The Greek Library Author

Septuaginta

Γένεσις

Scientific editors
Henry Barclay Swete
Edition reference
The Old Testament in Greek · Cambridge · University Press · 1901
CTS identifier
urn:cts:greekLit:tlg0527.tlg001.local002
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ΓΕΝΕΣΙΣ ΚOΣMOY

ΕΝ ΑΡΧΗ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.

ἡ δὲ γῆ A ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου· καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος.

καὶ εἶπεν ὁ θεός Γενηθήτω φῶς· καὶ ἐγένετο φῶς.

καὶ ἴδεν ὁ θεὸς τὸ φῶς ὅτι καλόν· καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους.

καὶ ἐκάλεσεν ὁ θεὸς τὸ φῶς ἡμέραν, καὶ τὸ σκότος ἐκάλεσεν νύκτα. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί, ἡμέρα μία.

Καὶ εἶπεν ὁ θεός Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος· καὶ ἐγένετο οὕτως.

καὶ ἐποίησεν ὁ θεὸς τὸ στερέωμα· καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον τοῦ ὕδατος ὃ ἦν ὑποκάτω τοῦ στερεώματος, καὶ ἀνὰ μέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος.

καὶ ἐκάλεσεν ὁ θεὸς τὸ στερέωμα οὐρανόν· καὶ ἴδεν ὁ θεὸς ὅτι καλόν. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί, ἡμέρα δευτέρα.

Καὶ εἶπεν ὁ θεός Συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά· καὶ ἐγένετο οὕτως. καὶ συνήχθη τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τὰς συναγωγὰς αὐτῶν, καὶ ὤφθη ἡ ξηρά.

καὶ ἐκάλεσεν ὁ θεὸς τὴν ξηρὰν γῆν, καὶ τὰ συστέματα τῶν ὑδάτων ἐκάλεσεν θαλάσσας· καὶ ἴδεν ὁ θεὸς ὅτι καλόν.

καὶ εἶπεν ὁ θεός Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ’ ὁμοιότητα, καὶ ξύλον κόρπιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος εἰς ὁμοιότητα ἐπὶ τῆς γῆς· καὶ ἐγένετο οὕτως.

καὶ ἐξήνεγκεν ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ’ ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς. καὶ ἴδεν ὁ θεὸς ὅτι καλόν.

καὶ ἐγένετο §ἐσπέρα καὶ ἐγένετο πρωί, ἡμέρα τρίτη.

καὶ § D. εἶπεν ὁ θεός Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς Inscr γένεσις E I 4 ἔιδεν A b 6 —7 ὕδατος εποιησεν sup ras Α 1?a? 10 συστήματα Ε 11 κάτα γένος εἰς ομ.] εἰς ομ. κάτα γένος E 14 εἰς φαῦσιν AD] ὥστε φαίνειν ἔπι Ε Α φαῦσιν τῆς γῆς, καὶ ἄρχεῖν τῆς ἡμέρας καὶ τῆς νυκτὸς καὶ διαχωρίζειν ¶ D ἀνὰ μέσον τῆς ἡμέρας καὶ ἀνὰ μέσον τῆς νυκτός· καὶ ἔστωσαν εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτούς·

καὶ ἔστωσαν εἰς φαῦσιν ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς. καὶ ἐγένετο οὕτως.

καὶ ἐποίησεν ὁ θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους, τὸν φωστῆρα τὸν μέγαν εἰς ἀρχὰς τῆς ἡμέρας καὶ τὸν φωστῆρα τὸν ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτός, καὶ τοὺς ἀστέρας.

καὶ ἔθετο αὐτοὺς ὁ θεὸς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς,

καὶ ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτός, καὶ διαχωρίζειν ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους· καὶ ἴδεν ὁ θεὸς ὅτι καλόν.

καὶ ἐγένετο ἑσπέρα ¶ D καὶ ἐγένετο πρωί, ἡμέρα τετάρτη. ¶

Καὶ εἶπεν ὁ θεός Ἑξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν καὶ πετεινὰ πετόμεν[α] ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμ[α του] οὐρανοῦ • καὶ ἐγένετο οὕτως.

καὶ ἐποίησεν ὁ θεὸς τὰ κήτη [τὰ με]γάλα καὶ πᾶσαν ψυχὴν [ζῴων ἑρπε]τῶν, ἃ ἐξήγαγεν [τὰ ὕδατα κατὰ γένη αὐτῶν], καὶ πᾶν πετεινὸν πτ[ερωτὸν] κατὰ γένος· καὶ ἴδεν ὁ [θεὸς ὅτι καλά].

καὶ ηὐλόγησεν αὐτὰ ὁ θ[εὸς λέγων] Αὐξάνεσθε καὶ πληθ[ύνεσθε, καὶ] πληρώσατε τὰ ὕδατα [ἐν ταῖς θα]λάσσαις, καὶ τὰ πετε[ινὰ πληθυ]νέσθωσαν ἐπὶ τῆς γῆς.

καὶ ἐγέ]νετο ἑσπέρα καὶ εγ[ένετο πρωί], ἡμέρα πέμπτη.

Καὶ εἶπεν ὁ θεός Ἐξαγαγ[έτω ἡ γῆ ψυχὴν] ζῶσαν κατὰ γένος, [τετράποδα] καὶ ἑρπετὰ καὶ θηρί[α τῆς γῆς κατὰ] γένος, καὶ ἐγένετο [οὕτως].

καὶ ἐποίησεν ὁ θεὸς τὰ [θηρία τῆς γῆς] κατὰ γένος καὶ τὰ κτ[ήνη κατὰ γέ]νος καὶ πάντα τὰ ἑρπ[ετὰ τῆς γῆς] § D κατὰ γένος αὐτῶν· καὶ ἴδεν ὁ θεὸς ὅτι καλά.

§καὶ εἶπεν ὁ θεός Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ κἀθ᾽ ὁμοίωσιν· καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν κτηνῶν καὶ πάτης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς.

καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς.

καὶ ηὐλόγησεν αὐτοὺς ὁ θεὸς λέγων Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν καὶ κατακυριεύσατε αὐτῆς, καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ πάντων τῶν κτηνῶν καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς.

καὶ εἶπεν ὁ θεός ἰδοὺ δέδωκα ὑμῖν πᾶν 14 καὶ ἄρχειν ... νυκτος Ι°] καὶ ἀρχέτωσαν (D)... νυκτὸς D* (rescr D a) om Ε | καὶ διαχ.] του διαχ. D | om εἰς 5° D 20—25 quae uncis perier in Α 21 κάτα 2° Ε] καιπα Α (κὰι πᾶ A b?) 24 om καὶ 25 om καὶ τὰ κτήνη κάτα γ. Ε 26 — 28 rescr vid D a 26 καὶ τῶν πετ. του οὖρα sup ras pl litt A 1 | τῶν ερπετων] om τῶν D vid 28 ευλ[ογησεν] D | αὐτοὺς o θεὸς A D sil] o θݲςݲ αυτους E | πληρωσατε] πληθυ[νετε?] D | πάντων Ι° Ε | κτηνῶν καὶ] πα A 1 mg | om καὶ πάσης τῆς γῆς Ε | om Ε 29 πὰν AE] πάντα D sil χόρτον σπόριμον σπεῖρον σπέρμα, ὅ ἐστιν ἐπάνω πάσης τῆς γῆς· καὶ πᾶν A ξύλον, ὃ ἔχει ἐν ἑαυτῷ καρπὸν σπέρματος σπορίμου· [ὑ]μῖν ἔσται εἰς βρῶσιν,

καὶ πᾶσι [τοῖ]ς θηρίοις τῆς γῆς καὶ πᾶσι [τοῖ]ς πετεινοῖς τοῦ οὐρανοῦ [καὶ π]αντὶ ἑρπετῷ τῷ ἕρπον[τι ἐπὶ τῆς] γῆς, ὃ ἔχει ἐν ἑαυτῷ [ψυχὴ]ν ζωῆς· καὶ πάντα χόρ[τον χλ]ωρὸν εἰς βρῶσιν. καὶ [ἐγένετ]ο οὕτως.

[καὶ ἴδεν ὁ] θεὸς τὰ πάντα ὅσα ἐποίη[σεν, καὶ] ἰδοὺ καλὰ λίαν. καὶ ἐγέ[νετο ἑσ]πέρα καὶ ἐγένετο πρωί, ἡμέρα ἡμέρα ἕ]κτη.

Chapter 2

[Καὶ ¶ D συνετε]λέσθησαν ὁ οὐρανὸς κ]αὶ ἡ γῆ καὶ πᾶς ὁ κόσμος [αὐτῶν.

