The Greek Library Author

Josephus

Ἰωσήπου βίος

Author namesFlavius Josèphe · Flavius Josephe · Josèphe · Josephe · Josephus · Ιωσηπος

Scientific editors
Benedikt Niese
Edition reference
Flavii Iosephi Opera · Berlin · Weidmann · 1890
CTS identifier
urn:cts:greekLit:tlg0526.tlg002.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Ἐμοὶ δὲ γένος ἐστὶν οὐκ ἄσημον, ἀλλʼ ἐξ ἱερέων ἄνωθεν καταβεβηκός. ὥσπερ δʼ ἡ παρʼ ἑκάστοις ἄλλη τίς ἐστιν εὐγενείας ὑπόθεσις, οὕτως παρʼ ἡμῖν ἡ τῆς ἱερωσύνης μετουσία τεκμήριόν ἐστιν γένους λαμπρότητος.

ἐμοὶ δʼ οὐ μόνον ἐξ ἱερέων ἐστὶν τὸ γένος, ἀλλὰ καὶ ἐκ τῆς πρώτης ἐφημερίδος τῶν εἰκοσιτεσσάρων, πολλὴ δὲ κἀν τούτῳ διαφορά, καὶ τῶν ἐν ταύτῃ δὲ φυλῶν ἐκ τῆς ἀρίστης. ὑπάρχω δὲ καὶ τοῦ βασιλικοῦ γένους ἀπὸ τῆς μητρός· οἱ γὰρ Ἀσαμωναίου παῖδες, ὧν ἔγγονος ἐκείνη, τοῦ ἔθνους ἡμῶν ἐπὶ μήκιστον χρόνον ἠρχιεράτευσαν καὶ ἐβασίλευσαν.

ἐρῶ δὲ τὴν διαδοχήν· ὁ πρόπαππος ἡμῶν Σίμων ὁ Ψελλὸς ἐπικαλούμενος. οὗτος ἐγένετο καθʼ ὃν καιρὸν ἠρχιεράτευσεν Σίμωνος ἀρχιερέως ὁ παῖς, ὃς πρῶτος ἀρχιερέων Ὑρκανὸς ὠνομάσθη.

γίνονται δὲ τῷ Ψελλῷ Σίμωνι παῖδες ἐννέα· τούτων ἐστὶν Ματθίας ὁ Ἠφαίου λεγόμενος· οὗτος ἠγάγετο πρὸς γάμον θυγατέρα Ἰωνάθου ἀρχιερέως τοῦ πρώτου ἐκ τῶν Ἀσαμωναίου παίδων γένους ἀρχιερατεύσαντος τοῦ ἀδελφοῦ Σίμωνος τἀρχιερέως, καὶ γίνεται παῖς αὐτῷ Ματθίας ὁ Κυρτὸς ἐπικληθεὶς ἄρχοντος Ὑρκανοῦ τὸν πρῶτον ἐνιαυτόν.

τούτου γίνεται Ἰώσηπος ἐνάτῳ ἔτει τῆς Ἀλεξάνδρας ἀρχῆς, καὶ Ἰωσήπου Ματθίας βασιλεύοντος Ἀρχελάου τὸ δέκατον, Ματθία δὲ ἐγὼ τῷ πρώτῳ τῆς Γαΐου Καίσαρος ἡγεμονίας. ἐμοὶ δὲ παῖδές εἰσιν τρεῖς, Ὑρκανὸς μὲν ὁ πρεσβύτατος ἔτει τετάρτῳ τῆς Οὐεσπασιανοῦ Καίσαρος ἡγεμονίας, ἑβδόμῳ δὲ Ἰοῦστος, ἐνάτῳ δὲ Ἀγρίππας.

τὴν μὲν τοῦ γένους ἡμῶν διαδοχήν, ὡς ἐν ταῖς δημοσίαις δέλτοις ἀναγεγραμμένην εὗρον, οὕτως παρατίθεμαι τοῖς διαβάλλειν ἡμᾶς πειρωμένοις χαίρειν φράσας.

Ὁ πατὴρ δέ μου Ματθίας οὐ διὰ μόνην τὴν εὐγένειαν ἐπίσημος ἦν, ἀλλὰ πλέον διὰ τὴν δικαιοσύνην ἐπῃνεῖτο, γνωριμώτατος ὢν ἐν τῇ μεγίστῃ πόλει τῶν παρʼ ἡμῖν τοῖς Ἱεροσολυμίταις.

ἐγὼ δὲ συμπαιδευόμενος ἀδελφῷ Ματθίᾳ τοὔνομα, γεγόνει γάρ μοι γνήσιος ἐξ ἀμφοῖν τῶν γονέων, εἰς μεγάλην παιδείας προύκοπτον ἐπίδοσιν μνήμῃ τε καὶ συνέσει δοκῶν διαφέρειν,

ἔτι δʼ ἀντίπαις ὢν περὶ τεσσαρεσκαιδέκατον ἔτος διὰ τὸ φιλογράμματον ὑπὸ πάντων ἐπῃνούμην συνιόντων ἀεὶ τῶν ἀρχιερέων καὶ τῶν τῆς πόλεως πρώτων ὑπὲρ τοῦ παρʼ ἐμοῦ περὶ τῶν νομίμων ἀκριβέστερόν τι γνῶναι.

περὶ δὲ ἑκκαίδεκα ἔτη γενόμενος ἐβουλήθην τῶν παρʼ ἡμῖν αἱρέσεων ἐμπειρίαν λαβεῖν· τρεῖς δʼ εἰσὶν αὗται, Φαρισαίων μὲν ἡ πρώτη, καὶ Σαδδουκαίων ἡ δευτέρα, τρίτη δʼ Ἐσσηνῶν, καθὼς πολλάκις εἴπομεν· οὕτως γὰρ ᾤμην αἱρήσεσθαι τὴν ἀρίστην, εἰ πάσας καταμάθοιμι.

σκληραγωγήσας οὖν ἐμαυτὸν καὶ πολλὰ πονηθεὶς τὰς τρεῖς διῆλθον, καὶ μηδὲ τὴν ἐντεῦθεν ἐμπειρίαν ἱκανὴν ἐμαυτῷ νομίσας εἶναι πυθόμενός τινα Βάννουν ὄνομα κατὰ τὴν ἐρημίαν διατρίβειν, ἐσθῆτι μὲν ἀπὸ δένδρων χρώμενον, τροφὴν δὲ τὴν αὐτομάτως φυομένην προσφερόμενον, ψυχρῷ δὲ ὕδατι τὴν ἡμέραν καὶ τὴν νύκτα πολλάκις λουόμενον πρὸς ἁγνείαν, ζηλωτὴς ἐγενόμην αὐτοῦ.

καὶ διατρίψας παρʼ αὐτῷ ἐνιαυτοὺς τρεῖς καὶ τὴν ἐπιθυμίαν τελειώσας εἰς τὴν πόλιν ὑπέστρεφον. ἐννεακαιδέκατον δʼ ἔτος ἔχων ἠρξάμην τε πολιτεύεσθαι τῇ Φαρισαίων αἱρέσει κατακολουθῶν, ἣ παραπλήσιός ἐστι τῇ παρʼ Ἕλλησιν Στωϊκῇ λεγομένῃ.

Μετʼ εἰκοστὸν δὲ καὶ ἕκτον ἐνιαυτὸν εἰς Ῥώμην μοι συνέπεσεν ἀναβῆναι διὰ τὴν λεχθησομένην αἰτίαν· καθʼ ὃν χρόνον Φῆλιξ τῆς Ἰουδαίας ἐπετρόπευεν ἱερεῖς τινας συνήθεις ἐμοὶ καλοὺς κἀγαθοὺς διὰ μικρὰν καὶ τὴν τυχοῦσαν αἰτίαν δήσας εἰς τὴν Ῥώμην ἔπεμψε λόγον ὑφέξοντας τῷ Καίσαρι.

οἷς ἐγὼ πόρον εὑρέσθαι βουλόμενος σωτηρίας, μάλιστα δὲ πυθόμενος ὅτι καίπερ ἐν κακοῖς ὄντες οὐκ ἐπελάθοντο τῆς εἰς τὸ θεῖον εὐσεβείας, διατρέφοιντο δὲ σύκοις καὶ καρύοις, ἀφικόμην εἰς τὴν Ῥώμην πολλὰ κινδυνεύσας κατὰ θάλασσαν.

βαπτισθέντος γὰρ ἡμῶν τοῦ πλοίου κατὰ μέσον τὸν Ἀδρίαν περὶ ἑξακοσίους τὸν ἀριθμὸν ὄντες διʼ ὅλης τῆς νυκτὸς ἐνηξάμεθα, καὶ περὶ ἀρχομένην ἡμέραν ἐπιφανέντος ἡμῖν κατὰ θεοῦ πρόνοιαν Κυρηναϊκοῦ πλοίου φθάσαντες τοὺς ἄλλους ἐγώ τε καί τινες ἕτεροι περὶ ὀγδοήκοντα σύμπαντες ἀνελήφθημεν εἰς τὸ πλοῖον.

διασωθεὶς δʼ εἰς τὴν Δικαιάρχειαν, ἣν Ποτιόλους Ἰταλοὶ καλοῦσιν, διὰ φιλίας ἀφικόμην Ἁλιτύρῳ, μιμολόγος δʼ ἦν οὗτος μάλιστα τῷ Νέρωνι καταθύμιος Ἰουδαῖος τὸ γένος, καὶ διʼ αὐτοῦ Ποππαίᾳ τῇ τοῦ Καίσαρος γυναικὶ γνωσθεὶς προνοῶ ὡς τάχιστα παρακαλέσας αὐτὴν τοὺς ἱερεῖς λυθῆναι. μεγάλων δὲ δωρεῶν πρὸς τῇ εὐεργεσίᾳ ταύτῃ τυχὼν παρὰ τῆς Ποππαίας ὑπέστρεφον ἐπὶ τὴν οἰκείαν.

