Fragmenta
- Edition reference
- Fragmenta, ed. T. Kock, Comicorum Atticorum fragmenta, vol. 1, Leipzig: Teubner, 1880: 733–756.
- CTS identifier
urn:cts:greekLit:tlg0513.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
tit 1
{ΑΔΜΗΤΟΣ}
tit 2-3
{ΑΛΘΑΙΑ}
2
τὴν οἰκίαν γὰρ εὗρον εἰσελθὼν ὅλην
κίστην γεγονυῖαν φαρμακοπώλου Μεγαρικοῦ.
3
λαβοῦσα πλήρη χρυσέαν μεσόμφαλον
φιάλην· Τελέστης δ' ἄκατον ὠνόμαζέ νιν.
tit 4-6
{ΑΦΡΟΔΙΣΙΑ}
4-5
ὄνος μὲν ὀγκᾶθ' ὁ Μελιτεὺς Φιλωνίδης.
ὄνῳ μιγείσης μητρὸς ἔβλαστεν πόλει.
6
ἀλλ' ἔντραγε
τὴν σηπίαν τηνδὶ λαβοῦσα καὶ τοδὶ
τὸ πουλυπόδειον.
tit,ante 7
{ΒΑΤΥΛΗ}
tit 7-12
{ΕΙΡΗΝΗ}
7
ἡμᾶς δ' ἀπαλλαχθέντας ἐπ' ἀγαθαῖς τύχαις
ὀβελισκολυχνίου καὶ ξιφομαχαίρας πικρᾶς.
8
ὁ μὲν ἄρτος ἡδύ, τὸ δὲ φενακίζειν προσὸν
ἔμβαμμα τοῖς ἄρτοις πονηρὸν γίγνεται.
9
ἄχθομαι δ' ἀπολωλεκὼς
ἀλεκτρυόνα τίκτουσαν ᾠὰ πάγκαλα.
10
χλαῖναν δέ σοι
λαβὼν παχεῖαν ἐπιβαλῶ Λακωνικήν.
11
μᾶζαι, πλακοῦντες, ἰσχάδες Τιθράσιαι
12
μητρυιόν
tit 13-16
{ΗΔΥΧΑΡΗΣ}
13
καὶ στῆτ' ἐφεξῆς κεστρέων νῆστις χορὸς
λαχάνοισιν ὥσπερ χῆνες ἐξενισμένοι.
14
φέρε σὺ τὰ καταχύσματα
ταχέως κατάχει τοῦ νυμφίου καὶ τῆς κόρης.
{Β.} εὖ πάνυ λέγεις.
15
ἓν γάρ ἐστιν οὐδὲ ἕν,
τὰ δὲ δύο μόλις ἕν ἐστιν, ὥς φησιν Πλάτων.
tit 17-20
{ΘΗΣΕΥΣ}
17
ἵξει δὲ Μήδων γαῖαν, ἔνθα καρδάμων
πλείστων ποιεῖται καὶ πράσων ἀβυρτάκη.
19
φαυλίων μήλων
20
αὐτόκακος
tit 21-23
{ΚΑΛΛΑΙΣΧΡΟΣ}
21
οὔ φησιν εἶναι τῶν ἑταιρῶν τὰς μέσας
στατηριαίας.
22
ἠρίσταμεν· δεῖ γὰρ συνάπτειν τὸν λόγον.
23
ἰχθύων δὲ δὴ
ὑπογάστρι', ὦ Δάματερ.
tit 24-28
{ΚΑΠΗΛΙΔΕΣ}
24
Λεωτροφίδης ὁ τρίμετρος ὡς λεοντῖνος
εὔχρως τε φάνει καὶ χαρίεις ὥσπερ νεκρός.
25
ἐλεφαντοκώπους ξιφομαχαίρας καὶ δόρη
26
ἢ μετάδος ἢ μέτρησον ἢ τιμὴν λαβέ.
27
κολάσομαί ς' ἐγὼ
καὶ τὸν σὸν Ἄττιν.
tit 29-31
{ΜΗΔΟΣ}
29
παρ' ἐμοὶ τὰ λίαν μειράκια χαρίζεται
τοῖς ἡλικιώταις.
