The Greek Library Author

Anonymous

Fragmenta Epicharmi

Authority group
Epicharmus Comic. Et Pseudepi- (catalogue association; authorship remains anonymous)
Edition reference
Fragmenta Epicharmi, ed. G. Kaibel, Comicorum Graecorum fragmenta, vol. 1.1 [Poetarum Graecorum fragmenta 6.1. Berlin: Weidmann, 1899]: 91–126, 128–132.
CTS identifier
urn:cts:greekLit:tlg0521.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1-3 tit

{ΑΓΡΩΣΤΙΝΟΣ}

1

ὡς ταχὺς

Κόλαφος περιπατεῖ δῖνος.

4-5 tit

{ΑΛΚΥΟΝΕΥΣ}

5

αὐτότερος αὐτῶν.

6-8 tit

{ΑΜΥΚΟΣ}

6

Ἄμυκε, μὴ κύδαζέ μοι

τὸν πρεσβύτερον ἀδελφεόν.

7

εἴ γε μὲν ὅτι

ἐγκεκόμβωται καλῶς.

9-13 tit

{ΑΡΠΑΓΑΙ}

9

ὡσπεραὶ πονηραὶ μάντιες,

αἵ θ' ὑπονέμονται γυναῖκας μωρὰς ἂμ πεντόγκιον

ἀργύριον, ἄλλαι δὲ λίτραν, ταὶ δ' ἀν' ἡμιλίτριον

δεχόμεναι, καὶ πάντα γινώσκοντι τῶι ... λόγωι.

10

ἐγὼ γὰρ τό γα βαλάντιον· λίτρα

καὶ δεκάλιτρος στατήρ, ἑξάντιόν τε πεντόγκιον.

11

ἁ δὲ Σικελία πέποσχε.

14-18 tit

{*ΑΤΑΛΑΝΤΑΙ}

19-20 tit

{ΒΑΚΧΑΙ}

19

καὶ τὸν ἀρχὸν ἐπικαλύψας ἐπιπλόωι.

21-22 tit

{ΒΟΥΣΕΙΡΙΣ}

21

πρᾶτον μὲν αἰκ ἔσθοντ' ἴδοις νιν, ἀποθάνοις·

βρέμει μὲν ὁ φάρυγξ ἔνδοθ', ἀραβεῖ δ' ἁ γνάθος,

ψοφεῖ δ' ὁ γομφίος, τέτριγε δ' ὁ κυνόδων,

σίζει δὲ ταῖς ῥίνεσσι, κινεῖ δ' οὔατα.

23-32 tit

{ΓΑ ΚΑΙ ΘΑΛΑΣΣΑ}

23

πόλτον ἕψειν ὄρθριον.

24

οὐδ' ἀμαμαξύας φέρει.

25

ναὶ μὰ τὰν κράμβαν.

29

ὅκχ' ὁρῆι βῶκάς 〈τε〉 πολλοὺς καὶ σμαρίδας ..

30

κἀστακοὶ γαμψώνυχοι.

31

κουρίδες τε ταὶ φοινίκιαι.

33 tit

{ΔΙΟΝΥΣΟΙ}

33

χύτρα δὲ φακέας ἥψετο

34-40 tit

{ΕΛΠΙΣ Η ΠΛΟΥΤΟΣ}

34

ἀλλ' ἄλλος ἔστειχ' ὧδε τοῦδε κατὰ πόδας,

τὸν ῥαιδίως λαψῆι τὺ κὰτ τὸ νῦν γά θην

εὔωνον ἀείσιτον· ἀλλ' ἔμπας ὅδε

ἄμυστιν ὥσπερ κύλικα πίνει τὸν βίον.

35

συνδειπνέων τῶι λῶντι, καλέσαι δεῖ μόνον,

καὶ τῶι γα μὴ λεῶντι, κοὐδὲν δεῖ καλεῖν.

τηνεὶ δὲ χαρίεις τ' εἰμὶ καὶ ποιέω πολὺν

γέλωτα καὶ τὸν ἱστιῶντ' ἐπαινέω·

καἴ κα τις ἀντίον 〈τι〉 λῆι τήνωι λέγειν,

τήνωι κυδάζομαί τε κἀπ' ὦν ἠχθόμαν.

