Fragmenta
- Scientific editors
- Hermann Diels
- Edition reference
- Die Fragmente der Vorsokratiker · Berlin · Weidmann · 1922
- CTS identifier
urn:cts:greekLit:tlg0521.tlg008.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
τεῖδ’ ἔνεστι πολλὰ καὶ παντοῖα, τοῖς χρήσαιό κα πστὶ φίλον, ποτ’ ἐχθρόν, ἐν δίκαι λέγων, ἐν ἁλίαι, ποτὶ πονηρόν, ποτὶ καλόν τε κἀγαθόν, ποτὶ ξένον, πστὶ δύσηριν, ποτὶ πάροινον, ποτὶ βάναυσον, εἴτε τις ἄλλ’ ἔχει κακόν τι. καὶ τούτοισι κέντρα τεῖδ’ ἐνό, ἐν δὲ καὶ γνῶμαι σοφαὶ τεῖδ(ε), αἷσιν εἰ πίθοιτό τις, δεξιώτερός τέ κ’ εἴη βελτίων τ’ ἐς πάντ’ ἀνήρ. κοὔ τι πολλὰ δεῖ λέγειν, ἀλλ’ ἓμ μόνον, τοῦτ’ ὦν ἔπος ποτὸ πρᾶγμα ποτιφέροντα τῶνδ’ ἀεὶ τὸ συμφέρσν. αἰτίαν γὰρ ἦχον, ὡς ἄλλως μὲν εἴην δεξιός, μακρολόγος δ’ οὔ κα δυναίμαν ἐμ βραχεῖ γνώμας λέγειν. ταῦτα δὴ γῶν εἰσακούσας συντίθημι τὰν τέχναν τάνδ’ ὅπως εἴπηι τι〈ς〉. Ἐπῖχαρμος σοφός τις ἐγένετο, 〈πόλλ’ ὃς εἶ〉π’ ἀστεῖα καὶ παντοῖα καθ’ ἓν 〈ἔπος〉 λέγων, 〈πεῖραν〉 αὐταυτοῦ διδούς, ὡς καὶ β〈ραχέα λέγειν ἔχει〉.
1—6 Diog. III 9-17. (9) πολλὰ δὲ καὶ παρ’ Ἐπιχάρμου τοῦ κυμωιδιοποιοῦ προσωφέληται [Platon] τὰ πλεῖστα μεταγράψας, καθά φησιν Ἄλκιμος ἐν Τοῖς πρὸς Ἀμύνταν, ἃ ἐστι τέτταρα, ἔνθα καὶ ἐν τῷι πρώτωι [fr. 7, FHG IV 297] φησι ταῦτα· ῾φαίνεται δὲ καὶ Πλάτων πολλᾶ τῶν Ἐπιχάρμσυ λέγων· σκεπτέσν δὲ. ὁ Πλάτων φησὶν αἰσθητὸν μὲν εἶναι τὸ μηδέποτε ἐν τῷι ποιῶι μηδὲ ποσῶι διαμένον, ἀλλ’ ἀεὶ ῥέσν καὶ μεταβάλλον· (10) ὡς ἐξ ὦν ἔν τις ἀνέληι τὸν ἀριθμόν, τούτων οὔτε ἴσων οὔτε τινῶν οὔτε ποσῶν οὔτε ποιῶν ὄντων, ταῦτα δ’ ἑστὶν ὦν ἀεὶ γένεσις, οὐσία δὲ μηδέποτε πέφυκε. νοητὸν δὲ ἐξ οὗ μηθὲν ἀπογίνεται μηδὲ προσγίνεται. τοῦτο δ’ ἐστὶν ἡ τῶν ἀιδίων φύσις, ἣν ὁμοίαν τε καὶ τὴν αὐτὴν ἀεὶ συμβέβηκεν εἶναι. καὶ μὴν ὅ γε Ἐ. περὶ τῶν αἰσθητῶν καὶ νοητῶν ἐναργῶς εἴρηκεν·
