The Greek Library Author

Septuaginta

Josue

Edition reference
Septuaginta : id est, Vetus Testamentum graece iuxta LXX interpretes · Stuttgart · Württembergische Bibelanstalt · 1935
CTS identifier
urn:cts:greekLit:tlg0527.tlg006.local001
Corpus release
2.2.0 · 2026-08-29

Preface 1

Textcritical annotations are only provided in ch. 15:21–62 and ch. 18:22–19:45, where Rahlfs prints the text of A and B in two columns.

ΙΗΣΟΥΣ

Chapter 1

Καὶ ἐγένετο μετὰ τὴν τελευτὴν Μωυσῆ εἶπεν κύριος τῷ Ἰησοῖ υἱῷ Ναυη τῷ ὑπουργῷ Μωυσῆ λέγων

Μωυσῆς ὁ θεράπων μου τετελεύτηκεν· νῦν οὖν ἀναστὰς διάβηθι τὸν Ιορδάνην, σὺ καὶ πᾶς ὁ λαὸς οὗτος, εἰς τὴν γῆν, ἣν ἐγὼ δίδωμι αὐτοῖς.

πᾶς ὁ τόπος, ἐφ’ ὃν ἂν ἐπιβῆτε τῷ ἴχνει τῶν ποδῶν ὑμῶν, ὑμῖν δώσω αὐτόν, ὃν τρόπον εἴρηκα τῷ Μωυσῇ,

τὴν ἔρημον καὶ τὸν Ἀντιλίβανον ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου, ποταμοῦ Εὐφράτου, καὶ ἕως τῆς θαλάσσης τῆς ἐσχάτης ἀφ’ ἡλίου δυσμῶν ἔσται τὰ ὅρια ὑμῶν.

οὐκ ἀντιστήσεται ἄνθρωπος κατενώπιον ὑμῶν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου, καὶ ὥσπερ ἤμην μετὰ Μωυσῆ, οὕτως ἔσομαι καὶ μετὰ σοῦ καὶ οὐκ ἐγκαταλείψω σε οὐδὲ ὑπερόψομαί σε.

ἴσχυε καὶ ἀνδρίζου· σὺ γὰρ ἀποδιαστελεῖς τῷ λαῷ τούτῳ τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν δοῦναι αὐτοῖς.

ἴσχυε οὖν καὶ ἀνδρίζου φυλάσσεσθαι καὶ ποιεῖν καθότι ἐνετείλατό σοι Μωυσῆς ὁ παῖς μου, καὶ οὐκ ἐκκλινεῖς ἀπ’ αὐτῶν εἰς δεξιὰ οὐδὲ εἰς ἀριστερά, ἵνα συνῇς ἐν πᾶσιν, οἷς ἐὰν πράσσῃς.

καὶ οὐκ ἀποστήσεται ἡ βίβλος τοῦ νόμου τούτου ἐκ τοῦ στόματός σου, καὶ μελετήσεις ἐν αὐτῷ ἡμέρας καὶ νυκτός, ἵνα συνῇς ποιεῖν πάντα τὰ γεγραμμένα· τότε εὐοδωθήσῃ καὶ εὐοδώσεις τὰς ὁδούς σου καὶ τότε συνήσεις.

ἰδοὺ ἐντέταλμαί σοι· ἴσχυε καὶ ἀνδρίζου, μὴ δειλιάσῃς μηδὲ φοβηθῇς, ὅτι μετὰ σοῦ κύριος ὁ θεός σου εἰς πάντα, οὗ ἐὰν πορεύῃ.

Καὶ ἐνετείλατο Ἰησοῦς τοῖς γραμματεῦσιν τοῦ λαοῦ λέγων

Εἰσέλθατε κατὰ μέσον τῆς παρεμβολῆς τοῦ λαοῦ καὶ ἐντείλασθε τῷ λαῷ λέγοντες Ἑτοιμάζεσθε ἐπισιτισμόν, ὅτι ἔτι τρεῖς ἡμέραι καὶ ὑμεῖς διαβαίνετε τὸν Ιορδάνην τοῦτον εἰσελθόντες κατασχεῖν τὴν γῆν, ἣν κύριος ὁ θεὸς τῶν πατέρων ὑμῶν δίδωσιν ὑμῖν.

καὶ τῷ Ρουβην καὶ τῷ Γαδ καὶ τῷ ἡμίσει φυλῆς Μανασση εἶπεν Ἰησοῦς

Μνήσθητε τὸ ῥῆμα κυρίου, ὃ ἐνετείλατο ὑμῖν Μωυσῆς ὁ παῖς κυρίου λέγων Κύριος ὁ θεὸς ὑμῶν κατέπαυσεν ὑμᾶς καὶ ἔδωκεν ὑμῖν τὴν γῆν ταύτην.

αἱ γυναῖκες ὑμῶν καὶ τὰ παιδία ὑμῶν καὶ τὰ κτήνη ὑμῶν κατοικείτωσαν ἐν τῇ γῇ, ᾗ ἔδωκεν ὑμῖν· ὑμεῖς δὲ διαβήσεσθε εὔζωνοι πρότεροι τῶν ἀδελφῶν ὑμῶν, πᾶς ὁ ἰσχύων, καὶ συμμαχήσετε αὐτοῖς,

ἕως ἂν καταπαύσῃ κύριος ὁ θεὸς ὑμῶν τοὺς ἀδελφοὺς ὑμῶν ὥσπερ καὶ ὑμᾶς καὶ κληρονομήσωσιν καὶ οὗτοι τὴν γῆν, ἣν κύριος ὁ θεὸς ἡμῶν δίδωσιν αὐτοῖς· καὶ ἀπελεύσεσθε ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ, ἣν δέδωκεν ὑμῖν Μωυσῆς εἰς τὸ πέραν τοῦ Ιορδάνου ἀπ’ ἀνατολῶν ἡλίου.

καὶ ἀποκριθέντες τῷ Ἰησοῖ εἶπαν Πάντα, ὅσα ἂν ἐντείλῃ ἡμῖν, ποιήσομεν καὶ εἰς πάντα τόπον, οὗ ἐὰν ἀποστείλῃς ἡμᾶς, πορευσόμεθα·

κατὰ πάντα, ὅσα ἠκούσαμεν Μωυσῆ, ἀκουσόμεθα σοῦ, πλὴν ἔστω κύριος ὁ θεὸς ἡμῶν μετὰ σοῦ, ὃν τρόπον ἦν μετὰ Μωυσῆ.

ὁ δὲ ἄνθρωπος, ὃς ἐὰν ἀπειθήσῃ σοι καὶ ὅστις μὴ ἀκούσῃ τῶν ῥημάτων σου καθότι ἂν αὐτῷ ἐντείλῃ, ἀποθανέτω. ἀλλὰ ἴσχυε καὶ ἀνδρίζου.

Chapter 2

Καὶ ἀπέστειλεν Ἰησοῦς υἱὸς Ναυη ἐκ Σαττιν δύο νεανίσκους κατασκοπεῦσαι λέγων Ἀνάβητε καὶ ἴδετε τὴν γῆν καὶ τὴν Ιεριχω. καὶ πορευθέντες εἰσήλθοσαν οἱ δύο νεανίσκοι εἰς Ιεριχω καὶ εἰσήλθοσαν εἰς οἰκίαν γυναικὸς πόρνης, ᾗ ὄνομα Ρααβ, καὶ κατέλυσαν ἐκεῖ.

καὶ ἀπηγγέλη τῷ βασιλεῖ Ιεριχω λέγοντες Εἰσπεπόρευνται ὧδε ἄνδρες τῶν υἱῶν Ισραηλ κατασκοπεῦσαι τὴν γῆν.

καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ιεριχω καὶ εἶπεν πρὸς Ρααβ λέγων Ἐξάγαγε τοὺς ἄνδρας τοὺς εἰσπεπορευμένους εἰς τὴν οἰκίαν σου τὴν νύκτα· κατασκοπεῦσαι γὰρ τὴν γῆν ἥκασιν.

καὶ λαβοῦσα ἡ γυνὴ τοὺς ἄνδρας ἔκρυψεν αὐτοὺς καὶ εἶπεν αὐτοῖς λέγουσα Εἰσεληλύθασιν πρός με οἱ ἄνδρες·

ὡς δὲ ἡ πύλη ἐκλείετο ἐν τῷ σκότει, καὶ οἱ ἄνδρες ἐξῆλθον· οὐκ ἐπίσταμαι ποῦ πεπόρευνται· καταδιώξατε ὀπίσω αὐτῶν, εἰ καταλήμψεσθε αὐτούς.