κ]αὶ συνετέλεσεν ὁ θεὸς [ἐν τῇ ἡμέρα] τῇ ἕκτη τὰ ἔργα αὐτοῦ [ἃ ἐποίησ]εν· καὶ κατέπαυσεν [τῇ ἡμ]έρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάν[των τῶ]ν ἔργων αὐτοῦ ὧν [ἐποίησ]εν.

καὶ ηὐλόγησεν [ὁ θεὸς τὴν] ἡμέραν τὴν ἑβδόμην καὶ ἡγίασεν αὐτήν, ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἤρξατο ὁ θεὸς ποιῆσαι.

Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς, ὅτε ἐγένετο· ᾗ ἡμέρᾳ ἐποίησεν Κύριος ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν,

καὶ πᾶν χλωρὸν ἀγροῦ πρὸ τοῦ γενέσθαι ἐπὶ τῆς γῆς, καὶ πάντα χόρτον ἀγροῦ πρὸ τοῦ ἀνατεῖλαι. οὐ γὰρ ἔβρεξεν ὁ θεὸς ἐπὶ τὴν γῆν, καὶ ἄνθρωπος οὐκ ἦν ἐργάζεσθαι τὴν γῆν·

πηγὴ δὲ ἀνέβαινεν ἐκ τῆς γῆς καὶ ἐπότιζεν πᾶν τὸ πρόσωπον τῆς γῆς.

καὶ ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆς· καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν.

Καὶ ἐφύτευσεν Κύριος ὁ θεὸς παράδεισον ἐν Ἔδεμ κατὰ ἀνατολάς, καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον ὃν ἔπλασεν.

καὶ ἐξανέτειλεν ὁ θεὸς ἔτι ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν καὶ καλὸν εἰς βρῶσιν· καὶ τὸ ξύλον τῆς ζωῆς ἐν μέσῳ τῷ παραδείσῳ, καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ.

ποταμὸς δὲ ἐκπορεύεται ἐξ Ἔδεμ ποτίζειν τὸν παράδεισον· ἐκεῖθεν ἀφορίζεται εἰς τέσσαρας ἀρχάς.

ὄνομα τῷ ἑνὶ Φεισών· οὗτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν Εὑειλάτ, ἐκεῖ ἐστιν τὸ χρυσίον·

τὸ δὲ χρυσίον τῆς γῆς ἐκείνης καλόν· καὶ ἐκεῖ ἐστιν ὁ ἄνθραξ καὶ ὁ λίθος ὁ πράσινος.

καὶ ὄνομα τῷ ποταμῷ τῷ δευτέρῳ Γηών· οὗτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν Αἰθιοπίας.

καὶ ὁ ποταμὸς ὁ τρίτος Τίγρις· οὗτος ὁ πορευόμενος κατέναντι Ἀσσυρίων. ὁ δὲ ποταμὸς ὁ τέταρτος, οὗτος Εὐφράτης.

καὶ ἔλαβεν κύριος ὁ θεὸς τὸν ἄνθρωπον ὃν ἔπλασεν καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ, ἐργάζεσθαι αὐτὸν καὶ φυλάσσειν.

καὶ ἐνετείλατο Κύριος ὁ θεὸς τῷ Ἀδὰμ λέγων Ἀπὸ 29 σπείρων Α 29 — II 3 quae uncis incl sunt perier in Α 30 post DE παντὶ ras 2 vel 3 litt Α | om τὼ D sil Ε 31 rescr omn D a | om τὰ Ε II 1 post συνετελ. ras 7 litt Α 3 om ἔργων E 5 πάντα] πὰν Ε | om ἀγροῦ 2° E | ο θεὸς ἔπι τὴν γην] ἔπι τῆς γῆς ο θݲςݲ Ε 11 Φισων Ευιλατ E | ἔκει οὑν E 14 ο πορευομενος] pr ο ποταμὸς E Α παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ·

ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, οὐ φάγεσθε ἀπ’ αὐτοῦ· ἧ δ’ ἂν ἡμέρᾳ φάγησθε ἀπ’ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε.

Καὶ εἶπεν Κύριος ὁ θεός Οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον. ποιήσωμεν αὐτῷ βοηθὸν κατ’ αὐτόν.

καὶ ἔπλασεν ὁ θεὸς ἔτι ἐκ τῆς γῆς πάντα τό θηρία τοῦ ἀγροῦ κα πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδὰμ ἰδεῖν τί καλέσει αὐτά· καὶ πᾶν ὁ ἐὰν ἐκάλεσεν αὐτὸ Ἀδὰμ ψυχὴν ζῶσαν, τοῦτο ὄνομα αὐτοῦ.

καὶ ἐκάλεσεν Ἀδὰμ ὀνόματα πᾶσιν τοῖς κτήνεσιν καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ πᾶσι τοῖς θηρίοις τοῦ ἀγροῦ· τῷ τε Ἀδὰμ οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ.

καὶ ἐπέβαλεν ὁ θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδάμ, καὶ ὕπνωσεν. καὶ ἔλάβεν μίαν τῶν πλευρῶν αὐτοῦ καὶ ἀνεπλήρωσεν σάρκα ἀντ’ αὐτῆς.

καὶ ᾠκοδόμησεν Κύριος ὁ θεὸς τὴν πλευράν, ἢν ἔλαβεν ἀπὸ τοῦ Ἀδάμ, εἰς γυναῖκα· καὶ ἤγαγεν αὐτὴν πρὸς τὸν Ἀδάμ.

καὶ εἶπεν Ἀδάμ Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου. αὕτη κληθήσεται Γυνή, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήμφθη αὕτη.

ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα § D αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ, καὶ §προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ· καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.

Chapter 3

καὶ ἦσαν οἱ δύο γυμνοί, ὅ τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ, καὶ οὐκ ᾐσχύνοντο.

Ὁ δὲ ὄφις ἦν φρονιμώτατος πάντων τῶν θηρίων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς (ΙΙΙ) ὧν ἐποίησεν Κύριος ὁ θεός. καὶ εἶπεν ὁ ὄφις τῇ γυναικί Τί ὅτι εἶπεν ὁ θεός Οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου;

καὶ εἶπεν ἡ γυνὴ τῷ ὄφει Ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου φαγόμεθα·

ἀπὸ δὲ καρποῦ τοῦ ξύλου ὅ ἐστιν ἐν μέσῳ τοῦ παραδείσου, εἶπεν ὁ θεός Οὐ φάγεσθε ἀπ’ αὐτοῦ οὐδὲ μὴ ἅψησθε αὐτοῦ, ἵνα μὴ ἀποθάνητε.

καὶ εἶπεν ὁ ὄφις τῇ γυναικί Οὐ θανάτῳ ἀποθανεῖσθε·

ᾔδει γὰρ ὁ θεὸς ὅτι ἐν ἧ ἂν ἡμέρᾳ φάγησθε ἀπ’ αὐτοῦ, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοί, καὶ ἔσεσθε ὡς θεοί, γινώσκοντες καλὸν καὶ πονηρόν.¶

καὶ ἴδεν ἡ γυνὴ ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν, καὶ ὅτι ἀρεστὸν τοῖς ὀφθαλμοῖς ἰδεῖν καὶ ὡραῖόν ἐστιν τοῦ κατανοῆσαι, καὶ λαβοῦσα τοῦ καρποῦ αὐτοῦ ἔφαγεν· καὶ ἔδωκεν καὶ τῶ ἀνδρὶ αὐτῆς μετ’ αὐτῆς, καὶ ἔφαγον.

καὶ διηνοίχθησαν οἱ ὀφθαλμοὶ τῶν δύο, καὶ ἔγνωσαν ὅτι γυμνοὶ ήσαν· καὶ ἔρραψαν DE 17 φαγησθε] φάγῃ Ε 19 om ἔαν E 20 om Αδαμ Ι° E Ε | τὼ ’δε Αδ. Ε 23 om ὀστοῦν A* (hab vid Α 1?mg E) Ι om ἀυτὴ 2 24 ἦ γυναικὶ] πρὸς τὴν γυναῖκα DE III 1 φρονιμωτε[ρος] D | θεὸς 2°] pr κݲςݲ Ε | παραδείσου sup ras pi litt A 1?a? 2 παντὸς sup ras καρπου D sil E | του ξυ[λου] D | φαγούμεθα D sil 3 κάρπου] pr του D su του ξύλου] om του Ε | ἅψεσθαι E 5 om ἐν η Ε Ι φάγητε D (..τε) κάλον] pr τὸ Ε 7 ἔρραψαν εραψ. Ε) φύλλα σθκης] ἀν’ φυλλα σὺ sup ras A a? φύλλα συκῆς καὶ ἐποίησαν ἑαυτοῖς περιζώματα.

Καὶ ἤκουσαν τὴν Α φωνὴν Κυρίου τοῦ θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν· καὶ ἐκρύβησαν ὅ τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ ἀπὸ προσώπου Κυρίου τοῦ θεοῦ ἐν μέσῳ τοῦ ξύλου τοῦ παραδείσου.