[170a K.] — ἀλλ’ ἀεί τοι θεοὶ παρῆσαν, χὐπέλιπον οὐ πώποκα, τάδε δ’ ἀεὶ πάρεσθ’ ὁμοῖα διά τε τῶν αὐτῶν ἀεί. — ἀλλὰ λέγεται μὰν χάος πρᾶτον γενέσθαι τῶν θεῶν. — πῶς δέ κα; μὴ ἔχον γ’ ἀπὸ τίνος μηδ’ ἐς ὃ τι πρᾶτον μόλοι. — οὐκ ἄρ’ ἔμολε πρᾶτον οὐθέν; — οὐδὲ μὰ Δία δεύτερον τῶνδέ τ’ ὧν ἁμὲς νῦν ὧδε λέγομες, ἀλλ’ ἀεὶ τάδ’ ἦς. καί·
[170b] 〈αἰ〉 πὸτ ἀριθμόν τις περισσόν, αἰ δὲ λῆις, πὸτ ἄρτιον, (11) ποτθέμειν λῆι ψᾶφον ἢ καὶ τᾶν ὑπαρχουσᾶν λαβεῖν, ἧ δοκεῖ κά τοί γ’ 〈ἔθ’〉 ωὑτὸς εἶμεν; οὐκ ἐμίν γά κα. — οὐδὲ μὰν οὐδ’ αἰ ποτὶ μέτρον παχυαῖον ποτθέμειν λῆι τις ἕτερον μᾶκος ἢ τοῦ πρόσθ’ ἐόντος ἀποταμεῖν, ἔτι χ’ ὑπάρχοι κῆνο τὸ μέτρον; — οὐ γάρ. — ὧδε νῦν ὅρη καὶ τὸς ἀνθρώπως· ὁ μὲν γὰρ αὔξεθ’, ὁ δὲ γα μὰν φθίνει, ἐν μεταλλαγᾶι δὲ πάντες ἐντὶ πάντα τὸν χρόνον. ὃ δὲ μεταλλάσσει κατὰ φύσιν κοὔποκ’ ἐν ταὐτῶι μένει, ἕτερον εἴη κα τόδ’ ἤδη τοῦ παρεξεστακότος, καὶ τὺ δὴ κἀγὼ χθὲς ἄλλοι καί νυν ἄλλοι τελέθομες, καὖθις ἄλλοι κοὔποχ’ ωὑτοὶ καττὸν 〈αὐτὸν αὖ〉 λόγον.’ [Vgl. Plut. d. comm not. 44 p. 1083A ὁ τοίνυν περὶ αὐξήσεως λόγος ἐστὶ μὲν ἀρχαῖος· ἠρώτηται γάρ, ὥς φησι Χρύσιππος, ὑπ’ Ἐπιχάρμου. d. sera num. vind. 15 p. 559 ταῦτά γε τοῖς Ἐπηαρμείοις ἔοικεν, ἐξ ὥν ὁ αὐξόμενος ἀνέφυ τοῖς σοφισταῖς λόγος· ὁ γὰρ λαβὼν πάλαι τὸ χρέος νῦν οὐκ ὀφείλει γεγονὼς ἕτερος· ὁ δὲ κληθεὶς ἐπὶ δεῖπνον ἐχθὲς ἄκλητος ἥκει τήμερον· ἄλλος γάρ ἐστι. Anon. in Plat. Theaet. 71, 26 [nach 12 B 126b] καὶ ἑκωμώιδησεν αὐτὸ ἐπὶ τοῦ ἀπαιτουμένου συμβολὰς καὶ ἀρνουμένου τοῦ αὐτοῦ εἶναι διὰ τὸ τὰ μὲν προσγεγενῆσθαι τὰ δὲ ἀπεληλυθέναι, ἐπεὶ δὲ ὁ ἀπαιτῶν ἐτύπτησεν αὐτὴν καὶ ἐνεκαλεῖτο, πάλιν κακείνου φάσκοντος ἕτερον μὲν εἶναι τὸν τετυπτηκότα, ἓτερον δὲ τὸν ἐγκαλούμενον].