αὐτὴ δὲ ἀνεβίβασεν αὐτοὺς ἐπὶ τὸ δῶμα καὶ ἔκρυψεν αὐτοὺς ἐν τῇ λινοκαλάμῃ τῇ ἐστοιβασμένῃ αὐτῇ ἐπὶ τοῦ δώματος.

καὶ οἱ ἄνδρες κατεδίωξαν ὀπίσω αὐτῶν ὁδὸν τὴν ἐπὶ τοῦ Ιορδάνου ἐπὶ τὰς διαβάσεις, καὶ ἡ πύλη ἐκλείσθη. καὶ ἐγένετο ὡς ἐξήλθοσαν οἱ διώκοντες ὀπίσω αὐτῶν

καὶ αὐτοὶ δὲ πρὶν ἢ κοιμηθῆναι αὐτούς, καὶ αὐτὴ ἀνέβη ἐπὶ τὸ δῶμα πρὸς αὐτοὺς

καὶ εἶπεν πρὸς αὐτούς Ἐπίσταμαι ὅτι δέδωκεν ὑμῖν κύριος τὴν γῆν, ἐπιπέπτωκεν γὰρ ὁ φόβος ὑμῶν ἐφ’ ἡμᾶς·

ἀκηκόαμεν γὰρ ὅτι κατεξήρανεν κύριος ὁ θεὸς τὴν ἐρυθρὰν θάλασσαν ἀπὸ προσώπου ὑμῶν, ὅτε ἐξεπορεύεσθε ἐκ γῆς Αἰγύπτου, καὶ ὅσα ἐποίησεν τοῖς δυσὶ βασιλεῦσιν τῶν Αμορραίων, οἳ ἦσαν πέραν τοῦ Ιορδάνου, τῷ Σηων καὶ Ωγ, οὓς ἐξωλεθρεύσατε αὐτούς·

καὶ ἀκούσαντες ἡμεῖς ἐξέστημεν τῇ καρδίᾳ ἡμῶν, καὶ οὐκ ἔστη ἔτι πνεῦμα ἐν οὐδενὶ ἡμῶν ἀπὸ προσώπου ὑμῶν, ὅτι κύριος ὁ θεὸς ὑμῶν θεὸς ἐν οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω.

καὶ νῦν ὀμόσατέ μοι κύριον τὸν θεόν, ὅτι ποιῶ ὑμῖν ἔλεος καὶ ποιήσετε καὶ ὑμεῖς ἔλεος ἐν τῷ οἴκῳ τοῦ πατρός μου

καὶ ζωγρήσετε τὸν οἶκον τοῦ πατρός μου καὶ τὴν μητέρα μου καὶ τοὺς ἀδελφούς μου καὶ πάντα τὸν οἶκόν μου καὶ πάντα, ὅσα ἐστὶν αὐτοῖς, καὶ ἐξελεῖσθε τὴν ψυχήν μου ἐκ θανάτου.

καὶ εἶπαν αὐτῇ οἱ ἄνδρες Ἡ ψυχὴ ἡμῶν ἀνθ’ ὑμῶν εἰς θάνατον. καὶ αὐτὴ εἶπεν Ὡς ἂν παραδῷ κύριος ὑμῖν τὴν πόλιν, ποιήσετε εἰς ἐμὲ ἔλεος καὶ ἀλήθειαν.

καὶ κατεχάλασεν αὐτοὺς διὰ τῆς θυρίδος

καὶ εἶπεν αὐτοῖς Εἰς τὴν ὀρεινὴν ἀπέλθετε, μὴ συναντήσωσιν ὑμῖν οἱ καταδιώκοντες, καὶ κρυβήσεσθε ἐκεῖ τρεῖς ἡμέρας, ἕως ἂν ἀποστρέψωσιν οἱ καταδιώκοντες ὀπίσω ὑμῶν, καὶ μετὰ ταῦτα ἀπελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν.

καὶ εἶπαν οἱ ἄνδρες πρὸς αὐτήν Ἀθῷοί ἐσμεν τῷ ὅρκῳ σου τούτῳ·

ἰδοὺ ἡμεῖς εἰσπορευόμεθα εἰς μέρος τῆς πόλεως, καὶ θήσεις τὸ σημεῖον, τὸ σπαρτίον τὸ κόκκινον τοῦτο ἐκδήσεις εἰς τὴν θυρίδα, δι’ ἧς κατεβίβασας ἡμᾶς δι’ αὐτῆς, τὸν δὲ πατέρα σου καὶ τὴν μητέρα σου καὶ τοὺς ἀδελφούς σου καὶ πάντα τὸν οἶκον τοῦ πατρός σου συνάξεις πρὸς σεαυτὴν εἰς τὴν οἰκίαν σου.

καὶ ἔσται πᾶς, ὃς ἂν ἐξέλθῃ τὴν θύραν τῆς οἰκίας σου ἔξω, ἔνοχος ἑαυτῷ ἔσται, ἡμεῖς δὲ ἀθῷοι τῷ ὅρκῳ σου τούτῳ· καὶ ὅσοι ἐὰν γένωνται μετὰ σοῦ ἐν τῇ οἰκίᾳ σου, ἡμεῖς ἔνοχοι ἐσόμεθα.

ἐὰν δέ τις ἡμᾶς ἀδικήσῃ ἢ καὶ ἀποκαλύψῃ τοὺς λόγους ἡμῶν τούτους, ἐσόμεθα ἀθῷοι τῷ ὅρκῳ σου τούτῳ.

καὶ εἶπεν αὐτοῖς Κατὰ τὸ ῥῆμα ὑμῶν οὕτως ἔστω· καὶ ἐξαπέστειλεν αὐτούς.

καὶ ἐπορεύθησαν καὶ ἤλθοσαν εἰς τὴν ὀρεινὴν καὶ κατέμειναν ἐκεῖ τρεῖς ἡμέρας· καὶ ἐξεζήτησαν οἱ καταδιώκοντες πάσας τὰς ὁδοὺς καὶ οὐχ εὕροσαν.

καὶ ὑπέστρεψαν οἱ δύο νεανίσκοι καὶ κατέβησαν ἐκ τοῦ ὄρους καὶ διέβησαν πρὸς Ἰησοῦν υἱὸν Ναυη καὶ διηγήσαντο αὐτῷ πάντα τὰ συμβεβηκότα αὐτοῖς.

καὶ εἶπαν πρὸς Ἰησοῦν ὅτι Παρέδωκεν κύριος πᾶσαν τὴν γῆν ἐν χειρὶ ἡμῶν, καὶ κατέπτηκεν πᾶς ὁ κατοικῶν τὴν γῆν ἐκείνην ἀφ’ ἡμῶν.

Chapter 3

Καὶ ὤρθρισεν Ἰησοῦς τὸ πρωί, καὶ ἀπῆραν ἐκ Σαττιν καὶ ἤλθοσαν ἕως τοῦ Ιορδάνου καὶ κατέλυσαν ἐκεῖ πρὸ τοῦ διαβῆναι.

καὶ ἐγένετο μετὰ τρεῖς ἡμέρας διῆλθον οἱ γραμματεῖς διὰ τῆς παρεμβολῆς

καὶ ἐνετείλαντο τῷ λαῷ λέγοντες Ὅταν ἴδητε τὴν κιβωτὸν τῆς διαθήκης κυρίου τοῦ θεοῦ ἡμῶν καὶ τοὺς ἱερεῖς ἡμῶν καὶ τοὺς Λευίτας αἴροντας αὐτήν, ἀπαρεῖτε ἀπὸ τῶν τόπων ὑμῶν καὶ πορεύεσθε ὀπίσω αὐτῆς·

ἀλλὰ μακρὰν ἔστω ἀνὰ μέσον ὑμῶν καὶ ἐκείνης ὅσον δισχιλίους πήχεις· στήσεσθε, μὴ προσεγγίσητε αὐτῇ, ἵν’ ἐπίστησθε τὴν ὁδόν, ἣν πορεύεσθε αὐτήν· οὐ γὰρ πεπόρευσθε τὴν ὁδὸν ἀπ’ ἐχθὲς καὶ τρίτης ἡμέρας.

καὶ εἶπεν Ἰησοῦς τῷ λαῷ Ἁγνίσασθε εἰς αὔριον, ὅτι αὔριον ποιήσει ἐν ὑμῖν κύριος θαυμαστά.

καὶ εἶπεν Ἰησοῦς τοῖς ἱερεῦσιν Ἄρατε τὴν κιβωτὸν τῆς διαθήκης κυρίου καὶ προπορεύεσθε τοῦ λαοῦ. καὶ ἦραν οἱ ἱερεῖς τὴν κιβωτὸν τῆς διαθήκης κυρίου καὶ ἐπορεύοντο ἔμπροσθεν τοῦ λαοῦ.

