The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. T. Kock, Comicorum Atticorum fragmenta, vol. 2, Leipzig: Teubner, 1884: 451–466.
CTS identifier
urn:cts:greekLit:tlg0515.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

tit 1

{ΑΙΓΥΠΤΙΟΙ}

1

πῶς ἂν μὲν οὖν σώσειεν ἶβις ἢ κύων;

ὅπου γὰρ εἰς τοὺς ὁμολογουμένους θεοὺς

ἀσεβοῦντες οὐ διδόασιν εὐθέως δίκην,

τίν' αἰελούρου βωμὸς ἐπιτρίψειεν ἄν;

tit 2

{ΒΑΛΑΝΕΙΟΝ}

2

καὶ τὸ γλωττοκομεῖον βαλανεύεται.

tit,ante 3

{ΓΕΩΡΓΟΣ}

tit 3

{ΔΑΚΤΥΛΙΟΣ}

3

γαλεοὺς καὶ βατίδας ὅσα τε τῶν γενῶν

ἐν ὀξυλιπάρῳ τρίμματι σκευάζεται.

tit 4

{ΔΗΛΟΣ}

4

{Α.} Δημοσθένης τάλαντα πεντήκοντ' ἔχει.

{Β.} μακάριος, εἴπερ μεταδίδωσι μηδενί.

{Α.} καὶ Μοιροκλῆς εἴληφε χρυσίον πολύ.

{Β.} ἀνόητος ὁ διδούς, εὐτυχὴς δ' ὁ λαμβάνων.

{Α.} εἴληφε καὶ Δήμων τι καὶ Καλλισθένης.

{Β.} πένητες ἦσαν, ὥστε συγγνώμην ἔχω.

{Α.} ὅ τ' ἐν λόγοισι δεινὸς Ὑπερείδης ἔχει.

{Β.} τοὺς ἰχθυοπώλας οὗτος ἡμῖν πλουτιεῖ

ὀψοφάγος ὥστε τοὺς λάρους εἶναι Σύρους.

tit 5

{ΔΗΜΟΣΑΤΥΡΟΙ}

5

οὐδ' ὁ Χαβρίου Κτήσιππος ἔτι τρὶς κείρεται,

ἐν ταῖς γυναιξὶ λαμπρὸς οὐκ ἐν ἀνδράσιν.

tit 6

{ΔΙΟΝΥΣΙΑΖΟΥΣΑΙ}

6

ὦ 'τάν, ἄκουσον ἤν τί σοι δοκῶ λέγειν.

ἄνθρωπός ἐστι ζῷον ἐπίπονον φύσει,

καὶ πολλὰ λυπήρ' ὁ βίος ἐν ἑαυτῷ φέρει.

παραψυχὰς οὖν φροντίδων ἀνεύρετο

ταύτας· ὁ γὰρ νοῦς τῶν ἰδίων λήθην λαβὼν

πρὸς ἀλλοτρίῳ τε ψυχαγωγηθεὶς πάθει,

μεθ' ἡδονῆς ἀπῆλθε παιδευθεὶς ἅμα.

τοὺς γὰρ τραγῳδοὺς πρῶτον, εἰ βούλει, σκόπει,

ὡς ὠφελοῦσι πάντας. ὁ μὲν ὢν γὰρ πένης

πτωχότερον αὑτοῦ καταμαθὼν τὸν Τήλεφον

γενόμενον ἤδη τὴν πενίαν ῥᾷον φέρει.

ὁ νοσῶν τι μανικὸν Ἀλκμέων' ἐσκέψατο.

ὀφθαλμιᾷ τις, εἰσὶ Φινεῖδαι τυφλοί.

τέθνηκέ τῳ παῖς, ἡ Νιόβη κεκούφικεν.

χωλός τίς ἐστι, τὸν Φιλοκτήτην ὁρᾷ.

γέρων τις ἀτυχεῖ, κατέμαθεν τὸν Οἰνέα.