(12) ἔτι φησὶν ὁ Ἄλκιμος καὶ ταυπί· ῾φασὶν οἱ σοφοὶ τὴν ψυχὴν τὰ μὲν διὰ τοῦ σώματος αἰσθάνεσθαι, οἷον ἀκούουσαν, βλέπουσαν· τὰ δ’ αὐτὴν καθ’ αὑτὴν ἐνθυμεἶσθαι, μηδὲν τῶι σώματι χρωμένην. διὸ καὶ τῶν ὄντων τὰ μὲν αἰσθητὰ εἶναι, τὰ δὲ νοητά. ὦν ἕνεκα καὶ Πλάτων ἔλεγεν ὅτι δεῖ τοὺς συνιδεῖν τὰς τοῦ παντὸς ἀρχὰς ἐπιθυμοῦντας πρῶτον μὲν αὐτὰς καθ’ αὑτὰς διελέσθαι τὰς ἰδέας, οἶον ὁμοιότητα καὶ μονάδα καὶ πλῆθος καὶ μέγεθος καὶ στάσιν καὶ νησιν’ δεύ– τερον αὐτὸ καθ’ αὑτὸ τὸ καλὸν καὶ ἀγαθὸν καὶ δίκαιον καὶ τὰ τοιαῦτα ὑποθέσθαι. τρίτον τῶν ἰδεῶν συνιδεῖν ὅσαι πρὸς ἀλλήλας εἰσὶν, οἷον ἐπιστήμην ἢ μέγεθος ἤ δεσποτείαν, ἐνθυμουμένους ὅτι τὰ παρ’ ἡμῖν διὰ τὸ μετέχειν ἐκείνων ὁμώνυμα ἐκείναις ὑπάρχει· λέγω δὲ οἷον δίκαια μὲν ὅσα τοῦ δικαίου, καλὰ δὲ ὅσα τοῦ καλοῦ. ἔστι δὲ τῶν εἰδῶν ἕν ἕκαστον ἀίδιόν τε καὶ νόημα καὶ πρὸς τούτοις ἀπαθές· διὸ καὶ φησιν [Parm. 32D] ἐν τῆι φύσει τὰς ἰδέας ἑστάναι καθάπερ παραδεῖγματα, τὰ δ’ ἄλλα ταύταις ἐοικέναι τούτων ὁμοιώματα καθεστῶτα. (13) ὁ τοίνυν Έ. περί τε τοῦ ἀγαθοῦ καὶ περὶ τῶν ἰδεῶν οὕτω λέγει·
[171] (14) — ἆρ’ ἔστιν αὔλησίς τι πραγμα; — πάνυ μὲν οὖν. ἄνθρωπος οὖν αὔλησίς ἔστην — οὐθαμῶς. — φέρ(ε) ἴδω, τί δ’ αὐλητάς, τίς εἶμὲν τοι δοκεῖ; ἄνθρωπος, ἢ οὐ γάρ, — πάνυ μὲν οὖν. — οὐκ οὖν δοκεῖς οὕτως ἔχειν 〈κα〉 καὶ περὶ τάγαθοθ; τὸ μὲν ἀγαθὸν τὸ πρᾶγμ(α) εἶμεν καθ’ αὔθ’· ὅστις δὲ κα εἰδῆι μαθών τῆν(ο), ἀγαθὸς ἦδη γίγνεται. ὥσπερ γάρ ἐστ’ αὔλησιν αὐλητὰς μαθών ἢ ὄρχησιν ὀρχηστάς τις ἢ πλοκεὺς πλοκάν, ἢ πᾶν γ’ ὁμοίως τῶν τοιούτων ὃ τι τὺ λῆις, οὐκ αὐτὸς εἴη κα τέχνα, τεχνικός γα μάν. (15) Πλάτων ἐν τῆι περὶ τῶν ἰδεῶν ὑπολήψει [Phaedon p. 96B] φησίν, εἶπερ ἔστι μνήμη, τὰς ἰδέας