Fragmenta
- Edition reference
- Fragmenta, ed. G. Kaibel, Comicorum Graecorum fragmenta, vol. 1.1 [Poetarum Graecorum fragmenta 6.1. Berlin: Weidmann, 1899]: 154–179.
- CTS identifier
urn:cts:greekLit:tlg0524.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1-41 tit
{ΓΥΝΑΙΚΕΙΟΙ}
1-2 tit*
{ΑΚΕΣΤΡΙΑΙ}
1
φωρτάτους ἀεὶ καπήλους παρέχεται.
2*
ἄκουε νῦν καὶ ἐμεῦ, Ῥόγκα.
3-9 tit*
{ΤΑΙ ΓΥΝΑΙΚΕΣ ΑΙ ΤΑΝ ΘΕΟΝ ΦΑΝΤΙ ΕΞΕΛΑΝ}
3
ὑποκατώρυκται δὲ ἐν κυαθίδι τρικτὺς ἀλεξιφαρμάκων.
5
πεῖ γὰρ ἁ ἄσφαλτος; πῦς, Θεστυλί, σκοπῆι τύ;
6*
κύων πρὸ μεγαρέων μέγα ὑλακτέων.
10 tit*
{*ΤΑΙ ΘΑΜΕΝΑΙ ΤΑ ΙΣΘΜΙΑ}
10*
φέρ' ὦ τὸν δρίφον.
11-13 tit
{ΝΥΜΦΟΠΟΝΟΣ}
11
κἤπειτα λαβὼν προῆχε, τοὶ δ' ἐβάλλιζον.
12
βαλλίζοντες τὸν θάλαμον σκάτους ἐνέπλησαν.
14 tit
{ΠΕΝΘΕΡΑ}
14
συμβουλεύω γ' ἐμφαγεῖν· ἄρτον γάρ τις τυρῶντα τοῖς παιδίοις ἴαλε.
15-41 tit
{MVLIEBRIVM INCERTA}
15
πάρφερε, Κοικόα, τὸν σκύφον μεστόν.
16
τάλαινα Κοικόα, κατὰ χειρὸς δοῦσα ἀπόδος τάχ' ἁμὶν τὰν τράπεζαν.
18*
πίμπλη δέ, Κοικόα.
19*
αἰ δὲ μὴ ἐγὼν ἔμασσον ταῖς αὐταυτᾶς χερσίν.
20
ἔτι μεθὲν ἁ καρδία παδῆι.
21
ἃ δ' ἄρ' ἁμὲ ἐλωβῆτο.
22*
ἦ ῥα καλὼς ἀποκαθάρασα ἐξελεπύρωσεν.
23*
αὐτῶ ὁρῆις, Φύσκα.
24
τίνες δ' ἐντί ποκα, φίλα, τοίδε τοὶ μακρογόγγυλοι; {—} σωλῆνές
θην τοῦτοί γα, γλυκύκρεον κογχύλιον, χηρᾶν γυναικῶν λίχνευμα.
25
αἵ γα μὰν κόγχαι, ὥσπερ αἰκ ἐξ ἑνὸς κελεύματος κεχάναντι
ἁμῖν πᾶσαι, τὸ δὲ κρῆς ἑκάστας ἐξέχει.
26
ἴδε καλᾶν κουρίδων, ἴδε καμμάρων, ἴδε φίλα· θᾶσαι μὰν ὡς
ἐρυθραί τ' ἐντὶ καὶ λειοτριχιῶσαι.
27
δεῖπνον ταῖς θείαις κριβανίτας καὶ ὁμώρους καὶ ἡμιάρτιον
Ἑκάται.
28*
τίς σταιτίτας ἢ κλιβανίτας ἢ ἡμιάρτια πέσσει;
29
εἰς νύκτα με αἰτιᾶι σὺν ἄρτωι πλακίται.
30
τῶν δὲ χαλκωμάτων καὶ τῶν ἀργυρωμάτων ἐγάργαιρεν ἁ οἰκία.