κἤπειτα πολλὰ καταφαγών, πόλλ' ἐμπιὼν

ἄπειμι· λύχνον δ' οὐχ ὁ παῖς μοι συμφέρει,

ἕρπω δ' ὀλισθράζων τε καὶ κατὰ σκότος

ἔρημος· αἴ κα δ' ἐντύχω τοῖς περιπόλοις,

τοῦθ' οἷον ἀγαθὸν ἐπιλέγω τοῖς θεοῖς, ὅτι

οὐ λῶντι πλεῖον ἀλλὰ μαστιγοῦντί με.

ἐπεὶ δέ χ' εἵκω οἴκαδις καταφθερείς,

ἄστρωτος εὕδω· καὶ τὰ μὲν πρᾶτ' οὐ κοῶ,

ἇς κά μ' 〈ἔχ〉ων ὥκρατος ἀμφέπηι φρένας ..

37

ἐκάλεσε γάρ τύ τις

ἐπ' αἶκλον ἀέκων· τὺ δὲ ἑκὼν ὤιχεο τρέχων.

38

οὔτ' ὦν Πάλαιρος οὔτε βοιαυτοῦ

39

τὸν τοῦ γείτονος καλιόν.

tit,ante 41

{ΕΟΡΤΑ ΚΑΙ ΝΑΣΟΙ v. ΝΑΣΟΙ}{ΕΠΙΝΙΚΙΟΣ}

41-75 tit

{ΗΒΑΣ ΓΑΜΟΣ. ΜΟΥΣΑΙ}

42

ἄγει δὲ παντοδαπὰ κογχύλια,

λεπάδας, ἀσπέδους, κραβύζους, κικιβάλους, τηθύνια,

κτένια, βαλάνους, πορφύρας, ὄστρεια συμμεμυκότα,

τὰ διελεῖν μέν ἐντι χαλεπά, καταφαγῆμεν δ' εὐμαρέα,

μύας ἀναρίτας τε κάρυκάς τε καὶ σκιφύδρια,

τὰ γλυκέα μέν ἐντ' ἐπέσθειν, ἐμπαγῆμεν δ' ὀξέα,

τούς τε μακρογογγύλους σωλῆνας· ἁ μέλαινά τε

κόγχος, ἅπερ κογχοθηρᾶν παισὶν εστρισώνια·

θάτεραι δὲ γάιαι κόγχοι τε κἀμαθίτιδες,

ταὶ κακοδόκιμοί τε κηὔωνοι, τὰς ἀνδροφυκτίδας

πάντες ἄνθρωποι καλέονθ', ἁμὲς δὲ λεύκας τοὶ θεοί.

43

κόγχος, ἃν τέλλιν καλέομες· ἐστὶ δ' ἅδιστον κρέας.

44

μύες .. ἀλφησταί τε κορακῖνοί τε κοριοειδέες,

αἰολίαι πλῶτές τε κυνόγλωσσοί τ', ἐνῆν δὲ σκιαθίδες

πίονες χἰππίδια λεῖα ψύχειπαλο κουρίδες.

45

λαμβάνοντι γὰρ

ὄρτυγας στρουθούς τε κορυδαλλάς 〈τε〉 φιλοκονίονας

τέτραγάς τε σπερματολόγους κἀγλαὰς συκαλλίδας.

46

ἦν δ' ἐρωιδιοί τε πολλοὶ μακροκαμπυλαύχενες

τέτραγές τε σπερματολόγοι κἀγλααὶ συκαλλίδες.

47

κομαρίδας τε καὶ κύνας κέστρας τε πέρκας τ' αἰόλας.

48

χαλκίδας τε καὶ κύνας κέστρας τε πέρκας τ' αἰόλας.

49

σκορπίοι τε ποικίλοι σαῦροί τε, γλαῦκοι πίονες.

50

σκορπίοι τε ποικίλοι γλαῦκοί τε, σαῦροι πίονες.

51

κὠξύρυγχοι ῥαφίδες ἵππουροί τε καὶ χρυσόφρυες.