καὶ ἐκάλεσεν Κύριος ὁ θεὸς τὸν Ἀδὰμ καὶ εἶπεν αὐτῷ Ἀδάμ, ποῦ εἶ;

καὶ εἶπεν αὐτῷ Τὴν φωνήν σου ἤκουσα περιπατοῦντος ἐν τῷ παραδείσῳ, καὶ ἐφοβήθην, ὅτι γυμνός εἰμι, καὶ ἐκρύβην.

καὶ εἶπεν αὐτῷ Τίς ἀνήγγειλέν σοι ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ’ αὐτοῦ ἔφαγες;

καὶ εἶπεν ὁ Ἀδάμ Ἡ γυνή, ἣν ἔδωκας μετ’ ἐμοῦ, αὕτη μοι ἔδωκεν ἀπὸ τοῦ ξύλου, καὶ ἔφαγον.

καὶ εἶπεν Κύριος ὁ θεὸς τῇ γυναικί Τί τοῦτο ἐποίησας; καὶ εἶπεν ἡ γυνή Ὁ ὄφις ἠπάτησέν με, καὶ ἔφαγον.

καὶ εἶπεν Κύριος ὁ θεὸς τῷ ὄφει Ὅτι ἐποίησας τοῦτο, ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν κτηνῶν καὶ ἀπὸ πάντων τῶν θηρίων τῆς γῆς· ἐπὶ τῷ στήθει σου καὶ τῇ κοιλίᾳ πορεύση, καὶ γῆν φάγῃ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου.

καὶ ἔχθραν θήσω ἀνὰ μέσον σου καὶ ἀνὰ μέσον τῆς γυναικός, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτῆς. αὐτός σου τηρήσει κεφαλήν, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν.

καὶ τῇ γυναικὶ εἶπεν Πληθύνων πληθυνῶ τὰς λύπας σου καὶ τὸν στεναγμόν σου· ἐν λύπαις τέξῃ τέκνα, καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει.

τῷ δὲ Ἀδὰμ εἶπεν Ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναικός σου καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ’ αὐτοῦ ἔφαγες, ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου· ἐν λύπαις φάγῃ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου·

ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι, καὶ φάγῃ τὸν χόρτον τοῦ ἀργοῦ.

ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου ἕως τοῦ ἀποστρέψαι σε εἰς τὴν γῆν ἐξ ἧς ἐλήμφθης· ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ.

Καὶ ἐκάλεσεν Ἀδὰμ τὸ ὄνομα τῆς γυναικὸς Ζωή, ὅτι αῦτη μήτηρ πάντων τῶν ζώντων.

καὶ ἐποίησεν Κύριος ὁ θεὸς τῷ Ἀδὰμ καὶ τῇ γυναικὶ αὐτοῦ χιτῶνας δερματίνους, καὶ ἐνέδυσεν αὐτούς.

Καὶ εἶπεν Κύριος ὁ θεός Ἰδοὺ Ἀδάμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν, τοῦ γινώσκειν καλὸν καὶ πονηρόν· καὶ νῦν μή ποτε ἐκτείνῃ τὴν χεῖρα καὶ λάβῃ τοῦ ξύλου τῆς ζωῆς καὶ φάγῃ, καὶ ζήσεται εἰς τὸν αἰῶνα.

καὶ ἐξαπέστειλεν αὐτὸν Κύριος ὁ θεὸς ἐκ τοῦ παραδείσου τῆς τρυφῆς, ἐργάζεσθαι τὴν γῆν ἐξ ἧς ἐλήμφθη.

καὶ ἐξέβαλεν τὸν Ἀδὰμ καὶ κατῴκισεν αὐτὸν 8 τῆς φωνῆς E Ι om κυρίου 2° E | om. του ξύλου E 10 περιπατουντος] περιπαντος Α 11 εἰ μὴ] + ὅτι E 12 om ο Ε 14 συ] σοι E | τῆς γης] pr τῶν ἔπι A a?mg E | τῆ κοιλία] + σου E 17 τούτου] τοῦτο E | om ἐν λύπαις... ζωῆς σου E 19 ἕως οὐ E | τὴν γῆν] om τὴν E 20 om Αδαμ E Ι γυναικὸς] + αὐτοῦ E Α ἀπέναντι τοῦ παραδείσου τῆς τρυφῆς, καὶ ἔταξεν τὰ χερουβὶν καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρεφομένην φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς.

Chapter 4

§ Ἀδὰμ δὲ ἔγνω Εὕαν τὴν γυναῖκα αὐτοῦ, καὶ συνέλαβεν κα ἔτεκεν τὸν Κάιν. καὶ εἶπεν Ἐκτησάμην ἄνθρωπον διὰ τοῦ θεοῦ.

καὶ πορσέθηκεν τεκεῖν τὸν ἀδελφὸν αὐτοῦ τὸν Ἅβελ. καὶ ἐγένετο Ἅβελ ποιμὴν προβάτων· Κάιν δὲ ἦν ἐργαζόμενος τὴν γῆν.

καὶ ἐγένετο μεθ’ ἡμέρας ἤνεγκεν Κάιν ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ κυρίῳ·

καὶ Ἅβελ ἤνεγκεν καὶ αὐτὸς ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων αὐτοῦ καὶ ἀπὸ τῶν στεάτων αὐτῶν. καὶ ἔπιδεν ὁ θεὸς ἐπὶ Ἅβελ καὶ ἐπὶ τοῖς δώροις ¶ D αὐτοῦ.

ἐπὶ δὲ Κάιν καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ ¶ οὐ προσέσχεν. καὶ ἐλύπησεν τὸν Κάιν λίαν καὶ συνέπεσεν τῷ προσώπῳ.

καὶ εἶπεν Κύριος ὁ θεὸς τῷ Κάιν Ἵνα τί περίλυπος ἐγένου, καὶ ἵνα τί συνέπεσεν τὸ πρόσωπόν σου;

οὐκ ἐὰν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες; ἡσύχασον· πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ ἄρξεις αὐτοῦ.

καὶ εἶπεν Κάιν πρὸς Ἅβελ τὸν ἀδελφὸν αὐτοῦ Διέλθωμεν εἰς τὸ πεδίον. καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτοὺς ἐν τῷ πεδίῳ καὶ ἀνέστη Κάιν ἐπὶ Ἅβελ τὸν ἀδελφὸν αὐτοῦ καὶ ἀπέκτεινεν αὐτόν.

καὶ εἶπεν ὁ θεὸς πρὸς Κάιν Ποῦ ἐστιν Ἅβελ ὁ ἀδελφός σου; ὁ δὲ εἶπεν Οὐ γινώσκω· μὴ φύλαξ τοῦ ἀδελφοῦ μού εἰ μί’ ἐγώ;

καὶ εἶπεν ὁ θεός Τί ἐποίησας; φωνή αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρὸς μὲ ἐκ τῆς γῆς.

καὶ νῦν ἐπικατάρατος σὺ ἐπὶ τῆς γῆς, ἢ ἔχανεν τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χειρός σου.

ὄτι ἐργᾷ τὴν γῆν, καὶ οὐ προσθήσει τὴν ἰσχὺν αὐτῆς δοῦναί σοι. στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς.

καὶ εἶπεν Κάιν πρὸς τὸν κύριον Μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί με.

εἰ ἐκβαλεῖς με σήμερον ἀπὸ προσώπου τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, καὶ ἔσομαι στένων καὶ τρέμων ἐπὶ τῆς γῆς· καὶ πᾶς ὁ εὑρίσκων με ἀποκτενεῖ με.

καὶ εἶπεν οὐτῶ Κύριος ὁ θεός Οὐχ οὕτως· πᾶς ὁ ἀποκτείνας Κάιν ἑπτὰ ἐκδικούμενα παραλύσει. καὶ ἔθετο κύριος ὁ θεὸς σῃμεῖον τῷ Κάιν τοῦ μὴ ἀνελεῖν αὐτὸν πάντα τὸν εὑρίσκοντα αὐτόν.

ἐξῆλθεν δὲ Κάιν ἀπὸ προσώπου τοῦ θεοῦ καὶ ᾤκησεν ἐν γῇ Ναὶδ § D κάτεναντι Ἔδεμ.

Καὶ ἔγνω Κάιν τὴν γυναῖκα αὐτοῦ, καὶ § συλλαβοῦσα ἔτεκεν τὸν Ἑνώχ. καὶ ἦν οἰκοδομῶν πόλιν· καὶ ἐπωνόμασεν τὴν πόλιν DE 24 χερουβιμ Ε IV 1 συνέλαβεν καὶ] συλλαβοῦσα D sil E 3 κυρίω] θὼ Ε 5 ἔπι Ι°] ἔπει Ε | ταῖς θυσίαις AD (θυσι...)] τοις 7 προσενεγκεις Ε 9 ο θεος] pr κݲςݲ Ε | om ἐστιν Ε τι]+του τοῦτο Ε b) 11 ἄπο τῆς γῆς Ε 13 ’τον κݲνݲ τον θݲνݲ E Ε Ι πᾶς ο εὕρ’.] pr ἔσται Α b? mg E ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἐνώχ.