30
ὥς ποτ' ἐκήλησεν Καλλίστρατος υἷας Ἀχαιῶν,
κέρμα φίλον διαδούς, ὅτε συμμαχίαν ἐρέεινεν·
οἶον δ' οὐ κήλησε δέμας λεπτὸν Ῥαδάμανθυν,
Λύσανδρον κώθωνα πρὶν αὐτῷ δῶκε λεπαστήν.
tit 32
{ΝΕΜΕΑ}
32
χώρει σὺ δεῦρο, Θηρικλέους πιστὸν τέκνον·
γενναῖον εἶδος, ὄνομά σοι τί θώμεθα;
ἆρ' εἶ κάτοπτρον φύσεος ἢν πλῆρες δοθῇς·
οὐδέν ποτ' ἄλλο. δεῦρο δή, γεμίσω ς' ἐγώ.
γραῦ Θεολύτη, γραῦ. {Β.} τί με καλεῖς; {Α.} σέ, φιλτάτη,
ἵν' ἀσπάσωμαι· δεῦρο παρ' ἐμὲ Θεολύτη,
παρὰ τὸν νέον ξύνδουλον· οὑτωσὶ καλῶς.
{Β.} Σπινθὴρ τάλας, πειρᾷς με. {Α.} ναί, τοιοῦτό τι·
φιλοτησίαν δὲ τήνδε σοι προπίομαι·
δέξαι, πιοῦσα δ' ὁπόσον ἄν σοι θυμὸς ᾖ,
παράδος τὸ πρῶτον.
tit 33-36
{ΟΔΥΣΣΕΥΣ}
33
χιτῶνά μοι
φέρων δέδωκας δαιδάλεον, ὃν ᾔκασεν
ἄρισθ' Ὅμηρος κρομμύου λεπυχάνῳ.
34
Εὐριπίδου τἄρ' ἐστὶν οὐ κακῶς ἔχον,
τἀλλότρια δειπνεῖν τὸν καλῶς εὐδαίμονα.
35
ἵνα μὴ τὸ παλαιὸν τοῦτο καὶ θρυλούμενον
δι' ἡμετέρων στομάτων
εἴπω σόφισμ', ὅ φασι παῖδας Λεσβίων
εὑρεῖν.
36
λάσιον ἐπιβεβλημένος
tit 37-39
{ΠΑΙΔΕΣ}
37
τηνδὶ περιζωσάμενος ᾤαν λουτρίδα
κατάδεσμον ἥβης προπέτασον.
38
πάντ' ἀγαθὰ δὴ γέγονεν ἀνδράσιν ἐμῆς ἀπὸ συνουσίας.
tit 40-44
{ΠΑΜΦΙΛΗ}
40
σπόγγος, λεκάνη, πτερόν, λεπαστὴ πάνυ πυκνή,
ἣν ἐκπιοῦς' ἄκρατον ἀγαθοῦ δαίμονος
τέττιξ κελαδεῖ.
41
λεπαστὴ μάλα συχνή,
ἣν ἐκπιοῦς' ἄκρατον ἀγαθοῦ δαίμονος
περίστατον βοῶσα τὴν κώμην ποιεῖ.
42
αὐτὴ δ' ἐκείνη πρότερον ἐξηπίστατο
παρὰ τῆς ἐπιτηθῆς.
43
τούτων ἁπάντων ὁ ῥαχιστὴς Δημοφῶν
44
σανδάλια
tit 45-46
{ΠΑΝΤΑΛΕΩΝ}
46
σπηλάδιον
tit 47-49
{ΠΗΝΕΛΟΠΗ}
47
καί σε τῇ νουμηνίᾳ
ἀγαλματίοις ἀγαλοῦμεν ἀεὶ καὶ δάφνῃ.
