The Greek Library Author

Josephus

Ἰουδαϊκὴ ἀρχαιολογία

Author namesFlavius Josèphe · Flavius Josephe · Josèphe · Josephe · Josephus · Ιωσηπος

Scientific editors
Benedikt Niese
Edition reference
Flavii Iosephi opera · Berlin · Weidmann · 1885-1890
CTS identifier
urn:cts:greekLit:tlg0526.tlg001.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Τάδε ἔνεστιν ἐν τῇ πρώτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.

Προοίμιον περὶ τῆς ὅλης πραγματείας.

α. ἡ τοῦ κόσμου σύστασις καὶ διάταξις τῶν στοιχείων.

β. περὶ τοῦ γένους Ἀδάμου καὶ τῶν ἀπ' αὐτοῦ δέκα γενεῶν τῶν μέχρι τοῦ κατακλυσμοῦ.

γ. ὡς ὁ κατακλυσμὸς ἐγένετο καὶ ὃν τρόπον Νῶχος σωθεὶς ἐν λάρνακι μετὰ τῶν συγγενῶν κατῴκησεν ἐν τῷ Σινάρῳ πεδίῳ.

δ. ὡς πύργος, ὃν οἱ παῖδες αὐτοῦ ἐφ' ὕβρει τοῦ θεοῦ ᾠκοδόμησαν, καὶ ὡς τὰς φωνὰς αὐτῶν μετέβαλε καὶ ὁ τόπος, ἐν ᾧ τοῦτο γέγονε, Βαβυλὼν ἐκλήθη.

ε. ὡς οἱ Νώχου ἔγγονοι πᾶσαν τὴν οἰκουμένην ἐπῴκησαν.

ϛ. ὅτι τῶν ἐθνῶν ἕκαστον ἀπὸ τῶν οἰκισάντων προσηγορεύθη.

ζ. ὅπως Ἅβραμος ὁ πρόγονος ἡμῶν ἐξελθὼν ἐκ τῆς Χαλδαίων γῆς κατέσχε τὴν τότε μὲν Χαναναίαν νῦν δὲ Ἰουδαίαν λεγομένην.

η. ὅτι λιμοῦ τὴν Χαναναίαν καταλαβόντος εἰς Αἴγυπτον ἀπῆρε καὶ διατρίψας ἐν αὐτῇ τινα χρόνον ὑπέστρεψεν ὀπίσω.

θ. ἧττα Σοδομιτῶν Ἀσσυρίων αὐτοῖς ἐπιστρατευσάντων.

ι. ὡς Ἅβραμος ἐπὶ τοὺς Ἀσσυρίους ἐκστρατεύσας ἐνίκησε καὶ τοὺς αἰχμαλώτους τῶν Σοδομιτῶν ἔσωσε καὶ τὴν λείαν ἣν ἔλαβον ἀφείλετο.

ια. πῶς τὸ Σοδομιτῶν ἔθνος θεὸς κατεστρέψατο χολωθεὶς αὐτοῖς ἐφ' οἷς ἡμάρτανον.

ιβ. περὶ Ἰσμαήλου τοῦ Ἁβράμου καὶ τῶν ἐγγόνων αὐτοῦ Ἀράβων.

ιγ. περὶ Ἰσάκου, ὃς ἦν γνήσιος παῖς Ἁβράμου.

ιδ. περὶ Σάρρας τῆς Ἁβράμου γυναικός, καὶ πῶς τὸν βίον κατέστρεψεν.

ιε. ὡς ἐκ Κατούρης Ἁβράμῳ γαμηθείσης τὸ τῶν Τρωγλοδυτῶν Ἀράβων ἔθνος ἐγεννήθη.

ιϛ. περὶ τῆς Ἁβράμῳ τελευτῆς.

ιζ . περὶ τῆς Ἰσάκου παίδων Ἡσαῦ καὶ Ἰακώβου γενέσεως καὶ διατροφῆς.

ιη. Ἰακώβου φυγὴ εἰς τὴν Μεσοποταμίαν καὶ τὸν ἐκ τἀδελφοῦ φόβον, καὶ ὡς γήμας ἐκεῖ καὶ δώδεκα γεννήσας παῖδας πάλιν εἰς τὴν Χαναναίαν ἐπανῆλθεν.

ιθ. ὡς Ἴσακος τελευτήσας ἐτάφη ἐν Νεβρῶνι.

περιέχει ἡ βίβλος χρόνον ἐτῶν ὡς Ἰώσηπος ͵γη, Ἑβραῖοι ͵αωοβ, Εὐσέβιος ͵γυνθ.

Τοῖς τὰς ἱστορίας συγγράφειν βουλομένοις οὐ μίαν οὐδὲ τὴν αὐτὴν ὁρῶ τῆς σπουδῆς γινομένην αἰτίαν, ἀλλὰ πολλὰς καὶ πλεῖστον ἀλλήλων διαφερούσας.

τινὲς μὲν γὰρ ἐπιδεικνύμενοι λόγων δεινότητα καὶ τὴν ἀπʼ αὐτῆς θηρευόμενοι δόξαν ἐπὶ τοῦτο τῆς παιδείας τὸ μέρος ὁρμῶσιν, ἄλλοι δὲ χάριν ἐκείνοις φέροντες, περὶ ὧν τὴν ἀναγραφὴν εἶναι συμβέβηκε, τὸν εἰς αὐτὴν πόνον καὶ παρὰ δύναμιν ὑπέστησαν·

εἰσὶ δʼ οἵτινες ἐβιάσθησαν ὑπʼ αὐτῆς τῆς τῶν πραγμάτων ἀνάγκης οἷς πραττομένοις παρέτυχον ταῦτα γραφῇ δηλούσῃ περιλαβεῖν· πολλοὺς δὲ χρησίμων μέγεθος πραγμάτων ἐν ἀγνοίᾳ κειμένων προύτρεψε τὴν περὶ αὐτῶν ἱστορίαν εἰς κοινὴν ὠφέλειαν ἐξενεγκεῖν.

τούτων δὴ τῶν προειρημένων αἰτιῶν αἱ τελευταῖαι δύο κἀμοὶ συμβεβήκασι· τὸν μὲν γὰρ πρὸς τοὺς Ῥωμαίους πόλεμον ἡμῖν τοῖς Ἰουδαίοις γενόμενον καὶ τὰς ἐν αὐτῷ πράξεις καὶ τὸ τέλος οἷον ἀπέβη πείρᾳ μαθὼν ἐβιάσθην ἐκδιηγήσασθαι διὰ τοὺς ἐν τῷ γράφειν λυμαινομένους τὴν ἀλήθειαν,

ταύτην δὲ τὴν ἐνεστῶσαν ἐγκεχείρισμαι πραγματείαν νομίζων ἅπασι φανεῖσθαι τοῖς Ἕλλησιν ἀξίαν σπουδῆς· μέλλει γὰρ περιέξειν ἅπασαν τὴν παρʼ ἡμῖν ἀρχαιολογίαν καὶ διάταξιν τοῦ πολιτεύματος ἐκ τῶν Ἑβραϊκῶν μεθηρμηνευμένην γραμμάτων.

ἤδη μὲν οὖν καὶ πρότερον διενοήθην, ὅτε τὸν πόλεμον συνέγραφον, δηλῶσαι τίνες ὄντες ἐξ ἀρχῆς Ἰουδαῖοι καὶ τίσι χρησάμενοι τύχαις ὑφʼ οἵῳ τε παιδευθέντες νομοθέτῃ τὰ πρὸς εὐσέβειαν καὶ τὴν ἄλλην ἄσκησιν ἀρετῆς πόσους τε πολέμους ἐν μακροῖς πολεμήσαντες χρόνοις εἰς τὸν τελευταῖον ἄκοντες πρὸς Ῥωμαίους κατέστησαν.

ἀλλʼ ἐπειδὴ μείζων ἦν ἡ τοῦδε τοῦ λόγου περιβολή, κατʼ αὐτὸν ἐκεῖνον χωρίσας ταῖς ἰδίαις ἀρχαῖς αὐτοῦ καὶ τῷ τέλει τὴν γραφὴν συνεμέτρησα· χρόνου δὲ προϊόντος, ὅπερ φιλεῖ τοῖς μεγάλων ἅπτεσθαι διανοουμένοις, ὄκνος μοι καὶ μέλλησις ἐγίνετο τηλικαύτην μετενεγκεῖν ὑπόθεσιν εἰς ἀλλοδαπὴν ἡμῖν καὶ ξένην διαλέκτου συνήθειαν.

ἦσαν δέ τινες, οἳ πόθῳ τῆς ἱστορίας ἐπʼ αὐτήν με προύτρεπον, καὶ μάλιστα δὴ πάντων Ἐπαφρόδιτος ἀνὴρ ἅπασαν μὲν ἰδέαν παιδείας ἠγαπηκώς, διαφερόντως δὲ χαίρων ἐμπειρίαις πραγμάτων, ἅτε δὴ μεγάλοις μὲν αὐτὸς ὁμιλήσας πράγμασι καὶ τύχαις πολυτρόποις, ἐν ἅπασι δὲ θαυμαστὴν φύσεως ἐπιδειξάμενος ἰσχὺν καὶ προαίρεσιν ἀρετῆς ἀμετακίνητον.

τούτῳ δὴ πειθόμενος ὡς αἰεὶ τοῖς χρήσιμον ἢ καλόν τι πράττειν δυναμένοις συμφιλοκαλοῦντι καὶ ἐμαυτὸν αἰσχυνόμενος, εἰ δόξαιμι ῥαθυμίᾳ πλέον ἢ τῷ περὶ τὰ κάλλιστα χαίρειν πόνῳ, προθυμότερον ἐπερρώσθην, ἔτι κἀκεῖνα πρὸς τοῖς εἰρημένοις λογισάμενος οὐ παρέργως, περί τε τῶν ἡμετέρων προγόνων εἰ μεταδιδόναι τῶν τοιούτων ἤθελον, καὶ περὶ τῶν Ἑλλήνων εἴ τινες αὐτῶν γνῶναι τὰ παρʼ ἡμῖν ἐσπούδασαν.

