Fragmenta
- Edition reference
- Fragmenta, ed. A. Meineke, Fragmenta comicorum Graecorum, vol. 3, Berlin: Reimer, 1840 (repr. Berlin: De Gruyter, 1970): 590– 600, 602–613.
- CTS identifier
urn:cts:greekLit:tlg0515.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
Leth
1
καὶ τοῦτον ἀσπασάμενος ἡδέως πάνυ
ἔπειτα „χρῆσόν μοι σύ, φησί, τὰς χύτρας
ἐν αἷσιν ἧψες τοὺς κυάμους.“ καὶ ταῦτά τε
εἴρητο καὶ παριόντα Φείδιππον πάνυ
τὸν Χαιρεφίλου πόρρωθεν ἀπιδὼν τὸν παχὺν
ἐπόππυσεν, εἶτ' ἐκέλευσε πέμπειν σαργάνας.
Mar
tit
{<ΜΑΡΑΘΩΝΙΟΙ.>}
1
Ὅσον τὸ μεταξὺ μετὰ κορίσκης ἢ μετὰ
χαμαιτύπης τὴν νύκτα κοιμᾶσθαι, βαβαί.
ἡ στιφρότης, τὸ χρῶμα, πνεῦμα, δαίμονες,
τό τε μὴ σφόδρ' εἶναι πάνθ' ἕτοιμα, δεῖν δέ τι
ἀγωνιᾶσαι καὶ ῥαπισθῆναί τε καὶ
πληγὰς λαβεῖν ἁπαλαῖσι χερσίν· ἡδύ γε
νὴ τὸν Δία τὸν μέγιστον.
Neai
tit
{<ΝΕΑΙΡΑ.>}
1
Ἀλλ' ἔγωγ' ὁ δυστυχὴς
Φρύνης ἐρασθείς, ἡνίκ' ἔτι τὴν κάππαριν
συνέλεγεν οὔπω τ' εἶχεν ὅσαπερ νῦν ἔχει,
πάμπολλ' ἀναλίσκων ἐφ' ἑκάστῳ τῆς θύρας
ἀπεκλειόμην.
2
Ἔπειτα διά τε ταῦτ' ἀναρίστητος ὤν.
Ore
tit
{<ΟΡΕΣΤΑΥΤΟΚΛΕΙΔΗΣ.>}
1
Περὶ δὲ τὸν πανάθλιον
εὕδουσι γρᾶες, Νάννιον, Πλαγγών, Λύκα,
Γνάθαινα, Φρύνη, Πυθιονίκη, Μυρρίνη,
Χρυσίς, Κοναλλίς, Ἱερόκλεια, Λοπάδιον.
Pol
tit
{<ΠΟΛΥΠΡΑΓΜΩΝ.>}
1
Εἶθ' ὁ Καλλιμέδων ἄφνω
ὁ Κάραβος προσῆλθεν, ἐμβλέπων δ' ἐμοί,
ὡς γοῦν ἐδόκει, πρὸς ἕτερον ἄνθρωπόν τινα
ἐλάλει, συνιεὶς δ' οὐδὲν εἰκότως ἐγώ
ὧν ἔλεγεν ἐπένευον διακενῆς· τῷ δ' ἄρα
βλέπουσι χωρὶς καὶ δοκοῦσιν αἱ κόραι.
Pon
tit
{<ΠΟΝΤΙΚΟΣ.>}
1
Πολλοὺς γὰρ ἐνίοθ' ἡ πενία βιάζεται
ἀνάξι' αὑτῶν ἔργα παρὰ φύσιν ποιεῖν.
Por
tit
{<ΠΟΡΦΥΡΑ.>}
Pyk
tit
{<ΠΥΚΤΗΣ.>}
1
Εὑρήσεις δὲ τῶν ἐπισιτίων
τούτων τινάς, οἳ δειπνοῦσιν ἐσφυδωμένοι
τἀλλότρι', ἑαυτοὺς ἀντὶ κωρύκων δέρειν
παρέχοντες ἀθληταῖσιν.
Sap
tit
{<ΣΑΠΦΩ.>}
1
Ὁ Μισγόλας οὐ προσιέναι σοι φαίνεται,
ἀνθοῦσι τοῖς νέοισιν ἠρεθισμένος.
Syn
tit
{<ΣΥΝΕΡΙΘΟΙ.>}
1
Τοῖς μὲν τεθνεῶσιν ἔλεος ἐπιεικὴς θεός,
τοῖς ζῶσι δ' ἕτερον ἀνοσιώτατον φθόνος.
Phi
tit
{<ΦΙΛΟΔΙΚΑΣΤΗΣ.>}
1
Ἀνοίγετ' ἤδη τὰς θύρας, ἵνα πρὸς τὸ φῶς
ὦμεν καταφανεῖς μᾶλλον, ἐφοδεύων ἐὰν
βούληθ' ὁ γυναικονόμος τὸν ἀριθμὸν λαμβάνειν,
κατὰ τὸν νόμον τὸν καινὸν ὅπερ εἴωθε δρᾶν,
τῶν ἑστιωμένων. ἔδει δὲ τοὔμπαλιν
τὰς τῶν ἀδείπνων ἐξετάζειν οἰκίας.