Καταλαμβάνω δʼ ἤδη νεωτερισμῶν ἀρχὰς καὶ πολλοὺς ἐπὶ τῇ Ῥωμαίων ἀποστάσει μέγα φρονοῦντας. καταστέλλειν οὖν ἐπειρώμην τοὺς στασιώδεις καὶ μετανοεῖν ἔπειθον ποιησαμένους πρὸ ὀφθαλμῶν πρὸς οὓς πολεμήσουσιν, ὅτι Ῥωμαίων οὐ κατʼ ἐμπειρίαν μόνον πολεμικήν, ἀλλὰ καὶ κατʼ εὐτυχίαν ἐλαττοῦνται·

καὶ μὴ προπετῶς καὶ παντάπασιν ἀνοήτως πατρίσι καὶ γενεαῖς καὶ σφίσιν αὐτοῖς τὸν περὶ τῶν ἐσχάτων κακῶν κίνδυνον ἐπάγειν.

ταῦτα δʼ ἔλεγον καὶ λιπαρῶς ἐνεκείμην ἀποτρέπων, δυστυχέστατον ἡμῖν τοῦ πολέμου τὸ τέλος γενήσεσθαι προορώμενος. οὐ μὴν ἔπεισα· πολὺ γὰρ ἡ τῶν ἀπονοηθέντων ἐπεκράτησεν μανία.

Δείσας οὖν, μὴ ταῦτα συνεχῶς λέγων διὰ μίσους ἀφικοίμην καὶ ὑποψίας ὡς τὰ τῶν πολεμίων φρονῶν καὶ κινδυνεύσω ληφθεὶς ὑπʼ αὐτῶν ἀναιρεθῆναι, ἐχομένης ἤδη τῆς Ἀντωνίας, ὅπερ ἦν φρούριον, εἰς τὸ ἐνδοτέρω ἱερὸν ὑπεχώρησα.

μετὰ δὲ τὴν ἀναίρεσιν Μαναήμου καὶ τῶν πρώτων τοῦ λῃστρικοῦ στίφους ὑπεξελθὼν τοῦ ἱεροῦ πάλιν τοῖς ἀρχιερεῦσιν καὶ τοῖς πρώτοις τῶν Φαρισαίων συνδιέτριβον.

φόβος δʼ οὔτι μέτριος εἶχεν ἡμᾶς ὁρῶντας τὸν μὲν δῆμον ἐν τοῖς ὅπλοις, αὐτοὶ δʼ ὄντες ἐν ἀπόρῳ, τί ποιήσομεν, καὶ τοὺς νεωτεριστὰς παύειν οὐ δυνάμενοι, προδήλου δʼ ἡμῖν τοῦ κινδύνου παρεστῶτος, συγκατανεύειν μὲν αὐτῶν ταῖς γνώμαις ἐλέγομεν, συνεβουλεύομεν δὲ μένειν ἐφʼ αὑτῶν, καὶ τοὺς πολεμίους ἐπελθόντας ἐᾶν, ἵνα τοῦ δικαίως ἀνταίρειν ὅπλα πίστιν εὕρωνται.

ταῦτα δʼ ἐπράττομεν ἐλπίζοντες οὐκ εἰς μακρὰν Κέστιον μετὰ μεγάλης δυνάμεως ἀναβάντα παύσειν τὸν νεωτερισμόν.

Ὁ δʼ ἐπελθὼν καὶ συμβαλὼν μάχῃ ἐνικήθη πολλῶν τῶν μετʼ αὐτοῦ πεσόντων. καὶ γίνεται τὸ Κεστίου πταῖσμα συμφορὰ τοῦ σύμπαντος ἡμῶν ἔθνους· ἐπήρθησαν γὰρ ἐπὶ τούτῳ μᾶλλον οἱ τὸν πόλεμον ἀγαπήσαντες καὶ νικήσαντες τοὺς Ῥωμαίους εἰς τέλος ἤλπισαν προσγενομένης καὶ ἑτέρας τινὸς τοιαύτης αἰτίας·

οἱ τὰς πέριξ τῆς Συρίας πόλεις κατοικοῦντες τοὺς παρʼ ἑαυτοῖς Ἰουδαίους συλλαμβάνοντες σὺν γυναιξὶ καὶ τέκνοις ἀνῄρουν οὐδεμίαν αὐτοῖς αἰτίαν ἐπικαλεῖν ἔχοντες· οὔτε γὰρ ἐπὶ Ῥωμαίων ἀποστάσει νεώτερόν τι πεφρονήκεσαν οὔτε πρὸς αὐτοὺς ἐκείνους ἐχθρὸν ἢ ἐπίβουλον.

Σκυθοπολῖται δὲ πάντων ἀσεβέστατα καὶ παρανομώτατα διεπράξαντο· ἐπελθόντων γὰρ αὐτοῖς Ἰουδαίων ἔξωθεν πολεμίων τοὺς παρʼ αὐτοῖς Ἰουδαίους ἐβιάσαντο κατὰ τῶν ὁμοφύλων ὅπλα λαβεῖν, ὅπερ ἐστὶν ἡμῖν ἀθέμιτον, καὶ μετʼ ἐκείνων συμβαλόντες ἐκράτησαν τῶν ἐπελθόντων· ἐπειδὴ δʼ ἐνίκησαν, ἐκλαθόμενοι τῆς πρὸς τοὺς ἐνοίκους καὶ συμμάχους πίστεως πάντας αὐτοὺς διεχρήσαντο πολλὰς μυριάδας ὄντας.

ὅμοια δʼ ἔπαθον καὶ οἱ Δαμασκὸν Ἰουδαῖοι κατοικοῦντες. ἀλλὰ περὶ μὲν τούτων ἀκριβέστερον ἐν ταῖς περὶ τοῦ Ἰουδαϊκοῦ πολέμου βίβλοις δεδηλώκαμεν· νῦν δʼ αὐτῶν ἐπεμνήσθην βουλόμενος παραστῆσαι τοῖς ἀναγινώσκουσιν, ὅτι οὐ προαίρεσις ἐγένετο τοῦ πολέμου πρὸς Ῥωμαίους Ἰουδαίοις, ἀλλὰ τὸ πλέον ἀνάγκη.

Νικηθέντος οὖν, ὡς ἔφαμεν, τοῦ Κεστίου, τῶν Ἱεροσολυμιτῶν οἱ πρῶτοι θεασάμενοι τοὺς μὲν λῃστὰς ἅμα τοῖς νεωτερισταῖς εὐπορουμένους ὅπλων, δείσαντες δʼ αὐτοὶ μὴ ἄνοπλοι καθεστηκότες ὑποχείριοι γένωνται τοῖς ἐχθροῖς, ὃ καὶ μετὰ ταῦτα συνέβη, καὶ πυθόμενοι τὴν Γαλιλαίαν οὔπω πᾶσαν Ῥωμαίων ἀφεστάναι, μέρος δʼ αὐτῆς ἠρεμεῖν ἔτι,

πέμπουσιν ἐμὲ καὶ δύο ἄλλους τῶν ἱερέων καλοὺς κἀγαθοὺς ἄνδρας, Ἰώζαρον καὶ Ἰούδαν, πείσοντας τοὺς πονηροὺς καταθέσθαι τὰ ὅπλα καὶ διδάξοντας, ὡς ἔστιν ἄμεινον τοῖς κρατίστοις τοῦ ἔθνους αὐτὰ τηρεῖσθαι. ἔγνωστο δὲ τούτοις ἀεὶ μὲν ἔχειν τὰ ὅπλα πρὸς τὸ μέλλον ἕτοιμα, περιμένειν δέ, τί πράξουσιν Ῥωμαῖοι, μαθεῖν.

Λαβὼν οὖν ἐγὼ τὰς ὑποθήκας ταύτας ἀφικόμην εἰς τὴν Γαλιλαίαν. καὶ Σεπφωρίτας μὲν οὐκ ἐν ὀλίγῳ περὶ τῆς πατρίδος ἀγῶνι καθεστῶτας εὗρον, διαρπάσαι κεκρικότων αὐτὴν τῶν Γαλιλαίων διὰ τὴν πρὸς Ῥωμαίους ἐκείνων φιλίαν καὶ ὅτι Κεστίῳ Γάλλῳ τῷ τῆς Συρίας ἡγεμονεύοντι δεξιάν τε καὶ πίστιν προτείνειαν.

ἀλλὰ τούτους μὲν ἐγὼ πάντας ἀπήλλαξα τοῦ φόβου πείσας ὑπὲρ αὐτῶν τὰ πλήθη καὶ ἐπιτρέψας ὅσα καὶ θέλουσι διαπέμπεσθαι διὰ τοὺς ἐν Δώροις οἰκείους ὁμηρεύοντας Κεστίῳ. τὰ δὲ Δῶρα πόλις ἐστὶν τῆς Φοινίκης. τοὺς ἐν Τιβεριάδι δὲ κατοικοῦντας εὗρον ἐφʼ ὅπλα κεχωρηκότας ἤδη διʼ αἰτίαν τοιαύτην·

Στάσεις τρεῖς ἦσαν κατὰ τὴν πόλιν, μία μὲν ἀνδρῶν εὐσχημόνων, ἦρχε δʼ αὐτῆς Ἰούλιος Κάπελλος.

οὗτος δὴ καὶ οἱ σὺν αὐτῷ πάντες, Ἡρώδης ὁ Μιαροῦ καὶ Ἡρώδης ὁ τοῦ Γαμάλου καὶ Κομψὸς ὁ τοῦ Κομψοῦ· Κρίσπος γὰρ ἀδελφὸς αὐτοῦ τοῦ μεγάλου βασιλέως γενόμενός ποτε ἔπαρχος ἐν ταῖς ἰδίαις κτήσεσιν ἐτύγχανεν πέραν τοῦ Ἰορδάνου·

πάντες οὖν οἱ προειρημένοι κατὰ τὸν καιρὸν ἐκεῖνον ἐμμένειν συνεβούλευον τῇ πρὸς τοὺς Ῥωμαίους καὶ τὸν βασιλέα πίστει. τῇ γνώμῃ δʼ οὐ συνηρέσκετο Πιστὸς παραγόμενος ὑπὸ Ἰούστου τοῦ παιδός· καὶ γὰρ ἦν φύσει πως ἐπιμανής.