ἅπαντα γὰρ τὰ μείζον' ἢ πέπονθέ τις

ἀτυχήματ' ἄλλοις γεγονότ' ἐννοούμενος

τὰς αὐτὸς αὑτοῦ συμφορὰς ἧττον στένει.

tit 7

{ΔΙΟΝΥΣΟΣ}

7

ὁ δ' Ἀχαρνικὸς Τηλέμαχος ἔτι δημηγορεῖ;

{Β.} οὗτος δ' ἔοικε τοῖς νεωνήτοις Σύροις.

{Α.} πῶς; ἢ τί πράττων; βούλομαι γὰρ εἰδέναι.

{Β.} θάργηλον ἀγκάλῃ χύτραν φέρει.

tit 8

{ΔΡΑΚΟΝΤΙΟΝ}

8

ἔπειτ' ἐγὼ παράσιτον ἐπιτρέψω τινὶ

κακῶς λέγειν; ἥκιστά γ'· οὐδέν ἐστι γὰρ

ἐν τοῖς τοιούτοις χρησιμώτερον γένος.

εἰ δ' ἔστι τὸ φιλέταιρον ἕν τι τῶν καλῶν,

ἀνὴρ παράσιτος τοῦτο ποιεῖ διὰ τέλους.

ἐρᾷς, συνεραστὴς ἀπροφάσιστος γίνεται,

πράττεις τι, πράξει συμπαρὼν ὅ τι ἂν δέῃ,

δίκαια ταὐτὰ τῷ τρέφοντι νενομικώς,

ἐπαινέτης θαυμαστὸς οἷος τῶν φίλων.

χαίρουσι δείπνων ἡδοναῖς ἀσυμβόλοις·

τίς δ' οὐχὶ θνητῶν; ἢ τίς ἥρως ἢ θεὸς

ἀποδοκιμάζει τὴν τοιαύτην διατριβήν;

ἵνα μὴ δὲ πολλὰ μακρολογῶ δι' ἡμέρας,

τεκμήριόν τι παμμέγεθες οἶμαί γ' ἐρεῖν,

ὁ τῶν παρασίτων ὡς τετίμηται βίος·

γέρα γὰρ αὐτοῖς ταὐτὰ τοῖς τὠλύμπια

νικῶσι δίδοται χρηστότητος εἵνεκα,

σίτησις. οὗ γὰρ μὴ τίθενται συμβολαί,

πρυτανεῖα ταῦτα πάντα προσαγορευτέα.

tit 9-10

{ΕΠΙΣΤΟΛΑΙ}

9

ὁ Δημοτίων δὲ παραμένειν αὑτῷ δοκῶν

τἀργύριον οὐκ ἐφείδετ', ἀλλὰ παρέτρεφεν

τὸν βουλόμενον. ὁ Χαιρεφῶν μὲν παντελῶς

οἴκαδε βαδίζειν ᾤετ', ὢ ταλάντατος.

καὶ μὴν ἔτι τοῦτ' ἔστιν ἄξιον μόνον,

τὸν παραμασήτην λαμβάνειν δίκρουν ξύλον·

οὔτ' εὔρυθμος γάρ ἐστιν οὔτ' ἀχρήματος.

10

οἴμοι κακοδαίμων, ὡς ἐρῶ. μὰ τοὺς θεούς,

Τιθύμαλλος οὐδεπώποτ' ἠράσθη φαγεῖν

οὕτω σφόδρ', οὐδὲ Κόρμος ἱμάτιον λαβεῖν,

οὐ Νεῖλος ἄλφιτ', οὐ Κόρυδος ἀσύμβολος

κινεῖν ὀδόντας.

tit 11

{ΕΠΙΧΑΙΡΕΚΑΚΟΣ}

11

ἀγορὰν ἰδεῖν εὔοψον εὐποροῦντι μὲν

ἥδιστον, ἂν δ' ἀπορῇ τις ἀθλιώτατον.

