The Greek Library Author

Anonymous

Fragmenta Pseudepicharmea

Authority group
Epicharmus Comic. Et Pseudepi- (catalogue association; authorship remains anonymous)
Edition reference
Fragmenta Pseudepicharmea, ed. Kaibel, op. cit., 135–146.
CTS identifier
urn:cts:greekLit:tlg0521.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

252

εἰκότως μὲν οὐκ ἔφα τόδ', ἀλλ' ἀλαθέως ἔφα.

253

τὰ πρὸ τοῦ δύ' ἄνδρες ἔλεγον, εἷς ἐγὼν ἀποχρέω.

254

ὡς δ' ἐγὼ δοκέω—δοκέων γὰρ σάφα ἴσαμι τοῦθ' ὅτι

τῶν ἐμῶν μνάμα ποκ' ἐσσεῖται λόγων τούτων ἔτι.

καὶ λαβών τις αὐτὰ περιλύσας τὸ μέτρον ὃ νῦν ἔχει,

εἷμα δοὺς καὶ πορφύραν, λόγοισι ποικίλας καλοῖς,

δυσπάλαιστος αὐτὸς ἄλλους εὐπαλαίστους ἀποφανεῖ.

255-260 tit

{ΧΡΥΣΟΓΟΝΟΥ ΤΟΥ ΑΥΛΗΤΟΥ ΠΟΛΙΤΕΙΑ}

255

ὁ βίος ἀνθρώποις λογισμοῦ κἀριθμοῦ δεῖται πάνυ·

ζῶμεν ἀριθμῶι καὶ λογισμῶι· ταῦτα γὰρ σώιζει βροτούς.

256

ὁ λόγος ἀνθρώπους κυβερνᾶι κατὰ τρόπον σώιζει ...

257

ἔστιν ἀνθρώπωι λογισμός, ἔστι καὶ θεῖος λόγος

.... ἀνθρώπωι πέφυκε περὶ βίου καταστροφάς.

ὁ δέ γε τὰς τέχνας ἅπασι συνέπεται θεῖος λόγος,

ἐκδιδάσκων αὐτὸς αὐτοὺς ὅτι ποιεῖν δεῖ συμφέρον·

οὐ γὰρ ἄνθρωπος τέχναν τιν' εὗρεν, ὁ δὲ θεὸς ταύταν φέρει·

ὁ δέ γε τἀνθρώπου πέφυκεν ἀπό γε τοῦ θείου λόγου.

258*

ὁ τρόπος ἀνθρώποισι δαίμων ἀγαθός, οἷς δὲ καὶ κακός.

261-288 tit

{ΑΞΙΟΠΙΣΤΟΥ ΤΟΥ ΛΟΚΡΟΥ Η ΣΙΚΥΩΝΙΟΥ ΓΝΩΜΑΙ}

261

εὐσεβὴς βίος μέγιστον ἐφόδιον θνατοῖς ἐστι.

262*

ἀνδρὶ δ' ὑγιαίνειν ἄριστόν ἐστιν, ὥς γ' ἐμὶν δοκεῖ.

263*

θνατὰ χρὴ τὸν θνατόν, οὐκ ἀθάνατα τὸν θνατὸν φρονεῖν.

264

γνῶθι πῶς ἄλλωι κέχρηται.

265

εὐσεβὴς νόωι πεφυκὼς οὐ πάθοις κ' οὐδὲν κακὸν

κατθανών· ἄνω τὸ πνεῦμα διαμένει κατ' οὐρανόν.

266

οὐδὲν ἐκφεύγει τὸ θεῖον· τοῦτο γινώσκειν τυ δεῖ·

αὐτός ἐσθ' ἁμῶν ἐπόπτας, ἀδυνατεῖ δ' οὐδὲν θεός.

267

ὡς πολὺν ζήσων χρόνον χὠς ὀλίγον, οὕτως διανοοῦ.

268

ἐγγύας ἄτα 〈ἐστὶ〉 θυγάτηρ, ἐγγύα δὲ ζαμίας.

269

καθαρὸν ἂν τὸν νοῦν ἔχηις, ἅπαν τὸ σῶμα καθαρὸς εἶ.

270

αἴ τί κα ζατῆις σοφόν, τᾶς νυκτὸς ἐνθυμητέον.