ἡ δευτέρα δὲ στάσις ἐξ ἀσημοτάτων συνεστηκυῖα πολεμεῖν ἔκρινεν.

Ἰοῦστος δʼ ὁ Πιστοῦ παῖς ὁ τῆς τρίτης μερίδος πρῶτος ὑπεκρίνετο μὲν ἐνδοιάζειν πρὸς τὸν πόλεμον, νεωτέρων δʼ ἐπεθύμει πραγμάτων ἐκ τῆς μεταβολῆς οἰόμενος δύναμιν ἑαυτῷ περιποιήσειν.

παρελθὼν οὖν εἰς μέσους διδάσκειν ἐπειρᾶτο τὸ πλῆθος, ὡς ἡ πόλις ἀεὶ τῆς Γαλιλαίας ἄρξειεν ἐπί γε τῶν Ἡρώδου χρόνων τοῦ τετράρχου καὶ κτίστου γενομένου, βουληθέντος αὐτοῦ τὴν Σεπφωριτῶν πόλιν τῇ Τιβεριέων ὑπακούειν, ἀποβαλεῖν δὲ τὸ πρωτεῖον αὐτοὺς μηδὲ ἐπὶ τοῦ βασιλέως Ἀγρίππα τοῦ πατρὸς, διαμεῖναι δὲ καὶ μέχρι Φήλικος προεσταμένου τῆς Ἰουδαίας.

νῦν δὲ ἔλεγεν αὐτοὺς ἠτυχηκέναι τῷ νεωτέρῳ δωρεὰν Ἀγρίππᾳ δοθέντας ὑπὸ Νέρωνος· ἄρξαι γὰρ εὐθὺς τὴν μὲν Σέπφωριν, ἐπειδὴ Ῥωμαίοις ὑπήκουσεν, τῆς Γαλιλαίας, καταλυθῆναι δὲ παρʼ αὐτοῖς τήν τε βασιλικὴν τράπεζαν καὶ τὰ ἀρχεῖα.

ταῦτα καὶ πρὸς τούτοις ἕτερα πολλὰ κατὰ βασιλέως Ἀγρίππα λέγων ὑπὲρ τοῦ τὸν δῆμον εἰς τὴν ἀπόστασιν ἐρεθίσαι, προσετίθει νῦν εἶναι καιρὸν ἀραμένους ὅπλα καὶ Γαλιλαίους συμμάχους προσλαβόντας, ἄρξειν γὰρ αὐτῶν ἑκόντων διὰ τὸ πρὸς τοὺς Σεπφωρίτας μῖσος ὑπάρχειν αὐτοῖς, ὅτι τὴν πρὸς Ῥωμαίους πίστιν διαφυλάσσουσιν, μεγάλῃ χειρὶ πρὸς τὴν ὑπὲρ αὐτῶν τιμωρίαν τραπέσθαι.

ταῦτα λέγων προετρέψατο τὸ πλῆθος· ἦν γὰρ ἱκανὸς δημαγωγεῖν καὶ τῶν ἀντιλεγόντων τὰ βελτίω περιεῖναι γοητείᾳ καὶ ἀπάτῃ τῇ διὰ λόγων· καὶ γὰρ οὐδʼ ἄπειρος ἦν παιδείας τῆς παρʼ Ἕλλησιν, ᾗ θαρρῶν ἐπεχείρησεν καὶ τὴν ἱστορίαν τῶν πραγμάτων τούτων ἀναγράφειν, ὡς τῷ λόγῳ τούτῳ περιεσόμενος τῆς ἀληθείας.

ἀλλὰ περὶ μὲν τούτου τοῦ ἀνδρός, ὡς φαῦλος τὸν βίον ἐγένετο καὶ ὡς σὺν τῷ ἀδελφῷ μικροῦ δεῖν καταστροφῆς αἴτιος ὑπῆρξεν, προϊόντος τοῦ λόγου δηλώσομεν.

τότε δὲ πείσας ὁ Ἰοῦστος τοὺς πολίτας ἀναλαβεῖν τὰ ὅπλα πολλοὺς δὲ καὶ μὴ θελήσαντας ἀναγκάσας, ἐξελθὼν σὺν πᾶσιν τούτοις ἐμπίπρησιν τάς τε Γαδαρηνῶν καὶ Ἱππηνῶν κώμας, αἳ δὴ μεθόριοι τῆς Τιβεριάδος καὶ τῆς τῶν Σκυθοπολιτῶν γῆς ἐτύγχανον κείμεναι.

Καὶ Τιβεριὰς μὲν ἐν τοιούτοις ἦν. τὰ περὶ Γίσχαλα δὲ εἶχε τὸν τρόπον τοῦτον· Ἰωάννης ὁ τοῦ Ληουεῖ τῶν πολιτῶν τινας ὁρῶν διὰ τὴν ἀποστασίαν τὴν ἀπὸ Ῥωμαίων μέγα φρονοῦντας κατέχειν αὐτοὺς ἐπειρᾶτο καὶ τὴν πίστιν ἠξίου διαφυλάττειν.

οὐ μὴν ἠδυνήθη καίτοι πάνυ προθυμούμενος· τὰ γὰρ πέριξ ἔθνη, Γαδαρηνοὶ καὶ βαραγαναῖοι καὶ Τύριοι, πολλὴν ἀθροίσαντες δύναμιν καὶ τοῖς Γισχάλοις ἐπιπεσόντες λαμβάνουσι τὰ Γίσχαλα κατὰ κράτος, καὶ πυρπολήσαντες εἶτα δὲ προσκατασκάψαντες εἰς τὴν οἰκείαν ἀνέζευξαν.

Ἰωάννης δὲ ἐπὶ τούτῳ παροξυνθεὶς ὁπλίζει πάντας τοὺς μετʼ αὐτοῦ καὶ συμβαλὼν τοῖς προειρημένοις ἔθνεσιν τά τε Γίσχαλα κρείττονα πάλιν ἀνακτίσας τείχεσιν ὑπὲρ ἀσφαλείας τῆς εἰς ὕστερον ὠχύρωσεν.

Γάμαλα δὲ πίστει τῇ πρὸς Ῥωμαίους ἐνέμεινε διʼ αἰτίαν τοιαύτην· Φίλιππος ὁ Ἰακείμου παῖς ἔπαρχος δὲ τοῦ βασιλέως Ἀγρίππα, σωθεὶς παρὰ δόξαν ἐκ τῆς ἐν Ἱεροσολύμοις βασιλικῆς αὐλῆς πολιορκουμένης καὶ διαφυγών, εἰς ἕτερον ἐνέπεσε κίνδυνον, ὥστε ὑπὸ Μαναήμου καὶ τῶν σὺν αὐτῷ λῃστῶν ἀναιρεθῆναι.

διεκώλυσαν δὲ Βαβυλώνιοί τινες συγγενεῖς αὐτοῦ ἐν Ἱεροσολύμοις ὄντες πρᾶξαι τοὺς λῃστὰς τὸ ἔργον. ἐπιμείνας οὖν ἡμέρας τέσσαρας ὁ Φίλιππος ἐκεῖ τῇ πέμπτῃ φεύγει περιθετῇ χρησάμενος κόμῃ τοῦ μὴ κατάδηλος γενέσθαι, καὶ παραγενόμενος εἴς τινα τῶν ἑαυτοῦ κωμῶν κατὰ τοὺς ὅρους Γάμαλα τοῦ φρουρίου κειμένην πέμπει πρός τινας τῶν ὑπʼ αὐτὸν προστάσσων ὡς αὐτὸν ἀφικέσθαι τὴν Φιλίππου.

ταῦτα δʼ αὐτὸν ἐννοούμενον ἐμποδίζει τὸ θεῖον ἐπὶ συμφέροντι· μὴ γὰρ τούτου γενομένου πάντως ἂν ἀπωλώλει· πυρετοῦ δὴ κατασχόντος αὐτὸν ἐξαίφνης γράψας ἐπιστολὰς τοῖς παισὶν Ἀγρίππᾳ καὶ Βερενίκῃ δίδωσιν τῶν ἐξελευθέρων τινὶ κομίζειν πρὸς Οὔαρον.

ἦν δʼ οὗτος κατὰ τὸν καιρὸν ἐκεῖνον ὁ τὴν βασιλείαν διοικῶν καταστησάντων αὐτὸν τῶν βασιλέων· αὐτοὶ γὰρ εἰς Βηρυτὸν ἀφικνοῦντο ὑπαντῆσαι βουλόμενοι Κεστίῳ.

λαβὼν οὖν Οὔαρος τὰ παρὰ Φιλίππου γράμματα καὶ πυθόμενος αὐτὸν διασεσῶσθαι βαρέως ἤνεγκεν, ἀχρεῖος τὸ λοιπὸν αὐτὸς νομίζων φανεῖσθαι τοῖς βασιλεῦσιν ἀφικομένου τοῦ Φιλίππου. προαγαγὼν οὖν εἰς τὸ πλῆθος τὸν τὰς ἐπιστολὰς κομίζοντα καὶ πλαστογραφίαν ἐπικαλέσας ψεύδεσθαί τε φήσας αὐτὸν ἀπαγγείλαντα Φίλιππον ἐν τοῖς Ἱεροσολύμοις μετὰ τῶν Ἰουδαίων Ῥωμαίοις πολεμεῖν ἀπέκτεινεν.