ὁ γοῦν Κόρυδος ἄκλητος, ὡς ἐμοὶ δοκεῖ,

γενόμενος ὠψώνει παρ' αὑτὸν οἴκαδε.

ἦν δὲ τὸ πάθος γελοῖον, οἴμοι, τέτταρας

χαλκοῦς ἔχων ἅνθρωπος, ἐγχέλεις ὁρῶν,

θύννεια, νάρκας, καράβους ᾑμωδία.

καὶ ταῦτα πάντα μὲν περιελθὼν ἤρετο

ὁπόσου, πυθόμενος δ' ἀπέτρεχ' εἰς τὰς μεμβράδας.

tit 12-13

{ΗΡΩΕΣ}

12

οὐκοῦν κελεύεις νῦν με πάντα μᾶλλον ἢ

τὰ προσόντα φράζειν. {Β.} πάνυ γε. {Α.} δράσω τοῦτό σοι.

καὶ πρῶτα μέν σοι παύσεται Δημοσθένης

ὀργιζόμενος. {Β.} ὁ ποῖος; {Α.} ὁποῖος; ὁ Βριάρεως,

ὁ τοὺς καταπέλτας τάς τε λόγχας ἐσθίων,

μισῶν λόγους ἄνθρωπος, οὐδὲ πώποτε

ἀντίθετον εἰπὼν οὐδέν, ἀλλ' Ἄρη βλέπων.

13

ὡς δ' ἦν ἠρμένη

βίου τιθήνη, πολεμία λιμοῦ, φύλαξ

φιλίας, ἰατρὸς ἐκλύτου βουλιμίας,

τράπεζα. {Β.} περιέργως γε νὴ τὸν οὐρανόν,

ἐξὸν φράσαι τράπεζα συντόμως.

tit 14-17

{ΙΚΑΡΙΟΙ ΣΑΤΥΡΟΙ}

14

ἡ Πυθιονίκη δ' ἀσμένως σε δέξεται,

καί σου κατέδεται τυχὸν ἴσως ἃ νῦν ἔχεις

λαβὼν παρ' ἡμῶν δῶρ'· ἄπληστός ἐστι γάρ.

ὅμως δὲ δοῦναί σοι κέλευσον σαργάνας

αὐτήν· ταρίχους εὐπόρως γὰρ τυγχάνει

ἔχουσα καὶ σύνεστι σαπέρδαις δυσίν,

καὶ ταῦτ' ἀνάλτοις καὶ πλατυρρύγχοις τισίν.

15

τόν τ' ἰχθυόρρουν ποταμὸν Ὑπερείδην περᾷς,

ὃς ἠπίαις φωναῖσιν ἔμφρονος λόγου

κόμποις παφλάζων ἠπίοις πυκνώμασιν

πρὸς πανδυσας ἔχει,

μισθωτὸς ἄρδει πεδία τοῦ δεδωκότος.

16

ὥστ' ἔχειν οὐδὲν παρ' ἡμῖν· νυκτερεύσας δ' ἀθλίως

πρῶτα μὲν σκληρῶς καθεῦδον, εἶτα Θούδιππος βδέων

παντελῶς ἔπηξεν ἡμᾶς, εἶθ' ὁ λιμὸς ἥπτετο.

ἐφέρετο πρὸς Δίωνα τὸν διάπυρον· ἀλλὰ γὰρ

οὐδ' ἐκεῖνος οὐδὲν εἶχε. πρὸς δὲ τὸν χρηστὸν δραμὼν

Τηλέμαχον Ἀχαρνέα σωρόν τε κυάμων καταλαβὼν

ἁρπάσας τούτων ἐνέτραγον. ὁ δ' ὄνος ἡμᾶς ὡς ὁρᾷ,

(ὡσπερεὶ) Κηφισόδωρος περὶ τὸ βῆμ', ἐπέρδετο.