ἂν τοῖς οὖσιν ὑπάρχειν διὰ τὸ τὴν μνήμην ἠρεμοῦντός τινος καὶ μένοντος εἶναι· μένειν δὲ οὐδὲν ἕτερον ἢ τὰς ἰδέας. ῾τίνα γὰρ ἄν τρόπον, φησί. διεσώιζετο τὰ ζῶια μὴ τῆς ἰδέας ἐφαπτόμενα καὶ πρὸς τοῦτο τὸν νοῦν φυσικῶς εἰληφότα; νῦν δὲ μνημονεύει [vgl. Parm. p. 129] τῆς ὁμοιότητος 〈γενέσεώς〉 τε καὶ τροφῆς, ὁποία τίς ἐστν αὐτοὶς, ἐνδεικνύμενα διότι πᾶσι τοῖς ζώιοις ἔμφυτός ἑστιν ἡ τῆς ὁμοιότητος θεωρία· διὸ καὶ τῶν ὁμοφύλων αἰσθάνεται’. πῶς οὖν ὀ Ἐ.,
[172] (16) Εὔμαιε, τὸ σοφόν ἐστιν οὐ καθ’ ἕν μόνον, ἀλλ’ ὅσσα περ ζῆι, πάντα καὶ γνώμαν ἔχει. καὶ γὰρ τὸ θῆλυ τᾶν ἀλεκτορίδων γένος, αἰ λῆις καταμαθεῖν ἀτενές, οὐ τίκτει τέκνα ζῶντ(α), ἀλλ’ ἐπώιζει καὶ ποιεῖ ψυχὰν ἔχειν. τὸ δὲ σοφὸν ἁ φύσις τόδ’ οἶδεν ὡς ἔχει μόνα· πεπαίδευται γὰρ αὐταύτας ὕπο. καὶ πάλιν·
[173] θαυμαστὸν οὐδὲν ἁμὲ ταῦθ’ οὕτω λέγειν, καὶ ἁνδάνειν αὐτοῖσιν αὐτοὺς καὶ δοκεῖν καλῶς πεφύκειν· καὶ γὰρ ἁ κύων κυνί κάλλιστον εἶμεν φαίνεται, καὶ βοῦς βοΐ, ὄνος δ(ὲ) ὄνωι κάλλιστον, ὗς δὲ θην ὑί. (17) καὶ ταῦτα μὲν καὶ τὰ τοιαῦτα διὰ τῶν τεττάρων βιβλίων παραπήγνυσιν ὁ Ἄλκιμος, παρασημαίνων τὴν ἐξ Ἐπιχάρμου Πλάτωνι περιγενομένην ὠφέλειαν. ὅτι δ’ οὐδ’ αὑτὸς Ἐ. ἠγνόει τὴν αὐτοῦ σοφίαν, μαθεῖν ἔστι κὰκ τούτων ἐν οἰς τὸν ζηλώσοντα προμαντεύεται·
[254] ὡς δ(ὲ) ἐγὼ δοκέω, δοκέων γὰρ σάφα ἴσαμι τοῦθ’, ὅτι τῶν ἐμῶν μνάμα ποκ’ ἐσσεῖται λόγων τούτων ἔτι. καὶ λαβών τις αὐτὰ περιδύσας τὸ μέτρον ὃ νῦν ἔχει, εἷμα δοὺς καὶ πορφυροῦν, λόγοισι ποικίλας καλοῖς, δυσπάλαιστος ὢν τὸς ἄλλως εὐπαλαίστους ἀποφανεῖ.
[78] Eustrat. z. Ar. Nic. Γ 7 S. 155, 10, Heylb. ἐν Ἡρακλεῖ τῶι παρὰ φόλωι· ἀλλὰ μὰν ἐγὼν ἀνάγκαι ταῦτα πάντα ποιέω· οἴομαι δ’οὐδεὶς ἑκὼν πονηρὸς οὐδ’ ἄταν ἔχων.