271

πάντα τὰ σπουδαῖα νυκτὸς μᾶλλον ἐξευρίσκεται.

272

οὐ λέγειν τύγ' ἐσσὶ δεινός, ἀλλὰ σιγᾶν ἀδύνατος.

273

ἁ δὲ χεὶρ τὰν χεῖρα νίζει· δός τι καὶ λάβ' αἴ τι 〈λῆις〉.

274

οὐ φιλάνθρωπος τύγ' ἔσς'· ἔχεις νόσον, χαίρεις διδούς.

275*

ποτὶ πονηρὸν οὐκ ἄχρηστον ὅπλον ἁ πονηρία.

276*

πρὸς στάθμαι πέτρον τίθεσθαι, μή τι πρὸς πέτρωι στάθμαν.

277

πρὸς 〈δὲ〉 τοὺς πέλας πορεύου λαμπρὸν ἱμάτιον ἔχων,

καὶ φρονεῖν πολλοῖσι δόξεις, τυχὸν ἴσως 〈οὐδὲν φρονῶν〉.

278*

τῶι λόγωι μὲν εὖ διέρχηι πάντα, τῶι δ' ἔργωι κακῶς.

279*

φύσιν ἔχειν ἄριστόν ἐστι, δεύτερον δὲ 〈μανθάνειν〉.

280

οὐ μετανοεῖν ἀλλὰ προνοεῖν χρὴ τὸν ἄνδρα τὸν σοφόν.

281

μὴ ἐπὶ μικροῖς αὐτὸς αὑτὸν ὀξύθυμον δείκνυε.

282

ἐπιπολάζειν οὔ τι χρὴ τὸν θυμὸν ἀλλὰ τὸν νόον.

283

οὐδὲ εἷς οὐδὲν μετ' ὀργᾶς κατὰ τρόπον βουλεύεται.

284

ἁ δὲ μελέτα φύσιος ἀγαθᾶς πλέονα δωρεῖται φίλοις.

285

τίς δέ κα λώιη γενέσθαι μὴ φθονούμενος φίλοις;

δῆλον ὡς ἀνὴρ παρ' οὐδέν ἐσθ' ὁ μὴ φθονούμενος·

τυφλὸν ἠλέης' ἰδών τις, ἐφθόνησε δ' οὐδὲ εἷς.

286

σώφρονος γυναικὸς ἀρετὰ τὸν συνόντα μὴ ἀδικεῖν.

287

τῶν πόνων πωλοῦσιν ἁμῖν πάντα τἀγάθ' οἱ θεοί.

288

ὦ πονηρέ, μὴ τὰ μαλακὰ μῶσο, μὴ τὰ σκλήρ' ἔχηις.

289 tit*

{ΑΞΙΟΠΙΣΤΟΥ ΚΑΝΩΝ}

290-294 tit*

{ΧΙΡΩΝ (ΟΨΟΠΟΙΙΑ?)}

290

καὶ πιεῖν ὕδωρ διπλάσιον χλιαρόν, ἡμίνας δύο.

tit,ante 295

{ΟΨΟΠΟΙΙΑ}

295 tit

{ΛΟΓΟΣ ΠΡΟΣ ΑΝΤΗΝΟΡΑ}

296 tit

{ΕΠΙΓΡΑΜΜΑ}

296

Εἰμὶ νεκρός· νεκρὸς δὲ κόπρος, γῆ δ' ἡ κόπρος ἐστίν·

εἰ δὴ γῆ νεκρός ἐστ', οὐ νεκρὸς ἀλλὰ θεός.

297

μηδὲν γὰρ εἴ] τις δυστυχῶν βίον τ' ἔχων

μηδὲν καλόν] τε κἀγαθὸν ψυχᾶι διδῶι,

ἐγὼ μὲν αὐτὸν οὔ]τι φασῶ μακάριον,

φύλακα δὲ μᾶ]λλον χρημάτων καλῶν [κακόν.

298

ὦ θύγατερ, αἰαῖ τύχας·

ξυνοικεῖς ὦν νέωι γ' ἔσσα παλαιτέρα.

ὃ μὲν γὰρ ἄλλην λαμβάνει νεανίδα,

ἃ δ' ἄλλον ἄλληι δῆτα μαστεύει τινά.