32
θᾶσαι ὅσα φύλλα καὶ κάρφεα τοὶ παῖδες τοὺς ἄνδρας βαλλίζοντι·
οἷόνπερ φαντί, φίλα, τοὺς Τρῶας τὸν Αἴαντα τῶι παλῶι.
33
πρὶν αὐτὰν τὰν νόσον εἰς τὸν μυελὸν σκιρωθῆναι.
34
ὑγιώτερον κολοκύντας.
35
τατωμένα τοῦ κιτῶνος, ὁ τόκος νιν ἁλιφθερώκει.
36*
ἅμα τέκνων θην δευμένα.
37
ὁ μισθὸς δεκάλιτρον.
39*
ἃ δ' ἀμφ' ἄλητα κυπτάζει.
41
ἐνθάδε κυπτάζοντι πλεῖσται γυναῖκες.
42-74 tit*
{ΑΝΔΡΕΙΟΙ}
42 tit
{*ΑΓΓΕΛΟΣ}
42
ἐξ Ἑστίας ἀρχόμενος καλέω Δία πάντων ἀρχαγέταν.
43-45 tit
{ΩΛΙΕΥΣ ΤΟΝ ΑΓΡΟΙΩΤΑΝ}
46-49 tit
{ΘΥΝΝΟΘΗΡΑΣ}
46
ἁ δὲ γαστὴρ ὑμέων καρχαρίας ὅκκα τινὸς δῆσθε.
48
ἐγκίκρα, ὡς εἴω.
49
λοξῶν τὰς λογάδας.
50 tit
{ΠΑΙΔΙΚΑ ΠΟΙΦΥΞΕΙΣ}
50
τρίγλας μὲν γένηον, τριγόλα δ' ὀπισθίδια.
51 tit*
{*ΠΡΟΜΑΘΕΥΣ}
52*-74 tit*
{VIRILIVM INCERTA}
52*
ἐνθάδε ὦν κἠγὼ παρ' ὑμὲ τοὺς ὄτριχας ἐξορμίζομαι πλόον δοκά-
ζων· ποντίναι γὰρ ἤδη τοῖς ταλικοῖσδε ταὶ ἄγκυραι.
53*
κνυζοῦμαι δὲ οὐδὲν ἰσχύων· ἁ δὲ ξυσμὰ ἐκ ποδὸς εἰς κεφαλὰν
ἱππάζεται.
54*
τὸ γὰρ ἀπεχθόμενον γῆρας ἁμὲ μαραῖνον ταριχεύει.
55
... τί μὰν ξύσιλος; {—} τί γάρ; σῦφαρ ἀντ' ἀνδρός.
56
καθαιρημένος θην καὶ τῆνος ὑπὸ τῶι χρόνωι
57
ὦ οὗτος, ἦ οἰῆι στρατείαν ἐσσεῖσθαι;
58
οὐχ ὁ δεῖν τυ ἐπικαζε.
59*
Ἡρακλῆς τεοῦς κάρρων ἦς.
60*
ὑμὲς δὲ ἐπεγγυάμενοι θωκεῖτε.
61
ἐμὲ δ' Ἀρχωνίδας ἴαλλε παρ' ὑμέ.
62*
λιχνοτέρα τᾶν πορφυρᾶν.
63
καταπυγοτέραν τ' ἀλφηστᾶν.
64
κέστραι βότιν κάπτουσαι.
66
τριγόλαι ὀμφαλοτόμωι.
67
τριγόλαν τὸν εὐδιαῖον.
68*
Ἠπιόλης ὁ τὸν πατέρα πνίγων.
70*
Ἡρακλῆς Ἠπιάλητα πνίγων.
72
σῶσαι δ' οὐδὲ τὰς δύο λίτρας δύναμαι.
73*
Ἡράκλεις, πνίγεις γύλιον τύ.
74*
μωρότερος εἶ Μορύχου, ὃς τἄνδον ἀφεὶς ἔξω τᾶς οἰκίας κάθηται.