μὴ ὑποστρέψαντος δὴ τοῦ ἐξελευθέρου Φίλιππος ἀπορῶν τὴν αἰτίαν δεύτερον ἐκπέμπει μετʼ ἐπιστολῶν πάλιν τὸν ἀπαγγελοῦντα πρὸς αὐτόν, τί τὸ συμβεβηκὸς εἴη τῷ ἀποσταλέντι, διʼ ὃ βραδύνειεν.

καὶ τοῦτον δὲ παραγενόμενον ὁ Οὔαρος συκοφαντήσας ἀνεῖλεν· καὶ γὰρ ὑπὸ τῶν ἐν Καισαρείᾳ Σύρων ἐπῆρτο μέγα φρονεῖν, ἀναιρεθήσεσθαι μὲν λεγόντων ὑπὸ Ῥωμαίων τὸν Ἀγρίππαν διὰ τὰς ὑπὸ Ἰουδαίων ἁμαρτίας, λήψεσθαι δʼ αὐτὸν τὴν ἀρχὴν ἐκ βασιλέων ὄντα· καὶ γὰρ ἦν ὁμολογουμένως ὁ Οὔαρος βασιλικοῦ γένους ἔγγονος Σοέμου τοῦ περὶ τὸν Λίβανον τετραρχοῦντος.

διὰ τοῦτʼ οὖν ὁ Οὔαρος τυφούμενος τὰς μὲν ἐπιστολὰς παρʼ ἑαυτῷ κατέσχεν μηχανώμενος μὴ ἐντυχεῖν τοῖς γράμμασι τὸν βασιλέα, τὰς ἐξόδους δὲ πάσας ἐφρούρει, μὴ διαδράς τις ἀπαγγείλειε τῷ βασιλεῖ τὰ πραττόμενα. καὶ δὴ χαριζόμενος τοῖς κατὰ τὴν Καισάρειαν Σύροις πολλοὺς τῶν Ἰουδαίων ἀπέκτεινεν.

ἐβουλήθη δὲ καὶ μετὰ τῶν ἐν Βατανέᾳ Τραχωνιτῶν ἀναλαβὼν τὰ ὅπλα ἐπὶ τοὺς ἐν Ἐκβατάνοις Βαβυλωνίους Ἰουδαίους, ταύτην γὰρ τὴν προσηγορίαν ἔχουσιν, ὁρμῆσαι.

καλέσας οὖν τῶν κατὰ τὴν Καισάρειαν Ἰουδαίων δώδεκα τοὺς δοκιμωτάτους προσέτασσεν αὐτοῖς ἀφικομένοις εἰς Ἐκβάτανα πρὸς τοὺς ἐκεῖ κατοικοῦντας αὐτῶν ὁμοφύλους εἰπεῖν, ὅτι Οὔαρος ἀκούσας ὑμᾶς ἐπὶ βασιλέα μέλλειν ὁρμᾶν καὶ μὴ πιστεύσας πέπομφεν ἡμᾶς πείσοντας ὑμᾶς τὰ ὅπλα καταθέσθαι· τοῦτο γὰρ αὐτῷ τεκμήριον ἔσεσθαι καὶ τοῦ καλῶς μὴ πιστεῦσαι τοῖς περὶ ὑμῶν λέγουσιν.

ἐκέλευε δὲ καὶ τοὺς πρώτους αὐτῶν ἄνδρας ἑβδομήκοντα πέμπειν ἀπολογησομένους περὶ τῆς ἐπενηνεγμένης αἰτίας. ἐλθόντες οὖν οἱ δώδεκα πρὸς τοὺς ἐν Ἐκβατάνοις ὁμοφύλους καὶ καταλαβόντες αὐτοὺς μηδὲν ἐπὶ νεωτερισμῷ φρονοῦντας ἔπεισαν καὶ τοὺς ἑβδομήκοντα πέμπειν.

οἱ δὲ μηδὲν ὑποπτεύσαντες τοιοῦτον οἷον ἔμελλεν ἀποβήσεσθαι ἐξαπέστειλαν. καταβαίνουσιν δʼ οὗτοι μετὰ τῶν δώδεκα πρέσβεων εἰς τὴν Καισάρειαν. ὑπαντήσας οὖν ὁ Οὔαρος μετὰ τῆς βασιλικῆς δυνάμεως σὺν τοῖς πρέσβεσιν πάντας ἀπέκτεινεν καὶ τὴν πορείαν ἐπὶ τοὺς ἐν Ἐκβατάνοις Ἰουδαίους ἐποιεῖτο.

φθάσας δέ τις ἐκ τῶν ἑβδομήκοντα σωθεὶς ἀπήγγειλεν αὐτοῖς, κἀκεῖνοι τὰ ὅπλα λαβόντες σὺν γυναιξὶ καὶ τέκνοις εἰς Γάμαλα τὸ φρούριον ὑπεχώρησαν, καταλιπόντες τὰς κώμας πολλῶν ἀγαθῶν πλήρεις καὶ βοσκημάτων πολλὰς μυριάδας ἐχούσας.

Φίλιππος δὲ πυθόμενος ταῦτα καὶ αὐτὸς εἰς Γάμαλα τὸ φρούριον ἧκεν. παραγενομένου δὲ κατεβόα τὸ πλῆθος, ἄρχειν αὐτὸν παρακαλοῦντες καὶ πολεμεῖν πρὸς Οὔαρον καὶ τοὺς ἐν τῇ Καισαρείᾳ Σύρους. διαδέδοκτο γὰρ ὑπὸ τούτων τὸν βασιλέα τεθνάναι.

Φίλιππος δʼ αὐτῶν κατεῖχε τὰς ὁρμὰς ὑπομιμνήσκων τῶν τε τοῦ βασιλέως εἰς αὐτοὺς εὐεργεσιῶν, καὶ τὴν Ῥωμαίων διηγούμενος ὅση τίς ἐστι δύναμις συμφέρειν οὐκ ἔλεγεν ἄρασθαι πρὸς τούτους πόλεμον, καὶ τέλος ἔπεισεν.

ὁ δὲ βασιλεὺς πυθόμενος, ὅτι Οὔαρος μέλλει τοὺς ἐπὶ τῆς Καισαρείας Ἰουδαίους σὺν γυναιξὶ καὶ τέκνοις πολλὰς ὄντας μυριάδας ἀναιρεῖν ἡμέρᾳ μιᾷ, μεταπέμπεται πρὸς αὐτὸν Αἴκουον Μονόδιον πέμψας αὐτῷ διάδοχον, ὡς ἐν ἄλλοις ἐδηλώσαμεν. ὁ δὲ Φίλιππος Γάμαλα τὸ φρούριον κατέσχεν καὶ τὴν πέριξ χώραν πίστει τῇ πρὸς Ῥωμαίους ἐμμένουσαν.

Ἐπεὶ δʼ εἰς τὴν Γαλιλαίαν ἀφικόμην ἐγὼ καὶ ταῦτα παρὰ τῶν ἀπαγγειλάντων ἔμαθον, γράφω τῷ συνεδρίῳ τῶν Ἱεροσολυμιτῶν περὶ τούτων καὶ τί με πράττειν κελεύουσιν ἐρωτῶ. οἱ δὲ προσμεῖναι παρεκάλεσαν καὶ τοὺς συμπρέσβεις. εἰ θέλοιεν, κατασχόντα πρόνοιαν ποιήσασθαι τῆς Γαλιλαίας.

οἱ δὲ συμπρέσβεις εὐπορήσαντες πολλῶν χρημάτων ἐκ τῶν διδομένων αὐτοῖς δεκατῶν, ἃς ὄντες ἱερεῖς ὀφειλομένας ἀπελάμβανον, εἰς τὴν οἰκείαν ὑποστρέφειν ἔκριναν. ἐμοῦ δʼ αὐτοὺς προσμεῖναι παρακαλέσαντος ἕως οὗ τὰ πράγματα καταστήσωμεν, πείθονται.

ἄρας οὖν μετʼ αὐτῶν ἀπὸ τῆς Σεπφωριτῶν πόλεως εἰς κώμην τινὰ Βηθμαοῦς λεγομένην ἀπέχουσαν Τιβεριάδος στάδια τέσσαρα παραγίνομαι, καὶ πέμψας ἐντεῦθεν πρὸς τὴν Τιβεριέων βουλὴν καὶ τοὺς πρώτους τοῦ δήμου παρεκάλουν ἀφικέσθαι πρός με.

καὶ παραγενομένων, ἐληλύθει δὲ σὺν αὐτοῖς καὶ Ιοῦστος, ἔλεγον ὑπὸ τοῦ κοινοῦ τῶν Ἱεροσολυμιτῶν πρεσβεύσων μετὰ τούτων πεπόμφθαι πρὸς αὐτούς, πείσων καθαιρεθῆναι τὸν οἶκον τὸν ὑπὸ Ἡρώδου τοῦ τετράρχου κατασκευασθέντα ζῴων μορφὰς ἔχοντα τῶν νόμων οὕτως τι κατασκευάζειν ἀπαγορευόντων, καὶ παρεκάλουν αὐτοὺς ἐᾶν ἡμᾶς ᾗ τάχος τοῦτο πράττειν.

ἐπὶ πολὺ μὲν οὖν οἱ περὶ τὸν Καπέλλαν καὶ τοὺς πρώτους αὐτῶν ἐπιτρέπειν οὐκ ἤθελον, βιαζόμενοι δʼ ὑφʼ ἡμῶν συγκατατίθενται. φθάνει δʼ Ἰησοῦς ὁ τοῦ Σαπφία παῖς, ὃν τῆς τῶν ναυτῶν καὶ τῶν ἀπόρων στάσεως πρῶτον ἔφαμεν ἄρξαι, παραλαβών τινας Γαλιλαίους καὶ τὴν πᾶσαν αὐλὴν ἐμπρήσας, πολλῶν οἰόμενος εὐπορήσειν ἐξ αὐτῆς χρημάτων, ἐπειδή τινας οἴκων ὀροφὰς κεχρυσωμένας εἶδεν.