καὶ εἶπεν κύριος πρὸς Ἰησοῦν Ἐν τῇ ἡμέρᾳ ταύτῃ ἄρχομαι ὑψῶσαί σε κατενώπιον πάντων υἱῶν Ισραηλ, ἵνα γνῶσιν, καθότι ἤμην μετὰ Μωυσῆ, οὕτως ἔσομαι καὶ μετὰ σοῦ.

καὶ νῦν ἔντειλαι τοῖς ἱερεῦσιν τοῖς αἴρουσιν τὴν κιβωτὸν τῆς διαθήκης λέγων Ὡς ἂν εἰσέλθητε ἐπὶ μέρους τοῦ ὕδατος τοῦ Ιορδάνου, καὶ ἐν τῷ Ιορδάνῃ στήσεσθε.

καὶ εἶπεν Ἰησοῦς τοῖς υἱοῖς Ισραηλ Προσαγάγετε ὧδε καὶ ἀκούσατε τὸ ῥῆμα κυρίου τοῦ θεοῦ ἡμῶν.

ἐν τούτῳ γνώσεσθε ὅτι θεὸς ζῶν ἐν ὑμῖν καὶ ὀλεθρεύων ὀλεθρεύσει ἀπὸ προσώπου ἡμῶν τὸν Χαναναῖον καὶ τὸν Χετταῖον καὶ τὸν Φερεζαῖον καὶ τὸν Ευαῖον καὶ τὸν Αμορραῖον καὶ τὸν Γεργεσαῖον καὶ τὸν Ιεβουσαῖον·

ἰδοὺ ἡ κιβωτὸς διαθήκης κυρίου πάσης τῆς γῆς διαβαίνει τὸν Ιορδάνην.

προχειρίσασθε ὑμῖν δώδεκα ἄνδρας ἀπὸ τῶν υἱῶν Ισραηλ, ἕνα ἀφ’ ἑκάστης φυλῆς.

καὶ ἔσται ὡς ἂν καταπαύσωσιν οἱ πόδες τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης κυρίου πάσης τῆς γῆς ἐν τῷ ὕδατι τοῦ Ιορδάνου, τὸ ὕδωρ τοῦ Ιορδάνου ἐκλείψει, τὸ δὲ ὕδωρ τὸ καταβαῖνον στήσεται.

καὶ ἀπῆρεν ὁ λαὸς ἐκ τῶν σκηνωμάτων αὐτῶν διαβῆναι τὸν Ιορδάνην, οἱ δὲ ἱερεῖς ἤροσαν τὴν κιβωτὸν τῆς διαθήκης κυρίου πρότεροι τοῦ λαοῦ.

ὡς δὲ εἰσεπορεύοντο οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης ἐπὶ τὸν Ιορδάνην καὶ οἱ πόδες τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης κυρίου ἐβάφησαν εἰς μέρος τοῦ ὕδατος τοῦ Ιορδάνου—ὁ δὲ Ιορδάνης ἐπλήρου καθ’ ὅλην τὴν κρηπῖδα αὐτοῦ ὡσεὶ ἡμέραι θερισμοῦ πυρῶν—,

καὶ ἔστη τὰ ὕδατα τὰ καταβαίνοντα ἄνωθεν, ἔστη πῆγμα ἓν ἀφεστηκὸς μακρὰν σφόδρα σφοδρῶς ἕως μέρους Καριαθιαριμ, τὸ δὲ καταβαῖνον κατέβη εἰς τὴν θάλασσαν Αραβα, θάλασσαν ἁλός, ἕως εἰς τὸ τέλος ἐξέλιπεν· καὶ ὁ λαὸς εἱστήκει ἀπέναντι Ιεριχω.

καὶ ἔστησαν οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης κυρίου ἐπὶ ξηρᾶς ἐν μέσῳ τοῦ Ιορδάνου· καὶ πάντες οἱ υἱοὶ Ισραηλ διέβαινον διὰ ξηρᾶς, ἕως συνετέλεσεν πᾶς ὁ λαὸς διαβαίνων τὸν Ιορδάνην.

Chapter 4

Καὶ ἐπεὶ συνετέλεσεν πᾶς ὁ λαὸς διαβαίνων τὸν Ιορδάνην, καὶ εἶπεν κύριος τῷ Ἰησοῖ λέγων

Παραλαβὼν ἄνδρας ἀπὸ τοῦ λαοῦ, ἕνα ἀφ’ ἑκάστης φυλῆς,

σύνταξον αὐτοῖς λέγων Ἀνέλεσθε ἐκ μέσου τοῦ Ιορδάνου ἑτοίμους δώδεκα λίθους καὶ τούτους διακομίσαντες ἅμα ὑμῖν αὐτοῖς θέτε αὐτοὺς ἐν τῇ στρατοπεδείᾳ ὑμῶν, οὗ ἐὰν παρεμβάλητε ἐκεῖ τὴν νύκτα.

καὶ ἀνακαλεσάμενος Ἰησοῦς δώδεκα ἄνδρας τῶν ἐνδόξων ἀπὸ τῶν υἱῶν Ισραηλ, ἕνα ἀφ’ ἑκάστης φυλῆς,

εἶπεν αὐτοῖς Προσαγάγετε ἔμπροσθέν μου πρὸ προσώπου κυρίου εἰς μέσον τοῦ Ιορδάνου, καὶ ἀνελόμενος ἐκεῖθεν ἕκαστος λίθον ἀράτω ἐπὶ τῶν ὤμων αὐτοῦ κατὰ τὸν ἀριθμὸν τῶν δώδεκα φυλῶν τοῦ Ισραηλ,

ἵνα ὑπάρχωσιν ὑμῖν οὗτοι εἰς σημεῖον κείμενον διὰ παντός, ἵνα ὅταν ἐρωτᾷ σε ὁ υἱός σου αὔριον λέγων Τί εἰσιν οἱ λίθοι οὗτοι ὑμῖν;

καὶ σὺ δηλώσεις τῷ υἱῷ σου λέγων Ὅτι ἐξέλιπεν ὁ Ιορδάνης ποταμὸς ἀπὸ προσώπου κιβωτοῦ διαθήκης κυρίου πάσης τῆς γῆς, ὡς διέβαινεν αὐτόν· καὶ ἔσονται οἱ λίθοι οὗτοι ὑμῖν μνημόσυνον τοῖς υἱοῖς Ισραηλ ἕως τοῦ αἰῶνος.

καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Ισραηλ, καθότι ἐνετείλατο κύριος τῷ Ἰησοῖ, καὶ λαβόντες δώδεκα λίθους ἐκ μέσου τοῦ Ιορδάνου, καθάπερ συνέταξεν κύριος τῷ Ἰησοῖ ἐν τῇ συντελείᾳ τῆς διαβάσεως τῶν υἱῶν Ισραηλ, καὶ διεκόμισαν ἅμα ἑαυτοῖς εἰς τὴν παρεμβολὴν καὶ ἀπέθηκαν ἐκεῖ.

ἔστησεν δὲ Ἰησοῦς καὶ ἄλλους δώδεκα λίθους ἐν αὐτῷ τῷ Ιορδάνῃ ἐν τῷ γενομένῳ τόπῳ ὑπὸ τοὺς πόδας τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης κυρίου, καί εἰσιν ἐκεῖ ἕως τῆς σήμερον ἡμέρας.

εἱστήκεισαν δὲ οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης ἐν τῷ Ιορδάνῃ, ἕως οὗ συνετέλεσεν Ἰησοῦς πάντα, ἃ ἐνετείλατο κύριος ἀναγγεῖλαι τῷ λαῷ, καὶ ἔσπευσεν ὁ λαὸς καὶ διέβησαν.

καὶ ἐγένετο ὡς συνετέλεσεν πᾶς ὁ λαὸς διαβῆναι, καὶ διέβη ἡ κιβωτὸς τῆς διαθήκης κυρίου, καὶ οἱ λίθοι ἔμπροσθεν αὐτῶν.

καὶ διέβησαν οἱ υἱοὶ Ρουβην καὶ οἱ υἱοὶ Γαδ καὶ οἱ ἡμίσεις φυλῆς Μανασση διεσκευασμένοι ἔμπροσθεν τῶν υἱῶν Ισραηλ, καθάπερ ἐνετείλατο αὐτοῖς Μωυσῆς.

τετρακισμύριοι εὔζωνοι εἰς μάχην διέβησαν ἐναντίον κυρίου εἰς πόλεμον πρὸς τὴν Ιεριχω πόλιν.

ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ηὔξησεν κύριος τὸν Ἰησοῦν ἐναντίον παντὸς τοῦ γένους Ισραηλ, καὶ ἐφοβοῦντο αὐτὸν ὥσπερ Μωυσῆν, ὅσον χρόνον ἔζη.

Καὶ εἶπεν κύριος τῷ Ἰησοῖ λέγων

Ἔντειλαι τοῖς ἱερεῦσιν τοῖς αἴρουσιν τὴν κιβωτὸν τῆς διαθήκης τοῦ μαρτυρίου κυρίου ἐκβῆναι ἐκ τοῦ Ιορδάνου.

καὶ ἐνετείλατο Ἰησοῦς τοῖς ἱερεῦσιν λέγων Ἔκβητε ἐκ τοῦ Ιορδάνου.

καὶ ἐγένετο ὡς ἐξέβησαν οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης κυρίου ἐκ τοῦ Ιορδάνου καὶ ἔθηκαν τοὺς πόδας ἐπὶ τῆς γῆς, ὥρμησεν τὸ ὕδωρ τοῦ Ιορδάνου κατὰ χώραν καὶ ἐπορεύετο καθὰ ἐχθὲς καὶ τρίτην ἡμέραν δι’ ὅλης τῆς κρηπῖδος.

καὶ ὁ λαὸς ἀνέβη ἐκ τοῦ Ιορδάνου δεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου· καὶ κατεστρατοπέδευσαν οἱ υἱοὶ Ισραηλ ἐν Γαλγαλοις κατὰ μέρος τὸ πρὸς ἡλίου ἀνατολὰς ἀπὸ τῆς Ιεριχω.

καὶ τοὺς δώδεκα λίθους τούτους, οὓς ἔλαβεν ἐκ τοῦ Ιορδάνου, ἔστησεν Ἰησοῦς ἐν Γαλγαλοις

λέγων Ὅταν ἐρωτῶσιν ὑμᾶς οἱ υἱοὶ ὑμῶν λέγοντες Τί εἰσιν οἱ λίθοι οὗτοι;

ἀναγγείλατε τοῖς υἱοῖς ὑμῶν ὅτι Ἐπὶ ξηρᾶς διέβη Ισραηλ τὸν Ιορδάνην

ἀποξηράναντος κυρίου τοῦ θεοῦ ἡμῶν τὸ ὕδωρ τοῦ Ιορδάνου ἐκ τοῦ ἔμπροσθεν αὐτῶν μέχρι οὗ διέβησαν, καθάπερ ἐποίησεν κύριος ὁ θεὸς ἡμῶν τὴν ἐρυθρὰν θάλασσαν, ἣν ἀπεξήρανεν κύριος ὁ θεὸς ἡμῶν ἔμπροσθεν ἡμῶν ἕως παρήλθομεν,

ὅπως γνῶσιν πάντα τὰ ἔθνη τῆς γῆς ὅτι ἡ δύναμις τοῦ κυρίου ἰσχυρά ἐστιν, καὶ ἵνα ὑμεῖς σέβησθε κύριον τὸν θεὸν ὑμῶν ἐν παντὶ χρόνῳ.

Chapter 5

Καὶ ἐγένετο ὡς ἤκουσαν οἱ βασιλεῖς τῶν Αμορραίων, οἳ ἦσαν πέραν τοῦ Ιορδάνου, καὶ οἱ βασιλεῖς τῆς Φοινίκης οἱ παρὰ τὴν θάλασσαν ὅτι ἀπεξήρανεν κύριος ὁ θεὸς τὸν Ιορδάνην ποταμὸν ἐκ τῶν ἔμπροσθεν τῶν υἱῶν Ισραηλ ἐν τῷ διαβαίνειν αὐτούς, καὶ ἐτάκησαν αὐτῶν αἱ διάνοιαι καὶ κατεπλάγησαν, καὶ οὐκ ἦν ἐν αὐτοῖς φρόνησις οὐδεμία ἀπὸ προσώπου τῶν υἱῶν Ισραηλ.

Ὑπὸ δὲ τοῦτον τὸν καιρὸν εἶπεν κύριος τῷ Ἰησοῖ Ποίησον σεαυτῷ μαχαίρας πετρίνας ἐκ πέτρας ἀκροτόμου καὶ καθίσας περίτεμε τοὺς υἱοὺς Ισραηλ.

καὶ ἐποίησεν Ἰησοῦς μαχαίρας πετρίνας ἀκροτόμους καὶ περιέτεμεν τοὺς υἱοὺς Ισραηλ ἐπὶ τοῦ καλουμένου τόπου Βουνὸς τῶν ἀκροβυστιῶν.

ὃν δὲ τρόπον περιεκάθαρεν Ἰησοῦς τοὺς υἱοὺς Ισραηλ, ὅσοι ποτὲ ἐγένοντο ἐν τῇ ὁδῷ καὶ ὅσοι ποτὲ ἀπερίτμητοι ἦσαν τῶν ἐξεληλυθότων ἐξ Αἰγύπτου,

πάντας τούτους περιέτεμεν Ἰησοῦς·

τεσσαράκοντα γὰρ καὶ δύο ἔτη ἀνέστραπται Ισραηλ ἐν τῇ ἐρήμῳ τῇ Μαδβαρίτιδι, διὸ ἀπερίτμητοι ἦσαν οἱ πλεῖστοι αὐτῶν τῶν μαχίμων τῶν ἐξεληλυθότων ἐκ γῆς Αἰγύπτου οἱ ἀπειθήσαντες τῶν ἐντολῶν τοῦ θεοῦ, οἷς καὶ διώρισεν μὴ ἰδεῖν αὐτοὺς τὴν γῆν, ἣν ὤμοσεν κύριος τοῖς πατράσιν αὐτῶν δοῦναι ἡμῖν, γῆν ῥέουσαν γάλα καὶ μέλι.

ἀντὶ δὲ τούτων ἀντικατέστησεν τοὺς υἱοὺς αὐτῶν, οὓς Ἰησοῦς περιέτεμεν διὰ τὸ αὐτοὺς γεγενῆσθαι κατὰ τὴν ὁδὸν ἀπεριτμήτους.

περιτμηθέντες δὲ ἡσυχίαν εἶχον αὐτόθι καθήμενοι ἐν τῇ παρεμβολῇ, ἕως ὑγιάσθησαν.

καὶ εἶπεν κύριος τῷ Ἰησοῖ υἱῷ Ναυη Ἐν τῇ σήμερον ἡμέρᾳ ἀφεῖλον τὸν ὀνειδισμὸν Αἰγύπτου ἀφ’ ὑμῶν. καὶ ἐκάλεσεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Γαλγαλα.

Καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ τὸ πασχα τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς ἀπὸ ἑσπέρας ἐπὶ δυσμῶν Ιεριχω ἐν τῷ πέραν τοῦ Ιορδάνου ἐν τῷ πεδίῳ

καὶ ἐφάγοσαν ἀπὸ τοῦ σίτου τῆς γῆς ἄζυμα καὶ νέα. ἐν ταύτῃ τῇ ἡμέρᾳ

ἐξέλιπεν τὸ μαννα μετὰ τὸ βεβρωκέναι αὐτοὺς ἐκ τοῦ σίτου τῆς γῆς, καὶ οὐκέτι ὑπῆρχεν τοῖς υἱοῖς Ισραηλ μαννα· ἐκαρπίσαντο δὲ τὴν χώραν τῶν Φοινίκων ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ.

Καὶ ἐγένετο ὡς ἦν Ἰησοῦς ἐν Ιεριχω, καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς εἶδεν ἄνθρωπον ἑστηκότα ἐναντίον αὐτοῦ, καὶ ἡ ῥομφαία ἐσπασμένη ἐν τῇ χειρὶ αὐτοῦ. καὶ προσελθὼν Ἰησοῦς εἶπεν αὐτῷ Ἡμέτερος εἶ ἢ τῶν ὑπεναντίων;

ὁ δὲ εἶπεν αὐτῷ Ἐγὼ ἀρχιστράτηγος δυνάμεως κυρίου νυνὶ παραγέγονα. καὶ Ἰησοῦς ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν καὶ εἶπεν αὐτῷ Δέσποτα, τί προστάσσεις τῷ σῷ οἰκέτῃ;

καὶ λέγει ὁ ἀρχιστράτηγος κυρίου πρὸς Ἰησοῦν Λῦσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου· ὁ γὰρ τόπος, ἐφ’ ᾧ σὺ ἕστηκας, ἅγιός ἐστιν.