Εὗρον τοίνυν, ὅτι Πτολεμαίων μὲν ὁ δεύτερος μάλιστα δὴ βασιλεὺς περὶ παιδείαν καὶ βιβλίων συναγωγὴν σπουδάσας ἐξαιρέτως ἐφιλοτιμήθη τὸν ἡμέτερον νόμον καὶ τὴν κατʼ αὐτὸν διάταξιν τῆς πολιτείας εἰς τὴν Ἑλλάδα φωνὴν μεταβαλεῖν,

ὁ δὲ τῶν παρʼ ἡμῖν ἀρχιερέων οὐδενὸς ἀρετῇ δεύτερος Ἐλεάζαρος τῷ προειρημένῳ βασιλεῖ ταύτης ἀπολαῦσαι τῆς ὠφελείας οὐκ ἐφθόνησε πάντως ἀντειπὼν ἄν, εἰ μὴ πάτριον ἦν ἡμῖν τὸ μηδὲν ἔχειν τῶν καλῶν ἀπόρρητον.

κἀμαυτῷ δὴ πρέπειν ἐνόμισα τὸ μὲν τοῦ ἀρχιερέως μιμήσασθαι μεγαλόψυχον, τῷ βασιλεῖ δὲ πολλοὺς ὁμοίως ὑπολαβεῖν καὶ νῦν εἶναι φιλομαθεῖς· οὐδὲ γὰρ πᾶσαν ἐκεῖνος ἔφθη λαβεῖν τὴν ἀναγραφήν, ἀλλὰ μόνα τὰ τοῦ νόμου παρέδοσαν οἱ πεμφθέντες ἐπὶ τὴν ἐξήγησιν εἰς τὴν Ἀλεξάνδρειαν·

μυρία δʼ ἐστὶ τὰ δηλούμενα διὰ τῶν ἱερῶν γραμμάτων, ἅτε δὴ πεντακισχιλίων ἐτῶν ἱστορίας ἐν αὐτοῖς ἐμπεριειλημμένης, καὶ παντοῖαι μέν εἰσι παράλογοι περιπέτειαι, πολλαὶ δὲ τύχαι πολέμων καὶ στρατηγῶν ἀνδραγαθίαι καὶ πολιτευμάτων μεταβολαί.

τὸ σύνολον δὲ μάλιστά τις ἂν ἐκ ταύτης μάθοι τῆς ἱστορίας ἐθελήσας αὐτὴν διελθεῖν, ὅτι τοῖς μὲν θεοῦ γνώμῃ κατακολουθοῦσι καὶ τὰ καλῶς νομοθετηθέντα μὴ τολμῶσι παραβαίνειν πάντα κατορθοῦται πέρα πίστεως καὶ γέρας εὐδαιμονία πρόκειται παρὰ θεοῦ· καθʼ ὅσον δʼ ἂν ἀποστῶσι τῆς τούτων ἀκριβοῦς ἐπιμελείας, ἄπορα μὲν γίνεται τὰ πόριμα, τρέπεται δὲ εἰς συμφορὰς ἀνηκέστους ὅ τι ποτʼ ἂν ὡς ἀγαθὸν δρᾶν σπουδάσωσιν,

ἤδη τοίνυν τοὺς ἐντευξομένους τοῖς βιβλίοις παρακαλῶ τὴν γνώμην θεῷ προσανέχειν καὶ δοκιμάζειν τὸν ἡμέτερον νομοθέτην, εἰ τήν τε φύσιν ἀξίως αὐτοῦ κατενόησε καὶ τῇ δυνάμει πρεπούσας ἀεὶ τὰς πράξεις ἀνατέθεικε πάσης καθαρὸν τὸν περὶ αὐτοῦ φυλάξας λόγον τῆς παρʼ ἄλλοις ἀσχήμονος μυθολογίας·

καίτοι γε ὅσον ἐπὶ μήκει χρόνου καὶ παλαιότητι πολλὴν εἶχεν ἄδειαν ψευδῶν πλασμάτων· γέγονε γὰρ πρὸ ἐτῶν δισχιλίων, ἐφʼ ὅσον πλῆθος αἰῶνος οὐδʼ αὐτῶν οἱ ποιηταὶ τὰς γενέσεις τῶν θεῶν, μήτι γε τὰς τῶν ἀνθρώπων πράξεις ἢ τοὺς νόμους ἀνενεγκεῖν ἐτόλμησαν.

τὰ μὲν οὖν ἀκριβῆ τῶν ἐν ταῖς ἀναγραφαῖς προϊὼν ὁ λόγος κατὰ τὴν οἰκείαν τάξιν σημανεῖ· τοῦτο γὰρ διὰ ταύτης ποιήσειν τῆς πραγματείας ἐπηγγειλάμην οὐδὲν προσθεὶς οὐδʼ αὖ παραλιπών.

Ἐπειδὴ δὲ πάντα σχεδὸν ἐκ τῆς τοῦ νομοθέτου σοφίας ἡμῖν ἀνήρτηται Μωυσέος, ἀνάγκη μοι βραχέα περὶ ἐκείνου προειπεῖν, ὅπως μή τινες τῶν ἀναγνωσομένων διαπορῶσι, πόθεν ἡμῖν ὁ λόγος περὶ νόμων καὶ πράξεων ἔχων τὴν ἀναγραφὴν ἐπὶ τοσοῦτον φυσιολογίας κεκοινώνηκεν.

ἰστέον οὖν, ὅτι πάντων ἐκεῖνος ἀναγκαιότατον ἡγήσατο τῷ καὶ τὸν ἑαυτοῦ μέλλοντι βίον οἰκονομήσειν καλῶς καὶ τοῖς ἄλλοις νομοθετεῖν θεοῦ πρῶτον φύσιν κατανοῆσαι καὶ τῶν ἔργων τῶν ἐκείνου θεατὴν τῷ νῷ γενόμενον οὕτως παράδειγμα τὸ πάντων ἄριστον μιμεῖσθαι καθʼ ὅσον οἷόν τε καὶ πειρᾶσθαι κατακολουθεῖν.

οὔτε γὰρ αὐτῷ ποτʼ ἂν γενέσθαι νοῦν ἀγαθὸν τῷ νομοθέτῃ ταύτης ἀπολειπομένῳ τῆς θέας, οὔτε τῶν γραφησομένων εἰς ἀρετῆς λόγον οὐδὲν ἀποβήσεσθαι τοῖς λαβοῦσιν, εἰ μὴ πρὸ παντὸς ἄλλου διδαχθεῖεν, ὅτι πάντων πατήρ τε καὶ δεσπότης ὁ θεὸς ὢν καὶ πάντα ἐπιβλέπων τοῖς μὲν ἑπομένοις αὐτῷ δίδωσιν εὐδαίμονα βίον, τοὺς ἔξω δὲ βαίνοντας ἀρετῆς μεγάλαις περιβάλλει συμφοραῖς.

τοῦτο δὴ παιδεῦσαι βουληθεὶς Μωυσῆς τὸ παίδευμα τοὺς ἑαυτοῦ πολίτας τῆς τῶν νόμων θέσεως οὐκ ἀπὸ συμβολαίων καὶ τῶν πρὸς ἀλλήλους δικαίων ἤρξατο τοῖς ἄλλοις παραπλησίως, ἀλλʼ ἐπὶ τὸν θεὸν καὶ τὴν τοῦ κόσμου κατασκευὴν τὰς γνώμας αὐτῶν ἀναγαγὼν καὶ πείσας, ὅτι τῶν ἐπὶ γῆς ἔργων τοῦ θεοῦ κάλλιστόν ἐσμεν ἄνθρωποι, ὅτε πρὸς τὴν εὐσέβειαν ἔσχεν ὑπακούοντας, ῥᾳδίως ἤδη περὶ πάντων ἔπειθεν.

οἱ μὲν γὰρ ἄλλοι νομοθέται τοῖς μύθοις ἐξακολουθήσαντες τῶν ἀνθρωπίνων ἁμαρτημάτων εἰς τοὺς θεοὺς τῷ λόγῳ τὴν αἰσχύνην μετέθεσαν καὶ πολλὴν ὑποτίμησιν τοῖς πονηροῖς ἔδωκαν·

ὁ δʼ ἡμέτερος νομοθέτης ἀκραιφνῆ τὴν ἀρετὴν ἔχοντα τὸν θεὸν ἀποφήνας ᾠήθη δεῖν τοὺς ἀνθρώπους ἐκείνης πειρᾶσθαι μεταλαμβάνειν καὶ τοὺς μὴ ταῦτα φρονοῦντας μηδὲ μὴν πιστεύοντας ἀπαραιτήτως ἐκόλασε.

πρὸς ταύτην οὖν τὴν ὑπόθεσιν ποιεῖσθαι τὴν ἐξέτασιν τοὺς ἀναγνωσομένους παρακαλῶ· φανεῖται γὰρ σκοπουμένοις οὕτως οὐδὲν οὔτʼ ἄλογον αὐτοῖς οὔτε πρὸς τὴν μεγαλειότητα τοῦ θεοῦ καὶ τὴν φιλανθρωπίαν ἀνάρμοστον· πάντα γὰρ τῇ τῶν ὅλων φύσει σύμφωνον ἔχει τὴν διάθεσιν, τὰ μὲν αἰνιττομένου τοῦ νομοθέτου δεξιῶς, τὰ δʼ ἀλληγοροῦντος μετὰ σεμνότητος, ὅσα δʼ ἐξ εὐθείας λέγεσθαι συνέφερε, ταῦτα ῥητῶς ἐμφανίζοντος.

τοῖς μέντοι βουλομένοις καὶ τὰς αἰτίας ἑκάστου σκοπεῖν πολλὴ γένοιτʼ ἂν ἡ θεωρία καὶ λίαν φιλόσοφος, ἣν ἐγὼ νῦν μὲν ὑπερβάλλομαι, θεοῦ δὲ διδόντος ἡμῖν χρόνον πειράσομαι μετὰ ταύτην γράψαι τὴν πραγματείαν.