ἐγενήθη δὲ τῷ Ἑνῶχ Γαιδάδ, A καὶ Γαιδὰδ ἐγέννησεν τὸν Μαιήλ, καὶ Μαιὴλ ἐγέννησεν τὸν Μαθουσαλά, καὶ Μαθουσαλὰ ἐγέννησεν ¶ τὸν Λάμεχ.

καὶ ἔλαβεν ἑαυτῷ Λάμεχ δύο ¶ D γυναῖκας· ὄνομα τῇ μιᾷ Ἀδά, καὶ ὄνομα τῇ δευτέρᾳ Σέλλα.

καί ἔτεκεν Ἄδα τὸν Ἰωβέλ· οὗτος ἦν ὁ πατὴρ οἰκούντων ἐν σκηναῖς κτηνοτρόφων.

καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ Ἰουβάλ· οὗτος ἦν ὁ καταδείξας ψαλτήριον καὶ κιθάραν.

Σελλὰ δὲ ἔτεκεν καὶ αὐτὴ τὸν Θόβελ· καὶ ἦν σφυροκόπος χαλκεὺς χαλκοῦ καὶ σιδήρου. ἀδελφὴ δὲ Θόβελ Νοεμά.

εἶπεν δὲ Λάμεχ ταῖς ἑαυτοῦ Ἄδα καὶ Σέλλα, ἀκούσατέ μου τῆς φωνῆς· γυναῖκες Λάμεχ, ἐνωτίσασθέ μου τοὺς λόγους· ὅτι ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοί, καὶ νεανίσκον εἰς μώλωπα ἐμοί·

ὅτι ἑπτάκις ἐκδεδίκηται ἐκ Κάιν, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά,

§ Ἔγνω δὲ Ἀδὰμ Εὕαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκεν § D υἱόν. καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Σὴθ λέγουσα Ἐξανέστησεν γάρ μοι ὁ θεὸς σπέρμα ἕτερον ἀντὶ Ἅβελ, ὃν ἀπέκτεινεν Κάιν.

καὶ τῷ Σὴθ ἐγένετο υἱός, ἐπωνόμασεν δὲ τὸ ὄνομα αὐτοῦ Ἐνώς· οὗτος ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ.

Chapter 5

Αὔτη ἡ βίβλος γενέσεως ἀνθρώπων. ᾗ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν Ἀδάμ, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν·

ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς, καὶ εὐλόγησεν αὐτούς. καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτῶν Ἀδάμ, ᾗ ἡμέρᾳ ἐποίησεν αὐτούς.

ἔζησεν δὲ Ἀδὰμ διακόσια καὶ τριάκοντα ἔτη, καὶ ἐγέννησεν κατὰ τὴν εἰδέαν αὐτοῦ καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ· καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Σήθ.

ἐγένοντο δὲ αἱ ἡμέραι Ἀδάμ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Σὴθ ἑπτακόσια ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.

καὶ ἐγένοντο πᾶσαι οἱ ἡμέραι Ἀδὰμ ἃς ἔζησεν ἐννακόσια καὶ τριάκοντα ἔτη, καὶ ἀπέθανεν.

Ἔζησεν δὲ Σὴθ διακόσια καὶ πέντε ἔτη, καὶ ἐγέννησεν τὸν Ἐνώς.

καὶ ἔζησεν Σὴθ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἐνὼς ἑπτακόσια καὶ ἑπτὰ ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέῥᾶς. 17 om του υἱοῦ D 18 ἐγεννήθη DE | Μαιηλ Ι°] Μαουια D Μαουιηλ DE E Ι Μαιηλ 2°] Μαουιηλ D Μαουιηλ Ε 20 Ιωβηδ E 22 χαλκευς] Ε 23 ἐμοὶ 2°] μοι Ε 25 επωνομασεν] πω sup ras 18 litt 26 post θݲυݲ ras 8 litt Α V Ι post ανݲωݲνݲ ras 4 litt Α 2 Ε | ἀυτῶν Αδαμ] litt ὢν Αδαμ sup ras Α 1?a? αὐτοῦ Αδαμ D 3 τριακοντα καὶ διακόσια D (..κοντα καὶ δία..) Ε | ἐγέννησε D | κατ’ 4 μέτα τὸ γενν. sup ras Α 1 5 ἐγένοντο sup ras Α ?vid | τριακ. καὶ ενν. D sil 6 πέντε καὶ διακ. D sil E 7 ἔπτα ἔτη καὶ επτακ. A

καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Σὴθ ἐννακόσια δώδεκα ἔτη, καὶ ἀπέθανεν.

Καὶ ἔζησεν Ἐνὼς ἑκατὸν ἐνενήκοντα ἔτη, καὶ ἐγέννησεν τὸν Καινάν.

καὶ ἔζησεν Ἐνὼς μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Καινὰν ἑπτακόσια καὶ δέκα πέντε ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.

καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἐνὼς ἐννακόσια καὶ πέντε ἔτη, καὶ ἀπέθάνεν. ¶ D ¶

Καὶ ἔζησεν Καινὰν ἑκατὸν ἑβδομήκοντα ἔτη, καὶ ἐγέννησεν τὸν Μαλελεήλ.

καὶ ἔζησεν Καινὰν μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαλελεὴλ ἑπτακόσια καὶ τεσσεράκοντα ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.

καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Καινὰν ἐννακόσια καὶ δέκα ἔτη, καὶ ἀπέθανεν.

Καὶ ἔζησεν Μαλελεὴλ ἑκατὸν καὶ ἑξήκοντα πέντε ἔτη, ἐγέννησεν τὸν Ἰάρεδ.

καὶ ἔζησεν Μαλελεὴλ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἰάρεδ ἑπτακόσια καὶ τριάκοντα ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.

καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Μαλελεὴλ ὀκτακόσια καὶ ἐνενήκοντα § D πέντε ἔτη, καὶ ἀπέθανεν.

§ Καὶ ἔζησεν Ἰάρεδ ἑκατὸν καὶ ἑξήκοντα δύο ἔτη, καὶ ἐγέννησεν τὸν Ἑνώχ.

καὶ ἔζησεν Ἰάρεδ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἑνὼχ ὀκτακόσια ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.

καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἰάρεδ ἐννακόσια καὶ ἑξήκοντα δύο ἔτη, καὶ ἀπέθανεν.

Καὶ ἔζησεν Ἑνὼχ ἑκατὸν καὶ ἑξήκοντα πέντε ἔτη, καὶ ἐγέννησεν τὸν Μαθουσάλα.

εὐηρέστησεν δὲ Ἑνὼχ τῷ θεῷ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαθουσάλα διακόσια ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.

καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἑνὼχ τριακόσια ἑξήκοντα πέντε ἔτη.

καὶ εὐηρέστησεν Ἑνὼχ τῷ θεῷ· καὶ οὐχ ηὑρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ θεός.

Καὶ ἔζησεν Μαθουσάλα ἑκατὸν καὶ ὀγδοήκοντα ἑπτὰ ἔτη, κοὶ ἐγέννησεν τὸν Λάμεχ.

καὶ ἔζησεν Μαθουσάλα μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Λάμεχ ἑπτακόσια καὶ ὀγδοήκοντα δύο ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.

καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Μαθουσάλα ἃς ἔζησεν ἐννακόσια καὶ ἑξήκοντα ἐννέα ἔτη, καὶ DE 8 αἰ ἠμ’. Σηθ] + ἃς ἔζησεν D | post ενν. ras 3 litt Α? | δωδ. ἔτη D sil E 9 ἕκατον A 1?mg | ἔτη ἕκατον ενε... D 10 πέντε καὶ δέκα ἔτη καὶ επτακ. D sil E 11 πέντε ἔτη καὶ εννακ. (+ ἔτη D) DE 12 εβδ. ἔτη καὶ ἕκατον Ε 13 τεσσαρακ. ἔτη καὶ επτακ. Ε 14 δέκα ετη καὶ εννακ. E 15 πέντε καὶ εξηκ. καὶ ἕκατον ετη E | Ιαρετ Ε 16 Ιαρετ Ε | ἔτη τριακ. καὶ επτακ. Ε 17 ἔτη πέντε καὶ ενεν. καὶ οκτακ. Ε 18 Ιαρεδ D] Ιαρετ ΑΕ | δύο και εξηκ καὶ ἕκατον ἔτη D δύο κα εξηκ. ἔτη καὶ ἕκατον Ε 20 δύο καὶ εξηκ. ἔτη καὶ εννακ. D (δυο καὶ εξη .. σια D) δύο καὶ εξηκ. καὶ εννακ. ἔτη 21 πέντε καὶ εξηκ. καὶ ἕκατον ἔτη D (πεντε καὶ ἐξήκοντα.) Ε 22 δε Ενωχ τὼ θέω AD (..ηρεστησεν δε E.)] καὶ ἔζησεν Ενωχ Ε 23 καὶ εξηκ. καὶ τριακ. ἔτη D (..οντα καὶ τριακοσια..) Ε 24 ὅτι D sil καὶ ὀγδοήκοντα καὶ ἕκατον ἔτη D (..ηκοντα κα.. D) Ε | ογδο sup ras (εξη.. A* vid) 26 επτακ. καὶ ὀγδόη sup ras Α a δύο καὶ ογδοηκ. . ἔτη D (ουδοηκ. rescr D b) E 27 ἐννέα καὶ εξηκ. καὶ εννακ. ἔτη Dsd E ἀπέθανεν.