Chapter 6

Καὶ Ιεριχω συγκεκλεισμένη καὶ ὠχυρωμένη, καὶ οὐθεὶς ἐξεπορεύετο ἐξ αὐτῆς οὐδὲ εἰσεπορεύετο.

καὶ εἶπεν κύριος πρὸς Ἰησοῦν Ἰδοὺ ἐγὼ παραδίδωμι ὑποχείριόν σου τὴν Ιεριχω καὶ τὸν βασιλέα αὐτῆς τὸν ἐν αὐτῇ δυνατοὺς ὄντας ἐν ἰσχύι·

σὺ δὲ περίστησον αὐτῇ τοὺς μαχίμους κύκλῳ,

καὶ ἔσται ὡς ἂν σαλπίσητε τῇ σάλπιγγι, ἀνακραγέτω πᾶς ὁ λαὸς ἅμα, καὶ ἀνακραγόντων αὐτῶν πεσεῖται αὐτόματα τὰ τείχη τῆς πόλεως, καὶ εἰσελεύσεται πᾶς ὁ λαὸς ὁρμήσας ἕκαστος κατὰ πρόσωπον εἰς τὴν πόλιν.

καὶ εἰσῆλθεν Ἰησοῦς ὁ τοῦ Ναυη πρὸς τοὺς ἱερεῖς

καὶ εἶπεν αὐτοῖς λέγων Παραγγείλατε τῷ λαῷ περιελθεῖν καὶ κυκλῶσαι τὴν πόλιν, καὶ οἱ μάχιμοι παραπορευέσθωσαν ἐνωπλισμένοι ἐναντίον κυρίου·

καὶ ἑπτὰ ἱερεῖς ἔχοντες ἑπτὰ σάλπιγγας ἱερὰς παρελθέτωσαν ὡσαύτως ἐναντίον τοῦ κυρίου καὶ σημαινέτωσαν εὐτόνως, καὶ ἡ κιβωτὸς τῆς διαθήκης κυρίου ἐπακολουθείτω·

οἱ δὲ μάχιμοι ἔμπροσθεν παραπορευέσθωσαν καὶ οἱ ἱερεῖς οἱ οὐραγοῦντες ὀπίσω τῆς κιβωτοῦ τῆς διαθήκης κυρίου πορευόμενοι καὶ σαλπίζοντες.

τῷ δὲ λαῷ ἐνετείλατο Ἰησοῦς λέγων Μὴ βοᾶτε, μηδὲ ἀκουσάτω μηθεὶς ὑμῶν τὴν φωνήν, ἕως ἂν ἡμέραν αὐτὸς διαγγείλῃ ἀναβοῆσαι, καὶ τότε ἀναβοήσετε.

καὶ περιελθοῦσα ἡ κιβωτὸς τῆς διαθήκης τοῦ θεοῦ τὴν πόλιν εὐθέως ἀπῆλθεν εἰς τὴν παρεμβολὴν καὶ ἐκοιμήθη ἐκεῖ.

καὶ τῇ ἡμέρᾳ τῇ δευτέρᾳ ἀνέστη Ἰησοῦς τὸ πρωί, καὶ ἦραν οἱ ἱερεῖς τὴν κιβωτὸν τῆς διαθήκης κυρίου,

καὶ οἱ ἑπτὰ ἱερεῖς οἱ φέροντες τὰς σάλπιγγας τὰς ἑπτὰ προεπορεύοντο ἐναντίον κυρίου, καὶ μετὰ ταῦτα εἰσεπορεύοντο οἱ μάχιμοι καὶ ὁ λοιπὸς ὄχλος ὄπισθε τῆς κιβωτοῦ τῆς διαθήκης κυρίου· καὶ οἱ ἱερεῖς ἐσάλπισαν ταῖς σάλπιγξι, καὶ ὁ λοιπὸς ὄχλος ἅπας περιεκύκλωσε τὴν πόλιν ἐγγύθεν καὶ ἀπῆλθεν πάλιν εἰς τὴν παρεμβολήν.

οὕτως ἐποίει ἐπὶ ἓξ ἡμέρας.

καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀνέστησαν ὄρθρου καὶ περιήλθοσαν τὴν πόλιν ἑξάκις·

καὶ τῇ περιόδῳ τῇ ἑβδόμῃ ἐσάλπισαν οἱ ἱερεῖς, καὶ εἶπεν Ἰησοῦς τοῖς υἱοῖς Ισραηλ Κεκράξατε· παρέδωκεν γὰρ κύριος ὑμῖν τὴν πόλιν.

καὶ ἔσται ἡ πόλις ἀνάθεμα, αὐτὴ καὶ πάντα, ὅσα ἐστὶν ἐν αὐτῇ, κυρίῳ σαβαωθ· πλὴν Ρααβ τὴν πόρνην περιποιήσασθε, αὐτὴν καὶ ὅσα ἐστὶν ἐν τῷ οἴκῳ αὐτῆς.

ἀλλὰ ὑμεῖς φυλάξασθε σφόδρα ἀπὸ τοῦ ἀναθέματος, μήποτε ἐνθυμηθέντες ὑμεῖς αὐτοὶ λάβητε ἀπὸ τοῦ ἀναθέματος καὶ ποιήσητε τὴν παρεμβολὴν τῶν υἱῶν Ισραηλ ἀνάθεμα καὶ ἐκτρίψητε ἡμᾶς·

καὶ πᾶν ἀργύριον ἢ χρυσίον ἢ χαλκὸς ἢ σίδηρος ἅγιον ἔσται τῷ κυρίῳ, εἰς θησαυρὸν κυρίου εἰσενεχθήσεται.

καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν οἱ ἱερεῖς· ὡς δὲ ἤκουσεν ὁ λαὸς τὴν φωνὴν τῶν σαλπίγγων, ἠλάλαξεν πᾶς ὁ λαὸς ἅμα ἀλαλαγμῷ μεγάλῳ καὶ ἰσχυρῷ. καὶ ἔπεσεν ἅπαν τὸ τεῖχος κύκλῳ, καὶ ἀνέβη πᾶς ὁ λαὸς εἰς τὴν πόλιν.

καὶ ἀνεθεμάτισεν αὐτὴν Ἰησοῦς καὶ ὅσα ἦν ἐν τῇ πόλει ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικός, ἀπὸ νεανίσκου καὶ ἕως πρεσβύτου καὶ ἕως μόσχου καὶ ὑποζυγίου, ἐν στόματι ῥομφαίας.

καὶ τοῖς δυσὶν νεανίσκοις τοῖς κατασκοπεύσασιν εἶπεν Ἰησοῦς Εἰσέλθατε εἰς τὴν οἰκίαν τῆς γυναικὸς καὶ ἐξαγάγετε αὐτὴν ἐκεῖθεν καὶ ὅσα ἐστὶν αὐτῇ.

καὶ εἰσῆλθον οἱ δύο νεανίσκοι οἱ κατασκοπεύσαντες τὴν πόλιν εἰς τὴν οἰκίαν τῆς γυναικὸς καὶ ἐξηγάγοσαν Ρααβ τὴν πόρνην καὶ τὸν πατέρα αὐτῆς καὶ τὴν μητέρα αὐτῆς καὶ τοὺς ἀδελφοὺς αὐτῆς καὶ πάντα, ὅσα ἦν αὐτῇ, καὶ πᾶσαν τὴν συγγένειαν αὐτῆς καὶ κατέστησαν αὐτὴν ἔξω τῆς παρεμβολῆς Ισραηλ.

καὶ ἡ πόλις ἐνεπρήσθη ἐμπυρισμῷ σὺν πᾶσιν τοῖς ἐν αὐτῇ, πλὴν ἀργυρίου καὶ χρυσίου καὶ χαλκοῦ καὶ σιδήρου ἔδωκαν εἰς θησαυρὸν κυρίου εἰσενεχθῆναι.

καὶ Ρααβ τὴν πόρνην καὶ πάντα τὸν οἶκον τὸν πατρικὸν αὐτῆς ἐζώγρησεν Ἰησοῦς, καὶ κατῴκησεν ἐν τῷ Ισραηλ ἕως τῆς σήμερον ἡμέρας, διότι ἔκρυψεν τοὺς κατασκοπεύσαντας, οὓς ἀπέστειλεν Ἰησοῦς κατασκοπεῦσαι τὴν Ιεριχω. —

καὶ ὥρκισεν Ἰησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐναντίον κυρίου λέγων Ἐπικατάρατος ὁ ἄνθρωπος, ὃς οἰκοδομήσει τὴν πόλιν ἐκείνην· ἐν τῷ πρωτοτόκῳ αὐτοῦ θεμελιώσει αὐτὴν καὶ ἐν τῷ ἐλαχίστῳ αὐτοῦ ἐπιστήσει τὰς πύλας αὐτῆς. καὶ οὕτως ἐποίησεν Οζαν ὁ ἐκ Βαιθηλ· ἐν τῷ Αβιρων τῷ πρωτοτόκῳ ἐθεμελίωσεν αὐτὴν καὶ ἐν τῷ ἐλαχίστῳ διασωθέντι ἐπέστησεν τὰς πύλας αὐτῆς.