τρέψομαι δὲ ἐπὶ τὴν ἀφήγησιν ἤδη τῶν πραγμάτων μνησθεὶς πρότερον ὧν περὶ τῆς τοῦ κόσμου κατασκευῆς εἶπε Μωυσῆς· ταῦτα δʼ ἐν ταῖς ἱεραῖς βίβλοις εὗρον ἀναγεγραμμένα. ἔχει δὲ οὕτως·

Ἐν ἀρχῇ ἔκτισεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. ταύτης δʼ ὑπʼ ὄψιν οὐκ ἐρχομένης, ἀλλὰ βαθεῖ μὲν κρυπτομένης σκότει, πνεύματος δʼ αὐτὴν ἄνωθεν ἐπιθέοντος, γενέσθαι φῶς ἐκέλευσεν ὁ θεός.

καὶ γενομένου τούτου κατανοήσας τὴν ὅλην ὕλην διεχώρισε τό τε φῶς καὶ τὸ σκότος καὶ τῷ μὲν ὄνομα ἔθετο νύκτα, τὸ δὲ ἡμέραν ἐκάλεσεν ἑσπέραν τε καὶ ὄρθρον τὴν ἀρχὴν τοῦ φωτὸς καὶ τὴν ἀνάπαυσιν προσαγορεύσας.

καὶ αὕτη μὲν ἂν εἴη πρώτη ἡμέρα, Μωυσῆς δʼ αὐτὴν μίαν εἶπε· τὴν δὲ αἰτίαν ἱκανὸς μέν εἰμι ἀποδοῦναι καὶ νῦν, ἐπεὶ δʼ ὑπέσχημαι τὴν αἰτιολογίαν πάντων ἰδίᾳ συγγραψάμενος παραδώσειν, εἰς τότε καὶ τὴν περὶ αὐτῆς ἑρμηνείαν ἀναβάλλομαι.

μετὰ δὴ τοῦτο τῇ δευτέρᾳ τῶν ἡμερῶν τὸν οὐρανὸν τοῖς ὅλοις ἐπιτίθησιν, ὅτʼ αὐτὸν ἀπὸ τῶν ἄλλων διακρίνας κατʼ αὐτὸν ἠξίωσε τετάχθαι, κρύσταλλόν τε περιπήξας αὐτῷ καὶ νότιον αὐτὸν καὶ ὑετώδη πρὸς τὴν ἀπὸ τῶν δρόσων ὠφέλειαν ἁρμοδίως τῇ γῇ μηχανησάμενος.

τῇ δὲ τρίτῃ ἵστησι τὴν γῆν ἀναχέας περὶ αὐτὴν τὴν θάλασσαν· κατʼ αὐτὴν δὲ ταύτην τὴν ἡμέραν εὐθὺς φυτά τε καὶ σπέρματα γῆθεν ἀνέτειλε. τῇ τετάρτῃ δὲ διακοσμεῖ τὸν οὐρανὸν ἡλίῳ καὶ σελήνῃ καὶ τοῖς ἄλλοις ἄστροις κινήσεις αὐτοῖς ἐπιστείλας καὶ δρόμους, οἷς ἂν αἱ τῶν ὡρῶν περιφοραὶ σημαίνοιντο.

πέμπτῃ ἡμέρᾳ ζῷά τε κατʼ αὐτὴν νηκτὰ καὶ μετάρσια τὰ μὲν κατὰ βάθους τὰ δὲ διʼ ἀέρος ἀνῆκε συνδησάμενος αὐτὰ κοινωνίᾳ καὶ μίξει γονῆς ἕνεκα καὶ τοῦ συναύξεσθαι καὶ πλεονάζειν αὐτῶν τὴν φύσιν. τῇ δὲ ἕκτῃ ἡμέρᾳ δημιουργεῖ τὸ τῶν τετραπόδων γένος ἄρρεν τε καὶ θῆλυ ποιήσας· ἐν ταύτῃ δὲ καὶ τὸν ἄνθρωπον ἔπλασε.

καὶ τὸν κόσμον ἓξ ταῖς πάσαις ἡμέραις Μωυσῆς καὶ πάντα τὰ ἐν αὐτῷ φησὶ γενέσθαι, τῇ δὲ ἑβδόμῃ ἀναπαύσασθαι καὶ λαβεῖν ἀπὸ τῶν ἔργων ἐκεχειρίαν, ὅθεν καὶ ἡμεῖς σχολὴν ἀπὸ τῶν πόνων κατὰ ταύτην ἄγομεν τὴν ἡμέραν προσαγορεύοντες αὐτὴν σάββατα· δηλοῖ δὲ ἀνάπαυσιν κατὰ τὴν Ἑβραίων διάλεκτον τοὔνομα.

Καὶ δὴ καὶ φυσιολογεῖν Μωυσῆς μετὰ τὴν ἑβδόμην ἤρξατο περὶ τῆς τἀνθρώπου κατασκευῆς λέγων οὕτως· ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆς λαβών, καὶ πνεῦμα ἐνῆκεν αὐτῷ καὶ ψυχήν. ὁ δʼ ἄνθρωπος οὗτος Ἄδαμος ἐκλήθη· σημαίνει δὲ τοῦτο κατὰ γλῶτταν τὴν Ἑβραίων πυρρόν, ἐπειδήπερ ἀπὸ τῆς πυρρᾶς γῆς φυραθείσης ἐγεγόνει· τοιαύτη γάρ ἐστιν ἡ παρθένος γῆ καὶ ἀληθινή.

παρίστησι δὲ ὁ θεὸς τῷ Ἀδάμῳ κατὰ γένη τὰ ζῷα θῆλύ τε καὶ ἄρρεν ἀποδειξάμενος καὶ τούτοις ὀνόματα τίθησιν, οἷς ἔτι καὶ νῦν καλοῦνται. βλέπων δὲ τὸν Ἄδαμον οὐκ ἔχοντα κοινωνίαν πρὸς τὸ θῆλυ καὶ συνδιαίτησιν, οὐδὲ γὰρ ἦν, ξενιζόμενον δʼ ἐπὶ τοῖς ἄλλοις ζῴοις οὕτως ἔχουσι, μίαν αὐτοῦ κοιμωμένου πλευρὰν ἐξελὼν ἐξ αὐτῆς ἔπλασε γυναῖκα.

καὶ ὁ Ἄδαμος προσαχθεῖσαν αὐτὴν ἐγνώρισεν ἐξ αὑτοῦ γενομένην. ἔσσα δὲ καθʼ Ἑβραίων διάλεκτον καλεῖται γυνή, τὸ δʼ ἐκείνης ὄνομα τῆς γυναικὸς Εὔα ἦν· σημαίνει δὲ τοῦτο πάντων μητέρα.

Φησὶ δὲ τὸν θεὸν καὶ παράδεισον πρὸς τὴν ἀνατολὴν καταφυτεῦσαι παντοίῳ τεθηλότα φυτῷ· ἐν τούτοις δʼ εἶναι καὶ τῆς ζωῆς τὸ φυτὸν καὶ ἄλλο τὸ τῆς φρονήσεως, ᾗ διεγινώσκετο τί εἴη τὸ ἀγαθὸν καὶ τί τὸ κακόν.

εἰς τοῦτον δὲ τὸν κῆπον εἰσαγαγόντα τόν τε Ἄδαμον καὶ τὴν γυναῖκα κελεῦσαι τῶν φυτῶν ἐπιμελεῖσθαι. ἄρδεται δʼ οὗτος ὁ κῆπος ὑπὸ ἑνὸς ποταμοῦ πᾶσαν ἐν κύκλῳ τὴν γῆν περιρρέοντος, ὃς εἰς τέσσαρα μέρη σχίζεται. καὶ Φεισὼν μέν, σημαίνει δὲ πληθὺν τοὔνομα, ἐπὶ τὴν Ἰνδικὴν φερόμενος ἐκδίδωσιν εἰς τὸ πέλαγος ὑφʼ Ἑλλήνων Γάγγης λεγόμενος,

Εὐφράτης δὲ καὶ Τίγρις ἐπὶ τὴν Ἐρυθρὰν ἀπίασι θάλασσαν· καλεῖται δὲ ὁ μὲν Εὐφράτης Φοράς, σημαίνει δὲ ἤτοι σκεδασμὸν ἢ ἄνθος, Τίγρις δὲ Διγλάθ, ἐξ οὗ φράζεται τὸ μετὰ στενότητος ὀξύ· Γηὼν δὲ διὰ τῆς Αἰγύπτου ῥέων δηλοῖ τὸν ἀπὸ τῆς ἐναντίας ἀναδιδόμενον ἡμῖν, ὃν δὴ Νεῖλον Ἕλληνες προσαγορεύουσιν.

Ὁ δὴ τοίνυν θεὸς τὸν Ἄδαμον καὶ τὴν γυναῖκα τῶν μὲν ἄλλων φυτῶν ἐκέλευε γεύεσθαι, τοῦ δὲ τῆς φρονήσεως ἀπέχεσθαι, προειπὼν ἁψαμένοις ἀπʼ αὐτοῦ ὄλεθρον γενησόμενον.

ὁμοφωνούντων δὲ κατʼ ἐκεῖνο καιροῦ τῶν ζῴων ἁπάντων ὄφις συνδιαιτώμενος τῷ τε Ἀδάμῳ καὶ τῇ γυναικὶ φθονερῶς μὲν εἶχεν ἐφʼ οἷς αὐτοὺς εὐδαιμονήσειν ᾤετο πεπεισμένους τοῖς τοῦ θεοῦ παραγγέλμασιν,

οἰόμενος δὲ συμφορᾷ περιπεσεῖσθαι παρακούσαντας ἀναπείθει κακοήθως τὴν γυναῖκα γεύσασθαι τοῦ φυτοῦ τῆς φρονήσεως ἐν αὐτῷ λέγων εἶναι τήν τε τἀγαθοῦ καὶ τοῦ κακοῦ διάγνωσιν, ἧς γενομένης αὐτοῖς μακάριον καὶ μηδὲν ἀπολείποντα τοῦ θείου διάξειν βίον.

