The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. A. Meineke, Fragmenta comicorum Graecorum, vol. 2.2, Berlin: Reimer, 1840 (repr. Berlin: De Gruyter, 1970): 792– 813, 815–819.
CTS identifier
urn:cts:greekLit:tlg0513.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

Med

1

Λύσανδρον, κώθωνα πρὶν αὐτῷ δῶκε λεπαστήν.

2

Παρ' ἐμοὶ τὰ λίαν μειράκια χαρίζεται

τοῖς ἡλικιώταις.

Nem

tit

{<ΝΕΜΕΑ.>}

1

Χώρει σὺ δεῦρο, Θηρικλέους πιστὸν τέκνον·

γενναῖον εἶδος, ὄνομά σοι τί θώμεθα;

ἆρ' εἶ κάτοπτρον φύσεος ἢν πλῆρες δοθῇς.

οὐδέν ποτ' ἄλλο. δεῦρο δὴ γεμίσω ς' ἐγώ.

γραῦ Θεολύτη, γραῦ. {Β.} τί με καλεῖς σὺ φίλτατε;

{Α.} ἵν' ἀσπάσωμαι· δεῦρο παρ' ἐμὲ Θεολύτη,

παρὰ τὸν νέον ξύνδουλον· οὑτωσὶ καλῶς·

{Β.} Σπινθὴρ τάλας, πειρᾷς με; {Α.} ναί, τοιοῦτό τι·

φιλοτησίαν δὲ τήνδε σοι προπίομαι·

δέξαι, πιοῦσα δ' ὁπόσον ἄν σοι θυμὸς ᾖ,

παράδος τὸ πρῶτον.

Ody

tit

{<ΟΔΥΣΣΕΥΣ.>}

1

Ἵνα μὴ τὸ παλαιὸν τοῦτο καὶ θρυλούμενον

δι' ἡμετέρων στομάτων

εἴπω σόφισμ', ὅ φασι παῖδας Λεσβίων

εὑρεῖν.

2

Χιτῶνά μοι

φέρων δέδωκας δαιδάλεον, ὃν ᾔκασεν

ἄρισθ' Ὅμηρος κρομμύου λεπυχάνῳ.

3

Εὐριπίδου τ' ἄριστον οὐ κακῶς ἔχον,

τἀλλότρια δειπνεῖν τὸν καλῶς εὐδαίμονα.

Pai

tit

{<ΠΑΙΔΕΣ.>}

1

Πάντ' ἀγαθὰ δὴ γέγονεν ἀνδράσιν ἐμῆς ἀπὸ συνουσίας.

2

Τηνδὶ περιζωσάμενος ᾤαν λουτρίδα

κατάδεσμον ἥβης περιπέτασον.

Pam

tit

{<ΠΑΜΦΙΛΗ.>}

1

Σπόγγος, λεκάνη, πτερόν, λεπαστὴ πάνυ πυκνή,

ἣν ἐκπιοῦς' ἄκρατον ἀγαθοῦ δαίμονος

τέττιξ κελαδεῖ.

2

Λεπαστὴ μάλα συχνή,

ἣν ἐκπιοῦς' ἄκρατον ἀγαθοῦ δαίμονος

περιστατὸν βοῶσα τὴν κώμην ποιεῖ.

3

Αὐτὴ δ' ἐκείνη πρότερον ἐξηπίστατο

παρὰ τῆς ἐπιτηθῆς.

4

Τούτων ἁπάντων ὁ ῥαχιστὴς Δημοφῶν.

Pan

tit

{<ΠΑΝΤΑΛΕΩΝ.>}

Pen

tit

{<ΠΗΝΕΛΟΠΗ.>}

1

Καί σε τῇ νουμηνίᾳ

ἀγαλματίοις ἀγαλοῦμεν ἀεὶ καὶ δάφνῃ.

2

Καὶ τὴν ἱερὰν σφάττουσιν ἡμῶν δέλφακα.

Sei

tit

{<ΣΕΙΡΗΝΕΣ.>}

1

Θύννων τε λευκῶν Σικελικῶν ὑπήτρια.