Καὶ ἦν κύριος μετὰ Ἰησοῦ, καὶ ἦν τὸ ὄνομα αὐτοῦ κατὰ πᾶσαν τὴν γῆν.

Chapter 7

Καὶ ἐπλημμέλησαν οἱ υἱοὶ Ισραηλ πλημμέλειαν μεγάλην καὶ ἐνοσφίσαντο ἀπὸ τοῦ ἀναθέματος· καὶ ἔλαβεν Αχαρ υἱὸς Χαρμι υἱοῦ Ζαμβρι υἱοῦ Ζαρα ἐκ τῆς φυλῆς Ιουδα ἀπὸ τοῦ ἀναθέματος· καὶ ἐθυμώθη ὀργῇ κύριος τοῖς υἱοῖς Ισραηλ.

καὶ ἀπέστειλεν Ἰησοῦς ἄνδρας εἰς Γαι, ἥ ἐστιν κατὰ Βαιθηλ, λέγων Κατασκέψασθε τὴν Γαι· καὶ ἀνέβησαν οἱ ἄνδρες καὶ κατεσκέψαντο τὴν Γαι.

καὶ ἀνέστρεψαν πρὸς Ἰησοῦν καὶ εἶπαν πρὸς αὐτόν Μὴ ἀναβήτω πᾶς ὁ λαός, ἀλλ’ ὡς δισχίλιοι ἢ τρισχίλιοι ἄνδρες ἀναβήτωσαν καὶ ἐκπολιορκησάτωσαν τὴν πόλιν· μὴ ἀναγάγῃς ἐκεῖ τὸν λαὸν πάντα, ὀλίγοι γάρ εἰσιν.

καὶ ἀνέβησαν ὡσεὶ τρισχίλιοι ἄνδρες καὶ ἔφυγον ἀπὸ προσώπου τῶν ἀνδρῶν Γαι.

καὶ ἀπέκτειναν ἀπ’ αὐτῶν ἄνδρες Γαι εἰς τριάκοντα καὶ ἓξ ἄνδρας καὶ κατεδίωξαν αὐτοὺς ἀπὸ τῆς πύλης καὶ συνέτριψαν αὐτοὺς ἐπὶ τοῦ καταφεροῦς· καὶ ἐπτοήθη ἡ καρδία τοῦ λαοῦ καὶ ἐγένετο ὥσπερ ὕδωρ.

καὶ διέρρηξεν Ἰησοῦς τὰ ἱμάτια αὐτοῦ, καὶ ἔπεσεν Ἰησοῦς ἐπὶ τὴν γῆν ἐπὶ πρόσωπον ἐναντίον κυρίου ἕως ἑσπέρας, αὐτὸς καὶ οἱ πρεσβύτεροι Ισραηλ, καὶ ἐπεβάλοντο χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν.

καὶ εἶπεν Ἰησοῦς Δέομαι, κύριε, ἵνα τί διεβίβασεν ὁ παῖς σου τὸν λαὸν τοῦτον τὸν Ιορδάνην παραδοῦναι αὐτὸν τῷ Αμορραίῳ ἀπολέσαι ἡμᾶς; καὶ εἰ κατεμείναμεν καὶ κατῳκίσθημεν παρὰ τὸν Ιορδάνην.

καὶ τί ἐρῶ, ἐπεὶ μετέβαλεν Ισραηλ αὐχένα ἀπέναντι τοῦ ἐχθροῦ αὐτοῦ;

καὶ ἀκούσας ὁ Χαναναῖος καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν περικυκλώσουσιν ἡμᾶς καὶ ἐκτρίψουσιν ἡμᾶς ἀπὸ τῆς γῆς· καὶ τί ποιήσεις τὸ ὄνομά σου τὸ μέγα;

καὶ εἶπεν κύριος πρὸς Ἰησοῦν Ἀνάστηθι· ἵνα τί τοῦτο σὺ πέπτωκας ἐπὶ πρόσωπόν σου;

ἡμάρτηκεν ὁ λαὸς καὶ παρέβη τὴν διαθήκην, ἣν διεθέμην πρὸς αὐτούς, καὶ κλέψαντες ἀπὸ τοῦ ἀναθέματος ἐνέβαλον εἰς τὰ σκεύη αὐτῶν.

οὐ μὴ δύνωνται οἱ υἱοὶ Ισραηλ ὑποστῆναι κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν· αὐχένα ἐπιστρέψουσιν ἔναντι τῶν ἐχθρῶν αὐτῶν, ὅτι ἐγενήθησαν ἀνάθεμα· οὐ προσθήσω ἔτι εἶναι μεθ’ ὑμῶν, ἐὰν μὴ ἐξάρητε τὸ ἀνάθεμα ἐξ ὑμῶν αὐτῶν.

ἀναστὰς ἁγίασον τὸν λαὸν καὶ εἰπὸν ἁγιασθῆναι εἰς αὔριον· τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ Τὸ ἀνάθεμα ἐν ὑμῖν ἐστιν, οὐ δυνήσεσθε ἀντιστῆναι ἀπέναντι τῶν ἐχθρῶν ὑμῶν, ἕως ἂν ἐξάρητε τὸ ἀνάθεμα ἐξ ὑμῶν.

καὶ συναχθήσεσθε πάντες τὸ πρωὶ κατὰ φυλάς, καὶ ἔσται ἡ φυλή, ἣν ἂν δείξῃ κύριος, προσάξετε κατὰ δήμους· καὶ τὸν δῆμον, ὃν ἐὰν δείξῃ κύριος, προσάξετε κατ’ οἶκον· καὶ τὸν οἶκον, ὃν ἐὰν δείξῃ κύριος, προσάξετε κατ’ ἄνδρα·

καὶ ὃς ἂν ἐνδειχθῇ, κατακαυθήσεται ἐν πυρὶ καὶ πάντα, ὅσα ἐστὶν αὐτῷ, ὅτι παρέβη τὴν διαθήκην κυρίου καὶ ἐποίησεν ἀνόμημα ἐν Ισραηλ. —

καὶ ὤρθρισεν Ἰησοῦς καὶ προσήγαγεν τὸν λαὸν κατὰ φυλάς, καὶ ἐνεδείχθη ἡ φυλὴ Ιουδα·

καὶ προσήχθη κατὰ δήμους, καὶ ἐνεδείχθη δῆμος ὁ Ζαραϊ· καὶ προσήχθη κατὰ ἄνδρα,

καὶ ἐνεδείχθη Αχαρ υἱὸς Ζαμβρι υἱοῦ Ζαρα.

καὶ εἶπεν Ἰησοῦς τῷ Αχαρ Δὸς δόξαν σήμερον τῷ κυρίῳ θεῷ Ισραηλ καὶ δὸς τὴν ἐξομολόγησιν καὶ ἀνάγγειλόν μοι τί ἐποίησας, καὶ μὴ κρύψῃς ἀπ’ ἐμοῦ.

καὶ ἀπεκρίθη Αχαρ τῷ Ἰησοῖ καὶ εἶπεν Ἀληθῶς ἥμαρτον ἐναντίον κυρίου θεοῦ Ισραηλ· οὕτως καὶ οὕτως ἐποίησα·

εἶδον ἐν τῇ προνομῇ ψιλὴν ποικίλην καλὴν καὶ διακόσια δίδραχμα ἀργυρίου καὶ γλῶσσαν μίαν χρυσῆν πεντήκοντα διδράχμων καὶ ἐνθυμηθεὶς αὐτῶν ἔλαβον, καὶ ἰδοὺ αὐτὰ ἐγκέκρυπται ἐν τῇ γῇ ἐν τῇ σκηνῇ μου, καὶ τὸ ἀργύριον κέκρυπται ὑποκάτω αὐτῶν.

καὶ ἀπέστειλεν Ἰησοῦς ἀγγέλους, καὶ ἔδραμον εἰς τὴν σκηνὴν εἰς τὴν παρεμβολήν· καὶ ταῦτα ἦν ἐγκεκρυμμένα εἰς τὴν σκηνήν, καὶ τὸ ἀργύριον ὑποκάτω αὐτῶν.