καὶ διήρπασαν πολλὰ παρὰ γνώμην τὴν ἡμετέραν πράξαντες· ἡμεῖς γὰρ μετὰ τὴν πρὸς Καπέλλαν καὶ τοὺς πρώτους Τιβεριέων ὁμιλίαν εἰς τὴν ἄνω Γαλιλαίαν ἀπὸ Βηθμαῶν ἀνεχωρήσαμεν. ἀναιροῦσιν δʼ οἱ περὶ τὸν Ἰησοῦν πάντας τοὺς ἐνοικοῦντας Ἕλληνας ὅσοι τε πρὸ τοῦ πολέμου γεγόνεισαν αὐτῶν ἐχθροί.

Πυθόμενος δʼ ἐγὼ ταῦτα παρωξύνθην σφόδρα, καὶ καταβὰς εἰς Τιβεριάδα πρόνοιαν εἰσηνεγκάμην τῶν βασιλικῶν σκευῶν ὅσα δυνατὸν ἦν τοὺς ἁρπάσαντας ἀφελέσθαι· λυχνίαι δʼ ἦσαν Κορίνθιαι ταῦτα καὶ τράπεζαι τῶν βασιλικῶν καὶ ἀσήμου ἀργυρίου σταθμὸς ἱκανός· πάντα δʼ, ὅσα παρέλαβον, φυλάσσειν ἔκρινα τῷ βασιλεῖ.

μεταπεμψάμενος οὖν τοὺς τῆς βουλῆς πρώτους δέκα καὶ Καπέλλαν τὸν Ἀντύλλου τὰ σκεύη παρέδωκα, μηδενὶ παραγγείλας ἑτέρῳ πλὴν ἐμοῦ δοῦναι.

κἀκεῖθεν εἰς τὰ Γίσχαλα πρὸς τὸν Ἰωάννην μετὰ τῶν συμπρέσβεων ἀφικόμην βουλόμενος γνῶναι, τί ποτε φρονεῖ. κατεῖδον δʼ αὐτὸν ταχέως νεωτέρων ὀρεγόμενον πραγμάτων καὶ τῆς ἀρχῆς ἐπιθυμίαν ἔχοντα·

παρεκάλει γάρ με τὸν Καίσαρος σῖτον κείμενον ἐν ταῖς τῆς ἄνωθεν Γαλιλαίας κώμαις ἐξουσίαν αὐτῷ δοῦναι ἐκφορῆσαι· θέλειν γὰρ ἔφασκεν εἰς ἐπισκευὴν τῶν τῆς πατρίδος τειχῶν αὐτὸν ἀναλῶσαι.

κατανοήσας δὲ ἐγὼ τὴν ἐπιχείρησιν αὐτοῦ καὶ τί διανοοῖτο πράσσειν, οὐκ ἔφην αὐτῷ συγχωρεῖν· ἢ γὰρ Ῥωμαίοις αὐτὸν ἐνενοούμην φυλάττειν ἢ ʼμαυτῷ διὰ τὸ καὶ τὴν ἐξουσίαν τῶν ἐκεῖ πραγμάτων αὐτὸς παρὰ τοῦ κοινοῦ τῶν Ἱεροσολυμιτῶν πεπιστεῦσθαι.

μὴ πείθων δὲ περὶ τούτων ἐπὶ τοὺς συμπρέσβεις ἐτράπετο· καὶ γὰρ ἦσαν ἀπρονόητοι τῶν ἐσομένων καὶ λαβεῖν ἑτοιμότατοι· φθείρει δὲ χρήμασιν αὐτοὺς ψηφίσασθαι πάντα τὸν σῖτον αὐτῷ παραδοθῆναι τὸν ἐν τῇ αὐτοῦ ἐπαρχίᾳ κείμενον.

κἀγὼ μόνος ἡττώμενος ὑποδὺς τὴν ἡσυχίαν ἤγαγον. καὶ δευτέραν Ἰωάννης ἐπεισέφερεν πανουργίαν· ἔφη γὰρ Ἰουδαίους τοὺς τὴν Φιλίππου Καισάρειαν κατοικοῦντας συγκεκλεισμένους κατὰ προσταγὴν τοῦ βασιλέως ὑποδίκου τοῦ τὴν δυναστείαν διοικοῦντος πεπομφέναι πρὸς αὐτὸν παρακαλοῦντας, ἐπειδὴ οὐκ ἔχουσιν ἔλαιον ᾧ χρήσονται καθαρόν, ποιησάμενον πρόνοιαν εὐπορίαν αὐτοῖς τούτου παρασχεῖν, μὴ διʼ ἀνάγκην Ἑλληνικῷ χρώμενοι τὰ νόμιμα παραβαίνωσιν.

ταῦτα δʼ οὐχ ὑπʼ εὐσεβείας ἔλεγεν Ἰωάννης, διʼ αἰσχροκέρδειαν δὲ φανερωτάτην· γινώσκων γὰρ παρὰ μὲν ἐκείνοις κατὰ τὴν Καισάρειαν τοὺς δύο ξέστας δραχμῆς μιᾶς πωλουμένους, ἐν δὲ τοῖς Γισχάλοις τοὺς ὀγδοήκοντα ξέστας δραχμῶν τεσσάρων, πᾶν τὸ ἔλαιον ὅσον ἦν ἐκεῖ διεπέμψατο λαβὼν ἐξουσίαν καὶ παρʼ ἐμοῦ τὸ δοκεῖν·

οὐ γὰρ ἑκὼν ἐπέτρεπον, ἀλλὰ διὰ φόβον τὸν ἀπὸ τοῦ πλήθους, μὴ κωλύων καταλευσθείην ὑπʼ αὐτῶν. συγχωρήσαντος οὖν μου πλείστων χρημάτων ὁ Ἰωάννης ἐκ τῆς κακουργίας ταύτης εὐπόρησε.

Τοὺς δὲ συμπρέσβεις ἀπὸ τῶν Γισχάλων ἀπολύσας εἰς τὰ Ἱεροσόλυμα πρόνοιαν ἐποιούμην ὅπλων τε κατασκευῆς καὶ πόλεων ἐχυρότητος. μεταπεμψάμενος δὲ τῶν λῃστῶν τοὺς ἀνδρειοτάτους ἀφελέσθαι μὲν αὐτῶν τὰ ὅπλα οὐχ οἷόν τε ὂν ἑώρων, ἔπεισα δὲ τὸ πλῆθος μισθοφορὰν αὐτοῖς παρέχειν, ἄμεινον εἶναι λέγων ἑκόντας ὀλίγα διδόναι μᾶλλον ἢ τὰς κτήσεις διαρπαζομένας ὑπʼ αὐτῶν περιορᾶν.

καὶ λαβὼν παρʼ αὐτῶν ὅρκους μὴ ἀφίξεσθαι πρότερον εἰς τὴν χώραν, ἐὰν μὴ μετακληθῶσιν ἢ ὅταν τὸν μισθὸν μὴ λάβωσιν, ἀπέλυσα παραγγείλας μήτε Ῥωμαίοις πολεμεῖν μήτε τοῖς περιοίκοις· εἰρηνεύεσθαι γὰρ πρὸ πάντων τὴν Γαλιλαίαν ἐφρόντιζον.

τοὺς δʼ ἐν τέλει τῶν Γαλιλαίων ὅσον ἑβδομήκοντα πάντας βουλόμενος ἐν προφάσει φιλίας καθάπερ ὅμηρα τῆς πίστεως ἔχειν φίλους τε καὶ συνεκδήμους ἐποιησάμην ἐπί τε κρίσεις παρελάμβανον καὶ μετὰ γνώμης τῆς ἐκείνων τὰς ἀποφάσεις ἐποιούμην, μήτε προπετείᾳ πειρώμενος τοῦ δικαίου διαμαρτάνειν καθαρεύειν τε παντὸς ἐπʼ αὐταῖς λήμματος.

Περὶ τριακοστὸν γοῦν ἔτος ὑπάρχων, ἐν ᾧ χρόνῳ, κἂν ἀπέχηταί τις τῶν παρανόμων ἐπιθυμιῶν, δύσκολον τὰς ἐκ τοῦ φθόνου διαβολὰς φεύγειν ἄλλως τε καὶ ἐξουσίας ὄντα μεγάλης, γυναῖκα μὲν πᾶσαν ἀνύβριστον ἐφύλαξα, πάντων δὲ τῶν διδομένων ὡς μὴ χρῄζων κατεφρόνησα, ἀλλʼ οὐδὲ τὰς ὀφειλομένας μοι ὡς ἱερεῖ δεκάτας ἀπελάμβανον παρὰ τῶν κομιζόντων·

ἐκ μέντοι τῶν λαφύρων μέρος τοὺς Σύρους τοὺς τὰς πέριξ πόλεις κατοικοῦντας νικήσας ἔλαβον, ἃ καὶ εἰς Ἱεροσόλυμα τοῖς συγγενέσιν ὁμολογῶ πεπομφέναι.

καὶ δὶς μὲν κατὰ κράτος ἑλὼν Σεπφωρίτας, Τιβεριεῖς τετράκις, Γαδαρεῖς δʼ ἅπαξ, καὶ τὸν Ἰωάννην πολλάκις ἐπιβουλεύσαντά μοι λαβὼν ὑποχείριον οὔτʼ αὐτὸν οὔτε τινὰς τῶν προειρημένων ἐθνῶν ἐτιμωρησάμην, ὡς προϊὼν ὁ λόγος παραστήσει.

διὰ τοῦτʼ οἶμαι καὶ τὸν θεόν, οὐ γὰρ λελήθασιν αὐτὸν οἱ τὰ δέοντα πράττοντες, καὶ ἐκ τῆς ἐκείνων ῥύσασθαί με χειρὸς καὶ μετὰ ταῦτα πολλοῖς περιπεσόντα κινδύνοις διαφυλάξαι, περὶ ὧν ὕστερον ἀπαγγελοῦμεν.