53

καρκίνοι θ' ἵκοντ' ἐχῖνοί θ', οἳ καθ' ἁλμυρὰν ἅλα

νεῖν μὲν οὐκ ἴσαντι, πεζᾶι δ' ἐμπορεύονται μόνοι.

54

αὐτὸς ὁ Ποτιδὰν ἄγων γαύλοισιν ἐν Φοινικικοῖς

εἷκε καλλίστους αδητατήγανος ἁγεμὼν σπάρους

καὶ σκάρους, τῶν οὐδὲ τὸ σκᾶρ θέμιτον ἐκβαλεῖν θεοῖς.

55

αἰ δὲ λῆις, σαργοί τε χαλκίδες τε καὶ τοὶ πόντιοι ..

56

ἦν δὲ σαργῖνοί τε μελάνουροί τε καὶ ταὶ φίνταται

ταινίαι, λεπταὶ μὲν ἁδεῖαι δὲ κὠλίγου πυρός.

57

ἐντὶ δ' ἀστακοὶ κολύβδαιναί τε χὠς τὰ πόδι' ἔχει

μικρά, τὰς χεῖρας δὲ μακράς, κάραβος δὲ τοὔνομα.

58

καὶ σκιφίας χρόμις θ', ὃς ἐν τῶι ἦρι κὰτ τὸν Ἀνάνιον

ἰχθύων πάντων ἄριστος, ἀνθίας δὲ χείματι.

59

ἦν δὲ νάρκαι, βατίδες, ἦν δὲ 〈καὶ〉 ζύγαιναι, πρήστιες,

κἀμίαι τε καὶ βάτοι ῥῖναί τε τραχυδέρμονες.

60

ἔτι δὲ πὸτ τούτοισι βῶκες, σμαρίδες, ἀφύαι, κάμμαροι,

βαμβραδόνες τε καὶ κίχλαι, λαγοὶ δράκοντές τ' ἄλκιμοι.

61

πώλυποί τε σηπίαι τε καὶ ποταναὶ τευθίδες

χἀ δυσώδης βολβιτὶς γραῖαί τ' ἐριθακώδεες.

62

καὶ χελιδόνες τε μύρμαι θ', οἵ τε κολιᾶν μέζονες

ἐντὶ καὶ σκόμβρων, ἀτὰρ τᾶν θυννίδων γα μείονες.

63

ἀόνες φάγροι τε λάβρακές τε καὶ ταὶ πίονες

σκατοφάγοι σάλπαι βδελυχραί, ἁδέαι δ' ἐν τῶι θέρει.

64

ἆγε δὴ τρίγλας τε κυφὰς κἀχαρίστους βαιόνας.

65

ἦν δ' ὑαινίδες τε βούγλωσσοί τε καὶ κίθαρος ἐνῆς.

66

τρυγόνες τ' ὀπισθόκεντροι καὶ μάλ' ἁδροὶ κωβιοί.

67

μεγαλοχάσμονάς τε χάννας κἠκτραπελογάστρους ὄνους.

68

χαλκίδες θ' ὕες τε ἱέρακές τε χὠ πίων κύων.

69*

συαγρίδας μαζούς τε συνόδοντάς τ' ἐρυθροποικίλους.

70

λεκίδα κἠμβάφια δύο.

71

τόν τε πολυτίματον ἔλοφ', ὁ δ' αὐτὸς χαλκὸς ὤνιος,

ἕνα μόνον· καὶ κῆνον ὁ Ζεὺς ἔλαβε κἠκελήσατο

κατθέμειν αὐτῶι τε οἱ καὶ τᾶι δάμαρτι θωτέρω.

72

οὔτε 〈οἱ〉 γόγγρων τι παχέων οὔτε μυραινᾶν ἀπῆς.

76-77 tit*

{ΗΡΑΚΛΗΣ Ο ΕΠΙ ΤΟΝ ΖΩΣΤΗΡΑ}

76

〈ὁ〉 Πυγμαρίων λοχαγὸς ἐκ τῶν κανθάρων

τῶν μεζόνων, οὕς φαντι τὰν Αἴτναν ἔχειν.