tit 18

{ΚΑΥΝΙΟΙ}

18

ἤδη προσενήνεκται; τί μέλλεις; σπεύδετε,

ὦ 'τάν. ὁ γὰρ Τιθύμαλλος οὕτως ἀνεβίω

κομιδῆ τεθνηκώς, τῶν ἀν' ὀκτὼ τοὐβολοῦ

θέρμους μαλάξας. οὐκ ἀπεκαρτέρησε γὰρ

ἐκεῖνος, ἀλλ' ἐκαρτέρης', ὦ φίλτατε,

πεινῶν.

tit 19

{ΚΕΝΤΑΥΡΟΣ Η ΔΕΞΑΜΕΝΟΣ}

19

Τιθύμαλλον αὐτὸν καὶ παράσιτον ἀποκαλῶν

tit 20

{ΚΟΝΙΣΑΛΟΣ}

20

πατάξω τ' ἴσον ἴσῳ ποτηρίοις

μεγάλοις ἅπασαν τὴν ἀλήθειαν φράσαι.

tit 21

{ΛΗΘΗ}

21

μετὰ τοῦτον αὐτῷ Τηλέμαχος συνετύγχανεν.

καὶ τοῦτον ἀσπασάμενος ἡδέως πάνυ

ἔπειτα ‘χρῆσόν μοι σύ, φησί, τὰς χύτρας

ἐν αἷσιν ἧψες τοὺς κυάμους.’ καὶ ταῦτά τε

εἴρητο καὶ παριόντα Φείδιππον πάνυ

τὸν Χαιρεφίλου πόρρωθεν ἀπιδὼν τὸν παχὺν

ἐπόππυς', εἶτ' ἐκέλευσε πέμπειν σαργάνας.

tit 22

{ΜΑΡΑΘΩΝΙΟΙ}

22

ὅσον τὸ μεταξὺ μετὰ κορίσκης ἢ μετὰ

χαμαιτύπης τὴν νύκτα κοιμᾶσθαι, βαβαί.

ἡ στιφρότης, τὸ χρῶμα, πνεῦμα, δαίμονες,

τὸ μὴ σφόδρ' εἶναι πάνθ' ἕτοιμα, δεῖν δέ τι

ἀγωνιᾶσαι καὶ ῥαπισθῆναί τε καὶ

πληγὰς λαβεῖν ἁπαλαῖσι χερσίν. {Β.} ἡδύ γε

νὴ τὸν Δία τὸν μέγιστον.

tit 23-24

{ΝΕΑΙΡΑ}

23

ἀλλ' ἔγωγ' ὁ δυστυχὴς

Φρύνης ἐρασθείς, ἡνίκ' ἔτι τὴν κάππαριν

συνέλεγεν οὔπω τ' εἶχεν ὅσαπερ νῦν ἔχει,

πάμπολλ' ἀναλίσκων ἐφ' ἑκάστῳ τῆς θύρας

ἀπεκλῃόμην.

24

ἔπειτα διά τε ταῦτ' ἀναρίστητος ὤν

tit 25-26

{ΟΡΕΣΤΑΥΤΟΚΛΕΙΔΗΣ}

25

περὶ δὲ τὸν πανάθλιον

εὕδουσι γρᾶες, Νάννιον, Πλαγγών, Λύκα,

Γνάθαινα, Φρύνη, Πυθιονίκη, Μυρρίνη,

Χρυσίς, Κοναλλίς, Ἱερόκλεια, Λοπάδιον.

tit 27

{ΠΟΛΥΠΡΑΓΜΩΝ}

27

εἶθ' ὁ Καλλιμέδων ἄφνω

ὁ Κάραβος προσῆλθεν, ἐμβλέπων δ' ἐμοί,

ὡς γοῦν ἐδόκει, πρὸς ἕτερον ἄνθρωπόν τινα

ἐλάλει, συνιεὶς δ' οὐδὲν εἰκότως ἐγὼ

ὧν ἔλεγεν ἐπένευον διακενῆς. {Β.} τῷ δ' ἄρα

βλέπουσι χωρὶς καὶ δοκοῦσιν αἱ κόραι.