καὶ παρακρούεται μὲν οὕτω τὴν γυναῖκα τῆς ἐντολῆς τοῦ θεοῦ καταφρονῆσαι· γευσαμένη δὲ τοῦ φυτοῦ καὶ ἡσθεῖσα τῷ ἐδέσματι καὶ τὸν Ἄδαμον ἀνέπεισεν αὐτῷ χρήσασθαι.

καὶ συνίεσάν τε αὑτῶν ἤδη γεγυμνωμένων καὶ τὴν αἰσχύνην ὕπαιθρον ἔχοντες σκέπην αὑτοῖς ἐπενόουν· τὸ γὰρ φυτὸν ὀξύτητος καὶ διανοίας ὑπῆρχε. φύλλοις οὖν ἑαυτοὺς συκῆς ἐσκέπασαν καὶ ταῦτα πρὸ τῆς αἰδοῦς προβαλόμενοι μᾶλλον ἐδόκουν εὐδαιμονεῖν ὡς ὧν πρότερον ἐσπάνιζον εὑρόντες.

τοῦ θεοῦ δʼ εἰς τὸν κῆπον ἐλθόντος ὁ μὲν Ἄδαμος πρότερον εἰς ὁμιλίαν αὐτῷ φοιτῶν συνειδὼς αὑτῷ τὴν ἀδικίαν ὑπεχώρει, τὸν δὲ θεὸν ἐξένιζε τὸ πραττόμενον καὶ τὴν αἰτίαν ἐπυνθάνετο, διʼ ἣν πρότερον ἡδόμενος τῇ πρὸς αὐτὸν ὁμιλίᾳ νῦν φεύγει ταύτην καὶ περιίσταται.

τοῦ δὲ μηδὲν φθεγγομένου διὰ τὸ συγγινώσκειν ἑαυτῷ παραβάντι τὴν τοῦ θεοῦ πρόσταξιν ἀλλʼ ἐμοὶ μέν, εἶπεν ὁ θεός, ἔγνωστο περὶ ὑμῶν, ὅπως βίον εὐδαίμονα καὶ κακοῦ παντὸς ἀπαθῆ βιώσετε μηδεμιᾷ ξαινόμενοι τὴν ψυχὴν φροντίδι, πάντων δʼ ὑμῖν αὐτομάτων ὅσα πρὸς ἀπόλαυσιν καὶ ἡδονὴν συντελεῖ κατὰ τὴν ἐμὴν ἀνιόντων πρόνοιαν χωρὶς ὑμετέρου πόνου καὶ ταλαιπωρίας, ὧν παρόντων γῆράς τε θᾶττον οὐκ ἂν ἐπέλθοι καὶ τὸ ζῆν ὑμῖν μακρὸν γένοιτο.

νῦν δʼ εἰς ταύτην μου τὴν γνώμην ἐνύβρισας παρακούσας τῶν ἐμῶν ἐντολῶν· οὐ γὰρ ἐπʼ ἀρετῇ τὴν σιωπὴν ἄγεις, ἀλλʼ ἐπὶ συνειδότι πονηρῷ.

Ἄδαμος δὲ παρῃτεῖτο τῆς ἁμαρτίας αὑτὸν καὶ παρεκάλει τὸν θεὸν μὴ χαλεπαίνειν αὐτῷ τὴν γυναῖκα τοῦ γεγονότος αἰτιώμενος καὶ λέγων ὑπʼ αὐτῆς ἐξαπατηθεὶς ἁμαρτεῖν, ἡ δʼ αὖ κατηγόρει τοῦ ὄφεως.

ὁ δὲ θεὸς ἥττονα γυναικείας συμβουλίας αὐτὸν γενόμενον ὑπετίθει τιμωρίᾳ, τὴν γῆν οὐκέτι μὲν οὐδὲν αὐτοῖς ἀναδώσειν αὐτομάτως εἰπών, πονοῦσι δὲ καὶ τοῖς ἔργοις τριβομένοις τὰ μὲν παρέξειν, τῶν δʼ οὐκ ἀξιώσειν. Εὔαν δὲ τοκετοῖς καὶ ταῖς ἐξ ὠδίνων ἀλγηδόσιν ἐκόλαζεν, ὅτι τὸν Ἄδαμον οἷς αὐτὴν ὁ ὄφις ἐξηπάτησε τούτοις παρακρουσαμένη συμφοραῖς περιέβαλεν.

ἀφείλετο δὲ καὶ τὸν ὄφιν τὴν φωνὴν ὀργισθεὶς ἐπὶ τῇ κακοηθείᾳ τῇ πρὸς τὸν Ἄδαμον καὶ ἰὸν ἐντίθησιν ὑπὸ τὴν γλῶτταν αὐτῷ πολέμιον ἀποδείξας ἀνθρώποις καὶ ὑποθέμενος κατὰ τῆς κεφαλῆς φέρειν τὰς πληγάς, ὡς ἐν ἐκείνῃ τοῦ τε κακοῦ τοῦ πρὸς ἀνθρώπους κειμένου καὶ τῆς τελευτῆς ῥᾴστης τοῖς ἀμυνομένοις ἐσομένης, ποδῶν τε αὐτὸν ἀποστερήσας σύρεσθαι κατὰ τῆς γῆς ἰλυσπώμενον ἐποίησε.

καὶ ὁ μὲν θεὸς ταῦτα προστάξας αὐτοῖς πάσχειν μετοικίζει τὸν Ἄδαμον καὶ τὴν Εὔαν ἐκ τοῦ κήπου εἰς ἕτερον χωρίον.

Γίνονται δὲ αὐτοῖς παῖδες ἄρρενες δύο· προσηγορεύετο δὲ αὐτῶν ὁ μὲν πρῶτος Κάις, κτίσιν δὲ σημαίνει τοῦτο μεθερμηνευόμενον τοὔνομα, Ἄβελος δὲ ὁ δεύτερος, σημαίνει δὲ οὐθὲν τοῦτο·

γίνονται δὲ αὐτοῖς καὶ θυγατέρες. οἱ μὲν οὖν ἀδελφοὶ διαφόροις ἔχαιρον ἐπιτηδεύμασιν· Ἄβελος μὲν γὰρ ὁ νεώτερος δικαιοσύνης ἐπεμελεῖτο καὶ πᾶσι τοῖς ὑπʼ αὐτοῦ πραττομένοις παρεῖναι τὸν θεὸν νομίζων ἀρετῆς προενόει, ποιμενικὸς δʼ ἦν ὁ βίος αὐτῷ· Κάις δὲ τά τε ἄλλα πονηρότατος ἦν καὶ πρὸς τὸ κερδαίνειν μόνον ἀποβλέπων γῆν τε ἀροῦν ἐπενόησε πρῶτος καὶ κτείνει δὲ τὸν ἀδελφὸν ἐκ τοιαύτης αἰτίας·

θῦσαι τῷ θεῷ δόξαν αὐτοῖς ὁ μὲν Κάις τοὺς ἀπὸ τῆς γεωργίας καὶ φυτῶν καρποὺς ἐπήνεγκεν, Ἄβελος δὲ γάλα καὶ τὰ πρωτότοκα τῶν βοσκημάτων. ὁ δὲ θεὸς ταύτῃ μᾶλλον ἥδεται τῇ θυσίᾳ τοῖς αὐτομάτοις καὶ κατὰ φύσιν γεγονόσι τιμώμενος, ἀλλʼ οὐχὶ τοῖς κατʼ ἐπίνοιαν ἀνθρώπου πλεονέκτου βίᾳ πεφυκόσιν.

ἔνθεν ὁ Κάις παροξυνθεὶς ἐπὶ τῷ προτετιμῆσθαι τὸν Ἄβελον ὑπὸ τοῦ θεοῦ κτείνει τὸν ἀδελφὸν καὶ τὸν νεκρὸν αὐτοῦ ποιήσας ἀφανῆ λήσειν ὑπέλαβεν. ὁ δὲ θεὸς συνεὶς τὸ ἔργον ἧκε πρὸς τὸν Κάιν περὶ τἀδελφοῦ πυνθανόμενος, ποῖ ποτʼ εἴη· πολλῶν γὰρ αὐτὸν οὐκ ἰδεῖν ἡμερῶν τὸν ἄλλον χρόνον πάντα μετʼ αὐτοῦ βλέπων αὐτὸν ἀναστρεφόμενον.

ὁ δὲ Κάις ἀπορούμενος καὶ οὐκ ἔχων ὅ τι λέγοι πρὸς τὸν θεὸν ἀμηχανεῖν μὲν καὶ αὐτὸς ἔφασκε τὸ πρῶτον ἐπὶ τἀδελφῷ μὴ βλεπομένῳ, παροξυνθεὶς δὲ τοῦ θεοῦ λιπαρῶς ἐγκειμένου καὶ πολυπραγμονοῦντος οὐκ εἶναι παιδαγωγὸς καὶ φύλαξ αὐτοῦ καὶ τῶν ὑπʼ αὐτοῦ πραττομένων ἔλεγεν.

ὁ δὲ θεὸς τοὐντεῦθεν ἤλεγχεν ἤδη τὸν Κάιν φονέα τἀδελφοῦ γενόμενον καί θαυμάζω, φησίν, εἰ περὶ ἀνδρὸς ἀγνοεῖς εἰπεῖν τί γέγονεν, ὃν αὐτὸς ἀπολώλεκας.

τῆς μὲν οὖν ἐπὶ τῷ φόνῳ τιμωρίας αὐτὸν ἠφίει θυσίαν ἐπιτελέσαντα καὶ διʼ αὐτῆς ἱκετεύσαντα μὴ λαβεῖν ὀργὴν αὐτῷ χαλεπωτέραν, ἐπάρατον δʼ αὐτὸν ἐτίθει καὶ τοὺς ἐγγόνους αὐτοῦ τιμωρήσεσθαι κατὰ τὴν ἑβδόμην ἠπείλησε γενεάν, καὶ τῆς γῆς αὐτὸν ἐκείνης ἐκβάλλει σὺν τῇ γυναικί.