78 tit

{ΗΡΑΚΛΗΣ Ο ΠΑΡΑ ΦΟΛΩΙ}

78

ἀλλὰ μὰν ἐγὼν ἀνάγκαι ταῦτα πάντα ποιέω·

οἴομαι δ' οὐδεὶς ἑκὼν πονηρὸς οὐδ' ἄταν ἔχων.

79-80 tit

{ΘΕΑΡΟΙ}

79

κιθάραι, τρίποδες, ἅρματα, τράπεζαι χάλκιαι,

χειρόνιβα, λοιβάσια, λέβητες χάλκιοι,

κρατῆρες, ὀδελοί· τοῖς γα μὰν ὑπωδέλοις

καιλωτε βαλλίζοντες σιοσσον χρῆμα εἴη.

80

ὀσφύος τε πέρι κἠπιπλόου.

81-83 tit

{ΚΥΚΛΩΨ}

81

ναὶ τὸν Ποτιδᾶν, κοιλότερος ὁλμοῦ πολύ.

82

χορδαί τε ἁδύ, ναὶ μὰ Δία, χὠ κωλεός.

83

φέρ' ἐγχέας εἰς τὸ σκύφος.

84-86 tit

{ΚΩΜΑΣΤΑΙ Η ΑΦΑΙΣΤΟΣ}

84

σηπίας τ' ἆγον νεούσας πέρδικάς τε πετομένους.

85

οὐδὲ ποτθιγεῖν ἐγὼν τεῦς ἀξιῶ.

87-89 tit

{ΛΟΓΟΣ ΚΑΙ ΛΟΓΙΝΑ}

87

{—} ὁ Ζεύς μ' ἐκάλεσε, Πέλοπί γ' ἔρανον ἱστιῶν.

{—} ἦ παμπόνηρον ὄψον, ὦ 'τάν, ὁ γέρανος.

{—} ἀλλ' οὔτι γέρανον, ἀλλ' ἔρανόν 〈γά〉 τοι λέγω.

88

οἱ τοὺς ἰάμβους καὶ τὸν ἄριστον τρόπον,

ὃν πρᾶτος εἰσαγήσαθ' ὡριστόξενος.

89

ἀφύας τε κωρίδας τε καμπύλας.

90-92 tit

{ΜΕΓΑΡΙΣ}

90

τὰς πλευρὰς οἷόνπερ βατίς,

τὰν δ' ὀπισθίαν ἔχεις, Θεάγενες, οἷόνπερ βάτος,

τὰν δὲ κεφαλὰν ὀστέων οἷόνπερ ἔλαφος οὐ βατίς,

τὰν δὲ λαπάραν σκορπίος παῖς ἐπιθαλάττιος τεοῦ.

91

εὔυμνος καὶ μουσικὰν ἔχουσα πᾶσαν, φιλόλυρος.

93-94 tit

{ΜΗΝΕΣ}

95-98 tit

{ΝΑΣΟΙ}

99*-104 tit

{ΟΔΥΣΣΕΥΣ ΑΥΤΟΜΟΛΟΣ}

99*

τῆλ' ἀπε]νθὼν τεῖδε θωκησῶ τε καὶ λεξοῦ[μ' ὅπως

πιστά κ' ε]ἴμειν ταῦτα καὶ τοῖς δεξιωτέροι[ς δοκῆι.

‘τοῖς θεοῖς] ἐμὶν δοκεῖτε πάγχυ καὶ κατὰ τρόπ[ον

καὶ ἐοικό]τως ἐπεύξασθ', αἴ τις ἐνθυμεῖν γ[α λῆι,

ὅσς' ἐγών]γ' ὤφειλον ἐνθ[ὼ]ν ὗσπερ ἐκελή[σασθ' ἐμὲ

τῶν παρ' ὑμέ]ων ἀγαθικῶν κακὰ προτιμάσαι θ' [ἅμα

ἅμα τε κίν]δυνον τελέσσαι καὶ κλέος θεῖον [λαβεῖν,

πολεμίω]ν μολὼν ἐς ἄστυ, πάντα δ' εὖ σαφα[νέως

πυθόμε]νος δίοις τ' Ἀχαιοῖς παιδί τ' Ἀτρέος φί[λωι

ἂψ ἀπαγγ]εῖλαι τὰ τηνεῖ καὐτὸς ἀσκηθὴς [μολεῖν.’