75-171 tit*
{SEDIS INCERTAE}
75
πῦς ἐς μυχὸν καταδύηι;
81
ἐγὼν δέ τυ καὶ πάλαι ὤψεον.
82
τί τυ ἐγὼν ποιέω;
83
ἐκπεφάναντί τεος ταὶ δυσθαλίαι.
84
οὐχ ἥσσων τεοῦ.
85
τουτῶ θάμεθα.
86
μόνον ἐμίνγα τὸ τοῦ γόγγρου τέμαχος.
87
οὐκέτι οἱ δωσῶ.
88
τί οὐ παρ' ἔμ' ἐστράφθη;
89
ὑμέων γὰρ ἀπρὶξ ἔχονται.
90
ὃ δ' ἐκ τῶ σκότεος τοξεύων αἰὲν ἕνα τινὰ ὧν ζυγαστροφεῖ.
91
ὅσα κα ὗμιν αἰνέσω.
92
οὐ μάν τοι δίφρον ἐπημμένον ὑμίν.
94
πῶς ψε καὶ γινώσκομες;
95
τίς μοι τὰ λᾶια ἐκτίλλει;
96*
οὐδ' ὅπως ἄριστα.
97*
ταυτᾶι ταὶ θύραι, μᾶτερ.
98*
εἷ τὰ τῶν χοιραγχᾶν.
99
ὕδωρ ἄκρατον εἰς τὰν κύλικα.
100
στρουθωτὰ ἑλίγματα ἐντετμαμένα.
101
μελαινίδες γάρ τοι νισοῦντι ἐμὶν ἐκ τοῦ μικροῦ λιμένος.
104
βόες δὲ λαρινεύονται.
105
κατάστρεψον, τέκνον, τὰν ἡμίναν.
106
κἠκρατηρίχημες
110
ἐκ τοῦ ὄνυχος γὰρ τὸν λέοντα ἔγραψεν. τορύναν ἔξεσεν. κύμινον
ἔπρισεν.
117
ἐν ὅσσωι δέει δαδύσσεσθε.
118
ἔχε τὸ δελήτιον.
120
φέρε τὸ θαύμακτρον κἠπιθυσιῶμες.
121*
ναὶ κάρρων 〈ὁ〉 βῶς.
123
ἐγὼ δὲ σίτου μὲν οὐδὲν ὀζαίνομαι.
125
πῶ τις ὦν ὄνον ὠνασεῖται;
126
τῶι χόλωι χρέομαι.
127
κινησῶ δ' ἤδη καὶ τὸν ἀφ' ἱαρᾶς.
129
δειπνήσας ὠστίζεται τοῖς τρηματιζόντεσσι.
131
Ποτιδᾶ δραστοχαῖτα.
134
ὁδαῖός γ' ἐσσί.
135*
λαδρέοντι δὲ τοὶ μυκτῆρες.
144*
νῦν τ' ἦνθες ἐς χορὸν νῦν τ' ἔπραδες.
149
αἴ τις τὸν ξύοντα ἀντιξύει.
150
ὁ χοραγὸς ξύεται.
156
τῆτέ τοι κορῶναί ἐντι.
157
ἀργυρίων δεήσηι.
158
ἰλλοτέρα τᾶν κορωνᾶν.
163
κορώνας ἀνδούμενοι.
165
κύμβου ὄγκον ἔχων.
166
ἀεὶ δὲ πρὸς ἀῶ φύλλα ῥάμνου κραστιζόμεθα.
168
μοῖτον ἀντὶ μοίτου.
<ἦρ' ἔϲθ' ὕδωρ;><‚αἴτε κα ἀπ'ἀγχόναϲ ἀΐξαϲα αἴτε κα λεχοῦν διακναίϲαϲα αἴτε κ' ἂννεκρὸϲ (= ἀνὰ νεκροὺϲ) μολοῦϲα πεφυρμένα ἐϲέλθῃϲαἴτε κα ἐκ τριόδων καθαρμάτεϲϲιν ἐπιϲπωμένα τῷ πα-λαμναίῳ ϲυμπλεχθῇϲ—‛.>