Pseu
tit
{<ΨΕΥΔΟΛΗιΣΤΑΙ.>}
1
Καταμαθὼν δὲ κειμένην
θερμὴν σκάφην θερμῶν ἰπνιτῶν ἤσθιον.
FIF
tit
{FABULARUM INCERTARUM FRAGMENTA.}
1
Ὅστις φοβεῖται τὸν πατέρα κᾀσχύνεται,
οὗτος πολίτης ἀγαθὸς ἔσται κατὰ λόγον,
καὶ τοὺς πολεμίους δυνάμενος κακῶς ποιεῖν.
2
Τἀργύριόν ἐστιν αἷμα καὶ ψυχὴ βροτοῖς.
ὅστις δὲ μὴ ἔχει τοῦτο μηδ' ἐκτήσατο,
οὗτος μετὰ ζώντων τεθνηκὼς περιπατεῖ.
3
Χῖοι πολὺ
ἄριστ' ἀνευρήκασιν ὀψαρτυτικήν.
4
Μὰ γῆν, μὰ κρήνας, μὰ ποταμούς, μὰ νάματα.
5
Σῦκ' ἔλαιον ἰσχάδας μέλι.
{Β.} σὺ μὲν εἰρεσιώνην οὐ γεωργίαν λέγεις.
Ἑρμῆϲ δ' [ὁ] Μ〈α〉ί〈α〉ϲ ταῦτα ϲυνδιακτο〈ρ〉εῖ,ἂν ἦι π[ρ]όθυμ〈ο〉ϲ. {—} καταβέβηκεν ἄϲμενοϲ,χαριζόμενοϲ γὰρ Ἀρ[ι]ϲτομήδηι τῶι καλῷ,ἵνα μηκέτ' αὐτὸν ὁ Σάτυ[ρ]οϲ κλέπτην λέγηι.Μ[α]ρϲύαν δὲ τὸν φ[ί]λαυλον Αὐτοκλέα δεδαρμέν[ο]νγυμνὸν ἑϲτάναι καμίνωι προϲπεπατταλευμένον,Τηρέα τ' Ἀριϲτομήδην. {—} διὰ τί Τηρέα λέγειϲ; {—}διότι τηρ[ε]ῖν δεῖ παρόντοϲ τοῦδε τὰ ϲκεύη ϲφόδρα,εἰ δὲ μή, Πρόκνη γενήϲῃ, κνώμενοϲ τὸ κρανίον,ἂν ἀπολέϲηιϲ. {—} ψυχρόν. {—} ἀλλὰ πρὸϲ θεῶν ἐπί[ϲ]χετεμηδὲ ϲυρί〈ξ〉ητε. θεὸϲ μὲν δηλαδὴἀγαθὴ Τύχη τ' ἔνεϲτιν.{Ἥρωεϲ et Ἰκάριοι}κ(αὶ) οἱ κωμικοὶ δ' αὐτοῦ (sc. Ἀριϲτομήδουϲ Ἀθηναίου τοῦ Χαλκοῦλεγομένου) μνη|μονεύουϲι καθάπερ Φιλήμων μ(ὲν) ἐν Λι|θ[ο]γλύφωι... Τιμοκλῆϲ δ' ἐν Ἥρωϲιν· Ἑρ|μῆϲ δ' ὁ Μαίαϲ ταῦτα ϲυνδιακτορεῖ | ἂν ἦι π[ρ]όθυμοϲ· κ(ατα)βέβηκεν ἄϲμ(εν)οϲ χαριζό|μ(εν)όϲ γ' Ἀρ[ι]ϲτομήδηι τῶι καλῶι, ἵνα μηκέτ' | αὐτὸν ὁ Ϲάτυροϲ κλέπτην λέγηι. ‵—′ κ(αὶ) ἐν Ἰ|καρίοιϲ· Μ[α]ρϲύαν δ(ὲ) τὸν φ[ί]λαυλον Αὐτο|κλέα δεδαρμ(έν)[ο]ν γυμνὸν ἑϲτάναι καμί|νωι προϲπεπατταλευμ(έν)ον Τηρέα τ' Ἀριϲτο|μήδην. {—} διὰ τί Τηρέα λέγειϲ; {—} διότι τηρ[ε]ῖν | δεῖ π(αρ)όντοϲ τοῦδε τὰ ϲκεύη ϲφόδρα. εἰ δ(ὲ) μή, | Πρόκνη γενήϲηι, κνώμενοϲ τὸ κρανίον, | ἂν ἀπολέϲηιϲ. {—} ψυχρόν. {—} ἀλλὰ πρὸϲ θεῶν ἐπί[ϲ]χε|τε μηδὲ ϲυρίξητε.