας τις Μαντινεὺς λοχαγὸς ἦν,
ἀνδρῶν ἁπάντων πλεῖστα δυνάμενος φαγεῖν.
tit 4
{ΙΑΤΡΟΣ}
4
πᾶς δὲ φιλοτίμως πρὸς αὐτὸν τῶν νεανίσκων . .
. . . . ἐγχέλειον· παρατέθεικε τῷ πατρί.
‘τευθὶς ἦν χρηστή, πατρίδιον’· ‘πῶς ἔχεις πρὸς κάραβον;’
ψυχρός ἐστιν, ἄπαγε, φησί· ῥητόρων οὐ γεύομαι.
tit 5
{ΚΙΘΑΡΩΙΔΟΣ}
5
μέγας
θησαυρός ἐστι καὶ βέβαιος μουσικὴ
ἅπασι τοῖς μαθοῦσι παιδευθεῖσί τε.
tit 6-7
{ΝΕΟΠΤΟΛΕΜΟΣ}
6
οὐ συμφέρον νέα 'στὶ πρεσβύτῃ γυνή·
ὥσπερ γὰρ ἄκατος οὐδὲ μικρὸν πείθεται
ἑνὶ πηδαλίῳ, τὸ πεῖσμ' ἀπορρήξασα δὲ
ἐκ νυκτὸς ἕτερον λιμέν' ἔχους' ἐξευρέθη.
7
πονηρὸν υἱὸν καὶ πατέρα καὶ μητέρα
ἔστιν μαγαδίζειν ἐπὶ τροχοῦ καθημένους·
οὐδεὶς γὰρ ἡμῶν ταὐτὸν ᾄσεται μέλος.
tit 8-9
{ΠΑΓΚΡΑΤΙΑΣΤΗΣ}
8
ἑφθῶν μὲν σχεδὸν
τρεῖς μνᾶς. {Β.} λέγ' ἄλλο. {Α.} ῥυγχίον, κωλῆν, πόδας
τέτταρας ὑείους. {Β.} Ἡράκλεις. {Α.} βοὸς δὲ τρεῖς,
ὄρνιθ'. {Β.} Ἄπολλον. λέγ' ἕτερον. {Α.} σύκων δύο
μνᾶς. {Β.} ἐπέπιες δὲ πόσον; {Α.} ἀκράτου δώδεκα
κοτύλας. {Β.} Ἄπολλον, Ὧρε καὶ Σαβάζιε.
9
εἶτ' ἐν χάρακι μὲν ταῦτα καὶ παρεμβολῇ
tit 10
{ΠΡΟΙΤΙΔΕΣ}
10
καὶ κύλικ' ἀ(κράτου) Θηρίκλειον εἰσφέρει
πλέον ἢ κοτύλας χωροῦσαν ἕπτ'. {Β.} ἀγαθῇ τύχῃ.
tit 11-12
{ΦΙΛΑΥΛΟΣ}
11
τοῦ μή ποτ' αὐτὸν ἐμπεσεῖν εἰς Λαΐδα
φερόμενον ἢ Μηκωνίδ' ἢ Σισύμβριον
ἢ Βάραθρον ἢ Θάλλουσαν, ἢ τούτων τινὰ
ὧν ἐμπλέκουσι τοῖς λίνοις αἱ μαστροποί,
ἢ Ναννάριον ἢ Μαλθάκην.
12
τίς φησι τοὺς ἐρῶντας οὐχὶ νοῦν ἔχειν;
ἦ πού τίς ἐστι τοὺς τρόπους ἀβέλτερος·
εἰ γὰρ ἀφέλοι τις τοῦ βίου τὰς ἡδονάς,
καταλείπετ' οὐδὲν ἄλλο πλὴν τεθνηκέναι.
ἐγὼ μὲν οὖν καὐτὸς κιθαριστρίας ἐρῶν,
παιδὸς κόρης, οὐ νοῦν ἔχω πρὸς τῶν θεῶν;
κάλλει καλῆς, μεγέθει μεγάλης, τέχνῃ σοφῆς·
ἥν ἐστ' ἰδεῖν ἥδιον ἢ τὸ θεωρικὸν
ἔχουσιν ὑμῖν διανέμειν ἑκάστοτε.