τοῦ δὲ μὴ θηρίοις ἀλώμενος περιπέσῃ δεδιότος καὶ τοῦτον ἀπόληται τὸν τρόπον, ἐκέλευε μηδὲν ὑφορᾶσθαι σκυθρωπὸν ἀπὸ τοιαύτης αἰτίας, ἀλλʼ ἕνεκα τοῦ μηδὲν αὐτῷ ἐκ θηρίων γενέσθαι δεινὸν διὰ πάσης ἀδεῶς χωρεῖν γῆς· καὶ σημεῖον ἐπιβαλών, ᾧ γνώριμος ἂν εἴη, προσέταξεν ἀπιέναι.

Πολλὴν δʼ ἐπελθὼν γῆν ἱδρύεται μετὰ τῆς γυναικὸς Κάις Ναΐδα τόπον οὕτω καλούμενον καὶ αὐτόθι ποιεῖται τὴν κατοίκησιν, ἔνθʼ αὐτῷ καὶ παῖδες ἐγένοντο· οὐκ ἐπὶ νουθεσίᾳ δὲ τὴν κόλασιν ἔλαβεν, ἀλλʼ ἐπʼ αὐξήσει τῆς κακίας, ἡδονὴν μὲν πᾶσαν ἐκπορίζων αὐτοῦ τῷ σώματι, κἂν μεθʼ ὕβρεως τῶν συνόντων δέῃ ταύτην ἔχειν·

αὔξων δὲ τὸν οἶκον πλήθει χρημάτων ἐξ ἁρπαγῆς καὶ βίας πρὸς ἡδονὴν καὶ λῃστείαν τοὺς ἐντυγχάνοντας παρακαλῶν διδάσκαλος αὐτοῖς ὑπῆρχε πονηρῶν ἐπιτηδευμάτων, καὶ τὴν ἀπραγμοσύνην, ᾗ πρότερον συνέζων οἱ ἄνθρωποι, μέτρων ἐπινοίᾳ καὶ σταθμῶν μετεστήσατο ἀκέραιον αὐτοῖς ὄντα τὸν βίον ἐκ τῆς τούτων ἀμαθίας καὶ μεγαλόψυχον εἰς πανουργίαν περιαγαγών,

ὅρους τε γῆς πρῶτος ἔθετο καὶ πόλιν ἐδείματο καὶ τείχεσιν ὠχύρωσεν εἰς ταὐτὸν συνελθεῖν τοὺς οἰκείους καταναγκάσας. καὶ τὴν πόλιν δὲ ταύτην ἀπὸ Ἀνώχου τοῦ πρεσβυτάτου παιδὸς Ἄνωχαν ἐκάλεσεν.

Ἀνώχου δὲ Ἰαράδης υἱὸς ἦν, ἐκ δὲ τούτου Μαρουῆλος, οὗ γίνεται παῖς Μαθουσάλας, τοῦ δὲ Λάμεχος, ᾧ παῖδες ὑπῆρξαν ἑπτὰ καὶ ἑβδομήκοντα ἐκ δύο γυναικῶν αὐτῷ φύντες Σελλᾶς καὶ Ἄδας.

τούτων Ἰώβηλος μὲν ἐξ Ἄδας γεγονὼς σκηνὰς ἐπήξατο καὶ προβατείαν ἠγάπησεν, Ἰούβαλος δέ, ὁμομήτριος δʼ ἦν αὐτῷ, μουσικὴν ἤσκησε καὶ ψαλτήρια καὶ κιθάρας ἐπενόησεν, Ἰουβῆλος δὲ τῶν ἐκ τῆς ἑτέρας γεγονότων ἰσχύι πάντας ὑπερβαλὼν τὰ πολεμικὰ διαπρεπῶς μετῆλθεν ἐκ τούτων καὶ τὰ πρὸς ἡδονὴν τοῦ σώματος ἐκπορίζων, χαλκείαν τε πρῶτος ἐπενόησεν.

πατὴρ δὲ θυγατρὸς γενόμενος ὁ Λάμεχος Νοεμᾶς ὄνομα, ἐπεὶ τὰ θεῖα σαφῶς ἐξεπιστάμενος ἑώρα δίκην αὑτὸν ὑφέξοντα τῆς Κάιος ἀδελφοκτονίας μείζονα, τοῦτο ταῖς ἑαυτοῦ γυναιξὶν ἐποίησε φανερόν.

ἔτι δὲ ζῶντος Ἀδάμου Κάιος τοὺς ἐγγόνους πονηροτάτους συνέβη γενέσθαι κατὰ διαδοχὴν καὶ μίμησιν ἄλλον ἄλλου χείρονα τελευτῶντα· πρός τε γὰρ πολέμους εἶχον ἀκρατῶς καὶ πρὸς λῃστείαν ὡρμήκεσαν, ἄλλος δʼ εἴ τις ὀκνηρὸς ἦν πρὸς τὸ φονεύειν, ἄλλην ἀπόνοιαν ἦν θράσους ὑβρίζων καὶ πλεονεκτῶν.

Ἄδαμος δὲ ὁ πρῶτος ἐκ γῆς γενόμενος, ἀπαιτεῖ γὰρ ἡ διήγησις τὸν περὶ αὐτοῦ λόγον, Ἀβέλου μὲν ἐσφαγμένου, Κάιος δὲ διὰ τὸν ἐκείνου φόνον πεφευγότος, παιδοποιίας ἐφρόντιζε, καὶ δεινὸς εἶχεν αὐτὸν γενέσεως ἔρως ἔτη τριάκοντʼ ἤδη καὶ διακόσια ἠνυκότα τοῦ βίου, πρὸς οἷς ἕτερα ζήσας ἑπτακόσια τελευτᾷ.

γίνονται μὲν οὖν αὐτῷ παῖδες ἄλλοι τε πλείους καὶ Σῆθος· ἀλλὰ περὶ μὲν τῶν ἄλλων μακρὸν ἂν εἴη λέγειν, πειράσομαι δὲ μόνα τὰ τῶν ἀπὸ Σήθου διελθεῖν· τραφεὶς γὰρ οὗτος καὶ παρελθὼν εἰς ἡλικίαν ἤδη καλὰ κρίνειν δυναμένην καὶ γενόμενος αὐτὸς ἄριστος μιμητὰς τῶν αὐτῶν τοὺς ἀπογόνους κατέλιπεν.

οἱ δὲ πάντες ἀγαθοὶ φύντες γῆν τε τὴν αὐτὴν ἀστασίαστοι κατῴκησαν εὐδαιμονήσαντες μηδενὸς αὐτοῖς ἄχρι καὶ τελευτῆς δυσκόλου προσπεσόντος, σοφίαν τε τὴν περὶ τὰ οὐράνια καὶ τὴν τούτων διακόσμησιν ἐπενόησαν.

ὑπὲρ δὲ τοῦ μὴ διαφυγεῖν τοὺς ἀνθρώπους τὰ ηὑρημένα μηδὲ πρὶν εἰς γνῶσιν ἐλθεῖν φθαρῆναι, προειρηκότος ἀφανισμὸν Ἀδάμου τῶν ὅλων ἔσεσθαι τὸν μὲν κατʼ ἰσχὺν πυρὸς τὸν ἕτερον δὲ κατὰ βίαν καὶ πλῆθος ὕδατος, στήλας δύο ποιησάμενοι τὴν μὲν ἐκ πλίνθου τὴν ἑτέραν δὲ ἐκ λίθων ἀμφοτέραις ἐνέγραψαν τὰ εὑρημένα,

ἵνα καὶ τῆς πλινθίνης ἀφανισθείσης ὑπὸ τῆς ἐπομβρίας ἡ λιθίνη μείνασα παράσχῃ μαθεῖν τοῖς ἀνθρώποις τὰ ἐγγεγραμμένα δηλοῦσα καὶ πλινθίνην ὑπʼ αὐτῶν ἀνατεθῆναι. μένει δʼ ἄχρι δεῦρο κατὰ γῆν τὴν Σειρίδα.

Καὶ οὗτοι μὲν ἑπτὰ γενεὰς διέμειναν θεὸν ἡγούμενοι δεσπότην εἶναι τῶν ὅλων καὶ πάντα πρὸς ἀρετὴν ἀποβλέποντες, εἶτα προϊόντος χρόνου μεταβάλλονται πρὸς τὸ χεῖρον ἐκ τῶν πατρίων ἐθισμῶν μήτε τὰς νενομισμένας τιμὰς ἔτι τῷ θεῷ παρέχοντες μήτε τοῦ πρὸς ἀνθρώπους δικαίου ποιούμενοι λόγον, ἀλλʼ ἣν πρότερον εἶχον τῆς ἀρετῆς ζήλωσιν διπλασίονα τῆς κακίας τότʼ ἐπιδεικνύμενοι διʼ ὧν ἔπραττον· ἔνθεν ἑαυτοῖς τὸν θεὸν ἐξεπολέμωσαν.

πολλοὶ γὰρ ἄγγελοι θεοῦ γυναιξὶ συνιόντες ὑβριστὰς ἐγέννησαν παῖδας καὶ παντὸς ὑπερόπτας καλοῦ διὰ τὴν ἐπὶ τῇ δυνάμει πεποίθησιν· ὅμοια τοῖς ὑπὸ γιγάντων τετολμῆσθαι λεγομένοις ὑφʼ Ἑλλήνων καὶ οὗτοι δράσαι παραδίδονται.

Νῶχος δὲ τοῖς πραττομένοις ὑπʼ αὐτῶν δυσχεραίνων καὶ τοῖς βουλεύμασιν ἀηδῶς ἔχων ἔπειθεν ἐπὶ τὸ κρεῖττον τὴν διάνοιαν αὐτοὺς καὶ τὰς πράξεις μεταφέρειν, ὁρῶν δʼ οὐκ ἐνδιδόντας, ἀλλʼ ἰσχυρῶς ὑπὸ τῆς ἡδονῆς τῶν κακῶν κεκρατημένους, δείσας μὴ καὶ φονεύσωσιν αὐτὸν μετὰ γυναικῶν καὶ τέκνων καὶ τῶν τούτοις συνοικουσῶν ἐξεχώρησε τῆς γῆς.