48
καὶ τὴν ἱερὰν σφάττουσιν ἡμῶν δέλφακα.
tit 50-53
{ΣΕΙΡΗΝΕΣ}
50
αὐλεῖ γὰρ σαπρὰ
αὕτη γε κρούμαθ' οἷα τἀπὶ Χαριξένης.
51
θύννων τε λευκῶν Σικελικῶν ὑπήτρια
52
ὑποδοῦ λαβὼν τὰς περιβαρίδας.
53
φρυγεύς, θυΐα, λήκυθος
tit 54-58
{ΣΤΡΑΤΙΩΤΙΔΕΣ}
54
ἐγὼ γὰρ ἂν κώθωνος ἐκ στρεψαύχενος
πίοιμι τὸν τράχηλον ἀνακεκλασμένη;
55
καίτοι τίς οὐκ ἂν οἶκος εὖ πράττοι τετρωβολίζων,
εἰ νῦν γε διώβολον φέρων ἀνὴρ τρέφει γυναῖκα;
56
ἡ Θρασυμάχου δ' ὑμῶν γυνὴ καλῶς ἐπιστατήσει.
58
σκληφρός
tit 59-61
{ΤΕΙΣΑΜΕΝΟΣ}
59
ἀλλ' ἡ μὲν Εἰλείθυια συγγνώμην ἔχει
ὑπὸ τῶν γυναικῶν οὖσα καταπλὴξ τὴν τέχνην.
60
τὸν δὲ Μύσιον
Ἀκέστορ' ἀναπέπεικεν ἀκολουθεῖν ἅμα.
61
ὀλόλους
tit 62
{ΦΙΝΕΥΣ}
62
παῦσαι κυβεύων, μειράκιον, καὶ τοῖς βλίτοις
διαχρῶ τὸ λοιπόν. κοιλίαν σκληρὰν ἔχεις,
τὰ πετραῖα τῶν ἰχθυδίων ἀπέσθιε.
ἡ τρὺξ ἄριστόν ἐστιν εἰς εὐβουλίαν.
ταῦτ' ἢν ποιῇς, ῥᾴων ἔσει τὴν οὐσίαν.
tit 63-98
{ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ}
63
ὥς μοι δοκεῖν
εἶναι τὸ πρόθυρον τοῦτο βασανιστήριον,
τὴν δ' οἰκίαν ζητρεῖον ἢ κακὸν μέγα.
64
ἐπίνομεν μετὰ ταῦτα . . . .
κατακείμενοι μαλακώτατ' ἐπὶ τρικλινίῳ
Τελαμῶνος οἰμώζοντες ἀλλήλοις μέλη.
66
ἄφωνος ἐγένετο,
ἔπειτα μέντοι πάλιν ἀνηνέχθη.
67
τρώγουσι μύρτα καὶ πέπονα μιμαίκυλα.
68
κἄπειτ' ἰδὼν ἀσφάραγον ἐν θάμνῳ τινί
69
δὶς παῖδες οἱ γέροντες ὀρθῷ τῷ λόγῳ.
70
εἴσω δραμὼν αἴτησον. {Β.} ἀλλ' οὐκ ἐκφορά.
71
ἄπνους, ἄνευρος, ἀσθενής, ἀνέντατος
72
μαλθακωτέρα
πέπονος σικυοῦ μοι γέγονε.
73
αἱμασιολογεῖν ἄριστ' ἠπίστατο.
74
ἀλλ' εἰ δοκεῖ, χρὴ ταῦτα δρᾶν· εὐοδεῖν πορεύομαι.
75
δεσπότου πενέστου ῥυσὰ βουλευτήρια
76
ἀγαθοῦ δαίμονος ἐπιρροφεῖν
77
τοὺς βυβλιοπώλας λεύσομαι.