tit 28

{ΠΟΝΤΙΚΟΣ}

28

πολλοὺς γὰρ ἐνίοθ' ἡ πενία βιάζεται

ἀνάξι' αὑτῶν ἔργα παρὰ φύσιν ποιεῖν.

tit,ante 29

{ΠΟΡΦΥΡΑ}

tit 29

{ΠΥΚΤΗΣ}

29

εὑρήσεις δὲ τῶν ἐπισιτίων

τούτων τιν', οἳ δειπνοῦσιν ἐσφυδωμένοι

τἀλλότρι', ἑαυτοὺς ἀντὶ κωρύκων λέπειν

παρέχοντες ἀθληταῖσι.

tit 30

{ΣΑΠΦΩ}

30

ὁ Μισγόλας οὐ προσιέναι σοι φαίνεται,

ἀνθοῦσι τοῖς νέοισιν ἠρεθισμένος.

tit,ante 31

{ΣΑΤΥΡΟΙ}

tit 31

{ΣΥΝΕΡΓΟΙ}

31

τοῖς μὲν τεθνεῶσιν ἔλεος ἐπιεικὴς θεός,

τοῖς ζῶσι δ' ἕτερον ἀνοσιώτατος φθόνος.

tit 32

{ΦΙΛΟΔΙΚΑΣΤΗΣ}

32

ἀνοίγετ' ἤδη τὰς θύρας, ἵνα πρὸς τὸ φῶς

ὦμεν καταφανεῖς μᾶλλον, ἐφοδεύων ἐὰν

βούληθ' ὁ γυναικονόμος τὸν ἀριθμὸν λαμβάνειν,

κατὰ τὸν νόμον τὸν καινὸν ὅπερ εἴωθε δρᾶν,

τῶν ἑστιωμένων. ἔδει δὲ τοὔμπαλιν

τὰς τῶν ἀδείπνων ἐξετάζειν οἰκίας.

tit 33

{ΨΕΥΔΟΛΗΙΣΤΑΙ}

33

καταμαθὼν δὲ κειμένην

θερμὴν σκάφην θερμῶν ἰπνιτῶν ἤσθιον.

tit 34-39

{ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ}

34

ὅστις φοβεῖται τὸν πατέρα κᾀσχύνεται,

οὕτως πολίτης ἀγαθὸς ἔσται κατὰ λόγον,

καὶ τοὺς πολεμίους δυνάμενος κακῶς ποιεῖν.

35

τἀργύριόν ἐστιν αἷμα καὶ ψυχὴ βροτοῖς.

ὅστις δὲ μὴ ἔχει τοῦτο μηδ' ἐκτήσατο,

οὗτος μετὰ ζώντων τεθνηκὼς περιπατεῖ.

36

σῦκ', ἔλαιον, ἰσχάδας, μέλι.

{Β.} σὺ μὲν εἰρεσιώνην, οὐ γεωργίαν λέγεις.

37

Χῖοι πολὺ

ἄριστ' ἀνευρήκασιν ὀψαρτυτικήν.

38

μὰ γῆν, μὰ κρήνας, μὰ ποταμούς, μὰ νάματα.

{<ΑΙΓΥΠΤΙΟΙ.>}

1

Πῶς ἂν μὲν οὖν σώσειεν ἶβις ἢ κύων;

ὅπου γὰρ εἰς τοὺς ὁμολογουμένους θεούς

ἀσεβοῦντες οὐ διδόασιν εὐθέως δίκην,

τίν' αἰελούρου βωμὸς ἐπιτρίψειεν ἄν;

{<ΒΑΛΑΝΕΙΟΝ.>}{<ΔΑΚΤΥΛΙΟΣ.>}

3

Γαλεοὺς καὶ βατίδας ὅσα τε τῶν γενῶν

ἐν ὀξυλιπάρῳ τρίμματι σκευάζεται.

{<ΔΗΛΟΣ.>}

4

{Α.} Δημοσθένης τάλαντα πεντήκοντ' ἔχει.

{Β.} μακάριος, εἴπερ μεταδίδωσι μηδενί.

