The Greek Library Author

Anonymous

Testimonia

Authority group
Epicharmus Comic. Et Pseudepi- (catalogue association; authorship remains anonymous)
Edition reference
Testimonia, ed. H. Diels and W. Kranz, Die Fragmente der Vorsokratiker, vol. 1, 6th edn., Berlin: Weidmann, 1951: 190–193.
CTS identifier
urn:cts:greekLit:tlg0521.tlg007.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

5

χρόνοις δὲ γέγονε κατὰ τὴν ο̅γ̅ ὀλυμπιάδα [488—5], τῆι δὲ ποιήσει γνωμικὸς καὶ

εὑρετικὸς καὶ φιλότεχνος. σώιζεται δὲ αὐτοῦ δράματα μ̅, ὧν ἀντιλέγονται δ̅.

6

PLATO Theaet. p. 152 DE ἔστι μὲν γὰρ οὐδέποτ' οὐδέν, ἀεὶ δὲ γίγνεται.

καὶ περὶ τούτου πάντες ἐξ ἴσου οἱ σοφοὶ πλὴν Παρμενίδου συμφερέσθων, Πρω-

ταγόρας τε καὶ Ἡράκλειτος καὶ Ἐμπεδοκλῆς καὶ τῶν ποιητῶν οἱ ἄκροι τῆς ποιή-

σεως ἑκατέρας, κωμωιδίας μὲν Ἐπίχαρμος, τραγωιδίας δὲ Ὅμηρος.

Ath. IV 164C [II 345 K.]

Ὀρφεὺς ἔνεστιν, Ἡσίοδος, τραγωιδίαι, Χοιρίλος, Ὅμηρος 〈ἔστ'〉

Ἐπίχαρμος, γράμματα παντοδαπά.

6a

THEOCR. Ep. 18 Wil.

ἅ τε φωνὰ Δώριος χὡνὴρ ὁ τὰν κωμωιδίαν

εὑρὼν Ἐπίχαρμος·

ὦ Βάκχε χάλκεόν νιν ἀντ' ἀλαθινοῦ

τὶν ὧδ' ἀνέθηκαν

τοὶ Συρακούσσαις ἐνίδρυνται, πελωρίσται πόλει,

οἷ' ἀνδρὶ πολίται

σοφῶν ἔοικε (?) ῥημάτων μεμναμένους

τελεῖν ἐπίχειρα.

πολλὰ γὰρ ποττὰν ζόαν τοῖς παισὶν εἶπε χρήσιμα·

μεγάλα χάρις αὐτῶι.

6b

PLIN. N. H. VII 192 Aristoteles [Peplos; fr. 501 Rose] X et VIII

[sc. litteras] priscas fuisse ... et duas ab Epicharmo additas QX quama

Palamede mavolt.

6c

DIOG. I 42 Ἱππόβοτος δ' ἐν τῆι τῶν φιλοσόφων Ἀναγραφῆι· Ὀρφέα,

Λίνον, Σόλωνα, Περίανδρον, Ἀνάχαρσιν, Κλεόβουλον, Μύσωνα, Θαλῆν, Βίαντα,

Πιττακόν, Ἐπίχαρμον, Πυθαγόραν.

7

PORPHYR. V. Plot. 24 Ἐπίχαρμον τὸν κωμωιδιο-

γράφον εἰς δέκα τόμους φέρων συνήγαγεν. SUID. u. Διονύσιος υἱὸς τοῦ Σικελίας

τυράννου καὶ αὐτὸς τύραννος καὶ φιλόσοφος. Ἐπιστολὰς καὶ Περὶ τῶν ποιημά-

των Ἐπιχάρμου.