2

Αὐλεῖ γὰρ σαπρὰ

αὕτη γε κρούμαθ' οἷα τἀπὶ Χαριξένης.

3

Ὑποδοῦ λαβὼν τὰς περιβαρίδας.

4

Φρυγεύς, θυεία, λήκυθος.

Str

tit

{<ΣΤΡΑΤΙΩΤΙΔΕΣ.>}

1

Ἐγὼ γὰρ ἂν κώθωνος ἐκ στρεψαύχενος

πίοιμι τὸν τράχηλον ἀνακεκλασμένη.

2

Καί τοι τίς οὐκ ἂν εἰκὸς εὖ πράττοι τετρωβολίζων,

εἰ νῦν γε διώβολον φέρων ἀνὴρ τρέφει γυναῖκα;

3

Ἡ Θρασυμάχου δ' ὑμῶν γυνὴ καλῶς ἐπιστατήσει.

Phi

tit

{<ΦΙΝΕΥΣ.>}

1

Παῦσαι κυβεύων, μειράκιον, καὶ τοῖς βλίτοις

διαχρῶ τὸ λοιπόν· κοιλίαν σκληρὰν ἔχεις,

τὰ πετραῖα τῶν ἰχθυδίων ἀπέσθιε·

ἡ τρὺξ ἄριστόν ἐστιν εἰς εὐβουλίαν.

ταῦτ' ἢν ποιῇς, ῥᾴων ἔσει τὴν οὐσίαν.

Tis

tit

{<ΤΙΣΑΜΕΝΟΣ.>}

1

Τὸν δὲ Μύσιον

Ἀκέστορ' ἀναπέπεικεν ἀκολουθεῖν ἅμα.

2

Ἀλλ' ἡ μὲν Εἰλείθυια συγγνώμην ἔχει

ὑπὸ τῶν γυναικῶν οὖσα καταπλὴξ τὴν τέχνην.

IFF

tit

{INCERTARUM FABULARUM FRAGMENTA.}

1

Ὥς μοι δοκεῖν

εἶναι τὸ πρόθυρον τοῦτο βασανιστήριον,

τὴν δ' οἰκίαν ζήτρειον ἢ κακὸν μέγα.

2

Ἐπίνομεν μετὰ ταῦτα * * * * *

κατακείμενοι μαλακώτατ' ἐπὶ τρικλινίῳ

Τελαμῶνος οἰμώζοντες ἀλλήλοις μέλη.

3

Τρώγουσι μύρτα καὶ πέπονα μιμαίκυλα.

4

Κἄπειτ' ἰδὼν ἀσφάραγον ἐν θάμνῳ τινί.

5

Μαλθακωτέρα

πέπονος σικυοῦ μοι γέγονε.

6

Δεσπότου πενέστου ῥυσὰ βουλευτήρια.

7

Δὶς παῖδες οἱ γέροντες ὀρθῷ τῷ λόγῳ.

8

Εἴσω δραμὼν αἴτησον. {Β.} ἀλλ' οὐκ ἐκφορά.

9

Ἄπνους ἄνευρος ἀσθενὴς ἀνέντατος.

10

Ἀλλ' εἰ δοκεῖ, χρὴ ταῦτα δρᾶν· εὐοδεῖν πορεύομαι.

11

Αἱμασιολογεῖν ἄριστ' ἠπίστατο.

12

Ἄφωνος ἐγένετο,

ἔπειτα μέντοι πάλιν ἀνηνέχθη.

13

τοὺς Ἕλληνας ἥδιστον ποτόν

ἐλευθερίας γεύσαντες ὄξος ἐνέχεαν,

ἔπειτα κἀν Δελφοῖϲιν ἀνετέθη γραφείϲ·ἀεὶ γεωργὸϲ εἰϲ νέωτα χρηϲτὸϲ ἦν,πρῶτον πολὺ τὸν λιμὸν ἀποφεύγων.ὁ δὲ ταῦρόϲ ἐϲτιν ἀγόμενοϲ πρὸϲ τῷ νεῴ.κἄχειν ἄμυναν.{Τιϲάμενοϲ}