Τοσαύτη δʼ ἦν ἡ πρός με τοῦ πλήθους τῶν Γαλιλαίων εὔνοια καὶ πίστις, ὥστε ληφθεισῶν αὐτῶν κατὰ κράτος τῶν πόλεων, γυναικῶν δὲ καὶ τέκνων ἀνδραποδισθέντων, οὐχ οὕτως ταῖς ἑαυτῶν ἐπεστέναξαν συμφοραῖς, ὥσπερ τῆς ἐμῆς ἐφρόντισαν σωτηρίας.

ταῦτα δʼ ὁρῶν Ἰωάννης ἐφθόνησε, καὶ γράφει πρός με παρακαλῶν ἐπιτρέψαι καταβάντι χρήσασθαι τοῖς ἐν Τιβεριάδι θερμοῖς ὕδασι τῆς τοῦ σώματος ἕνεκα θεραπείας.

κἀγὼ μηδὲν ὑποπτεύσας πράξειν αὐτὸν πονηρὸν οὐκ ἐκώλυσα· πρὸς δὲ καὶ τοῖς τῆς Τιβεριάδος τὴν διοίκησιν ὑπʼ ἐμοῦ πεπιστευμένοις κατʼ ὄνομα γράφω κατάλυσιν ἑτοιμάσαι τῷ Ἰωάννῃ καὶ τοῖς ἀφιξομένοις σὺν αὐτῷ πάντων τε [τῶν ἐπιτηδείων] ἀφθονίαν παρασχεῖν. διέτριβον δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον ἐν κώμῃ τῆς Γαλιλαίας, ἣ προσαγορεύεται Κανά.

Ὁ δʼ Ἰωάννης ἀφικόμενος εἰς τὴν Τιβεριέων πόλιν ἔπειθε τοὺς ἀνθρώπους ἀποστάντας τῆς πρός με πίστεως προστίθεσθαι αὐτῷ. καὶ πολλοὶ τὴν παράκλησιν ἡδέως ἐδέξαντο νεωτέρων ἐπιθυμοῦντες αἰεὶ πραγμάτων καὶ φύσει πρὸς μεταβολὰς ἐπιτηδείως ἔχοντες καὶ στάσεσι χαίροντες.

μάλιστα δὲ Ἰοῦστος καὶ ὁ πατὴρ αὐτοῦ Πιστὸς ὡρμήκεσαν ἀποστάντες ἐμοῦ προσθέσθαι τῷ Ἰωάννῃ.

διεκώλυσα δʼ αὐτοὺς φθάσας· ἧκεν γὰρ ἄγγελός μοι παρὰ Σίλα, ὃν ἐγὼ καθεστάκειν τῆς Τιβεριάδος στρατηγόν, ὡς προεῖπον, τὴν τῶν Τιβεριέων γνώμην ἀπαγγέλλων κἀμὲ σπεύδειν παρακαλῶν· βραδύναντος γὰρ ὑπὸ τὴν ἑτέρων ἐξουσίαν γενέσθαι τὴν πόλιν.

ἐντυχὼν οὖν τοῖς γράμμασι τοῦ Σίλα καὶ διακοσίους ἀναλαβὼν ἄνδρας διʼ ὅλης τῆς νυκτὸς τὴν πορείαν ἐποιούμην, προπέμψας ἄγγελον τὸν τὴν ἐμὴν παρουσίαν τοῖς ἐν τῇ Τιβεριάδι σημανοῦντα.

πρωῒ δὲ πλησιάζοντος ἐμοῦ τῇ πόλει τὸ πλῆθος ὑπηντίαζεν καὶ Ἰωάννης σὺν αὐτοῖς, καὶ πάνυ με τεταραγμένως ἀσπασάμενος, δείσας μὴ εἰς ἔλεγχον αὐτοῦ τῆς πράξεως ἀφικομένης ἀπολέσθαι κινδυνεύσῃ, ὑπεχώρησε μετὰ σπουδῆς εἰς τὴν ἑαυτοῦ κατάλυσιν.

κἀγὼ δὲ γενόμενος κατὰ τὸ στάδιον τοὺς περὶ ἐμὲ σωματοφύλακας ἀπολύσας πλὴν ἑνὸς καὶ μετὰ τούτου κατασχὼν δέκα τῶν ὁπλιτῶν δημηγορεῖν ἐπειρώμην τῷ πλήθει τῶν Τιβεριέων στὰς ἐπὶ τριγχοῦ τινος ὑψηλοῦ, παρεκάλουν τε μὴ οὕτως αὐτοὺς ταχέως ἀφίστασθαι·

κατάγνωσιν γὰρ αὐτοῖς οἴσειν τὴν μεταβολήν, καὶ τῷ μετὰ ταῦτα προϊσταμένῳ διʼ ὑποψίας γενήσεσθαι δικαίας, ὡς μηδὲ τὴν πρὸς ἐκεῖνον πίστιν φυλαξόντων.

Οὔπω δέ μοι πάντα λελάλητο, καί τινος ἐξήκουσα τῶν οἰκείων καταβαίνειν κελεύοντος· οὐ γάρ μοι καιρὸν εἶναι φροντίζειν τῆς παρὰ Τιβεριέων εὐνοίας, ἀλλὰ περὶ τῆς ἰδίας σωτηρίας καὶ πῶς τοὺς ἐχθροὺς φύγω.

πεπόμφει δʼ ὁ Ἰωάννης τῶν περὶ αὐτὸν ὁπλιτῶν ἐπιλέξας τοὺς πιστοτάτους ἐκ τῶν χιλίων, οἵπερ ἦσαν αὐτῷ, καὶ προσέταξεν τοῖς πεμφθεῖσιν ἀνελεῖν με πεπυσμένος ὡς εἴην μετὰ τῶν οἰκείων μεμονωμένος.

ἧκον δʼ οἱ πεμφθέντες, κἂν ἐπεπράχεισαν, εἰ μὴ τοῦ τριγχοῦ θᾶττον ἀφαλόμενος ἐγὼ μετὰ τοῦ σωματοφύλακος Ἰακώβου καὶ ὑπό τινος Τιβεριέως Ἡρώδου προσανακουφισθείς, ὁδηγηθεὶς ὑπὸ τούτου ἐπὶ τὴν λίμνην καὶ πλοίου λαβόμενος καὶ ἐπιβὰς παρὰ δόξαν τοὺς ἐχθροὺς διαφυγὼν εἰς Ταριχέας ἀφικόμην.

Οἱ δὲ τὴν πόλιν ταύτην κατοικοῦντες ὡς ἐπύθοντο τὴν τῶν Τιβεριέων ἀπιστίαν, σφόδρα παρωξύνθησαν. ἁρπάσαντες οὖν τὰ ὅπλα παρεκάλουν σφᾶς ἄγειν ἐπʼ αὐτούς· θέλειν γὰρ ἔφασκον ὑπὲρ τοῦ στρατηγοῦ δίκας λαβεῖν παρʼ αὐτῶν.

διήγγελλον δὲ τὰ γεγονότα καὶ τοῖς κατὰ τὴν Γαλιλαίαν πᾶσαν ἐρεθίσαι καὶ τούτους κατὰ τῶν Τιβεριέων διὰ σπουδῆς ἔχοντες, παρεκάλουν τε πλείστους συναχθέντας ἀφικέσθαι πρὸς αὐτούς, ἵνα μετὰ γνώμης τοῦ στρατηγοῦ πράττωσιν τὸ δόξαν.

ἧκον οὖν οἱ Γαλιλαῖοι πολλοὶ πανταχόθεν μεθʼ ὅπλων καὶ παρεκελεύοντό μοι προσβαλεῖν τῇ Τιβεριάδι καὶ κατὰ κράτος αὐτὴν ἐξελεῖν καὶ πᾶσαν ἔδαφος ποιήσαντα τοὺς ἐνοίκους σὺν γυναιξὶ καὶ τέκνοις ἀνδραποδίσασθαι. συνεβούλευον δὲ ταῦτα καὶ τῶν φίλων οἱ ἐκ τῆς Τιβεριάδος διασωθέντες.

ἐγὼ δὲ οὐ συνεπένευον δεινὸν ἡγούμενος ἐμφυλίου πολέμου κατάρχειν· μέχρι λόγων γὰρ ᾤμην εἶναι δεῖν τὴν φιλονεικίαν. καὶ μὴν οὐδʼ αὐτοῖς ἔφασκον συμφέρειν τοῦτο πρᾶξαι Ῥωμαίων ταῖς πρὸς ἀλλήλους στάσεσιν αὐτοὺς ἀπολέσθαι προσδοκώντων. ταῦτα δὲ λέγων ἔπαυσα τῆς ὀργῆς τοὺς Γαλιλαίους.

Ὁ δὲ Ἰωάννης ἀπράκτου τῆς ἐπιβουλῆς αὐτῷ γενομένης ἔδεισε περὶ ἑαυτοῦ, καὶ τοὺς περὶ αὐτὸν ὁπλίτας ἀναλαβὼν ἀπῆρεν ἐκ τῆς Τιβεριάδος εἰς τὰ Γίσχαλα, καὶ γράφει πρός με περὶ τῶν πεπραγμένων ἀπολογούμενος ὡς μὴ κατὰ γνώμην τὴν αὐτοῦ γενομένων, παρακαλεῖ τε μηδὲν ὑπονοεῖν κατʼ αὐτοῦ προστιθεὶς ὅρκους καὶ δεινάς τινας ἀράς, διʼ ὧν ᾤετο πιστευθήσεσθαι περὶ ὧν ἐπέστειλεν.

Οἱ δὲ Γαλιλαῖοι, πολλοὶ γὰρ ἕτεροι πάλιν ἐκ τῆς χώρας πάσης ἀνήχθησαν μεθʼ ὅπλων, εἰδότες τὸν ἄνθρωπον ὡς πονηρός ἐστιν καὶ ἐπίορκος, παρεκάλουν ἀγαγεῖν σφᾶς ἐπʼ αὐτόν, ἄρδην ἀφανίσειν ἐπαγγελλόμενοι σὺν αὐτῷ καὶ τὰ Γίσχαλα.