8

IAMBL. V. P. 241 Μητρόδωρός τε ὁ Θύρσου 〈ἀδελφὸς ἐκ τῆς〉 τοῦ πατρὸς

Ἐπιχάρμου καὶ τῆς ἐκείνου διδασκαλίας τὰ πλείονα πρὸς τὴν ἰατρι-

κὴν μετενέγκας ἐξηγούμενος τοὺς τοῦ πατρὸς λόγους πρὸς τὸν ἀδελφόν φησι τὸν

Ἐπίχαρμον καὶ πρὸ τούτου τὸν Πυθαγόραν τῶν διαλέκτων ἀρίστην λαμβάνειν

τὴν Δωρίδα κτλ.

9

COLUMELL. I 1 Siculi quoque non mediocri cura negotium istud [d. h.

die Landwirtschaft] prosecuti sunt Hieron et Epicharmus. STAT. Silv. v 3, 150

quantumque pios ditarit agrestes Ascraeus Siculusque senex.

10

ATHEN. XIV 648 D τὴν μὲν ἡμίναν οἱ τὰ εἰς Ἐπίχαρμον ἀναφερόμενα ποιή-

ματα πεποιηκότες οἴδασι, κἀν τῶι <Χίρωνι> ἐπιγραφομένωι οὕτω λέγεται <‘καὶ ...

δύο’> [B 58]. τὰ δὲ Ψευδεπιχάρμεια ταῦτα ὅτι πεποιήκασιν ἄνδρες ἔνδοξοι <Χρυ-

σόγονός> τε ὁ αὐλητής, ὥς φησιν Ἀριστόξενος ἐν ὀγδόωι Πολιτικῶν νόμων

[fr. 80 FHG II 289], τὴν Πολιτείαν ἐπιγραφομένην· Φιλόχορος δ' ἐν τοῖς Περὶ

μαντικῆς [fr. 193 I 416] <Ἀξιόπιστον> τὸν εἴτε Λοκρὸν γένος ἢ Σικυώνιον τὸν

<Κανόνα> καὶ τὰς <Γνώμας> πεποιηκέναι φησίν. ὁμοίως δὲ ἱστορεῖ καὶ Ἀπολλό-

δωρος [F GrHist. 244 F 226 II 1108].