100

δέλφακά τε τῶν γειτόνων

τοῖς Ἐλευσινίοις φυλάσσων δαιμονίως ἀπώλεσα,

οὐχ ἑκών· καὶ ταῦτα δή με συμβολατεύειν ἔφα

τοῖς Ἀχαιοῖσιν προδιδόμειν τ' ὤμνυέ με τὸν δέλφακα.

101

ἁ δ' Ἁσυχία χαρίεσσα γυνά,

καὶ Σωφροσύνας πλατίον οἰκεῖ.

102

ποτιφόριμον τὸ τέμαχος ἦς,

ὑπομελανδρυῶδες ..

105-106 tit

{ΟΔΥΣΣΕΥΣ ΝΑΥΑΓΟΣ}

107-108 tit

{ΟΔΥΣΣΕΥΣ sive ΑΥΤΟΜΟΛΟΣ sive ΝΑΥΑΓΟΣ}

107

ἀλλὰ καὶ ῥέζει τι χρῶμα.

tit,ante 109

{ΟΡΥΑ sive ΟΡΟΥΑ}

109-110 tit

{ΠΕΡΙΑΛΛΟΣ}

109

Σεμέλα δὲ χορεύει,

καὶ ὑπαυλεῖ σφιν σοφὸς κιθάραι παριαμβίδας· ἃ δὲ γεγάθει

πυκινῶν κρεγμῶν ἀκροαζομένα.

110

ἐκάλεσε γάρ τύ τις

ἐπ' αἶκλον ἀέκων· τὺ δὲ ἑκὼν ὤιχεο τρέχων.

111-112 tit

{ΠΕΡΣΑΙ}

111

χρυσὸν καὶ χαλκὸν ὀφείλων.

113 tit

{ΠΙΘΩΝ}

113

ἢ θύλακον βόειον ἢ κόιν φέρει

ἢ κωρυκίδα.

tit,ante 114

{ΠΟΛΙΤΑΙ}

114-122 tit*

{ΠΥΡΡΑ ΚΑΙ ΠΡΟΜΑΘΕΥΣ

sive ΔΕΥΚΑΛΙΩΝ vel ΛΕΥΚΑΡΙΩΝ}

114

τὰν τέλλιν μάν, τὸν ἀναρίταν θᾶσαι δή, καὶ λεπὰς ὅσσα.

115*

τοῦ Ποτειδᾶνος δὲ χρηστὸν υἱὸν ἱπποκάμπιον.

116

πολλοὶ στατῆρες, ἀποδοτῆρες οὐδαμεῖ.

117*

Πύρραν γα μῶται Λευκαρίων.

118

κύλικα, μαγίδα, λύχνον.

123*-124 tit

{ΣΕΙΡΗΝΕΣ}

123*

λαοὶ τοξοχίτωνες, ἀκούετε Σειρηνάων.

124

{{—}}πρωὶ μέν γ' ἀτενὲς ἀπ' ἀοῦς ἀφύας ἀπεπυρίζομες

στρογγύλας, καὶ δελφακίνας ὀπτὰ κρέα καὶ πωλύπους,

καὶ γλυκύν γ' ἐπ' ὦν ἐπίομες οἶνον. {—} οἰβοιβοῖ τάλας.

{{—}}περί γα μὰν αἴκλου τί κά τις καὶ λέγοι. {—} φοῦ τῶν κακῶν.

{{—}}ὃ καὶ πάρα τρίγλα τε μία παχεῖα κἀμίαι δύο

διατετμαμέναι μέσαι, φάσσαι τε τοσσαῦται παρῆν

σκορπίοι τε.

125-126 tit

{ΣΚΙΡΩΝ}

125

{—} τίς ἐστι μάτηρ; {—} Σακίς. {—} ἀλλὰ τίς πατήρ;

{—} Σακίς. {—} τίς ἀδελφεὸς δέ; {—} Σακίς.

127-128 tit

{ΣΦΙΓΞ}

127

καὶ τὸ τᾶς Χιτωνέας αὐλησάτω τίς μοι μέλος.