ΑΞΙΟΠΙΣΤΟΥ ΓΝΩΜΑΙ. Vgl. A 10 und Vorbemerkung 6 S. 116
[239] Stob. IV 31 Μενάνδρου (537 Kock) vgl. B 58 ὁ μὲν Ἐπιχαρμος τοὺς θεοὺς εἶναι λέγει ἀνέμους, ὕδωρ γῆν, ἥλιον, πῦρ, ἀστέρας· ἐγὼ δ’ ὑπέλαβον χρησίμους εἶναι θεσύς τὰργύριον ἡμῖν καὶ τὸ χρυσίον μόνους.
[245] [Plut.] cons. ad Apoll. 15 p. 110A [vgl. B 48] συνεκρίθη καὶ διεκρίθη κἀπῆλθεν ὅθεν ἦλθεν πάλιν, γᾶ μὲν εἰς γᾶν, πνεῦμα δ’ ἄνω· τί τῶνδε χαλεπόν; οὐδὲ ἔν.
[246] Clem. Str. IV 45 (II 268, 20 St.) ἅ γα φύσις ἀνδρῶν τί ὦν; ἀσκοὶ πεφυσιαμένοι.
[247] Sext. adv. math. I 273 (vgl. Cic. Tusc. I 8, 15) ἀποθανεῖν 〈μὴ εἶ〉η, τεθνάκειν δ’ οὐκ ἐμίν 〈γα〉 διαφέρει.
[249] Plut. de fort. Al. II 3 p 336B [vgl. 11 Β 24] νοῦς ὁρῆι καὶ νοῦς ἀκούει· τἆλλα κωφὰ καὶ τυφλά.
[250] Polyb. XVIII 40, 4 νᾶφε καὶ μέμνασ’ ἀπιστεῖν· ἄρθρα ταῦτα τᾶν φρενῶν.
[251] Arist. Metaph. M9. 1068a 16 χαλεπὸν δ’έκ μὴ καλῶς ἐχόντων λέγεν καλῶς κατ’ Ἐπίχαρμσν· ἀρτίως τε γὰρ λέλεκται καὶ εὐθέως φαίνεται οὐ καλῶς ἔχον.
[252] Metaph. Γ5. 1010a 5. S. 11A 15 (S. 44, 16).
[253] Athen. VII 308c 10 τὰ πρὸ τοῦ δύ’ ἄνδρες ἔλεγον, εἶς ἐγὼν ἀποχρέω.
[258] Stob. III 37, 18 H. Vgl. 12 Β 119 ὁ τρόπος ἀνθρώποισι δαίμων ἀγαθός, οἷς δὲ καὶ κακός.
[261] Anecd. Boiss. I 125. ἐφόδιον θνατοῖς μέγιστόν ἐστιν εὐσεβὴς βίος.
[262] Arist. Rhet. II 21 , 1394b 13 [ohne lemma] ἀνδρὶ δ’ ὑγιαίνευν ἄριστόν ἐστιν, ὥς γ’ ἐμὶν δοκεῖ.
[263] Arist. Rhet. II 21, 1394b 25 θνατὰ χρὴ τὸν θνατόν, οὐκ ἀθάνατα τὸν θνατὸν φρονεῖν.
[264] Cic. ad Qu. fr. III 1, 23 γνῶθι πῶς ἄλλωι κέχρηται . . .
[265] Clem. Str. IV 170 II 322, 22 St.) εὐσεβὴς νόωι πεφυκὼς οὐ πάθοις κ’ οὐδὲν κακὸν κατθανών· ἄνω τὸ πνεῦμα. διαμενεῖ κατ’ οὐρανόν.
[266] — — V 101 (II 393, 10 St.) ὸ μὲν Ἐπίχαρμος (Πυθαγόρειος δὲ ῆν) λέγων οὐδὲν ἐκφεύγει τὸ θεῖον· τοῦτο γινώσκειν σε δεῖ· αὐτός ἐσθ’ ἁμῶν ἐπόπτης, ἀδυνατεῖ δ’ οὐδὲν θεός.
[267] VI 12 (II 432, 11 St.) ὡς πολὺν ζήσων χρόνον χώς ὀλίγον, οὕτως διανοοῦ.