καὶ ἐξήνεγκαν αὐτὰ ἐκ τῆς σκηνῆς καὶ ἤνεγκαν πρὸς Ἰησοῦν καὶ τοὺς πρεσβυτέρους Ισραηλ, καὶ ἔθηκαν αὐτὰ ἔναντι κυρίου.

καὶ ἔλαβεν Ἰησοῦς τὸν Αχαρ υἱὸν Ζαρα καὶ ἀνήγαγεν αὐτὸν εἰς φάραγγα Αχωρ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς θυγατέρας αὐτοῦ καὶ τοὺς μόσχους αὐτοῦ καὶ τὰ ὑποζύγια αὐτοῦ καὶ πάντα τὰ πρόβατα αὐτοῦ καὶ τὴν σκηνὴν αὐτοῦ καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ, καὶ πᾶς ὁ λαὸς μετ’ αὐτοῦ· καὶ ἀνήγαγεν αὐτοὺς εἰς Εμεκαχωρ.

καὶ εἶπεν Ἰησοῦς τῷ Αχαρ Τί ὠλέθρευσας ἡμᾶς; ἐξολεθρεύσαι σε κύριος καθὰ καὶ σήμερον. καὶ ἐλιθοβόλησαν αὐτὸν λίθοις πᾶς Ισραηλ.

καὶ ἐπέστησαν αὐτῷ σωρὸν λίθων μέγαν. καὶ ἐπαύσατο κύριος τοῦ θυμοῦ τῆς ὀργῆς. διὰ τοῦτο ἐπωνόμασεν αὐτὸ Εμεκαχωρ ἕως τῆς ἡμέρας ταύτης.

Chapter 8

Καὶ εἶπεν κύριος πρὸς Ἰησοῦν Μὴ φοβηθῇς μηδὲ δειλιάσῃς· λαβὲ μετὰ σοῦ τοὺς ἄνδρας πάντας τοὺς πολεμιστὰς καὶ ἀναστὰς ἀνάβηθι εἰς Γαι· ἰδοὺ δέδωκα εἰς τὰς χεῖράς σου τὸν βασιλέα Γαι καὶ τὴν γῆν αὐτοῦ.

καὶ ποιήσεις τὴν Γαι ὃν τρόπον ἐποίησας τὴν Ιεριχω καὶ τὸν βασιλέα αὐτῆς, καὶ τὴν προνομὴν τῶν κτηνῶν προνομεύσεις σεαυτῷ. κατάστησον δὲ σεαυτῷ ἔνεδρα τῇ πόλει εἰς τὰ ὀπίσω.

καὶ ἀνέστη Ἰησοῦς καὶ πᾶς ὁ λαὸς ὁ πολεμιστὴς ὥστε ἀναβῆναι εἰς Γαι. ἐπέλεξεν δὲ Ἰησοῦς τριάκοντα χιλιάδας ἀνδρῶν δυνατοὺς ἐν ἰσχύι καὶ ἀπέστειλεν αὐτοὺς νυκτός.

καὶ ἐνετείλατο αὐτοῖς λέγων Ὑμεῖς ἐνεδρεύσατε ὀπίσω τῆς πόλεως· μὴ μακρὰν γίνεσθε ἀπὸ τῆς πόλεως καὶ ἔσεσθε πάντες ἕτοιμοι.

καὶ ἐγὼ καὶ πάντες οἱ μετ’ ἐμοῦ προσάξομεν πρὸς τὴν πόλιν, καὶ ἔσται ὡς ἂν ἐξέλθωσιν οἱ κατοικοῦντες Γαι εἰς συνάντησιν ἡμῖν καθάπερ καὶ πρῴην, καὶ φευξόμεθα ἀπὸ προσώπου αὐτῶν.

καὶ ὡς ἂν ἐξέλθωσιν ὀπίσω ἡμῶν, ἀποσπάσομεν αὐτοὺς ἀπὸ τῆς πόλεως· καὶ ἐροῦσιν Φεύγουσιν οὗτοι ἀπὸ προσώπου ἡμῶν ὃν τρόπον καὶ ἔμπροσθεν.

ὑμεῖς δὲ ἐξαναστήσεσθε ἐκ τῆς ἐνέδρας καὶ πορεύσεσθε εἰς τὴν πόλιν.

κατὰ τὸ ῥῆμα τοῦτο ποιήσετε· ἰδοὺ ἐντέταλμαι ὑμῖν.

καὶ ἀπέστειλεν αὐτοὺς Ἰησοῦς, καὶ ἐπορεύθησαν εἰς τὴν ἐνέδραν καὶ ἐνεκάθισαν ἀνὰ μέσον Βαιθηλ καὶ ἀνὰ μέσον Γαι ἀπὸ θαλάσσης τῆς Γαι.

καὶ ὀρθρίσας Ἰησοῦς τὸ πρωὶ ἐπεσκέψατο τὸν λαόν· καὶ ἀνέβησαν αὐτὸς καὶ οἱ πρεσβύτεροι κατὰ πρόσωπον τοῦ λαοῦ ἐπὶ Γαι.

καὶ πᾶς ὁ λαὸς ὁ πολεμιστὴς μετ’ αὐτοῦ ἀνέβησαν καὶ πορευόμενοι ἦλθον ἐξ ἐναντίας τῆς πόλεως ἀπ’ ἀνατολῶν,

καὶ τὰ ἔνεδρα τῆς πόλεως ἀπὸ θαλάσσης.

καὶ ἐγένετο ὡς εἶδεν βασιλεὺς Γαι, ἔσπευσεν καὶ ἐξῆλθεν εἰς συνάντησιν αὐτοῖς ἐπ’ εὐθείας εἰς τὸν πόλεμον, αὐτὸς καὶ πᾶς ὁ λαὸς ὁ μετ’ αὐτοῦ, καὶ αὐτὸς οὐκ ᾔδει ὅτι ἔνεδρα αὐτῷ ἐστιν ὀπίσω τῆς πόλεως.

καὶ εἶδεν καὶ ἀνεχώρησεν Ἰησοῦς καὶ Ισραηλ ἀπὸ προσώπου αὐτῶν.

καὶ κατεδίωξαν ὀπίσω τῶν υἱῶν Ισραηλ καὶ αὐτοὶ ἀπέστησαν ἀπὸ τῆς πόλεως·

οὐ κατελείφθη οὐθεὶς ἐν τῇ Γαι, ὃς οὐ κατεδίωξεν ὀπίσω Ισραηλ· καὶ κατέλιπον τὴν πόλιν ἀνεῳγμένην καὶ κατεδίωξαν ὀπίσω Ισραηλ.

καὶ εἶπεν κύριος πρὸς Ἰησοῦν Ἔκτεινον τὴν χεῖρά σου ἐν τῷ γαίσῳ τῷ ἐν τῇ χειρί σου ἐπὶ τὴν πόλιν—εἰς γὰρ τὰς χεῖράς σου παραδέδωκα αὐτήν—, καὶ τὰ ἔνεδρα ἐξαναστήσονται ἐν τάχει ἐκ τοῦ τόπου αὐτῶν. καὶ ἐξέτεινεν Ἰησοῦς τὴν χεῖρα αὐτοῦ, τὸν γαῖσον, ἐπὶ τὴν πόλιν,

καὶ τὰ ἔνεδρα ἐξανέστησαν ἐν τάχει ἐκ τοῦ τόπου αὐτῶν καὶ ἐξήλθοσαν, ὅτε ἐξέτεινεν τὴν χεῖρα, καὶ ἤλθοσαν ἐπὶ τὴν πόλιν καὶ κατελάβοντο αὐτὴν καὶ σπεύσαντες ἐνέπρησαν τὴν πόλιν ἐν πυρί.

καὶ περιβλέψαντες οἱ κάτοικοι Γαι εἰς τὰ ὀπίσω αὐτῶν καὶ ἐθεώρουν καπνὸν ἀναβαίνοντα ἐκ τῆς πόλεως εἰς τὸν οὐρανόν· καὶ οὐκέτι εἶχον ποῦ φύγωσιν ὧδε ἢ ὧδε.

καὶ Ἰησοῦς καὶ πᾶς Ισραηλ εἶδον ὅτι ἔλαβον τὰ ἔνεδρα τὴν πόλιν καὶ ὅτι ἀνέβη ὁ καπνὸς τῆς πόλεως εἰς τὸν οὐρανόν, καὶ μεταβαλόμενοι ἐπάταξαν τοὺς ἄνδρας τῆς Γαι.

καὶ οὗτοι ἐξήλθοσαν ἐκ τῆς πόλεως εἰς συνάντησιν καὶ ἐγενήθησαν ἀνὰ μέσον τῆς παρεμβολῆς, οὗτοι ἐντεῦθεν καὶ οὗτοι ἐντεῦθεν· καὶ ἐπάταξαν ἕως τοῦ μὴ καταλειφθῆναι αὐτῶν σεσωσμένον καὶ διαπεφευγότα.