128

ἀλλ' οὐχ ὁμοῖα 〈τάδε〉 γ' ἐρινοῖς οὐδαμῶς.

129 tit

{ΤΡΙΑΚΑΔΕΣ}

130-131 tit

{ΤΡΩΕΣ}

130

Ζεὺς ἄναξ, ἀν' ἄκρα ναίων Γαργάρων ἀγάννιφα.

131

ἐκ παντὸς ξύλου

κλοιός τε κα γένοιτο κἠκ τωὐτοῦ θεός.

132-134 tit

{ΦΙΛΟΚΤΗΤΑΣ}

132

οὐκ ἔστι διθύραμβος ὅκχ' ὕδωρ πίηις.

133

οὔτ' ἐν κάδωι δηλοίμην οὔτ' ἐν ἀμφορεῖ.

134

ἐν δὲ σκόροδα δύο καὶ γαθυλλίδες δύο.

135 tit

{ΧΟΡΕΥΟΝΤΕΣ sive ΧΟΡΕΥΤΑΙ}

136-137 tit

{ΧΥΤΡΑΙ}

136

ἀλλ' ὅμως καλαὶ καὶ πῖοι ἄρνες εὑρησοῦντί μοι

δέκα νόμους· πωλατιᾶς γάρ ἐντι τᾶς ματρός ...

137

κᾶρυξ ἰὼν

εὐθὺς πρία μοι δέκα νόμων μόσχον καλάν.

138-239 tit

{E FABVLIS INCERTIS}

139

θωσούμεθα·

ὁ Ζεὺς ἀναρρύει.

140

ἀγλευκές ἐσθ' ἄνθρωπος.

146

ἐκ πονηροῦ θαμένους.

147

τόκα μὲν ἐν τήνων ἐγὼν ἦν, τόκα δὲ παρὰ τήνοις ἐγών.

148

ἐκ μὲν θυσίας θοῖνα,

ἐκ δὲ θοίνας πόσις ἐγένετο. {—} χαρίεν, ὥς γ' ἐμὶν 〈δοκεῖ〉.

{{—}}ἐκ δὲ πόσιος μῶκος, ἐκ μώκου δ' ἐγένεθ' ὑανία,

ἐκ δ' ὑανίας 〈δίκα .., ἐκ δίκας δὲ κατα〉δίκα,

ἐκ δὲ καταδίκας πέδαι τε καὶ σφαλὸς καὶ ζαμία.

149

{{—}}τί δὲ τόδ' ἐστί; {—} δηλαδὴ τρίπους. {—} τί μὰν ἔχει πόδας

τέτορας; οὔκ ἐστιν τρίπους, ἀλλ' 〈ἐστὶν〉 οἶμαι τετράπους.

{{—}}ἔστιν ὄνομ' αὐτῶι τρίπους, τέτοράς γα μὰν ἔχει πόδας.

{{—}}Οἰδίπους τοίνυν ποτ' ἦν αἴνιγμά τοι νοεῖς.

150

καπυρὰ τρώγων κάρυ', ἀμυγδάλας ..

151

〈καὶ〉 φασήλους φῶγε θᾶσσον, αἴ χ' ὁ Διόνυσος φιλῆι.

152

ὤεα χανὸς κἀλεκτορίδων πετεηνῶν.

153

πραύτερος ἐγών γα μολόχας.

154

ὑγιώτερόν θήν ἐστι κολοκύντας πολύ.

155

οἷον αἰ μύκαι ἄρ' ἐξεσκληκότες πνιξεῖσθέ 〈με〉.

157

τάς τ' ἐλαιοφιλοφάγους κιχήλας.

158

θρίδακος ἀπολελεμμένας τὸν καυλόν.

159

μακωνίδες,

μάραθα, τραχέες τε κάκτοι, τοὶ σὺν ἄλλοις μὲν φαγεῖν

ἐντὶ λαχάνοις εἰς τοπιον, αἴ κα τις ἐκτρίψας καλῶς

παρατιθῆι νιν, ἁδύς ἐστ'· αὐτὸς δ' ἐπ' αὐτοῦ χαιρέτω.