{Α.} καὶ Μοιροκλῆς εἴληφε χρυσίον πολύ.

{Β.} ἀνόητος ὁ διδούς, εὐτυχὴς δ' ὁ λαμβάνων.

{Α.} εἴληφε καὶ Δήμων τι καὶ Καλλισθένης.

{Β.} πένητες ἦσαν, ὥστε συγγνώμην ἔχω.

{Α.} ὅ τ' ἐν λόγοισι δεινὸς Ὑπερείδης ἔχει.

{Β.} τοὺς ἰχθυοπώλας οὗτος ἡμῖν πλουτιεῖ,

ὀψοφάγος ὥστε τοὺς λάρους εἶναι Σύρους.

{<ΔΗΜΟΣΑΤΥΡΟΙ.>}

5

Οὐδ' ὁ Χαβρίου Κτήσιππος ἔτι τρὶς κείρεται,

ἐν ταῖς γυναιξὶ λαμπρὸς οὐκ ἐν ἀνδράσιν.

{<ΔΙΟΝΥΣΙΑΖΟΥΣΑΙ.>}

6

Ὦ τᾶν, ἄκουσον ἤν τί σοι μέλλω λέγειν.

ἄνθρωπός ἐστι ζῷον ἐπίπονον φύσει,

καὶ πολλὰ λυπήρ' ὁ βίος ἐν ἑαυτῷ φέρει.

παραψυχὰς οὖν φροντίδων ἀνεύρατο

ταύτας· ὁ γὰρ νοῦς τῶν ἰδίων λήθην λαβών

πρὸς ἀλλοτρίῳ τε ψυχαγωγηθεὶς πάθει,

μεθ' ἡδονῆς ἀπῆλθε παιδευθεὶς ἅμα.

τοὺς γὰρ τραγῳδοὺς πρῶτον, εἰ βούλει, σκόπει

ὡς ὠφελοῦσι πάντας. ὁ μὲν ὢν γὰρ πένης

πτωχότερον αὑτοῦ καταμαθὼν τὸν Τήλεφον

γενόμενον ἤδη τὴν πενίαν ῥᾷον φέρει.

ὁ νοσῶν τι μανικὸν Ἀλκμέων' ἐσκέψατο.

ὀφθαλμιᾷ τις, εἰσὶ Φινεῖδαι τυφλοί.

τέθνηκέ τῳ παῖς, ἡ Νιόβη κεκούφικεν.

χωλός τίς ἐστι, τὸν Φιλοκτήτην ὁρᾷ.

γέρων τις ἀτυχεῖ, κατέμαθεν τὸν Οἰνέα.

ἅπαντα γὰρ τὰ μείζον' ἢ πέπονθέ τις

ἀτυχήματ' ἄλλοις γεγονότ' ἐννοούμενος

τὰς αὐτὸς αὑτοῦ συμφορὰς ἧττον στένει.

{<ΔΙΟΝΥΣΟΣ.>}

7

{Α.} Ὁ δ' Ἀχαρνικὸς Τηλέμαχος ἔτι δημηγορεῖ;

{Β.} οὗτος δ' ἔοικε τοῖς νεωνήτοις Σύροις.

{Α.} πῶς ἢ τί πράττων; βούλομαι γὰρ εἰδέναι.

{Β.} θάργηλον οὗτος ἀγκάλῃ χύτραν φέρει.

{<ΔΡΑΚΟΝΤΙΟΝ.>}

8

Ἔπειτ' ἐγὼ παράσιτον ἐπιτρέψω τινὶ

κακῶς λέγειν; ἥκιστά γ'· οὐδέν ἐστι γὰρ

ἐν τοῖς τοιούτοις χρησιμώτερον γένος.

εἰ δ' ἔστι τὸ φιλέταιρον ἕν τι τῶν καλῶν,

ἀνὴρ παράσιτος τοῦτο ποιεῖ διὰ τέλους.

ἐρᾷς, συνεραστὴς ἀπροφάσιστος γίγνεται.