τεῖδ' ἔνεστι πολλὰ καὶ παντοῖα, τοῖς χρήσαιό κα ποτὶ φίλον, ποτ' ἐχθρόν, ἐν δίκαι λέγων, ἐν ἁλίαι, ποτὶ πονηρόν, ποτὶ καλόν τε κἀγαθόν, ποτὶ ξένον, ποτὶ δύσηριν, ποτὶ πάροινον, ποτὶ βάναυσον, εἴτε τις ἄλλ' ἔχει κακόν τι. καὶ τούτοισι κέντρα τεῖδ' ἔνο, ἐν δὲ καὶ γνῶμαι σοφαὶ τεῖδ(ε), αἷσιν εἰ πείθοιτό τις, δεξιώτερός τέ κ' εἴη βελτίων τ' ἐς πάντ' ἀνήρ. κοὔ τι πολλὰ δεῖ λέγειν, ἀλλ' ἓμ μόνον, τοῦτ' ὦν ἔπος ποττὸ πρᾶγμα ποτιφέροντα τῶνδ' ἀεὶ τὸ συμφέρον. αἰτίαν γὰρ ἦχον, ὡς ἄλλως μὲν εἴην δεξιός, μακρολόγος δ' οὔ κα δυναίμαν ἐμ βραχεῖ γνώμας λέγειν. ταῦτα δὴ 'γὼν εἰσακούσας συντίθημι τὰν τέχναν τάνδ' ὅπως εἴπηι τι〈ς〉· Ἐπίχαρμος σοφός τις ἐγένετο, 〈πόλλ' ὃς εἶ〉π' ἀστεῖα καὶ παντοῖα καθ' ἓν 〈ἔπος〉 λέγων, 〈πεῖραν〉 αὐταυτοῦ διδούς, ὡς καὶ β〈ραχέα λέγειν ἔχει〉 κτλ.{ΕΚ ΤΩΝ ΑΛΚΙΜΟΥ ΠΡΟΣ ΑΜΥΝΤΑΝ Α̅Β̅Γ̅Δ̅} DIOG. III 9—17. (9) πολλὰ δὲ καὶ παρ' Ἐπιχάρμου τοῦ κωμωιδιοποιοῦπροσωφέληται τὰ πλεῖστα μεταγράψας, καθά φησιν <Ἄλκιμος ἐν Τοῖςπρὸς Ἀμύνταν>, ἅ ἐστι τέτταρα, ἔνθα καὶ ἐν τῶι πρώτωι [fr. 7 FHG IV 297]φησὶ ταῦτα· ‘φαίνεται δὲ καὶ Πλάτων πολλὰ τῶν Ἐπιχάρμου λέγων· σκεπτέον δέ.ὁ Πλάτων φησὶν αἰσθητὸν μὲν εἶναι τὸ μηδέποτε ἐν τῶι ποιῶι μηδὲ ποσῶι διαμένον,ἀλλ' ἀεὶ ῥέον καὶ μεταβάλλον· (10) ὡς ἐξ ὧν ἄν τις ἀνέληι τὸν ἀριθμόν, τούτωνοὔτε ἴσων οὔτε τινῶν οὔτε ποσῶν οὔτε ποιῶν ὄντων—ταῦτα δ' ἐστὶν ὧν ἀεὶ γένεσις,οὐσία δὲ μηδέποτε πέφυκε. νοητὸν δὲ ἐξ οὗ μηθὲν ἀπογίνεται μηδὲ προσγίνεται.τοῦτο δ' ἐστὶν ἡ τῶν ἀιδίων φύσις, ἣν ὁμοίαν τε καὶ τὴν αὐτὴν ἀεὶ συμβέβηκενεἶναι. καὶ μὴν ὅ γε Ἐ. περὶ τῶν αἰσθητῶν καὶ νοητῶν ἐναργῶς εἴρηκεν· —ἀλλ' ἀεί τοι θεοὶ παρῆσαν χὐπέλιπον οὐ πώποκα, τάδε δ' ἀεὶ πάρεσθ' ὁμοῖα διά τε τῶν αὐτῶν ἀεί. —ἀλλὰ λέγεται μὰν Χάος πρᾶτον γενέσθαι τῶν θεῶν. —πῶς δέ κα; μὴ ἔχον γ' ἀπό τινος μηδ' ἐς ὅ τι πρᾶτον μόλοι. —οὐκ ἄρ' ἔμολε πρᾶτον οὐθέν; —οὐδὲ μὰ Δία δεύτερον τῶνδέ γ' ὧν ἁμὲς νῦν ὧδε λέγομες, ἀλλ' ἀεὶ τάδ' ἦς.