<καδδαιμονέϲτεροϲ>τεῖδ' ἔνεϲτι πολλὰ καὶ παν[τ]οῖα, τοῖϲ χρήϲαιό καποτὶ φίλον, πὸτ ἐχθρὸν ἐν δίκαι λέγων, ἐ?ν ἁλίαι,ποτὶ πονηρόν, ποτὶ καλόν τε κἀγαθόν, ποτὶ ξένον,ποτὶ δύϲηριν, ποτὶ πάροινον, ποτὶ βάναυϲον, εἴτε τιϲἄ?λλ' ἔ?χ?ει κακόν τι, καὶ τούτοιϲι κέντρα τεῖδ' ἐνό.ἐ?ν? δ?ὲ καὶ γνῶμαι ϲοφαὶ τεῖδ' αἷϲιν ε[ἰ] πείθοιτό τιϲ,δ?εξ?ι?ώ?τερόϲ τέ κ' εἴη βελτίων τ' ἐϲ πά[ν]τ' ἀνήρ.κο]ὔ τι πολλὰ δεῖ λ?έ?γ?[ε]ι?ν?, ἀλλ' ἓμ μόνον [τ]ο?ύτων ἔποϲ?ποττὸ πρᾶγμα ποτιφέροντα τῶ?νδ?' ἀ?ε?[ὶ] τὸ ϲυμφέρον,αἰτίαν γὰρ ἦχον ὡϲ ἄλλωϲ μὲν εἴην? [δ]εξ?ι?όϲ,μακρολόγοϲ δ', οὔ κα δυναίμαν ἐμ β?[ρ]αχε?ῖ γνώμα?[ϲ λέγ]ειν·ταῦτα δὴ? 'γὼν εἰϲακούϲαϲ ϲυντίθημι τὰν τέχναντάνδ?', ὅ?[π]ωϲ εἴπηι τι〈ϲ〉· ‚Ἐπίχαρμοϲ ϲοφόϲ τιϲ ἐγένετο[πόλλ' ὃϲ εἶ]π?' ἀϲτεῖα καὶ παντο?ῖ?α? καθ?' ἓ?ν? [ἔποϲ] λ?έγ?ων?[πεῖραν] αὐταύτου διδοὺϲ ὡϲ καὶ β[ραχ[!!!!!]ε μαθὼν ἅπαϲ ἀνὴρ φαν?[[!!!!!]!ηϲ?ει ποτ' οὐδέν' ἔποϲ ἀπ[[!!!!!!]οντα λυπήϲει τι τῶνδ?[[!!!!!!]τρ?[!!]α δρῶντα τοῖϲδ[[!!!!!!]ορ?η?τε πολυμαθη? [[!!!!!!]ων[!!]ρ?τ?[!!] ἐρῶ δὲ καὶ τ[[!!!!!!]ιτε τούτοιϲ γα κακ?ὰ? [!!!]χειν [[ἄλλοϲ ἄ]λλωι γὰρ [γ]έγηθε κοὔ τι ταυ[τ[!!!!!!]ε? πάντα δεῖ τάδ' ὡϲ ε?[[!!!!!! ἔ]πειτα δ' ἐν καιρῶι λε[γ[!!!!!!!!!]ε?ι?μα βραχὺϲ οι?[. . . . . . . . . . . . Ἐπ]ιχάρμο[υ].[τοὺϲ τρόπουϲ χείρω γυναῖ]κ?α φάμ' ἐγὼ τῶν θηρ[ίων][εἶμεν. ὅϲτιϲ γ]ὰρ λέοντι ϲῖτον ἢ πότον [φέρει]ἢ κυϲὶν Μολοϲϲικοῖϲ[ιν ἢ !!! ,〉[θῆρε]ϲ αἰκάλλοντι το[ῖ]ϲι[ν εὖ ποιεῦϲιν εὐμενεῖϲ],ἁ [γ]υνὰ δὲ τὸν τρέφοντ?α? [πρῶτον εἴθιϲται δακεῖν].