79
γυναῖκας ναυτίδας
80
ὀρνιθίων λεκάνην
81
ἄλυπος
82
ἄνεχε
83
ἀνθήλιος
84
ἀπωνηθήσεται
85
ἀρύβαλλος
86
αὐτόχειρα
87
δουλοπρέπεια
88
κατᾶραι
89
κένταυρον
90
κυνάριον
91
λάβδα
92
λοπάδα
93
μεθύστρια
94
πρωτόπειρον
95
τανθαρυστοὶ
96
ὑπολογεῖν
97
Χάρη
98
τὸ νῦν εἶναι
tit 99
{ΑΜΦΙΣΒΗΤΗΣΙΜΟΝ}
99
κατωνάκη
{<ΑΔΜΗΤΟΣ.>}{<ΑΛΘΑΙΑ.>}
2
Τὴν οἰκίαν γὰρ εὗρον εἰσελθὼν ὅλην
κίστην γεγονυῖαν φαρμακοπώλου Μεγαρικοῦ.
3
Λαβοῦσα πλήρη χρυσέαν μεσόμφαλον
φιάλην· Τελέστης δ' ἄκατον ὠνόμαζέ νιν.
{<ΑΦΡΟΔΙΣΙΑ.>}
4-5
Ὄνος μὲν ὀγκᾶθ' ὁ Μελιτεὺς Φιλωνίδης.
ὄνῳ μιγείσης μητρὸς ἔβλαστεν πόλει.
6
Ἀλλ' ἔντραγε
τὴν σηπίαν τηνδὶ λαβοῦσα καὶ τοδί
τὸ πουλυπόδειον.
{<ΕΙΡΗΝΗ.>}
7
Ἡμᾶς δ' ἀπαλλαχθέντας ἐπ' ἀγαθαῖς τύχαις
ὀβελισκολυχνίου καὶ ξιφομαχαίρας πικρᾶς.
8
Ὁ μὲν ἄρτος ἡδύ, τὸ δὲ φενακίζειν προσόν
ἔμβαμμα τοῖς ἄρτοις πονηρὸν γίγνεται.
9
Ἄχθομαι δ' ἀπολωλεκώς
ἀλεκτρυόνα τίκτουσαν ᾠὰ πάγκαλα.
Μᾶζαι, πλακοῦντες, ἰσχάδες Τιθράσιαι.
10
Χλαῖναν δέ σοι
λαβὼν παχεῖαν ἐπιβαλῶ Λακωνικήν.
{<ΗΔΥΧΑΡΗΣ.>}
13
Καὶ στῆτ' ἐφεξῆς κεστρέων νῆστις χορός
λαχάνοισιν ὥσπερ χῆνες ἐξενισμένοι.
15
Ἓν γάρ ἐστιν οὐδὲ ἕν,
τὰ δὲ δύο μόλις ἕν ἐστιν, ὥς φησιν Πλάτων.
14
Φέρε σὺ τὰ καταχύσματα
ταχέως κατάχει τοῦ νυμφίου καὶ τῆς κόρης.
{Β.} εὖ πάνυ λέγεις.
{<ΘΗΣΕΥΣ.>}
17
Ἥξει δὲ Μήδων γαῖαν, ἔνθα καρδάμων
πλείστων ποιεῖται καὶ πράσων ἀβυρτάκη.
{<ΚΑΛΛΑΙΣΧΡΟΣ.>} Ἰχθύων δὲ δὴὑπογάστρι' ὦ Δάματερ.Ἠρίσταμεν· δεῖ γὰρ συνάπτειν τὸν λόγον.{<ΚΑΠΗΛΙΔΕΣ.>}Λεωτροφίδης ὁ τρίμετρος ὡς Λεόντινοςεὔχρως τε φᾶναι καὶ χαρίεις ὥσπερ νεκρός.Ἐλεφαντοκώπους ξιφομαχαίρας καὶ δόρη.Ἢ μετάδος ἢ μέτρησον ἢ τιμὴν λάβε. Κολάσομαί γέ σε
25
καὶ τὸν σὸν Ἄττιν.
{<ΜΗΔΟΣ.>}
30
Ὥς ποτ' ἐκήλησεν Καλλίστρατος υἷας Ἀχαιῶν,
κέρμα φίλον διαδούς, ὅτε συμμαχίαν ἐρέεινεν·
οἶον δ' οὐ κήλησε δέμας λεπτὸν Ῥαδάμανθυν