[268] — — VI 21 (II 439, 22 St.) Vgl. 1 A1 (I 6, 15). 73a 2. 381 ἐγγύα 〈δ’〉 ἄτας 〈γα〉 θυγάτηρ, ἐγγύας δὲ ζαμία.
[269] — — VII 27 (III 20, 11 St.) καθαρὸν ἂν τὸν νοῦν ἔχηις, ἅπαν τὸ σῶμα καθαρὸς εἰ.
[270] Cornut. theol. 14 αἴ τί κα ζατῆις σοφόν, τᾶς νυκτὸς ἐνθυμητέον. καί·
[271] πάντα τὰ σπουδαῖα νυκτὸς μᾶλλον ἐξευρίσκεται.
[272] Gell. I 15, 15 οὐ λέγειν τύ γ’ ἐσσὶ δεινός, ἀλλὰ σιγᾶν ἀδύνατος.
[273] [Plat.] Axioch. p. 366c ἁ δὲ χεὶρ τὰν χεῖρα νίζει· δός τι καὶ λάβοις τί κα.
[274] Plut. Popl. 15 (πρὸς τὸν ἄσωτον) οὐ φιλάνθρωπος τύ γ’ ἔσσ’· ἔχεις νόσον, χαίρεις διδούς.
[275] — de aud. poet. 4 p. 21 E [ohne Lemma] ποτὶ [τὸν] πονηρὸν οὐκ ᾄχρηστον ὅπλον ἁ πονηρία.
[284] Stob. flor. (III) 29, 54 H. ἁ δὲ μελέτα φύσιος ἀγαθᾶς πλέονα δωρεῖται, φίλοι.
[285] — 38, 21 H. τίς δὲ κα λώιη γενέσθαι μὴ φθονούμενος, φίλοι; δῆλον ὡς ἀνὴρ παρ’ οὐδὲν ἐσθ’ ὁ μὴ φθονούμενος· τυφλὸν ἠλέησ’ ίδών τις, ἐφθόνησε δ’ οὐδὲ εἴς.
[286] — (IV) 23, 37 H. σώφρονος γυναικὸς ἀρετὰ τὸν συνόντα μὴ ἀδικεῖν [ἄνδρα].
[287] Xenoph. Mem. II 1; 20 μαρτυρεῖ δὲ καὶ Ἐ. ἐν τῶιδε· τῶν πόνων πυλοῦσιν ἡμῖν πάντα τἀγάθ’ οἱ θεοί. καὶ ἐν ἄλλωι δὲ τόπωι σησίν·
[288] ὧ πονηρέ, μὴ τὰ μαλακὰ μῶσο, μὴ τὰ σκλήρ’ ἔχηις.
[277] Stob. Ecl. II 15, 7 πρὸς τὸς 〈οὐ〉 πέλας πορεύου λαμπρὸν ἱμάτιον ἔχων, καὶ φρονεῖν πολλοῖσι δόξεις, τυχὸν ἴσως 〈οὐδὲν φρογῶν〉.
[278] — — 18 (ohne Lemma) τῶι λόγωι μὲν εὗ διέρχηι πάντα, τῷι δ’ ἔργωι κακῶς.
[279] — — 31, 25 (ohne Lemma) φύσιν ἔχειν ἄριστόν ἔστι, δεύτερον δὲ 〈μανθάνειν〉.
[280] — flor. (III) 1, 10 H. οὐ μετανοεῖν ἀλλὰ προνοεῖν χρὴ τὸν ἄνδρα τὸν σοφόν.
[281] — — 20, 8 H. μὴ (ἐ)πὶ μικροῖς αὐτὸς αὐτὸν ὀξύθυμον δείκνυε.
[282] — — 20, 9 H. ἐπιπολάζειν οὔ τι χρῆ τὸν θυμόν, ἀλλὰ τὸν νόον.
[283] — — 20, 10 H. οὐδὲ εἰς οὐδὲν μετ’ ὀργῆς κατὰ τρόπον βουλεύεται.