Ὁ δὲ θεὸς τοῦτον μὲν τῆς δικαιοσύνης ἠγάπησε, κατεδίκαζε δʼ οὐκ ἐκείνων μόνων τῆς κακίας, ἀλλὰ καὶ πᾶν ὅσον ἦν ἀνθρώπινον τότε δόξαν αὐτῷ διαφθεῖραι καὶ ποιῆσαι γένος ἕτερον πονηρίας καθαρόν, ἐπιτεμόμενος αὐτῶν τὸν βίον καὶ ποιήσας ἐτῶν οὐχ ὅσα πρότερον ἔζων, ἀλλʼ ἑκατὸν εἴκοσιν, εἰς θάλασσαν τὴν ἤπειρον μετέβαλε.

καὶ οἱ μὲν οὕτως ἀφανίζονται πάντες, Νῶχος δὲ σώζεται μόνος ὑποθεμένου μηχανὴν αὐτῷ καὶ πόρον πρὸς σωτηρίαν τοῦ θεοῦ τοιαύτην·

λάρνακα τετράστεγον κατασκευάσας πηχῶν τὸ μῆκος τριακοσίων πεντήκοντα δὲ τὸ πλάτος καὶ τριάκοντα τὸ βάθος, εἰς ταύτην σὺν τῇ μητρὶ τῶν παίδων καὶ ταῖς τούτων γυναιξὶν ἀνέβη, τά τε ἄλλα ὅσα πρὸς τὰς χρείας ἐπικουρήσειν αὐτοῖς ἔμελλεν ἐνθέμενος, ζῷά τε παντοῖα πρὸς διατήρησιν τοῦ γένους αὐτῶν ἄρρενάς τε καὶ θηλείας συνεισβαλόμενος ἄλλα τε τούτων ἑπταπλασίονα τὸν ἀριθμόν.

ἦν δʼ ἡ λάρναξ τούς τε τοίχους καρτερὰ καὶ τὸν ὄροφον, ὡς μηδαμόθεν ἐπικλύζεσθαι μηδʼ ἡττᾶσθαι τῆς τοῦ ὕδατος βίας. καὶ Νῶχος μὲν οὕτως μετὰ τῶν οἰκείων διασώζεται.

ἦν δʼ αὐτὸς μὲν ἀπὸ Ἀδάμου δέκατος· Λαμέχου γάρ ἐστιν υἱός, οὗ πατὴρ ἦν Μαθουσάλας, οὗτος δὲ ἦν τοῦ Ἀνώχου τοῦ Ἰαρέδου, Μαλαήλου δὲ Ἰάρεδος ἐγεγόνει, ὃς ἐκ Καϊνᾶ τεκνοῦται τοῦ Ἀνώσου σὺν ἀδελφαῖς πλείοσιν, Ἄνωσος δὲ Σήθου υἱὸς ἦν τοῦ Ἀδάμου·

Συνέβη δὲ τοῦτο τὸ πάθος κατὰ τὸ ἑξακοσιοστὸν ἔτος ἤδη Νώχου τῆς ἀρχῆς, ἐν μηνὶ δευτέρῳ Δίῳ μὲν ὑπὸ Μακεδόνων λεγομένῳ, Μαρσουάνῃ δʼ ὑπὸ Ἑβραίων· οὕτω γὰρ ἐν Αἰγύπτῳ τὸν ἐνιαυτὸν ἦσαν διατεταχότες.

Μωυσῆς δὲ τὸν Νισᾶν, ὅς ἐστι Ξανθικός, μῆνα πρῶτον ἐπὶ ταῖς ἑορταῖς ὥρισε κατὰ τοῦτον ἐξ Αἰγύπτου τοὺς Ἑβραίους προαγαγών· οὗτος δʼ αὐτῷ καὶ πρὸς ἁπάσας τὰς εἰς τὸ θεῖον τιμὰς ἦρχεν, ἐπὶ μέντοι γε πράσεις καὶ ὠνὰς καὶ τὴν ἄλλην διοίκησιν τὸν πρῶτον κόσμον διεφύλαξε· τὴν δʼ ἐπομβρίαν ἄρξασθαί φησιν ἑβδόμῃ τοῦ προειρημένου μηνὸς καὶ εἰκάδι.

χρόνος δὲ οὗτος ἀπὸ Ἀδάμου τοῦ πρώτου γεγονότος ἐτῶν ὑπῆρχε δισχιλίων διακοσίων ἑξηκονταδύο. ἀναγέγραπται δὲ ὁ χρόνος ἐν ταῖς ἱεραῖς βίβλοις σημειουμένων μετὰ πολλῆς ἀκριβείας τῶν τότε καὶ τὰς γενέσεις τῶν ἐπιφανῶν ἀνδρῶν καὶ τὰς τελευτάς.

Ἀδάμῳ μὲν τριακοστῷ ἤδη καὶ διακοσιοστῷ ἔτει γεγονότι παῖς Σῆθος γίνεται, ὃς ἐνακόσια καὶ τριάκοντα ἔτη ἐβίωσε. Σῆθος δὲ κατὰ πέμπτον καὶ διακοσιοστὸν ἔτος ἐγέννησεν Ἄνωσον, ὃς πέντε ζήσας ἔτη καὶ ἐνακόσια Καϊνᾷ τῷ παιδὶ τὴν τῶν πραγμάτων ἐπιμέλειαν δίδωσι τεκνώσας αὐτὸν περὶ ἐνενηκοστὸν καὶ ἑκατοστὸν ἔτος· οὗτος ἐβίωσεν ἔτη δώδεκα πρὸς τοῖς ἐνακοσίοις.

Καϊνᾶς δὲ βιοὺς δέκα καὶ ἐνακόσια Μαλαῆλον υἱὸν ἔσχεν ἔτει γενόμενον ἑβδομηκοστῷ καὶ ἑκατοστῷ. οὗτος ὁ Μαλαῆλος ζήσας πέντε καὶ ἐνενήκοντα καὶ ὀκτακόσια ἔτη ἐτελεύτησεν Ἰάρεδον καταλιπὼν υἱόν, ὃν ἔτος πέμπτον ἑξηκοστὸν καὶ ἑκατοστὸν γενόμενος ἐγέννησε.

τοῦτον εἰς ἐννέα καὶ ἑξήκοντα πρὸς τοῖς ἐνακοσίοις βιώσαντα Ἄνωχος υἱὸς διαδέχεται γεννηθεὶς περὶ ἔτη δύο καὶ ἑξήκοντα καὶ ἑκατὸν τοῦ πατρὸς αὐτῷ τυγχάνοντος. οὗτος ζήσας πέντε καὶ ἑξήκοντα πρὸς τοῖς τριακοσίοις ἀνεχώρησε πρὸς τὸ θεῖον, ὅθεν οὐδὲ τελευτὴν αὐτοῦ ἀναγεγράφασι.

Μαθουσάλας δὲ Ἀνώχου παῖς κατὰ ἔτος αὐτῷ γεγονὼς πέμπτον καὶ ἑξηκοστὸν καὶ ἑκατοστὸν Λάμεχον υἱὸν ἔσχε περὶ ἔτη γεγονὼς ἑπτὰ καὶ ὀγδοήκοντα καὶ ἑκατόν, ᾧ τὴν ἀρχὴν παρέδωκεν αὐτὸς αὐτὴν κατασχὼν ἐννέα καὶ ἑξήκοντα καὶ ἐνακοσίοις.

Λάμεχος δὲ ἄρξας ἑπτὰ καὶ ἑπτακοσίοις ἔτεσι Νῶχον τῶν πραγμάτων ἀποδείκνυσι προστάτην υἱόν, ὃς Λαμέχῳ γενόμενος ὄγδοον καὶ ὀγδοηκοστὸν καὶ ἑκατοστὸν ἔτος ἠνυκότι πεντήκοντα καὶ ἐνακοσίοις ἔτεσιν ἦρξε τῶν πραγμάτων.

ταῦτα συναγόμενα τὰ ἔτη τὸν προαναγεγραμμένον πληροῖ χρόνον. ἐξεταζέτω δὲ μηδεὶς τὰς τελευτὰς τῶν ἀνδρῶν, τοῖς γὰρ αὐτῶν παισὶ καὶ τοῖς ἐκείνων ἀπογόνοις παρεξέτεινον τὸν βίον, ἀλλὰ τὰς γενέσεις αὐτῶν μόνον ὁράτω.

Ἐπισημήναντος δὲ τοῦ θεοῦ καὶ ὕειν ἀρξαμένου τὸ ὕδωρ ἡμέραις τεσσαράκοντα ὅλαις κατεφέρετο, ὡς ἐπὶ πήχεις πεντεκαίδεκα τὴν γῆν ὑπερέχειν. καὶ τοῦτο ἦν τὸ αἴτιον τοῦ μὴ διασωθῆναι πλείονας φυγῆς ἀφορμὴν οὐκ ἔχοντας.

παυσαμένου δὲ τοῦ ὑετοῦ μόλις ἤρξατο ὑποβαίνειν τὸ ὕδωρ ἐφʼ ἡμέρας ἑκατὸν καὶ πεντήκοντα, ὡς μηνὶ ἑβδόμῳ, ἱσταμένου δὲ ἦν ἑβδόμη, κατʼ ὀλίγον ὑπονοστεῖν ἀπολήγοντος. ἔπειτα τῆς λάρνακος περὶ ἄκραν τινὰ ὄρους σταθείσης κατὰ τὴν Ἀρμενίαν συνεὶς ὁ Νῶχος ἀνοίγει τʼ αὐτὴν καὶ θεασάμενος γῆν βραχεῖαν περὶ αὐτὴν ἐπὶ χρηστοτέρας ἤδη γεγονὼς ἐλπίδος ἠρέμει.