χάριν μὲν οὖν ἔχειν αὐτῶν ταῖς προθυμίαις ὡμολόγουν ἐγὼ καὶ νικήσειν αὐτῶν τὴν εὔνοιαν ἐπηγγελλόμην, παρεκάλουν δʼ ὅμως ἐπισχεῖν αὐτοὺς ἀξιῶν καὶ συγγινώσκειν μοι δεόμενος προῃρημένῳ τὰς ταραχὰς χωρὶς φόνων καταστέλλειν. καὶ πείσας τὸ πλῆθος τῶν Γαλιλαίων εἰς τὴν Σέπφωριν ἀφικνούμην.

Οἱ δὲ τὴν πόλιν ταύτην κατοικοῦντες ἄνδρες κεκρικότες τῇ πρὸς Ῥωμαίους ἐμμεῖναι πίστει, δεδιότες δὲ τὴν ἐμὴν ἄφιξιν, ἐπειράθησαν ἑτέρᾳ με πράξει περισπάσαντες ἀδεεῖς εἶναι περὶ ἑαυτῶν.

καὶ δὴ πέμψαντες πρὸς Ἰησοῦν τὸν ἀρχιλῃστὴν εἰς τὴν Πτολεμαΐδος μεθορίαν ὑπέσχοντο δώσειν πολλὰ χρήματα θελήσαντι μετὰ τῆς σὺν αὐτῷ δυνάμεως, ἦσαν δʼ ὀκτακόσιοι τὸν ἀριθμόν, πόλεμον ἐξάψαι πρὸς ἡμᾶς.

ὁ δʼ ὑπακούσας αὐτῶν ταῖς ὑποσχέσεσιν ἠθέλησεν ἐπιπεσεῖν ἡμῖν ἀνετοίμοις καὶ μηδὲν προγινώσκουσιν. πέμψας γοῦν πρός με παρεκάλει λαβεῖν ἐξουσίαν ἀσπασόμενον ἀφικέσθαι. συγχωρήσαντος δέ μου, τῆς γὰρ ἐπιβουλῆς οὐδὲν προηπιστάμην, ἀναλαβὼν τὸ σύνταγμα τῶν λῃστῶν ἔσπευδεν ἐπʼ ἐμέ.

οὐ μὴν ἔφθασεν αὐτοῦ τέλος λαβεῖν ἡ κακουργία· πλησιάζοντος γὰρ ἤδη τῶν σὺν αὐτῷ τις αὐτομολήσας ἧκεν πρός με τὴν ἐπιχείρησιν αὐτοῦ φράζων, κἀγὼ πυθόμενος ταῦτα προῆλθον εἰς τὴν ἀγορὰν σκηψάμενος ἀγνοεῖν τὴν ἐπιβουλήν· ἐπηγόμην δὲ πολλοὺς ὁπλίτας Γαλιλαίους, τινὰς δὲ καὶ Τιβεριέων.

εἶτα προστάξας τὰς ὁδοὺς πάσας ἀσφαλέστατα φρουρεῖσθαι παρήγγειλα τοῖς ἐπὶ τῶν πυλῶν μόνον Ἰησοῦν, ἐπειδὰν παραγένηται, μετὰ τῶν πρώτων εἰσελθεῖν ἐᾶσαι, ἀποκλεῖσαι δὲ τοὺς ἄλλους, βιαζομένους δὲ τύπτειν.

τῶν δὲ τὸ προσταχθὲν ποιησάντων εἰσῆλθεν ὁ Ἰησοῦς μετʼ ὀλίγων. καὶ κελεύσαντος ἐμοῦ ῥῖψαι τὰ ὅπλα θᾶττον, εἰ γὰρ ἀπειθοίη τεθνήξεσθαι, περιεστῶτας ἰδὼν πανταχόθεν αὐτῷ τοὺς ὁπλίτας φοβηθεὶς ὑπήκουσεν· οἱ δʼ ἀποκλεισθέντες τῶν ἐπακολουθούντων αὐτῷ πυθόμενοι τὴν σύλληψιν ἔφυγον.

κἀγὼ τὸν Ἰησοῦν προσκαλεσάμενος κατʼ ἰδίαν οὐκ ἀγνοεῖν ἔφην τὴν ἐπʼ ἐμὲ συσκευασθεῖσαν ἐπιβουλὴν οὐδʼ ὑπὸ τίνων πεμφθείη, συγγνώσεσθαι δʼ ὅμως αὐτῷ τῶν πεπραγμένων, εἰ μέλλοι μετανοήσειν καὶ πιστὸς ἐμοὶ γενήσεσθαι.

ὑπισχνουμένου δὲ πάντα ποιήσειν ἐκείνου ἀπέλυσα συγχωρήσας αὐτῷ συναγαγεῖν πάλιν οὓς πρότερον εἶχεν. Σεπφωρίταις δʼ ἠπείλησα, εἰ μὴ παύσαιντο τῆς ἀγνωμοσύνης, λήψεσθαι παρʼ αὐτῶν δίκας.

Κατὰ τοῦτον τὸν καιρὸν ἀφικνοῦνται πρός με δύο μεγιστᾶνες τῶν ὑπὸ τὴν ἐξουσίαν τοῦ βασιλέως ἐκ τῆς τῶν Τραχωνιτῶν χώρας ἐπαγόμενοι τοὺς ἑαυτῶν ἵππους καὶ ὅπλα, χρήματα δʼ ὑποκομίζοντες.

τούτους περιτέμνεσθαι τῶν Ἰουδαίων ἀναγκαζόντων, εἰ θέλουσιν εἶναι παρʼ αὐτοῖς, οὐκ εἴασα βιασθῆναι, φάσκων δεῖν ἕκαστον κατὰ τὴν ἑαυτοῦ προαίρεσιν τὸν θεὸν εὐσεβεῖν, ἀλλὰ μὴ μετὰ βίας, χρῆναι δὲ τούτους διʼ ἀσφάλειαν πρὸς ἡμᾶς καταφυγόντας μὴ μετανοεῖν. πεισθέντος δὲ τοῦ πλήθους τοῖς ἥκουσιν ἀνδράσιν τὰ πρὸς τὴν συνήθη δίαιταν ἅπαντα παρεῖχον δαψιλῶς.

Πέμπει δʼ ὁ βασιλεὺς Ἀγρίππας δύναμιν καὶ στρατηγὸν ἐπʼ αὐτῆς Αἴκουον Μόδιον Γάμαλα τὸ φρούριον ἐξαιρήσοντας. οἱ δὲ πεμφθέντες κυκλώσασθαι μὲν τὸ φρούριον οὐκ ἤρκεσαν, ἐν δὲ τοῖς φανεροῖς τῶν τόπων ἐφεδρεύοντες ἐπολιόρκουν τὰ Γάμαλα.

Αἰβούτιος δὲ ὁ δεκάδαρχος, ὁ τοῦ μεγάλου πεδίου τὴν προστασίαν πεπιστευμένος, ἀκούσας ὅτι παρείην εἰς Σιμωνιάδα κώμην ἐν μεθορίοις κειμένην τῆς Γαλιλαίας, αὐτοῦ δʼ ἀπέχουσαν ἑξήκοντα σταδίους, νυκτὸς ἀναλαβὼν τοὺς ἑκατὸν ἱππεῖς, οὓς εἶχεν σὺν αὐτῷ, καί τινας πεζοὺς περὶ διακοσίους, καὶ τοὺς ἐν Γάβα πόλει κατοικοῦντας ἐπαγόμενος συμμάχους, νυκτὸς ὁδεύσας ἧκεν εἰς τὴν κώμην, ἐν ᾗ διέτριβον.

ἀντιπαραταξαμένου δὲ κἀμοῦ μετὰ δυνάμεως πολλῆς ὁ μὲν Αἰβούτιος εἰς τὸ πεδίον ὑπάγειν ἡμᾶς ἐπειρᾶτο· σφόδρα γὰρ τοῖς ἱππεῦσιν ἐπεποίθει. οὐ μὴν ὑπηκούσαμεν· ἐγὼ γὰρ τὸ πλεονέκτημα συνιδὼν τὸ γενησόμενον τοῖς ἱππεῦσιν, εἰ καταβαίημεν εἰς τὸ πεδίον, πεζοὶ γὰρ ἡμεῖς σύμπαντες ἦμεν, ἔγνων αὐτοῦ τοῖς πολεμίοις συνάπτειν.

καὶ μέχρι μέν τινος γενναίως ἀντέσχεν σὺν τοῖς περὶ αὐτὸν ὁ Αἰβούτιος, ἀχρεῖον δʼ ὁρῶν κατὰ τὸν τόπον τοῦτον οὖσαι αὐτῷ τὴν ἱππικὴν δύναμιν ἀναζεύγνυσιν ἄπρακτος εἰς Γάβαν πόλιν, τρεῖς ἄνδρας ἀποβαλὼν κατὰ τὴν μάχην.

εἱπόμην δὲ κατὰ πόδας ἐγὼ δισχιλίους ἐπαγόμενος ὁπλίτας, καὶ περὶ Βήσαραν πόλιν γενόμενος ἐν μεθορίῳ μὲν τῆς Πτολεμαΐδος κειμένην, εἴκοσι δʼ ἀπέχουσαν στάδια τῆς Γάβας, ἔνθα διέτριβεν Αἰβούτιος, στήσας τοὺς ὁπλίτας ἔξωθεν τῆς κώμης καὶ φρουρεῖν αὐτοῖς ἀσφαλῶς τὰς ὁδοὺς προστάξας ὑπὲρ τοῦ μὴ ἐνοχλῆσαι τοὺς πολεμίους ἡμῖν ἕως τὸν σῖτον ἐκφορήσομεν,

πολὺς γὰρ ἀπέκειτο Βερενίκης τῆς βασιλίδος ἐκ τῶν πέριξ κωμῶν εἰς τὴν Βήσαραν συλλεγόμενος, πληρώσας τὰς καμήλους καὶ τοὺς ὄνους, πολλοὺς ἐπηγόμην, διέπεμψα τὸν σῖτον εἰς τὴν Γαλιλαίαν.