πράττεις τι, πράξει συμπαρὼν ὅ τι ἂν δέῃ,

δίκαια ταὐτὰ τῷ τρέφοντι νενομικώς,

ἐπαινέτης θαυμαστὸς οἷος τῶν φίλων.

χαίρουσι δείπνων ἡδοναῖς ἀσυμβόλοις.

τίς δ' οὐχὶ θνητῶν; ἢ τίς ἥρως ἢ θεὸς

ἀποδοκιμάζει τὴν τοιαύτην διατριβήν;

ἵνα μὴ δὲ πολλὰ μακρολογῶ δι' ἡμέρας,

τεκμήριόν τι παμμέγεθες οἶμαί γ' ἐρεῖν,

ὁ τῶν παρασίτων ὡς τετίμηται βίος·

γέρα γὰρ αὐτοῖς ταὐτὰ τοῖς τὠλύμπια

νικῶσι δίδοται χρηστότητος οὕνεκα,

σίτησις. οὗ γὰρ μὴ τίθενται συμβολαί,

πρυτανεῖα ταῦτα πάντα προσαγορεύεται.

{<ΕΠΙΣΤΟΛΑΙ.>}

10

Οἴμοι κακοδαίμων, ὡς ἐρῶ. μὰ τοὺς θεούς,

Τιθύμαλλος οὐδεπώποτ' ἠράσθη φαγεῖν

οὕτω σφόδρ', οὐδὲ Κόρμος ἱμάτιον λαβεῖν,

οὐ Νεῖλος ἄλφιτ', οὐ Κόρυδος ἀσύμβολος

κινεῖν ὀδόντας.

9

Ὁ Δημοτίων δὲ παραμενεῖν αὑτῷ δοκῶν

τἀργύριον οὐκ ἐφείδετ', ἀλλὰ παρέτρεφεν

τὸν βουλόμενον. ὁ Χαιρεφῶν μὲν παντελῶς

οἴκαδε βαδίζειν ᾤετ', ὢ ταλάντατος.

καὶ μὴν ἔτι τοῦτ' ἔστιν ἄξιον μόνον,

τὸν παραμασήτην λαμβάνει δίκρουν ξύλον·

οὔτ' εὔρυθμος γάρ ἐστιν οὔτ' ἀχρήματος.

{<ΕΠΙΧΑΙΡΕΚΑΚΟΣ.>}

11

Ἀγορὰν ἰδεῖν εὔοψον εὐποροῦντι μὲν

ἥδιστον, ἂν δ' ἀπορῇ τις ἀθλιώτατον.

ὁ γοῦν Κόρυδος ἄκλητος, ὡς ἐμοὶ δοκεῖ,

γενόμενος ὠψώνει παρ' αὑτὸν οἴκαδε.

ἦν δὲ τὸ πάθος γελοῖον, οἴμοι, τέτταρας

χαλκοῦς ἔχων ἄνθρωπος, ἐγχέλεις ὁρῶν

θύννεια νάρκας καράβους· ᾑμωδία.

καὶ ταῦτα πάντα μὲν περιελθὼν ἤρετο

ὁπόσου, πυθόμενος δ' ἀπέτρεχ' εἰς τὰς μεμβράδας.

{<ΗΡΩΕΣ.>}

12

Οὐκοῦν κελεύεις νῦν με πάντα μᾶλλον ἢ

τὰ προσόντα φράζειν. πάνυ γε δράσω τοῦτό σοι.

{Β.} καὶ πρῶτα μέν σοι παύσεται Δημοσθένης

ὀργιζόμενος. {Α.} ὁ ποῖος; {Β.} ὁποῖος; ὁ Βριάρεως,

ὁ τοὺς καταπέλτας τάς τε λόγχας ἐσθίων,

μισῶν λόγους ἄνθρωπος, οὐδὲ πώποτε

ἀντίθετον εἰπὼν οὐδέν, ἀλλ' Ἄρη βλέπων.