ὀλίγαις δʼ ὕστερον ἡμέραις μᾶλλον ὑποχωροῦντος τοῦ ὕδατος μεθίησι κόρακα βουλόμενος μαθεῖν, εἴ τι καὶ ἄλλο τῆς γῆς ἐκλελειμμένον ὑπὸ τοῦ ὕδατος ἀσφαλές ἐστιν ἤδη πρὸς ἔκβασιν· ὁ δὲ πᾶσαν εὑρὼν ἔτι λιμναζομένην πρὸς Νῶχον ἐπανῆλθε. μετὰ δὲ ἡμέρας ἑπτὰ περιστερὰν ἐπὶ τῷ γνῶναι τὰ περὶ τὴν γῆν προύπεμψεν·

ἐπανελθούσης δὲ πεπηλωμένης ἅμα καὶ θαλλὸν ἐλαίας κομιζούσης, μαθὼν τὴν γῆν ἀπηλλαγμένην τοῦ κατακλυσμοῦ μείνας ἄλλας ἑπτὰ ἡμέρας τά τε ζῷα τῆς λάρνακος ἐξαφίησιν αὐτός τε μετὰ τῆς γενεᾶς προελθὼν καὶ θύσας τῷ θεῷ συνευωχεῖτο τοῖς οἰκείοις. ἀποβατήριον μέντοι τὸν τόπον τοῦτον Ἀρμένιοι καλοῦσιν· ἐκεῖ γὰρ ἀνασωθείσης τῆς λάρνακος ἔτι νῦν αὐτῆς τὰ λείψανα ἐπιδεικνύουσι.

Τοῦ δὲ κατακλυσμοῦ τούτου καὶ τῆς λάρνακος μέμνηνται πάντες οἱ τὰς βαρβαρικὰς ἱστορίας ἀναγεγραφότες, ὧν ἐστι Βηρωσὸς ὁ Χαλδαῖος· διηγούμενος γὰρ τὰ περὶ τὸν κατακλυσμὸν οὕτως που διέξεισι· λέγεται δὲ καὶ τοῦ πλοίου ἐν τῇ Ἀρμενίᾳ πρὸς τῷ ὄρει τῶν Κορδυαίων ἔτι μέρος τι εἶναι καὶ κομίζειν τινὰς τῆς ἀσφάλτου ἀφαιροῦντας· χρῶνται δʼ οἱ ἄνθρωποι τῷ κομιζομένῳ πρὸς τοὺς ἀποτροπιασμούς.

μέμνηται δὲ τούτων καὶ Ἱερώνυμος ὁ Αἰγύπτιος ὁ τὴν ἀρχαιολογίαν τὴν Φοινικικὴν συγγραψάμενος καὶ Μνασέας δὲ καὶ ἄλλοι πλείους, καὶ Νικόλαος δὲ ὁ Δαμασκηνὸς ἐν τῇ ἐνενηκοστῇ καὶ ἕκτῃ βίβλῳ ἱστορεῖ περὶ αὐτῶν λέγων οὕτως·

ἔστιν ὑπὲρ τὴν Μινυάδα μέγα ὄρος κατὰ τὴν Ἀρμενίαν Βάρις λεγόμενον, εἰς ὃ πολλοὺς συμφυγόντας ἐπὶ τοῦ κατακλυσμοῦ λόγος ἔχει περισωθῆναι καί τινα ἐπὶ λάρνακος ὀχούμενον ἐπὶ τὴν ἀκρώρειαν ὀκεῖλαι καὶ τὰ λείψανα τῶν ξύλων ἐπὶ πολὺ σωθῆναι. γένοιτο δʼ ἂν οὗτος, ὅντινα καὶ Μωυσῆς ἀνέγραψεν ὁ Ἰουδαίων νομοθέτης.

Νῶχος δὲ φοβούμενος, μὴ καθʼ ἕκαστον ἔτος ἐπικλύζῃ τὴν γῆν ὁ θεὸς φθορὰν ἀνθρώπων καταψηφισάμενος, ἱερὰ καύσας ἐδεῖτο τὸν θεὸν τοῦ λοιποῦ ἐπὶ τῆς πρώτης μένειν εὐταξίας καὶ μηδὲν ἔτι τοιοῦτον ἐπενεγκεῖν πάθος, ὑφʼ οὗ κινδυνεύσει πᾶν ἀπολέσθαι τὸ τῶν ζῴων γένος, ἀλλὰ τετιμωρημένον τοὺς πονηροὺς φειδὼ ποιεῖσθαι τῶν διὰ χρηστότητα περιλειφθέντων καὶ τὸ δεινὸν διαφυγεῖν κεκριμένων·

κακοδαιμονεστέρους γὰρ ἐκείνων ἔσεσθαι καὶ χείρω κακίαν καταδικασθέντας, εἰ μὴ πρὸς τὸ παντελὲς εἶεν σεσωσμένοι, τηρηθεῖεν δʼ ἑτέρῳ κατακλυσμῷ, τοῦ μὲν πρώτου τὸν φόβον καὶ τὴν ἱστορίαν μαθόντες τοῦ δευτέρου δὲ τὴν ἀπώλειαν.

εὐμενῶς τε οὖν αὐτὸν προσδέχεσθαι τὴν θυσίαν παρεκάλει καὶ μηδεμίαν ὀργὴν ἐπὶ τὴν γῆν ὁμοίαν βαλεῖν, ὅπως ἔργοις τε τοῖς ταύτης προσλιπαροῦντες καὶ πόλεις ἀναστήσαντες εὐδαιμόνως ζῆν ἔχοιεν καὶ μηδενὸς ὧν καὶ πρὸ τῆς ἐπομβρίας ἀπέλαυον ὑστερῶσιν ἀγαθῶν, εἰς μακρὸν αὐτῶν γῆρας καὶ βίου μῆκος ὅμοιον τοῖς τάχιον ἐπερχομένων.

Νώχου δὲ ταύτας ποιησαμένου τὰς ἱκετείας ὁ θεὸς ἐπὶ δικαιοσύνῃ τὸν ἄνδρα ἀγαπῶν ἐπένευεν αὐτῷ τὰς εὐχὰς εἰς τέλος ἄξειν, οὔτε τοὺς διεφθαρμένους λέγων αὐτὸς ἀπολέσαι, κακίᾳ δὲ τῇ οἰκείᾳ ταύτην αὐτοὺς ὑποσχεῖν τὴν δίκην, οὔτʼ ἄν, εἰ γενομένους ἀνθρώπους ἀφανίσαι διεγνώκει, παραγαγεῖν αὐτοὺς εἰς τὸν βίον,

σῶφρον γὰρ εἶναι τὴν ἀρχὴν αὐτοῖς μηδὲ χαρίσασθαι τὸ ζῆν ἢ δόντα τοῦτο διαφθείρειν· ἀλλʼ οἷς ἐξύβριζον εἰς τὴν ἐμὴν εὐσέβειαν καὶ ἀρετήν, τούτοις ἐξεβιάσαντό με ταύτην αὐτοῖς ἐπιθεῖναι τὴν δίκην.

παύσομαι δὲ τοῦ λοιποῦ μετὰ τοσαύτης ὀργῆς τὰς τιμωρίας ἐπὶ τοῖς ἀδικήμασιν εἰσπραττόμενος καὶ πολὺ μᾶλλον σοῦ παρακαλοῦντος. εἰ δʼ ἐπὶ πλέον ποτὲ χειμάσαιμι, μὴ δείσητε τῶν ὄμβρων τὸ μέγεθος· οὐ γὰρ ἔτι τὴν γῆν ἐπικλύσει τὸ ὕδωρ.

παραινῶ μέντοι σφαγῆς ἀνθρωπίνης ἀπέχεσθαι καὶ καθαρεύειν φόνου τοὺς δράσαντάς τι τοιοῦτον κολάζοντας, χρῆσθαι δὲ τοῖς ἄλλοις ζῴοις ἅπασι πρὸς ἃ βούλεσθε καὶ τὰς ὀρέξεις ἔχετε. δεσπότας γὰρ ἁπάντων ὑμᾶς εἶναι πεποίηκα τῶν τε χερσαίων καὶ νηκτῶν καὶ ὅσα τὴν μετάρσιον αἰώραν ἔχει καὶ φοράν, χωρὶς αἵματος· ἐν τούτῳ γάρ ἐστιν ἡ ψυχή.

σημανῶ δὲ ὑμῖν παῦλαν ἐσομένην τοξείᾳ τῇ ἐμῇ τὴν ἶριν ἀποσημαίνων· τόξον γὰρ εἶναι τοῦ θεοῦ παρὰ τοῖς ἐκεῖ νενόμισται. καὶ ὁ μὲν θεὸς ταῦτʼ εἰπὼν καὶ ὑποσχόμενος ἀπαλλάσσεται.

Νῶχος δὲ βιοὺς μετὰ τὴν ἐπομβρίαν πεντήκοντα καὶ τριακόσια ἔτη καὶ πάντα τὸν χρόνον τοῦτον εὐδαιμόνως διαγαγὼν τελευτᾷ ζήσας ἐτῶν ἀριθμὸν ἐνακοσίων καὶ πεντήκοντα.

μηδεὶς δὲ πρὸς τὸν νῦν βίον καὶ τὴν βραχύτητα τῶν ἐτῶν ἃ ζῶμεν συμβαλὼν τὸν τῶν παλαιῶν ψευδῆ νομιζέτω τὰ περὶ ἐκείνων λεγόμενα τῷ μηδένα νῦν τοσοῦτον ἐν τῷ βίῳ παρατείνειν χρόνον τεκμαιρόμενος μηδʼ ἐκείνους εἰς ἐκεῖνο τὸ μῆκος τῆς ζωῆς ἀφῖχθαι.

οἱ μὲν γὰρ θεοφιλεῖς ὄντες καὶ ὑπʼ αὐτοῦ τοῦ θεοῦ γενόμενοι καὶ διὰ τὰς τροφὰς ἐπιτηδειοτέρας πρὸς πλείονα χρόνον οὔσας εἰκότως ἔζων πλῆθος τοσοῦτον ἐτῶν· ἔπειτα καὶ διʼ ἀρετὴν καὶ τὴν εὐχρηστίαν ὧν ἐπενόουν ἀστρονομίας καὶ γεωμετρίας πλεῖον ζῆν τὸν θεὸν αὐτοῖς παρασχεῖν, ἅπερ οὐκ ἦν ἀσφαλῶς αὐτοῖς προειπεῖν μὴ ζήσασιν ἑξακοσίους ἐνιαυτούς· διὰ τοσούτων γὰρ ὁ μέγας ἐνιαυτὸς πληροῦται.