καί· —〈αἰ〉 πὸτ ἀριθμόν τις περισσόν, αἰ δὲ λῆις πὸτ ἄρτιον, (11) ποτθέμειν λῆι ψᾶφον ἢ καὶ τᾶν ὑπαρχουσᾶν λαβεῖν, ἦ δοκεῖ κά τοί γ' 〈ἔθ'〉 ωὑτὸς εἶμεν; —οὐκ ἐμίν γά κα. —οὐδὲ μὰν οὐδ' αἰ ποτὶ μέτρον παχυαῖον ποτθέμειν λῆι τις ἕτερον μᾶκος ἢ τοῦ πρόσθ' ἐόντος ἀποταμεῖν, ἔτι χ' ὑπάρχοι κῆνο τὸ μέτρον; —οὐ γάρ. —ὧδε νῦν ὅρη καὶ τὸς ἀνθρώπως· ὁ μὲν γὰρ αὔξεθ', ὁ δέ γα μὰν φθίνει, ἐν μεταλλαγᾶι δὲ πάντες ἐντὶ πάντα τὸν χρόνον. ὃ δὲ μεταλλάσσει κατὰ φύσιν κοὔποκ' ἐν ταὐτῶι μένει, ἕτερον εἴη κα τόδ' ἤδη τοῦ παρεξεστακότος, καὶ τὺ δὴ κἀγὼ χθὲς ἄλλοι καὶ νὺν ἄλλοι τελέθομες, καὖθις ἄλλοι κοὔποχ' ωὑτοὶ καττὸν 〈αὐτὸν αὖ〉 λόγον.’[Vgl. Plut. d. comm. not. 44 p. 1083 A ὁ τοίνυν περὶ αὐξήσεως λόγος ἐστὶ μὲν ἀρ-χαῖος· ἠρώτηται γάρ, ὥς φησι Χρύσιππος, ὑπ' Ἐπιχάρμου. d. sera num. vind. 15p. 559 A ταῦτά γε τοῖς Ἐπιχαρμείοις ἔοικεν, ἐξ ὧν ὁ αὐξόμενος ἀνέφυ τοῖς σοφι-σταῖς λόγος· ὁ γὰρ λαβὼν πάλαι τὸ χρέος νῦν οὐκ ὀφείλει γεγονὼς ἕτερος· ὁ δὲκληθεὶς ἐπὶ δεῖπνον ἐχθὲς ἄκλητος ἥκει τήμερον· ἄλλος γάρ ἐστι. ANON. INPLAT. Theaet. 71, 26 [nach 22 B 126b] καὶ ἐκωμώιδησεν αὐτὸ ἐπὶ τοῦ ἀπαιτου-μένου συμβολὰς καὶ ἀρνουμένου τοῦ αὐτοῦ εἶναι διὰ τὸ τὰ μὲν προσγεγενῆσθαι,τὰ δὲ ἀπεληλυθέναι, ἐπεὶ δὲ ὁ ἀπαιτῶν ἐτύπτησεν αὐτὸν καὶ ἐνεκαλεῖτο, πάλινκἀκείνου φάσκοντος ἕτερον μὲν εἶναι τὸν τετυπτηκότα, ἕτερον δὲ τὸν ἐγκαλούμενον]. (12) ἔτι φησὶν ὁ Ἄλκιμος καὶ ταυτί· ‘φασὶν οἱ σοφοὶ τὴν ψυχὴν τὰ μὲν διὰτοῦ σώματος αἰσθάνεσθαι, οἷον ἀκούουσαν, βλέπουσαν· τὰ δ' αὐτὴν καθ' αὑτὴνἐνθυμεῖσθαι, μηδὲν τῶι σώματι χρωμένην. διὸ καὶ τῶν ὄντων τὰ μὲν αἰσθητὰεἶναι, τὰ δὲ νοητά. ὧν ἕνεκα καὶ Πλάτων ἔλεγεν ὅτι δεῖ τοὺς συνιδεῖν τὰς τοῦπαντὸς ἀρχὰς ἐπιθυμοῦντας πρῶτον μὲν αὐτὰς καθ' αὑτὰς διελέσθαι τὰς ἰδέας,οἷον ὁμοιότητα καὶ μονάδα καὶ πλῆθος καὶ μέγεθος καὶ στάσιν καὶ κίνησιν· δεύ-τερον αὐτὸ καθ' αὑτὸ τὸ καλὸν καὶ ἀγαθὸν καὶ δίκαιον καὶ τὰ τοιαῦτα ὑποθέσθαι.τρίτον τῶν ἰδεῶν συνιδεῖν ὅσαι πρὸς ἀλλήλας εἰσίν, οἷον ἐπιστήμην ἢ μέγεθος ἢδεσποτείαν, ἐνθυμουμένους ὅτι τὰ παρ' ἡμῖν διὰ τὸ μετέχειν ἐκείνων ὁμώνυμαἐκείναις ὑπάρχει· λέγω δὲ οἷον δίκαια μὲν ὅσα τοῦ δικαίου, καλὰ δὲ ὅσα τοῦ καλοῦ.