Καὶ ἔζησεν Λάμεχ ἑκατὸν ὀγδοήκοντα ὀκτὼ ἔτη, καὶ A ἐγέννησεν υἱόν.

καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Νῶε λέγων Οὗτος διαναπαύσει ἡμᾶς ἀπὸ τῶν ἔργων ἡμῶν καὶ ἀπὸ τῶν λυπῶν τῶν χειρῶν ἡμῶν ¶ καὶ ἀπὸ τῆς γῆς ἧς κατηράσατο Κύριος ὁ θεός.

καὶ ἔζησεν ¶ D Λάμεχ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Νῶε πεντακόσια καὶ ἑξήκοντα πέντε ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.

καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι (32) VIΛάμεχ ἑπτακόσια καὶ πεντήκοντα τρία ἔτη, καὶ ἀπέθανεν.

Chapter 6

Καὶ ἦν Νῶε ἐτῶν πεντακοσίων, καὶ ἐγέννησεν Νῶε τρεῖς υἱούς, τὸν Σῆμ’, τὸν Χάμ, τὸν Ἰάφεθ.

Καὶ ἐγένετο ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γίνεσθαι ἐπὶ τῆς γῆς, καὶ θυγατέρες ἐγενήθησαν αὐτοῖς·

ἰδόντες δὲ οἱ ἄγγελοι τοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν ὧν ἐξελέξαντο.

καὶ εἶπεν κύριος ὁ θεός Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις εἰς τὸν αἰῶνα, διὰ τὸ εἶναι αὐτοὺς σάρκας· ἔσονται δὲ αἱ ἡμέραι αὐτῶν ἑκατὸν εἴκοσι ἔτη.

οἱ δὲ γίγαντες ἦσαν ἐπὶ τῆς γῆς ἐν § ταῖς ἡμέραις ἐκείναις, καὶ μετ’ ἐκεῖνο ὡς § D ἄν εἰσεπορεύοντο οἱ υἱοὶ τοῦ θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων, καὶ ἐγεννῶσαν ἑαυτοῖς· ἐκεῖνοι ἦσαν οἱ γίγαντες οἱ ἀπ’ αἰῶνος, οἱ ἄνθρωποι οἱ ὀνομαστοί.

ἰδὼν δὲ κύριος ὁ θεὸς ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς, καὶ πᾶς τις διανοεῖται ἐν τῇ καρδίᾳ αὐτοῦ ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ πάσας τὰς ἡμέρας·

καὶ ἐνεθυμήθη θεὸς ὅτι ἐποίησεν τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς, καὶ διενοήθη.

καὶ εἶπεν ὁ θεός Ἀπαλείψω τὸν ἄνθρωπον ὃν ἐποίησα ἀπὸ προσώπου τῆς γῆς, ἀνθρώπου ἕως κτήνους καὶ ἀπὸ ἑρπετῶν ἕως τῶν πετεινῶν τοῦ οὐρανοῦ· ὅτι ἐθυμώθην ὅτι ἐποίησα αὐτούς.

Νῶε δὲ εὗρεν χάριν κυρίου τοῦ θεοῦ.

Αὗται δὲ οἱ γενέσεις Νῶε. Νῶε ἄνθρωπος δίκαιος, τέλειος ὢν τῇ γενέσει αὐτοῦ· τῷ θεῷ εὐηρέστησεν Νῶε.

ἐγέννησεν δὲ Νῶε τρεῖς υἱούς, τὸν Σῆμ’, τὸν Χάμ, τὸν ἸάΦεθ.

ἐφθάρη δὲ ἡ γῆ τοῦ θεοῦ, καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας.

καὶ ἴδεν Κύριος ὁ θεὸς καὶ ἦν κατεφθαρμένη, ὅτι κατέφθειρεν πᾶσα σὰρξ τὴν ὁδὸν αὐτοῦ ἐπὶ τῆς γῆς.

Καὶ εἶπεν ὁ θεὸς πρὸς Νῶε Καιρὸς παντὸς ἀνθρώπου 28 ὀκτὼ καὶ ογδοηκ. καὶ ἕκατον ἔτη D (..ω και ογδοηκον|..) Ε 30 πέντε καὶ εξηκοݲτα καὶ πεντακ. ἔτη Ε 31 τρία καὶ πεντηκ. καὶ επτακ. ἔτη VI 1 ΧαΦ Α | γεινεσθαι Α | εγεννηθησαν E 2 ἄγγελοι sup ras Α ?vid 3 αυτουσαρκας Α 4 αυτοις D sil E 7 Τῶν πετ. AD] om των E 8 εναντιον ] ἐνώπιον D | θεοῦ] seq ras 3 litt in Α 9 γενεσει ] γεωεα DE 10 ΧαΦ Α 12 ἔφθειρεν E 13 ο θεος] pr κݲςݲ Dsil A ἐναντίον μου, ὅτι ἐπλήσθη ἡ γῆ ἀδικίας ἀπ’ αὐτῶν· καὶ ἰδοὺ ἐγὼ καταφθείρω αὐτοὺς καὶ τὴν γῆν.

ποίησον οὖν σεαυτῷ κιβωτὸν ἐκ ξύλων τετραγώνων· νοσσιὰς ποιήσεις τὴν κιβωτόν, καὶ ἀσφαλτώσεις αὐτὴν ἔσωθεν καὶ ἔξωθεν τῇ ἀσφάλτῳ.

καὶ οὕτως ποιήσεις τὴν κιβωτόν· τριακοσίων πήχεων τὸ μῆκος τῆς κιβωτοῦ, καὶ πεντήκοντα πήχεων τὸ πλάτος, καὶ τριάκοντα πήχεων τὸ ὕψος αὐτῆς.

ἐπισυνάγων ποιήσεις τὴν κιβωτόν, καὶ εἰς πῆχυν συντελέσεις αὐτὴν ἄνωθεν· τὴν δὲ θύραν τῆς κιβωτοῦ ποιήσεις ἐκ πλαγίων· κατάγαια διώροφα καὶ τριώροφα ποιήσεις ¶ D αὐτήν. ¶

ἐγὼ δὲ ἰδοὺ ἐπάγω τὸν κατακλυσμὸν ὕδωρ ἐπὶ τὴν γῆν, καταφθεῖραι πᾶσαν σάρκα ἐν ᾗ ἐστὶν ἐν οὐτῇ πνεῦμα ζωῆς ὑποκάτω οὐρανοῦ· καὶ ὄσα ἐὰν ᾖ ἐπὶ τῆς γῆς τελευτήσει.

καὶ στήσω τὴν διαθήκην μου πρὸς σέ· εἰσελεύσῃ δὲ εἰς τὴν κιβωτόν, σὺ καὶ οἱ υἱοί σου καὶ ἡ γυνή σου καὶ αἱ γυναῖκες τῶν υἱῶν σου μετὰ σοῦ.

καὶ ἀπὸ πάντων τῶν κτηνῶν καὶ ἀπὸ πάντων τῶν ἑρπετῶν καὶ ἀπὸ πάντων τῶν θηρίων καὶ ἀπὸ πάσης σαρκός, δύο δύο ἀπὸ πάντων εἰσάξεις εἰς τὴν κιβωτόν, ἵνα τρέφῃς μετὰ σεαυτοῦ· ἄρσεν καὶ θῆλυ ἔσονται.

ἀπὸ πάντων τῶν ὀρνέων τῶν πετεινῶν κατὰ γένος καὶ ἀπὸ πάντων τῶν κτηνῶν κατὰ γένος καὶ ἀπὸ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς κατὰ γένος αὐτῶν, δύο δύο ἀπὸ πάντων εἰσελεύσονται πρὸς σὲ τρέφεσθαι μετὰ σοῦ, ἄρσεν καὶ θῆλυ.