μαρτυροῦσι δέ μου τῷ λόγῳ πάντες οἱ παρʼ Ἕλλησι καὶ βαρβάροις συγγραψάμενοι τὰς ἀρχαιολογίας· καὶ γὰρ καὶ Μανέθων ὁ τὴν Αἰγυπτίων ποιησάμενος ἀναγραφὴν καὶ Βηρωσὸς ὁ τὰ Χαλδαϊκὰ συναγαγὼν καὶ Μῶχός τε καὶ Ἑστιαῖος καὶ πρὸς τούτοις ὁ Αἰγύπτιος Ἱερώνυμος οἱ τὰ Φοινικικὰ συγγραψάμενοι συμφωνοῦσι τοῖς ὑπʼ ἐμοῦ λεγομένοις,

Ἡσίοδός τε καὶ Ἑκαταῖος καὶ Ἑλλάνικος καὶ Ἀκουσίλαος καὶ πρὸς τούτοις Ἔφορος καὶ Νικόλαος ἱστοροῦσι τοὺς ἀρχαίους ζήσαντας ἔτη χίλια. περὶ μὲν τούτων, ὡς ἂν ἑκάστοις ᾖ φίλον, οὕτω σκοπείτωσαν.

Οἱ δὲ Νώχου παῖδες τρεῖς ὄντες Σημᾶς καὶ Ἰαφθᾶς καὶ Χαμᾶς ἔτεσιν ἑκατὸν ἔμπροσθεν τῆς ἐπομβρίας γεγονότες, πρῶτοι κατελθόντες ἀπὸ τῶν ὀρῶν εἰς τὰ πεδία τὴν ἐν τούτοις οἴκησιν ἐποιήσαντο, καὶ τοὺς ἄλλους σφόδρα δεδιότας διὰ τὸν κατακλυσμὸν τὰ πεδία καὶ ὀκνηρῶς ἔχοντας πρὸς τὴν ἀπὸ τῶν ὑψηλῶν τόπων κατάβασιν ἔπεισαν θαρσήσαντας μιμητὰς αὐτῶν γενέσθαι.

καὶ τὸ μὲν πεδίον, εἰς ὃ πρῶτον αὐτοὺς κατῴκισαν, καλεῖται Σεναάρ· τοῦ δὲ θεοῦ κελεύσαντος αὐτοὺς διὰ πολυανθρωπίαν στέλλειν ἀποικίας, ἵνα μὴ στασιάζοιεν πρὸς ἀλλήλους, ἀλλὰ γῆν πολλὴν γεωργοῦντες ἀφθονίας ἀπολαύοιεν τῶν καρπῶν, ὑπὸ ἀμαθίας παρήκουσαν τοῦ θεοῦ καὶ διὰ τοῦτο συμφοραῖς περιπεσόντες ᾔσθοντο τῆς ἁμαρτίας·

ἐπεὶ γὰρ ἤνθουν νεότητος πλήθει, πάλιν ὁ θεὸς αὐτοῖς συνεβούλευσε ποιεῖσθαι τὴν ἀποικίαν· οἱ δὲ οὐ κατὰ τὴν εὐμένειαν τὴν ἐκείνου νομίζοντες ἔχειν τὰ ἀγαθά, τὴν δʼ ἰσχὺν αὐτοῖς τὴν οἰκείαν αἰτίαν τῆς εὐπορίας ὑπολαμβάνοντες οὐκ ἐπείθοντο.

προσετίθεσαν δὲ τῷ παρακούειν τῆς τοῦ θεοῦ γνώμης καὶ τὸ κατʼ ἐπιβουλὴν ὑπονοεῖν εἰς ἀποικίαν αὐτοὺς παρορμᾶν, ἵνα διαιρεθέντες εὐεπιχειρητότεροι γένωνται.

Ἐξῆρέ τε αὐτοὺς πρός τε ὕβριν τοῦ θεοῦ καὶ καταφρόνησιν Ναβρώδης, ὃς υἱωνὸς μὲν ἦν Χάμου τοῦ Νώχου, τολμηρὸς δὲ καὶ κατὰ χεῖρα γενναῖος· ἔπειθεν οὖν αὐτοὺς μὴ τῷ θεῷ διδόναι τὸ διʼ ἐκεῖνον εὐδαιμονεῖν, ἀλλὰ τὴν ἰδίαν ἀρετὴν ταῦτα παρέχειν αὐτοῖς ἡγεῖσθαι,

καὶ περιίστα δὲ κατʼ ὀλίγον εἰς τυραννίδα τὰ πράγματα μόνως οὕτως νομίζων ἀποστήσειν τοὺς ἀνθρώπους τοῦ φόβου τοῦ παρὰ τοῦ θεοῦ, εἰ χρώμενοι τῇ αὐτοῦ δυνάμει διατελοῖεν, ἀμυνεῖσθαί τε τὸν θεὸν πάλιν ἠπείλει τὴν γῆν ἐπικλύσαι θελήσαντα· πύργον γὰρ οἰκοδομήσειν ὑψηλότερον ἢ τὸ ὕδωρ ἀναβῆναι δυνηθείη, μετελεύσεσθαι δὲ καὶ τῆς τῶν προγόνων ἀπωλείας.

Τὸ δὲ πλῆθος πρόθυμον ἦν τοῖς Ναβρώδου ἕπεσθαι δόγμασι δουλείαν ἡγούμενοι τὸ εἴκειν τῷ θεῷ, καὶ τὸν πύργον ᾠκοδόμουν οὐδὲν ἀπολείποντες σπουδῆς οὐδὲ πρὸς τὸ ἔργον ὀκνηρῶς ἔχοντες· ἐλάμβανε δὲ θᾶττον ὕψος ἢ προσεδόκησεν ἄν τις ὑπὸ πολυχειρίας.

τὸ μέντοι πάχος ἦν ἰσχυρὸν τοσοῦτον, ὥσθʼ ὑπʼ αὐτοῦ μειοῦσθαι τοῖς ὁρῶσι τὸ μῆκος. ᾠκοδομεῖτο δὲ ἐκ πλίνθου ὀπτῆς ἀσφάλτῳ συνδεδεμένης, ὡς ἂν μὴ περιρρέοι. οὕτως δὲ μεμηνότας αὐτοὺς ὁρῶν ὁ θεὸς ἀφανίσαι μὲν ἐκ παντὸς οὐκ ἔκρινεν, ὅτι μηδʼ ὑπὸ τῶν πρώτων ἀπολωλότων σωφρονισθεῖεν,

εἰς στάσιν δὲ αὐτοὺς ἐνέβαλεν ἀλλογλώσσους ἀπεργασάμενος καὶ ὑπὸ πολυφωνίας ποιήσας ἑαυτῶν ἀσυνέτους εἶναι. ὁ δὲ τόπος ἐν ᾧ τὸν πύργον ᾠκοδόμησαν νῦν Βαβυλὼν καλεῖται διὰ τὴν σύγχυσιν τοῦ περὶ τὴν διάλεκτον πρῶτον ἐναργοῦς· Ἑβραῖοι γὰρ τὴν σύγχυσιν βαβὲλ καλοῦσι.

περὶ δὲ τοῦ πύργου τούτου καὶ τῆς ἀλλοφωνίας τῶν ἀνθρώπων μέμνηται καὶ Σίβυλλα λέγουσα οὕτως· πάντων ὁμοφώνων ὄντων τῶν ἀνθρώπων πύργον ᾠκοδόμησάν τινες ὑψηλότατον ὡς ἐπὶ τὸν οὐρανὸν ἀναβησόμενοι διʼ αὐτοῦ. οἱ δὲ θεοὶ ἀνέμους ἐπιπέμψαντες ἀνέτρεψαν τὸν πύργον καὶ ἰδίαν ἑκάστῳ φωνὴν ἔδωκαν· καὶ διὰ τοῦτο Βαβυλῶνα συνέβη κληθῆναι τὴν πόλιν.

περὶ δὲ τοῦ πεδίου τοῦ λεγομένου Σεναὰρ ἐν τῇ Βαβυλωνίᾳ χώρᾳ μνημονεύει Ἑστιαῖος λέγων οὕτως· τῶν δὲ ἱερέων τοὺς διασωθέντας τὰ τοῦ Ἐνυαλίου Διὸς ἱερώματα λαβόντας εἰς Σεναὰρ τῆς Βαβυλωνίας ἐλθεῖν.

Σκίδνανται δὴ τὸ λοιπὸν ἐντεῦθεν ὑπὸ τῆς ἀλλογλωσσίας τὰς ἀποικίας ποιησάμενοι πανταχοῦ, καὶ γῆν ἕκαστοι κατελάμβανον τὴν ἐντυχοῦσαν καὶ εἰς ἣν αὐτοὺς ἦγεν ὁ θεός, ὡς πληρωθῆναι πᾶσαν αὐτῶν ἤπειρον μεσόγεών τε καὶ παράλιον· εἰσὶ δʼ οἳ καὶ περαιωσάμενοι ναυσὶ τὰς νήσους κατῴκησαν.

καὶ τῶν ἐθνῶν ἔνια μὲν διασώζει τὰς ὑπὸ τῶν κτισάντων κειμένας προσηγορίας, ἔνια δὲ καὶ μετέβαλεν, οἱ δὲ καὶ πρὸς τὸ σαφέστερον εἶναι δοκοῦν τοῖς παροικοῦσι τροπὴν ἔλαβον. Ἕλληνες δʼ εἰσὶν οἱ τούτου καταστάντες αἴτιοι· ἰσχύσαντες γὰρ ἐν τοῖς ὕστερον ἰδίαν ἐποιήσαντο καὶ τὴν πάλαι δόξαν καλλωπίσαντες τὰ ἔθνη τοῖς ὀνόμασι πρὸς τὸ συνετὸν αὐτοῖς καὶ κόσμον θέμενοι πολιτείας…

Ἦσ…

The complete text is available when the reading interface loads.