160

θρίδακας, ἐλάταν, σχῖνον ... ῥαφανίδας, κάκτους ...

161

ὃ δέ τις ἄγροθεν ἔοικε μάραθα καὶ κάκτους φέρειν,

ἴφυον, λάπαθον, ὀτόστυλλον, σκόλιον, σερίδ', ἀτράκτυλον,

πτέριν, κάκτον ὀνόπορδον.

164

κἀγλαοὶ κόκκυγες, οὓς παρσχίζομες

πάντας, ὀπτᾶντες δὲ χἀδύνοντες αὐτοὺς χναύομες.

165

ἀλλὰ καὶ σιγῆν ἀγαθόν, ὅκκα παρέωντι κάρρονες.

166

σκῶπας, ἔποπας, γλαῦκας.

168*

οἵαπερ ἁ δέσποινα, τοία χἀ κύων.

169

ἀγρὸν τὰν πόλιν ποιεῖς.

170

{{—}}ἀλλ' ἀεὶ τοὶ θεοὶ παρῆσαν χὐπέλιπον οὐ πώποκα,

τάδε δ' ἀεὶ πάρεσθ' ὁμοῖα διά τε τῶν αὐτῶν ἀεί.

{{—}}ἀλλὰ λέγεται μὰν χάος πρᾶτον γενέσθαι τῶν θεῶν.

{{—}}πῶς δέ κα; μὴ ἔχον γ' ἀπό τινος ἐνθὲν ὅ τι πρᾶτον μόλοι.

{{—}}οὐκ ἄρ' ἔμολε πρᾶτον οὐδέν; {—} οὐδὲ μὰ Δία δεύτερον,

τῶνδε 〈γ'〉 ὧν ἁμὲς νὺν ὧδε λέγω μέλλει τάδ' εἶν

αἰ πὸτ ἀριθμόν τις περισσόν, αἰ δὲ λῆις, πὸτ ἄρτιον

ποτθέμειν λῆι ψᾶφον ἢ καὶ τᾶν ὑπαρχουσᾶν λαβεῖν,

ἦ δοκεῖ κά τοί γ' ἔθ' ωὑτὸς εἶμεν; {—} οὐκ ἐμίνγα κα.

{{—}}οὐδὲ μὰν οὐδ' αἰ ποτὶ μέτρον παχυαῖον ποτθέμειν

λῆι τις ἕτερον μᾶκος ἢ τοῦ πρόσθ' ἐόντος ἀποταμεῖν,

ἔτι χ' ὑπάρχοι κεῖνο τὸ μέτρον; {—} οὐ γάρ. {—} ὧδε νῦν ὅρη

καὶ τὸς ἀνθρώπους· ὃ μὲν γὰρ αὔξεθ', ὃ δέ γα μὰν φθίνει,

ἐν μεταλλαγᾶι δὲ πάντες ἐντὶ πάντα τὸν χρόνον.

ὃ δὲ μεταλλάσσει κατὰ φύσιν κοὔποκ' ἐν ταὐτῶι μένει,

ἕτερον εἴη κα τόδ' ἤδη τοῦ παρεξεστακότος.

καὶ τὺ δὴ κἠγὼ χθὲς ἄλλοι καὶ νὺν ἄλλοι τελέθομες,

καὖθις ἄλλοι κοὔποχ' ωὑτοὶ κὰτ τὸν 〈αὐτὸν αὖ〉 λόγον.

171

{{—}}ἆρ' ἔστιν αὔλησίς τι πρᾶγμα; {—} πάνυ μὲν ὦν.

{{—}}ἄνθρωπος ὦν αὔλησίς ἐστίν; {—} οὐδαμῶς.

{{—}}φέρ' ἴδω, τί δ' αὐλητάς; τίς εἶμέν τοι δοκεῖ;

ἄνθρωπος, ἢ οὐ γάρ; {—} πάνυ μὲν ὦν. {—} οὐκῶν δοκεῖς

οὕτως ἔχειν καὶ περί 〈γα〉 τὠγαθοῦ; τό γα

ἀγαθὸν τὸ πρᾶγμ' εἶμεν καθ' αὕθ', ὅστις δέ κα

εἰδῆι μαθὼν τῆν', ἀγαθὸς ἤδη γίνεται.