σὺ δὲ λήψῃ σεαυτῷ ἀπὸ πάντων τῶνβρωμάτων ἃ ἔδεσθε, καὶ συνάξεις πρὸς σεαυτόν, καὶ ἔσται καὶ ἐκείνοις φαγεῖν.

καὶ ἐποίησεν Νῶε πάντα ὅσα ἐνετείλατο αὐτῷ κύριοςὁ θεός, οὕτως ἐποίησεν.

Chapter 7

§ Καὶ εἶπεν κύριος ὁ θεὸς πρὸς Νῶε εἴσελθε σὺ καὶ πᾶς ὁ οἰκός σου εἲς τὴν κιβωτόν, ὅτι σὲ ἴδον δίκαιον ἐναντίον μου ἐν τῇ γενεᾷ ταύτῃ.

ἀπὸ δὲ τῶν κτηνῶν τῶν καθαρῶν εἰσάγαγε πρὸς σὲ ἑπτὰ ἑπτὰ ἄρσεν καὶ θῆλυ, ἀπὸ δὲ τῶν κτηνῶν τῶν μὴ καθαρῶν δύο δύο ἄρσεν καὶ θῆλυ·

καὶ ἀπὸ τῶν πετεινῶν τοῦ οὐρανοῦ τῶν καθαρῶν ἑπτὰ ἑπτὰ ἄρσεν καὶ θῆλυ, καὶ ἀπὸ πάντων τῶν πετεινῶν τῶν μὴ καθαρῶν δύο δύο ἄρσεν καὶ θῆλυ, διαθρέψαι σπέρμα ἐπὶ πᾶσαν τὴν γῆν.

ἔτι γὰρ ἡμερῶν ἑπτὰ ἐγὼ ἐπάγω ὑετὸν ἐπὶ τὴν γῆν τεσσεράκοντα ἡμέρας καὶ τεσσεράκοντα καὶ ἐξαλείψω πᾶν τὸ ἀνάστεμα ὃ ἐποίησα ἀπὸ προσώπου DE 15 τριακοσιων] τετρακοσίων Ε | πηχ. τὸ μηκος] om to D 16 συντελεις 17 ἐγὼ ’δε ἴδου] ἴδε ἐγὼ Ε | om ἐν ἀυτὴ Ε | ἔαν η] ἔαν ἢν Ε 18 κα γυνὴ σου καὶ οἱ υἱοὶ σου Ε 20 om τῶν ὀρνέων Ε | om ἑρπόντων Ε | om μέτα σου ἄρσεν καὶ θῆλυ Ε 21 om τῶν Ε | κακεινοις Ε 22 om Ευριος Ε VII 1 μου] ἐμοῦ DE 2 om ἄπο ’δε τῶν κτ. τῶν καθαρῶν.. θῆλυ E | om ἄπο ’δε τῶν κτ. τῶν μὴ καθαρων...θηλυ D | τῶν μὴ καθ’.] τῶν μὴ ὄντων καθ’. Ε 3 τῶν πετ. 1°] pr παντων D | πάντων των πετ. ] om DE + του οὐράνου D 4 πάσαν τὴν ἀνάστασιν ἢν D στασιν..D) Ε τῆς γῆς.

καὶ ἐποίησεν Νῶε πάντα ὅσα ἐνετίλατο αὐτῷ κύριος ὁ D θεός. ¶

Νῶε δὲ ἦν ἐτῶν ἑξακοσίων καὶ ὁ κατακλυσμὸς ἦν ἐπὶ τῆς ¶ D γῆς.

εἰσῆλθεν δὲ Νῶε καὶ οἱ υἱοὶ αὐτοῦ καὶ ἡ γυνὴ αὐτοῦ καὶ αἱ τῶν υἱῶν αὐτοῦ μετ’ αὐτοῦ εἰς τὴν κιβωτὸν διὰ τὸ ὕδωρ τοῦ κατακλυσμοῦ.

καὶ ἀπὸ τῶν πετεινῶν καὶ ἀπὸ τῶν § κτηνῶν τῶν καθαρῶν καὶ § D ἀπὸ τῶν κτηνῶν τῶν μὴ καθαρῶν καὶ ἀπὸ τῶν πετεινῶν καὶ ἀπὸ πάν τῶν τῶν ἑρπετῶν τῶν ἐπὶ τῆς γῆς

δύο δύο εἰσῆλθον πρὸς Νῶε εἰς κιβωτόν, ἄρσεν καὶ θῆλυ, καθὰ ἐνετείλατο αὐτῷ ὁ θεός.

Καὶ ἐγένετο μετὰ τὰς ἑπτὰ ἡμέρας καὶ τὸ ὕδωρ τοῦ κατακλυσμοῦ ἐγένετο ἐπὶ τῆς γῆς.

ἐν τῷ ἑξακοσιοστῷ ἔτει ἐν τῇ ζωῇ τοῦ Νῶε τοῦ μηνός, ἑβδόμῃ καὶ εἰκάδι τοῦ μηνός, τῇ ἡμέρᾳ ταύτῃ ἐρράγησαν πᾶσαι αἱ πηγαὶ τῆς ἀβύσσου, καὶ οἱ καταράκται τοῦ οὐρανοῦ

καὶ ἐγένετο ὁ ὑετὸς ἐπὶ τῆς γῆς τεσσεράκοντα ἡμέρας κοντα νύκτας.

Ἐν τῇ ἡμέρᾳ ταύτῃ εἰσῆλθεν Νῶε, Σήμ, ἸάΦεθ, υἱοὶ Νῶε, καὶ ἡ γυνὴ Νῶε καὶ αἱ τρεῖς γυναῖκες τῶν υἱῶν αὐτοῦ μετ’ αὐτοῦ εἰς τὴν κιβωτόν.

καὶ πάντα τὰ θηρία κατὰ γένος καὶ τὰ κτήνη κατὰ γένος καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ τῆς γῆς κατὰ γένος καὶ πᾶν πετεινὸν κατὰ γένος

εἰσῆλθον πρὸς Νῶε εἰς τὴν κιβωτόν, δύο ἄρσεν καὶ θῆλυ ἀπὸ πάσης σαρκὸς ἐν ᾧ ἐστὶν πνεῦμα ζωῆς.

καὶ τὰ εἰσπορευόμενα ἄρσεν καὶ θῆλυ ἀπὸ πάσης σαρκὸς εἰσῆλθεν, καθὸ ἐνετείλατο ὁ θεὸς τῶ Νῶε· ¶ καὶ ἔκλεισεν κύριος ὁ θεὸς τὴν κιβωτὸν ¶ D ἔξωθεν αὐτοῦ.

Καὶ ἐγένετο ὁ κατακλυσμὸς ἐπὶ τῆς γῆς ἡμέρας καὶ τεσσεράκοντα νύκτας ἐπὶ τῆς γῆς· καὶ ἐπληθύνθη τὸ ὕδωρ καὶ ἐπῆρεν τὴν κιβωτόν, καὶ ὑψώθη ἀπὸ τῆς γῆς.

καὶ ἐπεκράτει τὸ ὕδωρ καὶ ἐπληθύνετο σφόδρα ἐπὶ τῆς γῆς· καὶ ἐπεφέρετο ἡ κιβωτὸς ἐπάνω τοῦ ὕδατος.

τὸ δὲ ὕδωρ ἐπεκράτει σφόδρα σφοδρῶς ἐπὶ τῆς γῆς, καὶ ἐπεκάλυψεν πάντα τὰ ὄρη τὰ ὑψηλὰ ἃ ἦν ὑποκάτω τοῦ οὐρανοῦ. 4 τῆς γῆς] pr πάσης DE 6 κατακλυσμος] του υδατος Ε | ην] εγενετο DE Ε 7 οἱ υιοι] om οἱ Ε | post κατακλυσμοῦ ras 12 litt Α 8 καὶ τῶν πετεινων...μη καθ’. sup ras pl litt A 1 ? καὶ ἄπο πάντων τῶν κτ. τῶν μὴ καθ’. καὶ ἄπο πάντων τῶν πετ. τῶν καθ’. καὶ ἄπο πάντων τῶν πετ. τῶν μὴ καθ’. καὶ ἄπο πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἔπι τῆς γ E | κτηνῶν τῶν μὴ καθ’.] om τῶν D vid | πάντων τῶν ἕρπ’.] om πάντων D 9 εἰσῆλθεν D (? “ εισηλθοεν sic” Holmes) E | ο θεὸς] κݲςݲ E 11 post τὼ ras 5 Α | εξακοσιοστω ] pr ἔνι καὶ E | om τῆ ἥμερα ταύτῃ E | πάσαι αἰ πηγαὶ] om πάσαι Ε 12 τεσσ. ἠμ’. AD] ἠμ’. τεσσ. E | τέσσαρ’. bis E 13 om καὶ η γυνὴ Νωε Ε | εἰς τὴν κιβ.] + δία τὸ ὕδωρ του κατακλυσμοῦ D (..ο ὕδωρ κάτα.. D) 14 πάντα τὰ κτ.] πάντα κτ. Ε 15 εἰσῆλθεν Ε | om πρὸς E | om ἄρσεν καὶ θῆλυ D (D vid) E 16 εἰσῆλθον D | ενετ. ο θεοδ] ενετ. κݲςݲ (..κݲςݲ.. D) ενετ. κݲςݲ ο θݲςݲ Ε | εξ. αὐτοῦ τὴν ἔπι τῆς γῆς 1° Ε | υψωθη ] + τα κυματα Ε 19 om σφοδρῶς E A

δέκα πέντε πήχεις ἐπάνω ὑψώθη τὸ ὕδωρ, καὶ ἐπεκάλυψεν πάντα τὰ ὄρη τὰ ὑψηλά.