[297] Anthoi. Mahaff. [Flinders Petrie Pap. I t. 3] III. Jahrh. v. Chr. a) Ἐπιχάρμου 〈ἥκιστά γ’ ὅσ〉τις δυστυχῶν βίον τ’ ἔχων 〈μηδὲν καλόν〉 τε κἀγαθὸν ψυχᾶι διδῶι, 〈ἐγὼν μὲν αὐτὸ〉ν οὔτι φασῶ μακάριον, 〈φύλακα δὲ μ〉ᾶλλον χρημάτων καλῶν 〈κακὸν〉. b) Εὐριπίδου [fr. 198 N.] εἰ δ’ εὐτυχῶν τις καὶ βίον κεκτημένος μηδὲν δόμοισι τῶν καλῶν θηράσεται, ἐγὼ μὲν αὐτὸν οὔποτ’ ὄλβιον καίω, φύλακα δὲ μᾶλλον χρημάτων δυσδαίμονα.
[299] Philo Qu. in Gen. IV 203 p. 406 Auch. porro optime dixit Epicharmus quicunque, ait, minus delinquit optimus est vir: nemo est enim innocens, nemo reprehensionis expers. et Euripides [fr. 954 N.] quicunque incontinentes sunt et redundat in eis malum inimicitiae et iniustitiae, mali sunt; in quibus autem opposita praevalent, virtute praediti; in aliis vero ita, quasi aequalis sit commixtio; ita ut nulli sint qui omnia mala habeant sine ullo bono.
EPICHARMUS ENNI. (Aus Axiopistos’ Sammlung)
[1 Vahlen 1903] Cic. Ac. II 16, 51 at cum somniavit [näml. Ennius], ita narravit visus Homerus adesse poeta [Ann. 7]; idemque in Epicharmo nam videbar somniare med ego esse mortuum
[5] Prisc. I 341 H. (mentis ― mens) –⏒–⏒ terra corpus es at mentis ignis est.
[3] Varro d. re r. I 4,1 eius [näml. agriculturae] principia sunt eadem, quae mundi esse Ennius scribit, aqua terra anima et sol.
[6, 52] — d. ling. l. v 59 itáque Epicharmus dicit de mente humana. ait: istic est de sole sumptus ignis.
[6, 53] idem solem: isque totus mentis est, ut humores frigidae sunt humi, ut supra ostendi. 60. quibus iunctis caelum et terra omnia exgenuerunt, quod per hos natura
[2] frigori miscet calorem atque humori aritudinem.
[4, 48. 49] Varro 1. 1. 64 dicitur Ops mater quod terra mater. haec enim terris gentis omnis peperit et resumit denuo quae . . . . . . dat cibaria, ut ait Ennius. quae
[4, 50] quod gerit fruges, Ceres.
antiquis enim, quod nune G, C. 65 idem hi dei Caelum et Terra Iupiter et Iuno, quod ut ait Ennius
[7] istic est is Iupiter quem dico, quem Graeci vocant aerem; qui ventus est et nubes, inber postea, atque ex imbre frigus, ventus post fit, aer denuo haece propter Iupiter sunt ista quae dico tibi, quia mortalis; 〈is〉 atque urbes belausque omnis iuvat.
[8] — 68 hinc Epicharmus Enni Proserpinam quoque [sc. lunam] appellat quod solet esse sub terris; dieta Proserpina, quod haec ut serpens modo in dexteram modo in sinisteram partem late movetur.
ΑΞΙΟΠΙΣΤΟΥ ΚΑΝΩΝ Unecht, vgl. A. 10. Vorbem. S. 117.
[289] Tertull. de anima 46 (377, 8 Wiss.) ceterum E. etiam summum apicem inter divinationes somniis extulit eum Philochoro Atheniensi. 47 porro quia non est es arbitrio somniare (nam et E. ita sentit), quomodo ipsa erit sibi causa alicuius visionis? Für berühmte Traumerfüllungen vorher 377, 3 zitiert:Artemon, Antiphon, Strato, Philochorus, Epicharmus usw.
ΧΡΥΣΟΓΟΝΟΥ ΠΟΛΙΤΕΙΑ Unecht, vgl. A. 10. Vorbem. S. 116.