ὥσπερ γάρ ἐστ' αὔλησιν αὐλητὰς μαθὼν

ἢ ὄρχησιν ὀρχηστάς τις ἢ πλοκεὺς πλοκάν,

ἢ πᾶν γ' ὁμοίως τῶν τοιούτων ὅ τι τὺ λῆις,

οὐκ αὐτὸς εἴη κα τέχνα, τεχνικός γα μάν.

172

Εὔμαιε, τὸ σοφόν ἐστιν οὐ καθ' ἓν μόνον,

ἀλλ' ὅσσαπερ ζῆι, πάντα καὶ γνώμαν ἔχει.

καὶ γὰρ τὸ θῆλυ τῶν ἀλεκτορίδων γένος,

αἰ λῆις καταμαθεῖν, ἀτενὲς οὐ τίκτει τέκνα

ζῶντ', ἀλλ' ἐπώιζει καὶ ποιεῖ ψυχὰν ἔχειν.

τὸ δὲ σοφὸν ἁ φύσις τόδ' οἶδεν ὡς ἔχει

μόνα· πεπαίδευται γὰρ αὐταύτας ὕπο.

173

θαυμαστὸν οὐδὲν ἁμὲ ταῦθ' οὕτως λέγειν

καὶ ἁνδάνειν αὐτοῖσιν αὐτοὺς καὶ δοκεῖν

καλῶς πεφύκειν· καὶ γὰρ ἁ κύων κυνὶ

κάλλιστον εἶμεν φαίνεται, καὶ βῶς βοί,

ὄνος δ' ὄνωι κάλλιστον, ὗς δέ θην ὑί.

179

ἅμα τε καὶ λόγων ἀκούσας ἁδύμων ..

180*

καρκίνος .. ἦνθ' ἐκ βυθοῦ θαλασσίου.

182

ἀλλὰ χρὴ εἴμειν ἕν τε λῆμα πᾶσι καὶ λῆσιν μίαν.

185

ἀλλὰ τᾶς κλεινᾶς Συρακοῦς.

188

βάσσον τὸ χωρίον.

189

τρὶς ἀπεδόθη ζόος.

207

μόρων νέον τὸ φυτόν.

216*

ὅκκ' ἀργύριον ἦι, πάντα θεῖ κἠλαύνεται.

217

ὅ τοι κακὸς θαρσεῖ μάλ' αὐτόθεν [ἔπειτα φεύγει].

218

γυναικάνδρεσσι ποθεινοί.

219

αἴ κά τυ βλείης σφενδόναι.

221

ἔνθα δέος, ἐνταῦθα καἰδώς.

228

ἱαρὸν ἁ συμβουλία ἐστὶ χρῆμα.

229

ἐν πέντε κριτῶν γούνασι κεῖται.

232*

μέγα τὸ στόμα τοῦ ἐνιαυτοῦ.

233*

ἀεὶ γεωμόρος εἰς νέωτα πλούσιος.

235

γέρρα Νάξια

238*

ἁ Κορινθία, ἔοικας χοιροπωλήσειν.

239

Σικελὸς ὀμφακίζεται.

{CARMEN PHYSICVM}ὁ μὲν Ἐπίχαρμος τοὺς θεοὺς εἶναι λέγειἀνέμους, ὕδωρ, γῆν, ἥλιον, πῦρ, ἀστέρας.συνεκρίθη καὶ διεκρίθη κἀπῆλθεν ὅθεν ἦλθεν πάλιν,γᾶ μὲν εἰς γᾶν, πνεῦμα δ' ἄνω· τί τῶνδε χαλεπόν; οὐδὲ ἕν.αὕτα φύσις ἀνθρώπων, ἀσκοὶ πεφυσαμένοι.ἀποθανεῖν ἢ τεθνάναι οὔ μοι διαφέρει.νοῦς ὁρῆι καὶ νοῦς ἀκούει· τἄλλα κωφὰ καὶ τυφλά.νᾶφε καὶ μέμνας' ἀπιστεῖν· ἄρθρα ταῦτα τᾶν φρενῶν.