καὶ ἀπέθανεν πᾶσα σὰρξ κινουμένη ἐπὶ τῆς γῆς τῶν πετεινῶν καὶ τῶν κτηνῶν καὶ τῶν θηρίων, καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ τῆς γῆς, καὶ πᾶς ἄνθρωπος·

καὶ πάντα ὅσα ὦι πνοὴν ζωῆς καὶ πᾶς ὃς ἦν ἐπὶ τῆς ξηρᾶς ἀπέθανεν.

καὶ ἐξήλειψεν πᾶν τὸ ἀνάστεμα ὃ ἦν ἐπὶ προσώπου πόσης τῆς γῆς, ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἑρπετῶν καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ· καὶ ἐξηλείφθησαν ἀπὸ τῆς γῆς. § D καὶ κατελείφθη μόνος Νῶε καὶ οἱ μετ’ αὐτοῦ ἐν τῇ κιβωτῷ. §

καὶ ὑψώθη τὸ ὕδωρ ἐπὶ τῆς γῆς ἡμέρας ἑκατὸν πεντήκοντα.

Chapter 8

Καὶ ἐμνήσθη ὁ θεὸς τοῦ Νῶε, καὶ πάντων τῶν θηρίων καὶ πάντων τῶν κτηνῶν καὶ πάντων τῶν πετεινῶν καὶ πάντων τῶν ἑρπετῶν ὅσα ἦν μετ’ αὐτοῦ ἐν τῇ κιβωτῷ· καὶ ἐπήγαγεν ὁ θεὸς πνεῦμα ἐπὶ τὴν γῆν, καὶ ἐκόπασεν τὸ ὕδωρ.

καὶ ἀπεκαλύφθησαν αἱ πηγαὶ τῆς όβύσσου καὶ οἱ καταράκται τοῦ οὐρανοῦ, καὶ συνεσχέθη ὁ ὑετὸς ἀπὸ τοῦ οὐρανοῦ,

καὶ ἐνεδίδου τὸ ὕδωρ πορευόμενον ἀπὸ τῆς γῆς· ἐνεδίδου τὸ ὕδωρ καὶ ἠλαττονοῦτο μετὰ πεντήκοντα καὶ ἑκατὸν ἡμέρας.

καὶ ἐκάθισεν ἡ κιβωτὸς ἐν μηνὶ τῷ ἑβδόμῳ, ἑβδόμῃ καὶ εἰκάδι τοῦ μηνός, ἐπὶ τὰ ὄρη τὰ Áραρἀτ.

τὸ δὲ ὕδωρ πορευόμενον ἠλαττονοῦτο ἕως τοῦ δεκάτου μηνός· ἐν δὲ τῷ ἑνδεκάτῳ μηνί, τῇ πρώτῃ τοῦ μηνός, ὤφθησαν αἱ κεφαλαὶ τῶν ὀρέων.

Καὶ ἐγένετο μετὰ τεσσεπἀκοωτα ἡμέρας ἠνέῳξεν Νῶε τὴν θυρίδα τῆς κιβωτοῦ ἢν ἐποίησεν,

καὶ ἀπέστειλεν τὸν κόρακα τοῦ ἰδεῖν εἰ κεκόπακεν τὸ ὕδωρ· καὶ ἐξελθὼν οὐχ ὑπέστρεψεν ἕως τοῦ ξηρανθῆναι τὸ ὕδωρ ἀπὸ τῆς γῆς.

καὶ ἀπέστειλεν τὴν περιστερὰν ὀπίσω αὐτοῦ ἰδεῖν εἰ κεκόπακεν τὸ ὕδωρ ἀπὸ τῆς γῆς.

καὶ οὐχ εὑροῦσα ἡ περιστερὰ ἀνάπαυσιν τοῖς ποσὶν αὐτῆς ἀνέστρεψεν πρὸς αὐτὸν εἰς τὴν κιβωτόν, ὅτι ὕδωρ ἦν ἐπὶ παντὶ προσώπῳ πάσης τῆς γῆς· καὶ ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἔλαβεν αὐτὴν καὶ εἰσήγαγεν αὐτὴν πρὸς ἑαυτὸν εἰς τὴν κιβωτόν.

καὶ ἐπισχὼν ἔτι ἡμέρας ἑπτὰ ἑτέρας πάλιν ἐξαπέστειλεν τὴν περιστερὰν ἐκ τῆς κιβωτοῦ.

καὶ ἀνέστρεψεν πρὸς αὐτὸν ἡ πεπιστερὰ τὸ πρὸς ἑσπέραν, καὶ εἶχεν φύλλον ἐλαίας κάρΦος ἐν τῷ στόματι αὐτῆς· καὶ ἔγνω Νῶε ὅτι κεκόπακεν τὸ ὕδωρ ἀπὸ τῆς γῆς. DE 20 δέκα πεντε ] πέντε καὶ δέκα Ε | om τὰ ὑψηλὰ Ε εξειληφθη E | ἀνάστημα E 24 ἠμ’. ἕκατον πεντηκ.] πεντηκ. καὶ ἠμ’. DE VIII 1 om καὶ π. τῶν ἕρπ’. DE 2 επεκαλ. D sil E 3 τὸ ὕδωρ καὶ ηλαττ. καὶ υσωπ τὸ ὕδωρ D vid (..διδιου καὶ ηλα..) Ε ἑβδόμη E 6 ανεωξεν DE 7 του ἰδεῖν εἰ D a om του E | ὕδωρ 1°] rescr D a | ἕως οὐ D 8 ἐξαπέστειλεν Ε | τῆς γῆς] pr προσώπου DE αβεστοεψεν ] ὑπέστρεψεν DE | om ἀυτὴν 2° Ε | ἑαυτὸν] αὐτὸν om η περιστερὰ Ε | τὸ πρὸς εσπ.] om τὸ D | τῆς γῆς] pr προσώπου D

καὶ ἐπισχὼν ἔτι ἡμέρας ἑπτὰ ἑτέρας πάλιν ἐξαπέστειλεν τὴν περιστεράν, A ’ρᾶν, καὶ οὐ προσέθετο τοῦ ἐπιστρέψαι πρὸς αὐτὸν ἔτι.

Καὶ ἐγένετο ἐν τῶ ἑνὶ καὶ ἑξακοσιοστῷ ἔτει ἐν τῆ ζωῇ τοῦ Νῶε, τοῦ μηνὸς τοῦ πρώτου, μιᾷ τοῦ μηνός, ἐξέλειπεν τὸ ὕδωρ ἀπὸ τῆς γῆς· καὶ ἀπεκάλυψεν Νώε τὴν στέγην τῆς κιβωτοῦ, καὶ ἴδεν ὅτι ἐξέλειπεν τὸ ὕδωρ ἀπὸ προσώπου τῆς γῆς.

ἐν δὲ τῷ μηνὶ τῷ δευτέρῳ, ἑβδόμῃ καὶ εἰκάδι τοῦ ἐξηράνθη ἡ γῆ.

Καὶ εἶπεν κύριος ὁ θεὸς τῷ Νῶε λέγων

Ἔξελθε ἐκ τῆς κιβωτοῦ, σὺ καὶ ἡ γυνή σου καὶ οἱ υἱοί σου καὶ αἱ γυναῖκες τῶν υἱῶν σου σοῦ,

καὶ πάντα τὰ θηρία ὅσα ἐστὶν μετὰ σοῦ, καὶ πᾶσα σὰρξ πετεινῶν ἕως κτηνῶν, καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ τῆς μετὰ σοῦ· καὶ αὐξάνεσθε καὶ πληθύνεσθε ἐπὶ τῆς γῆς.