[255] Clem. Str. V 119 (II 405, 13 St.) ὃ τε κωμικὸς Ἐ. σαφῶς περὶ τοῦ λόγου ἐν τῆι Πολιτείαι λέγει ὦδέ πως· ὁ βίος ἀνθρώποις λογισμοῦ κἀριθμοῦ δεῖται πάνυ· ζῶμεν [δὲ] ἀριθμῶι καὶ λογισμῶι· ταῦτα γὰρ σώιζει βροτούς.
[256. 257] εἶτα διαρρήδην ἐπιφέρει· ὁ λόγος ἀνθρώπους κυβερνᾶι κατὰ τρόπον σωίζει τ’ ἀεὶ. ἐστιν ἀνθρώπωι λογισμός, ἔστι καὶ θεῖος λόγος· ὁ δέ γε τἀνθρώπου πέφυκεν ἀπό γε τοῦ θείου λόγου, 〈καὶ〉 φέρει 〈πόρους ἑκάστωι〉 περὶ βίου καὶ τᾶς τρσφᾶς. ὁ δέ γε ταῖς τέχναις ἁπάσαις συνέπεται θεῖος λόγος, ἑκδιδάσκων αὐτὸς αὐτούς, ὅ τι ποιεῖν δεῖ συμφέρον. οὐ γὰρ ἄνθρωπος τέχναν τιν’ εὔρεν, ὁ δὲ θεὸς τοπάν.
ΧΙΡΩΝ. Unecht, vgl. A. 10. Vorbem. S. 116.
[290] Athen. XIV 640D [vgl. S. 115, 26]. καὶ πιεῖν ὕδωρ διπλάσιον χλιαρόν, ἡμίνας δύο.
[291] Anecd. Bekk. Antiattic. 98, 32 ἡμιλίτριον· Ἐ. Χίρωνι.
[248] Censorin. VII 6 (D. 195) contra eum [Euryphon von Knidos] ferme omnes Epicharmum secuti octava mense nasci negaverunt.
[292] Columell. VII 3, 6 E. autem Syracusanus, qui pecundum medicinas diligentissime conscripsit, affirmat pugnacem arietem mitigari terebra secundum ariculas foratis cornibus, qua curvantur in flexu.
[293] Plin. nat. h. xx 89 E. testium et genitalium malis hanc [sc. brassicam] utilissime inponi etc.
[294] — — 94 E. satis esse eam [sc. brassicam silvestrem] contra canis rabiosi morsum imponi, melius si cum lasere et aceto acri, necari quoque canes ea si detur ex carne.
ΟΨΟΠΟΙΙΑ. Unecht, aus Χίρων? S. Vorbem. S. 116.
[290] Anecd. Bekk. Antiattic. 99, 1 ἡμίνα· ἐν τῆι ἀναφερομένηι εἰς Ἐπίχαρμον Ὀψοποιίαι [― 58? vgl. B 58a].
ΕΠΙΓΡΑΜΜΑ. Unecht, vgl. B 9.48. Vorbem. S. 116.
[296] Schol. BT zu X 414 ἔστι δὲ καὶ ἑπίγραμμα δ εἰς Ἐπίχαρμον ἀναφέρεται· εἰμὶ νεκρός· νεκρὸς δὲ κόπρος, γῇ δ’ ἡ κόπρος ἐστίν· εἰ δ’ ἡ γῆ θεός ἐστ’, οὐ νεκρός, ἀλλὰ θεός.
ΠΡΟΣ ΑΝΤΗΝΟΡΑ. Unecht.
[295] Plut. Num. 8 Πυθαγόραν Ῥωμαῖοι τῆι πολιτείαι προσέγραψαν, ὡς ἱστόρηκεν Ἐπίχαρμος ὁ κωμικὸς ἔν τινι λόγωι πρὸς Ἀντήνορα γεγραμμένωι, παλαιὸς ἀνὴρ καὶ τῆς Πυθαγορικῆς διατριβῆς μετεσχηκώς.