13

Ὡς δ' ἦν ἠρμένη

βίου τιθήνη, πολεμία λιμοῦ, φύλαξ

φιλίας, ἰατρὸς ἐκλύτου βουλιμίας,

τράπεζα. {Β.} περιέργως γε νὴ τὸν οὐρανόν,

ἐξὸν φράσαι τράπεζα συντόμως.

{<ΙΚΑΡΙΟΙ ΣΑΤΥΡΟΙ.>}Ἄνυτος ὁ παχὺς πρὸς Πυθιονίκην ὅτανἐλθὼν φάγῃ τι· καλεῖ γὰρ αὐτόν, ὥς φασιν,ὁπόταν Χαιρεφίλου τοὺς δύο σκόμβρουςξενίσῃ μεγάλους ἡδομένη.

14

Ἡ Πυθιονίκη δ' ἀσμένως σε δέξεται,

καί σου κατέδεται τυχὸν ἴσως ἃ νῦν ἔχεις

λαβὼν παρ' ἡμῶν δῶρ'· ἄπληστός ἐστι γάρ,

ὅμως δὲ δοῦναί σοι κέλευσον σαργάνας

αὐτήν· ταρίχους εὐπόρως γὰρ τυγχάνει

ἔχουσα καὶ σύνεστι σαπέρδαις δυσίν,

καὶ ταῦτ' ἀνάλτοις καὶ πλατυρρύγχοις τισίν.

15

Τόν τ' ἰχθυόρρουν ποταμὸν Ὑπερείδην πέρα,

ὃς ἠπίαις φωναῖσιν ἔμφρονος λόγου

κόμποις παφλάζων ἡπίοις πυκνώμασιν

πρὸς πᾶν δύσας ἔχει,

μισθωτὸς ἄρδει πεδία τοῦ δεδωκότος.

16

Ὥστ' ἔχειν οὐδὲν παρ' ἡμῖν· νυκτερεύσας δ' ἀθλίως

πρῶτα μὲν σκληρῶς καθεῦδον, εἶτα Θούδιππος ὁ λέων

παντελῶς ἔπηξεν ἡμᾶς, εἶθ' ὁ λιμὸς ἥπτετο.

ἐφέρετο πρὸς Δίωνα τὸν διάπυρον· ἀλλὰ γὰρ

οὐδ' ἐκεῖνος οὐδὲν εἶχε. πρὸς δὲ τὸν χρηστὸν δραμὼν

Τηλέμαχον Ἀχαρνέα σωρόν τε κυάμων καταλαβὼν

ἁρπάσας τούτων ἐνέτραγον. ὁ δ' ὄνος ἡμᾶς ὡς ὁρᾷ,

[ὡσπερεὶ] Κηφισόδωρος περὶ τὸ βῆμ' ἐπέρδετο.

{<ΚΑΥΝΙΟΙ.>}

18

Ἤδη προσενήνεκται. τί μέλλεις; σπεύδετε,

ὦ τᾶν. ὁ γὰρ Τιθύμαλλος οὕτως ἀνεβίω

κομιδῇ τεθνηκώς, τῶν ἀν' ὀκτὼ τοὐβολοῦ

θέρμους μαλάξας. οὐκ ἀπεκαρτέρησε γὰρ

ἐκεῖνος, ἀλλ' ἐκαρτέρης', ὦ φίλτατε,

πίνων.

tit 19

{<ΚΕΝΤΑΥΡΟΣ Η ΔΕΞΑΜΕΝΟΣ.>}

19

Τιθύμαλλον αὐτὸν καὶ παράσιτον ἀποκαλῶν.

{<ΚΟΝΙΣΑΛΟΣ.>}

20

Πατάξω τ' ἴσον ἴσῳ ποτηρίοις

μεγάλοις ἅπασαν τὴν ἀλήθειαν φράσαι.

{<ΛΗΘΗ.>}

21

Μετὰ τοῦτον αὐτῷ Τηλέμαχος συνετύγχανεν.