τὸ δὲ γαμεῖν ὅμοιόν ἐϲτι τῷ τρὶϲ ἓξ ἢ τρεῖϲ μόνουϲἀπὸ τύχηϲ βαλεῖν· ἐὰν μὲν γὰρ λάβῃϲ τεταγμένηντοῖϲ τρόποιϲ καὶ τἄλλ' ἄλυπον, εὐτυχήϲειϲ τῷ γάμῳ·εἰ δὲ καὶ φιλέξοδόν τε καὶ λάλον καὶ δαφιλῆ,οὐ γυναῖχ' ἕξειϲ, διὰ βίου δ' ἀτυχίαν κοϲμουμέναν.<ποτεκλεπτόμαν><ἁ κίϲϲα τὰν Σειρῆνα μιμουμένα,> Ε[ !![ΕΠΙΧΑΡΜ[ΟΥ Ἀταλάν[ται Ἀγρωϲτ[ῖνοϲ Ἄμυκοϲ Ἀλκυονε[ύϲ Ἀντάνω[ρ Ἁρπαγα[ί Βούϲειρ[ιϲ Ἁρπαγαί[ Γᾶ καὶ Θ[άλαϲϲα Γηραιά Δεξαμ[ενόϲ Διόνυϲο[ι Διονυϲ[ο— Δίκτυεϲ Ἐπινίκ[ιοϲ Ἐπινικ![ ἢ [ Ἐλπὶϲ [ἢ Πλοῦτοϲ Ἥβαϲ [ΓάμοϲΠ]ρομαθέα ἢ Πύρραν· Ὀδυϲϲέα[ϲ δύοὧν] ἅτεροϲ μὲν Αὐτόμολοϲ !!ο?!!![Ναυ]αγόϲ· ἔτι Μήδειαν [ ]!· Π?έ?[ρ]ϲαϲ τ'· ἠδ![ ]πιπαν?![ ἐπ]ὶ τὸν ζω[ϲτῆρα — — — — — — — — —{Ἀγρωϲτῖνοϲ}{Ἀλκυονεύϲ}{Ἄμυκοϲ}{Ἀντάνωρ}{Ἁρπαγαί}{Ἀταλάνται}{Βούϲειριϲ}{Γᾶ καὶ Θάλαϲϲα}{Γηραιά}{Δεξαμενόϲ}{Διόνυϲοι}{Διονυϲ[ο—}{Δίκτυεϲ}{Ἐλπὶϲ ἢ Πλοῦτοϲ}{Ἐπινίκιοϲ}{Ἥβαϲ Γάμοϲ. Μοῦϲαι}{Ἡρακλῆϲ ὁ ἐπὶ τὸν ζωϲτῆρα}{Ἡρακλῆϲ ὁ πὰρ Φόλωι}{Κωμαϲταὶ ἢ Ἅφαιϲτοϲ}{Μήδεια}{Ὀδυϲϲεὺϲ Αὐτόμολοϲ}δε]ξ(ιω)τ(έροιϲ) πα(ρὰ) προϲδοκ(ίαν) ὡϲεὶ ἔλεγ(ε) κ(αὶ) τοῖϲ ἐ?μπ?λ?ηττομ(ένοιϲ) τὸ καθ[ ]! πάλιν πρὸ(ϲ) τοὺϲ τραγικοὺϲ λέγετ(αι) ἐπεὶ ἐδόκ(ουν) ἐκεῖνοι ε?[ ]!η δ(ὲ) παραλέλειπται ϲτιχίδια δι' ὧν ἡ ϲυνάρτηϲι[ϲ ]τι μ(ὲν) τῶι Ἀριϲτοξένωι προϲέχειν, ἀκηκοέναι δ(ὲ) [ ]ομενο( ) ἀναϲτρέφειν [!!!!] ὤφειλον· ἤδη τιϲ λόγο(ϲ) ελ?[ ]ει τοιοῦτον / μέτριον ἢ ἀνθρώπινο(ν) πρὸ(ϲ) ὃ ἀντι[ ]πόρρω καθεδοῦμ(αι) κ(αὶ) προϲποιήϲομ(αι) πάντ(α) διαπεπρᾶχθ(αι) [ {(ΟΔ.)} —ε]νθὼν τεῖδε θωκηϲῶ τε καὶ λεξοῦ[μ' ὅπ]ωϲ⸤ῥάιδιν' ε⸥ἴμειν ταῦτα καὶ τοῖϲ δεξιωτέροιϲ ⸤ἐμεῦ[ϲ. {—}