{<ΑΠΟΔΗΜΟΙ.>}
1
Καί τοι τί φημι καὶ τί δρᾶν βουλεύομαι;
προδοὺς ἀπιέναι τὸν ἀγαπητὸν δεσπότην,
τὸν τροφέα, τὸν σωτῆρα, δι' ὃν εἶδον νόμους
Ἕλληνας, ἔμαθον γράμματ', ἐμυήθην θεοῖς;
{<ΒΟΙΩΤΙΑ.>}
2
Τετρακότυλον δὲ κύλικα κεραμέαν τινὰ
τῶν θηρικλείων πῶς δοκεῖς κεραννύει
καλῶς, ἀφρῷ ζέουσαν· οὐδ' ἂν Αὐτοκλῆς
οὕτως μὰ τὴν γῆν εὐρύθμως τῇ δεξιᾷ
ἄρας ἐνώμα.
{<ΕΠΙΔΑΥΡΙΟΣ.>}
3
Ἀτρεστίδας τις Μαντινεὺς λοχαγὸς ἦν,
ἀνδρῶν ἁπάντων πλεῖστα δυνάμενος φαγεῖν.
{<ΙΑΤΡΟΣ.>}
4
Πᾶς δὲ φιλοτίμως πρὸς αὐτὸν τῶν νεανίσκων . .
. . . . ἐγχέλειον παρατέθεικε τῷ πατρί.
τευθὶς ἦν χρηστή, πατρίδιον, πῶς ἔχεις πρὸς κάραβον;
ψυχρός ἐστιν, ἄπαγε, φησί· ῥητόρων οὐ γεύομαι.
{<ΚΙΘΑΡΩιΔΟΣ.>} Μέγας
5
θησαυρός ἐστι καὶ βέβαιος μουσικὴ
ἅπασι τοῖς μαθοῦσι παιδευθεῖσί τε.
{<ΝΕΟΠΤΟΛΕΜΟΣ.>}
6
Οὐ συμφέρον νέα 'στὶ πρεσβύτῃ γυνή·
ὥσπερ γὰρ ἄκατος οὐδὲ μικρὸν πείθεται
ἑνὶ πηδαλίῳ, τὸ πεῖσμ' ἀπορρήξασα δὲ
ἐκ νυκτὸς ἕτερον λιμέν' ἔχους' ἐξευρέθη.
7
Πονηρὸν υἱὸν καὶ πατέρα καὶ μητέρα
ἔστι μαγαδίζειν ἐπὶ τροχοῦ καθημένους·
οὐδεὶς γὰρ ἡμῶν ταὐτὸν ᾄσεται μέλος.
{<ΠΑΓΚΡΑΤΙΑΣΤΗΣ.>}
8
Ἑφθῶν μὲν σχεδὸν
τρεῖς μνᾶς. {Β.} λέγ' ἄλλο. {Α.} ῥυγχίον, κωλῆν, πόδας
τέτταρας ὑείους. {Β.} Ἡράκλεις. {Α.} βοὸς δὲ τρεῖς,
ὄρνιθ'. {Β.} Ἄπολλον. λέγ' ἕτερον. {Α.} σύκων δύο
μνᾶς. {Β.} ἐπέπιες δὲ πόσον; {Α.} ἀκράτου δώδεκα
κοτύλας. {Β.} Ἄπολλον Ὧρε καὶ Σαβάζιε.
9
Εἴτ' ἐν χάρακι μὲν ταῦτα καὶ παρεμβολῇ.
{<ΠΡΟΙΤΙΔΕΣ.>}Καὶ κύλικα * * θηρίκλειον εἰσφέρειπλέον ἢ κοτύλας χωροῦσαν ἕπτ' ἀγαθῆς τύχης.{<ΦΙΛΑΥΛΟΣ.>}
12
Τίς φησι τοὺς ἐρῶντας οὐχὶ νοῦν ἔχειν;
ἦ πού τίς ἐστι τοὺς τρόπους ἀβέλτερος·
εἰ γὰρ ἀφέλοι τις τοῦ βίου τὰς ἡδονάς,
καταλείπετ' οὐδὲν ἄλλο πλὴν τεθνηκέναι.
ἐγὼ μὲν οὖν καὐτὸς κιθαριστρίας ἐρῶν,
παιδὸς κόρης, οὐ νοῦν ἔχω πρὸς τῶν θεῶν;
κάλλει καλῆς, μεγέθει μεγάλης, τέχνῃ σοφῆς·
ἥν ἐστ' ἰδεῖν ἥδιον, ἢ τὸ θεωρικὸν
ἔχουσιν ὑμῖν διανέμειν ἑκάστοτε.
11
Τοῦ μή ποτ' αὐτὸν ἐμπεσεῖν εἰς Λαΐδα
φερόμενον ἢ Μηκωνίδ' ἢ Σισύμβριον
ἢ Βάραθρον ἢ Θάλλουσαν, ἢ τούτων τινὰ
ὧν ἐμπλέκουσι τοῖς λίνοις αἱ μαστροποί,
ἢ Ναννάριον ἢ Μαλθάκην.