τοῦτο δὲ πράξας προεκαλούμην εἰς μάχην τὸν Αἰβούτιον, οὐχ ὑπακούσαντος δʼ ἐκείνου, κατεπέπληκτο γὰρ τὴν [ἡμετέραν] ἑτοιμότητα καὶ τὸ θράσος, ἐπὶ Νεοπολιτανὸν ἐτραπόμην τὴν Τιβεριέων χώραν ἀκούσας ὑπʼ αὐτοῦ λεηλατεῖσθαι.

ἦν δὲ Νεοπολιτανὸς ἴλης μὲν ἔπαρχος, παρειλήφει δὲ τὴν Σκυθόπολιν εἰς φυλακὴν τὴν ἀπὸ τῶν πολεμίων. τοῦτον οὖν κωλύσας ἐπὶ πλέον τὴν Τιβεριέων κακοῦν περὶ τὴν τῆς Γαλιλαίας πρόνοιαν ἐγινόμην.

Ὁ δὲ τοῦ Λευεῖ παῖς Ἰωάννης, ὃν ἔφαμεν ἐν τοῖς Γισχάλοις διατρίβειν, πυθόμενος πάντα κατὰ νοῦν μοι προχωρεῖν, καὶ διʼ εὐνοίας μὲν εἶναί με τοῖς ὑπηκόοις, τοῖς πολεμίοις δὲ διʼ ἐκπλήξεως, οὐκ εὖ τὴν γνώμην ἐτέθη, κατάλυσιν δʼ αὐτῷ τὴν ἐμὴν εὐπραγίαν φέρειν νομίζων εἰς φθόνον ἐξώκειλεν οὔτι μέτριον.

καὶ παύσειν με τῆς εὐτυχίας ἐλπίσας, εἰ παρὰ τῶν ὑπηκόων μῖσος ἐξάψειεν, ἔπειθεν τοὺς τὴν Τιβεριάδα κατοικοῦντας καὶ τοὺς τὴν Σέπφωριν [νομίζων] πρὸς τούτοις δὲ καὶ τοὺς Γάβαρα, πόλεις δʼ εἰσὶν αὗται τῶν κατὰ τὴν Γαλιλαίαν αἱ μέγισται, τῆς πρός με πίστεως ἀποστάντας αὐτῷ προστίθεσθαι· κρεῖττον γὰρ ἐμοῦ στρατηγήσειν αὐτῶν ἔφασκεν.

καὶ Σεπφωρεῖς μέν, οὐδετέρῳ γὰρ ἡμῶν προσεῖχον διὰ τὸ Ῥωμαίους ᾑρῆσθαι δεσπότας, οὐκ ἐπένευον αὐτῷ, Τιβεριεῖς δὲ τὴν μὲν ἀπόστασιν οὐκ ἐδέχοντο, αὐτοῦ δὲ συγκατένευον γενέσθαι φίλοι, οἱ δὲ Γάβαρα κατοικοῦντες προστίθενται τῷ Ἰωάννῃ· Σίμων δʼ ἦν ὁ παρακαλῶν αὐτούς, πρωτεύων μὲν τῆς πόλεως, ὡς φίλῳ δὲ καὶ ἑταίρῳ τῷ Ἰωάννῃ χρώμενος.

ἐκ μὲν οὖν τοῦ φανεροῦ τὴν ἀπόστασιν οὐχ ὡμολόγουν· σφόδρα γὰρ ἐδεδοίκεσαν τοὺς Γαλιλαίους ἅτε δὴ πεῖραν αὐτῶν τῆς πρὸς ἡμᾶς πολλάκις εὐνοίας λαβόντες· ἐκ τοῦ λεληθότος δὲ καιρὸν παραφυλάσσοντες ἐπιτήδειον ἐπεβούλευον, καὶ δὴ ἀφικόμην εἰς κίνδυνον τὸν μέγιστον διὰ τοιαύτην αἰτίαν.

Νεανίσκοι τινὲς θρασεῖς Δαβαριττηνοὶ γένος ἐπιτηρήσαντες τὴν Πτολεμαίου γυναῖκα τοῦ βασιλέως ἐπιτρόπου μετὰ πολλῆς παρασκευῆς καί τινων ἱππέων ἀσφαλείας χάριν ἑπομένων διὰ τοῦ μεγάλου πεδίου τὴν πορείαν ποιουμένην ἐκ τῆς τοῖς βασιλεῦσιν ὑποτελοῦς χώρας εἰς τὴν Ῥωμαίων ἐπικράτειαν, ἐπιπίπτουσιν αὐτοῖς ἄφνω.

καὶ τὴν μὲν γυναῖκα φυγεῖν ἠνάγκασαν, ὅσα δʼ ἐπεφέρετο πάντα διήρπασαν, καὶ ἧκον εἰς Ταριχέας πρός με τέσσαρας ἡμιόνους καταφόρτους ἄγοντες ἐσθῆτος καὶ σκευῶν· ἦν δὲ καὶ ἀργυρίου σταθμὸς οὐκ ὀλίγος καὶ χρυσοῖ πεντακόσιοι.

ταῦτʼ ἐγὼ βουλόμενος διαφυλάξαι τῷ Πτολεμαίῳ, καὶ γὰρ ἦν ὁμόφυλος, ἀπηγόρευται δʼ ἡμῖν ὑπὸ τῶν νόμων μηδὲ τοὺς ἐχθροὺς ἀποστερεῖν, πρὸς μὲν τοὺς κομίσαντας ἔφην φυλάττειν αὐτὰ δεῖν, ἵνʼ ἐκ τῆς πράσεως αὐτῶν ἐπισκευασθῇ τὰ τείχη τῶν Ἱεροσολύμων,

οἱ δὲ νεανίαι χαλεπῶς ἔσχον οὐ λαβόντες μοῖραν ἐκ τῶν λαφύρων, καθάπερ προσεδόκησαν, καὶ πορευθέντες εἰς τὰς πέριξ τῆς Τιβεριάδος κώμας προδιδόναι μέλλειν με Ῥωμαίοις τὴν χώραν αὐτῶν ἔλεγον·

κεχρῆσθαι γὰρ σοφίσματι πρὸς αὐτοὺς λέγοντα τὰ ἐκ τῆς ἁρπαγῆς κομισθέντα φυλάττειν εἰς τὴν ἐπισκευὴν τῶν τειχῶν τῆς Ἱεροσολυμιτῶν πόλεως, ἐγνωκέναι δὲ πάλιν τῷ δεσπότῃ ἀποδοῦναι [τὰ ἡρπασμένα].

καὶ κατὰ τοῦτό γε τῆς ἐμῆς γνώμης οὐ διήμαρτον· ἀπαλλαγέντων γὰρ αὐτῶν μεταπεμψάμενος δύο τοὺς πρώτους Δασσίωνα καὶ Ἰανναῖον τὸν τοῦ Ληουῖ, φίλους ἐν τοῖς μάλιστα τοῦ βασιλέως καθεστῶτας, τὰ ἐκ τῆς ἁρπαγῆς σκεύη λαβόντας διαπέμψασθαι πρὸς ἐκεῖνον ἐκέλευον, θάνατον ἀπειλήσας αὐτοῖς τὴν ζημίαν, εἰ πρὸς ἕτερον ταῦτα ἀπαγγελοῦσιν.

Ἐπισχούσης δὲ φήμης τὴν Γαλιλαίαν ἅπασαν, ὡς τῆς χώρας αὐτῶν μελλούσης ὑπʼ ἐμοῦ τοῖς Ῥωμαίοις προδίδοσθαι καὶ πάντων παροξυνθέντων ἐπὶ τὴν ἐμὴν τιμωρίαν, οἱ τὰς Ταριχέας κατοικοῦντες καὶ αὐτοὶ τοὺς νεανίσκους ἀληθεύειν ὑπολαβόντες πείθουσι τοὺς σωματοφύλακας καὶ τοὺς ὁπλίτας κοιμώμενόν με καταλιπόντας παραγενέσθαι θᾶττον εἰς ἱππόδρομον, ὡς ἐκεῖ βουλευσομένους μετὰ πάντων περὶ τοῦ στρατηγοῦ.

πειθομένων δὲ τούτων καὶ συνελθόντων πολὺς ὄχλος ἤδη προσυνήθροιστο, μίαν τε πάντες ἐποιοῦντο φωνήν, κολάζειν τὸν προδότην πονηρὸν περὶ αὐτοὺς γεγενημένον.

μάλιστα δʼ αὐτοὺς ἐξέκαιεν ὁ τοῦ Σαπίθα παῖς Ἰησοῦς ἄρχων τότε τῆς Τιβεριάδος, πονηρὸς ἄνθρωπος καὶ ταράξαι μεγάλα πράγματα φύσιν ἔχων στασιοποιός τε καὶ νεωτεριστὴς ὡς οὐχ ἕτερος, καὶ δὴ τότε λαβὼν εἰς χεῖρας τοὺς Μωυσέως νόμους καὶ προελθὼν εἰς μέσον,

εἰ μὴ καὶ ὑπὲρ αὑτῶν, ἔφη, πολῖται, μισεῖν δύνασθε Ἰώσηπον, εἰς τοὺς πατρίους ἀποβλέψαντες νόμους, ὧν ὁ πρῶτος ὑμῶν στρατηγὸς προδότης ἔμελλε γίνεσθαι, καὶ μισοπονηρήσαντες ὑπὲρ τούτων τιμωρήσασθε τὸν τοιαῦτα…

Ταῦ…

The complete text is available when the reading interface loads.