καὶ ἐξῆλθεν Νῶε καὶ ἡ γυνὴ αὐτοῦ καὶ οἱ υἱοὶ αὐτοῦ κα αἱ γυναῖκες τῶν υἱῶν αὐτοῦ μετ’ αὐτοῦ·

καὶ πάντα τὰ θηρία καὶ πάντα τὰ κτήνη καὶ πετεινὸν καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ τῆς γῆς κατὰ γένος αὐτῶν ἐξήλθοσαν ἐκ τῆς κιβωτοῦ. ¶

Καὶ ᾠκοδόμησεν Νῶε θυσιαστήριον ¶ D τῷ θεῷ, καὶ ἔλαβεν ἀπὸ πόντων τῶν κτηνῶν τῶν καθαρῶν καὶ ἀπὸ πάντων τῶν πετεινῶν τῶν καθαρῶν, καὶ ἀνήνεγκεν ὁλοκάρπωσιν ἐπὶ τὸ θυσιαστήριον.

καὶ ὠσΦρἀνθη κύριος ὁ θεὸς ὀσμἠν εὐωδίας, καὶ Κύριος ὁ θεὸς διανοηθείς Οὐ προσθήσω ἔτι τοῦ καταράσασθαι τὴν γῆν διὰ τὰ ἔργα τῶν ἀνθρώπων, ὅτι ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος· § οὐ προσθήσω οὖν ἔτι πατάξαι πᾶσαν § D σάρκα ζῶσαν καθὼς ἐποίησα.

πάσας τὰς ἡμέρας τῆς γῆς σπέρμα θερισμός, ψῦχος καὶ καῦμα, θέρος καὶ ἔαρ ἡμέραν καὶ νύκτα οὐ κατα- IX

Chapter 9

IXκαὶ εἶπεν αὐτοῖς Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν καὶ κατακυριεύσατε αὐτῆς.

καὶ ὁ τρόμος ὑμῶν καὶ ὁ φόβος ἔσται ἐπὶ τοῖς θηρίοις τῆς γῆς καὶ ἐπὶ πάντα τὰ ὄρνεα τοῦ οὐρανοῦ καὶ ἐπὶ πάντα τὰ κινούμενα ἐπὶ τῆς γῆς καὶ πάντας τοὺς ἰχθύας τῆς θαλάσσης· ὑπὸ 12 ἔπτα ἠμ’. ἕτερ’. E 13 om ἔνι καὶ E | του μ. του πρ.] του πρ. μ. DE E | om μία του μηνὸς DE 1 τῆς κιβωτοῦ] + ἢν ἐποίησεν D sil E | καὶ ἴδεν ὅτι εξε sup ras A 1 (seq spat 12 litt) | ἐξέλειπεν τὸ ὕδωρ] κεκόπακεν τὸ υ. D τὸ υ. ἐξέλειπεν Ε 16 μέτα σε E 17 καὶ π. τὰ θηρια ] pr καὶ πάντα τὰ κτήνη E | σου 2°] σεαυτοῦ D sil 18 om καὶ οἱ υἱοὶ αὐτοῦ A * (hab D sil E | om μετ’ αὐτοῦ A * (hab A a mg D sil E ) 19 πετ. καὶ πὰν ἕρπ’. κιν.] ἕρπ’. καὶ πὰν πετ. καὶ πὰν κιν. D) DE | ἐξῆλθον DE ἤνεγκεν Ε | ἔπι] εἰς E 21 om ο θεὸς 1° E | του καταρ.] om του E | ζῶσαν Ε IX 2 τρόμος ὕμ’. καὶ ο φόβος AD] φόβος καὶ ο τρόμος ὑμῶν Ε | θὴρ. τῆς γης] + καὶ ἔπι πάσι τοῖς κτήνεσι κτήνεσιν E) τῆς γῆς DE | καὶ 3° D sil | om τὰ 2 0 D | παντας ] πὰν sup ras A 1 ἔπι πάντας D sd E A Χεῖρας ὑμῖν δέδωκα.

καὶ πᾶν ἑρπετὸν ὅ ἐστιν ζῶν ὑμῖν ἔσται εἰς βρῶσιν· ὡς λάχανα χόρτου ἔδωκα ὐμῖν τὰ πάντα.

πλὴν κρέας ἐν αἵματι ψυχῆς οὐ φάγεσθε·

καὶ γὰρ τὸ ὑμέτερον αἷμα τῶν ψυχῶν ὑμῶν ἐκζητήσω· ἐκ χειρὸς πάντων τῶν θηρίων ἐκζητήσω αὐτό, καὶ ἐκ χειρὸς ἀδελφοῦ ἐκζητήσω τὴν ψυχὴν τοῦ ἀνθρώπου.

ὁ ἐκχέων αἷμα ἀνθρώπου ἀντὶ τοῦ αἴματος αὐτοῦ ἐκχυθήσεται, ὅτι ἐν εἰκόνι θεοῦ ἐποίησα τὸν ἄνθρωπον.

ὑμεῖς δὲ αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε γῆν καὶ πληθύνεσθε ἐπὶ τῆς γῆς.

Καὶ εἶπεν ὁ θεὸς τῷ καὶ τοῖς υἱοῖς αὐτοῦ μετ’ αὐτοῦ λέγων

Ἐγὼ ἰδοὺ ἀνίστημι τὴν ὑμῖν καὶ τῷ σπέρματι ὑμῶν μέσ’ ὑμᾶς,

καὶ πάσῃ ψυχῇ ζώσῃ μεθ’ ὑμῶν, ἀπὸ ὀρνέων καὶ ἀπὸ κτηνῶν, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς ὅσα μεθ’ ὑμῶν ἀπὸ πάντων τῶν ἐξελθόντων ἐκ τῆς κιβωτοῦ.

καὶ στήσω τὴν διαθήκην μου πρὸς ὑμᾶς, καὶ οὐκ ἀποθανεῖται πᾶσα σὰρξ ἔτι ἀπὸ τοῦ ὕδατος τοῦ κατακλυσμοῦ, καὶ οὐκ ἔσται ἔτι κατακλυσμὸς ὕδατος τοῦ καταφθεῖραι πᾶσαν τὴν γῆν.

καὶ εἶπεν κύριος ὁ θεὸς πρὸς Νῶε τοῦτο τὸ σημεῖον τῆς διαθήκης ὄ ἐγὼ δίδωμι ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης ἥ ἐστιν μεθ’ ὑμῶν εἰς γενεὰς αἰωνίους·

τὸ τόξον μου τίθημι ἐν τῇ νεφέλη, καὶ ἔσται εἰς ἀνὰ μέσον ἐμοῦ καὶ τῆς γῆς.

καὶ ἔσται ἐν τῷ συνς ἐπὶ τὴν γῆν ὀφθήσεται τὸ τόξον μου ἐν τῆ νεφέλῃ,

καὶ μνησθήσομαι τῆς διαθήκης μου, ἥ ἐστιν ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης ἐν πάσῃ σαρκί· καὶ οὐκ ἔσται ἔηι τὸ ὕδωρ εἰς κατακλυσμόν, ὥστε ἐξαλεῖψαι πᾶσαν σάρκα.

καὶ ἱστᾶι τὸ τόξον μου ἐν τῇ νεφέλῃ, καὶ ὄψομαι τοῦ μνησθῆναι διαθήκην αἰώνιον ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης ἐν πάσῃ σαρκὶ ἥ ἐστιν ἐπὶ τῆς γῆς.

καὶ εἶπεν ὁ θεὸς τῷ Νῶε τοῦτο τὸ σημεῖον τῆς διαθήκης ἧς διεθέμην ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον πάσης σαρκὸς ἥ ἐστιν ἐπὶ τῆς γῆς.

Ἦσαν δὲ οἱ υἱοὶ Νῶε οἱ ἐξελθόντες ἐκ τῆς κιβωτοῦ Σῆμ’, Χάμ, ἸάΦεθ. Χάμ ἦν πατὴρ Χανάαν.

τρεῖς οὗτοί εἰσιν οἱ υἱοὶ Νῶε· ἀπὸ τούτων διεσπάρησαν ἐπὶ πᾶσαν τὴν γῆν.

Καὶ ἤρξατο Νῶε ἄνθρω- DE 3 δέδωκα D sil E 5 ψυΧ. ὕμ’. Α 1 mg | εκζητησω 1°] sup ras A om ἐκζητήσω 1° ...... θηρίων E | ἀνθρώπου] pr του Ε 7 ἔπι τῆς 7775] ἐπ’ κݲςݲ E ἀύτης DE 8 ο Θεος ] pr κݲςݲ E 9 ἐγὼ ἴδου AD] καὶ ἐγὼ E ζωση] ψ τῆ ζ D τῆ ψ τῆ ζ Ε | ἄπο κτηνῶν] ο κτ sup ras 4 vel 5 litt Α | om ὅσα μεθ’ ὑμῶν Ε 11 του καταφθ.] om του D sil E 12 om κύριος D | ζωσης] + ἦς A * 15 om ἄνα μέσον ἐμοῦ καὶ ὑμῶν καὶ D | ὥστε] ὡς εἰς…

κ…

The complete text is available when the reading interface loads.