καὶ τὸν βασιλέα τῆς Γαι συνέλαβον ζῶντα καὶ προσήγαγον αὐτὸν πρὸς Ἰησοῦν.

καὶ ὡς ἐπαύσαντο οἱ υἱοὶ Ισραηλ ἀποκτέννοντες πάντας τοὺς ἐν τῇ Γαι τοὺς ἐν τοῖς πεδίοις καὶ ἐν τῷ ὄρει ἐπὶ τῆς καταβάσεως, οὗ κατεδίωξαν αὐτοὺς ἀπ’ αὐτῆς εἰς τέλος, καὶ ἀπέστρεψεν Ἰησοῦς εἰς Γαι καὶ ἐπάταξεν αὐτὴν ἐν στόματι ῥομφαίας.

καὶ ἐγενήθησαν οἱ πεσόντες ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς δώδεκα χιλιάδες, πάντας τοὺς κατοικοῦντας Γαι,

πλὴν τῶν κτηνῶν καὶ τῶν σκύλων τῶν ἐν τῇ πόλει, πάντα ἃ ἐπρονόμευσαν οἱ υἱοὶ Ισραηλ κατὰ πρόσταγμα κυρίου, ὃν τρόπον συνέταξεν κύριος τῷ Ἰησοῖ.

καὶ ἐνεπύρισεν Ἰησοῦς τὴν πόλιν ἐν πυρί· χῶμα ἀοίκητον εἰς τὸν αἰῶνα ἔθηκεν αὐτὴν ἕως τῆς ἡμέρας ταύτης.

καὶ τὸν βασιλέα τῆς Γαι ἐκρέμασεν ἐπὶ ξύλου διδύμου, καὶ ἦν ἐπὶ τοῦ ξύλου ἕως ἑσπέρας· καὶ ἐπιδύνοντος τοῦ ἡλίου συνέταξεν Ἰησοῦς καὶ καθείλοσαν αὐτοῦ τὸ σῶμα ἀπὸ τοῦ ξύλου καὶ ἔρριψαν αὐτὸν εἰς τὸν βόθρον καὶ ἐπέστησαν αὐτῷ σωρὸν λίθων ἕως τῆς ἡμέρας ταύτης.

Chapter 9

Ὡς δ’ ἤκουσαν οἱ βασιλεῖς τῶν Αμορραίων οἱ ἐν τῷ πέραν τοῦ Ιορδάνου, οἱ ἐν τῇ ὀρεινῇ καὶ οἱ ἐν τῇ πεδινῇ καὶ οἱ ἐν πάσῃ τῇ παραλίᾳ τῆς θαλάσσης τῆς μεγάλης καὶ οἱ πρὸς τῷ Ἀντιλιβάνῳ, καὶ οἱ Χετταῖοι καὶ οἱ Χαναναῖοι καὶ οἱ Φερεζαῖοι καὶ οἱ Ευαῖοι καὶ οἱ Αμορραῖοι καὶ οἱ Γεργεσαῖοι καὶ οἱ Ιεβουσαῖοι,

συνήλθοσαν ἐπὶ τὸ αὐτὸ ἐκπολεμῆσαι Ἰησοῦν καὶ Ισραηλ ἅμα πάντες.

Τότε ᾠκοδόμησεν Ἰησοῦς θυσιαστήριον κυρίῳ τῷ θεῷ Ισραηλ ἐν ὄρει Γαιβαλ,

καθότι ἐνετείλατο Μωυσῆς ὁ θεράπων κυρίου τοῖς υἱοῖς Ισραηλ, καθὰ γέγραπται ἐν τῷ νόμῳ Μωυσῆ, θυσιαστήριον λίθων ὁλοκλήρων, ἐφ’ οὓς οὐκ ἐπεβλήθη σίδηρος, καὶ ἀνεβίβασεν ἐκεῖ ὁλοκαυτώματα κυρίῳ καὶ θυσίαν σωτηρίου.

καὶ ἔγραψεν Ἰησοῦς ἐπὶ τῶν λίθων τὸ δευτερονόμιον, νόμον Μωυσῆ, ὃν ἔγραψεν ἐνώπιον υἱῶν Ισραηλ.

καὶ πᾶς Ισραηλ καὶ οἱ πρεσβύτεροι αὐτῶν καὶ οἱ δικασταὶ καὶ οἱ γραμματεῖς αὐτῶν παρεπορεύοντο ἔνθεν καὶ ἔνθεν τῆς κιβωτοῦ ἀπέναντι, καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἦραν τὴν κιβωτὸν τῆς διαθήκης κυρίου, καὶ ὁ προσήλυτος καὶ ὁ αὐτόχθων, οἳ ἦσαν ἥμισυ πλησίον ὄρους Γαριζιν, καὶ οἳ ἦσαν ἥμισυ πλησίον ὄρους Γαιβαλ, καθότι ἐνετείλατο Μωυσῆς ὁ θεράπων κυρίου εὐλογῆσαι τὸν λαὸν ἐν πρώτοις.

καὶ μετὰ ταῦτα οὕτως ἀνέγνω Ἰησοῦς πάντα τὰ ῥήματα τοῦ νόμου τούτου, τὰς εὐλογίας καὶ τὰς κατάρας, κατὰ πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωυσῆ·

οὐκ ἦν ῥῆμα ἀπὸ πάντων, ὧν ἐνετείλατο Μωυσῆς τῷ Ἰησοῖ, ὃ οὐκ ἀνέγνω Ἰησοῦς εἰς τὰ ὦτα πάσης ἐκκλησίας υἱῶν Ισραηλ, τοῖς ἀνδράσιν καὶ ταῖς γυναιξὶν καὶ τοῖς παιδίοις καὶ τοῖς προσηλύτοις τοῖς προσπορευομένοις τῷ Ισραηλ.

Καὶ οἱ κατοικοῦντες Γαβαων ἤκουσαν πάντα, ὅσα ἐποίησεν κύριος τῇ Ιεριχω καὶ τῇ Γαι.

καὶ ἐποίησαν καί γε αὐτοὶ μετὰ πανουργίας καὶ ἐλθόντες ἐπεσιτίσαντο καὶ ἡτοιμάσαντο καὶ λαβόντες σάκκους παλαιοὺς ἐπὶ τῶν ὄνων αὐτῶν καὶ ἀσκοὺς οἴνου παλαιοὺς καὶ κατερρωγότας ἀποδεδεμένους,

καὶ τὰ κοῖλα τῶν ὑποδημάτων αὐτῶν καὶ τὰ σανδάλια αὐτῶν παλαιὰ καὶ καταπεπελματωμένα ἐν τοῖς ποσὶν αὐτῶν, καὶ τὰ ἱμάτια αὐτῶν πεπαλαιωμένα ἐπάνω αὐτῶν, καὶ ὁ ἄρτος αὐτῶν τοῦ ἐπισιτισμοῦ ξηρὸς καὶ εὐρωτιῶν καὶ βεβρωμένος.

καὶ ἤλθοσαν πρὸς Ἰησοῦν εἰς τὴν παρεμβολὴν Ισραηλ εἰς Γαλγαλα καὶ εἶπαν πρὸς Ἰησοῦν καὶ Ισραηλ Ἐκ γῆς μακρόθεν ἥκαμεν, καὶ νῦν διάθεσθε ἡμῖν διαθήκην.

καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ πρὸς τὸν Χορραῖον Ὅρα μὴ ἐν ἐμοὶ κατοικεῖς, καὶ πῶς σοι διαθῶμαι διαθήκην;

καὶ εἶπαν πρὸς Ἰησοῦν Οἰκέται σού ἐσμεν. καὶ εἶπεν πρὸς αὐτοὺς Ἰησοῦς Πόθεν ἐστὲ καὶ πόθεν παραγεγόνατε;

καὶ εἶπαν Ἐκ γῆς μακρόθεν σφόδρα ἥκασιν οἱ παῖδές σου ἐν ὀνόματι κυρίου τοῦ θεοῦ σου· ἀκηκόαμεν γὰρ τὸ ὄνομα αὐτοῦ καὶ ὅσα ἐποίησεν ἐν Αἰγύπτῳ

καὶ ὅσα ἐποίησεν τοῖς βασιλεῦσιν τῶν Αμορραίων, οἳ ἦσαν πέραν τοῦ Ιορδάνου, τῷ Σηων βασιλεῖ Εσεβων καὶ τῷ Ωγ βασιλεῖ τῆς Βασαν, ὃς κατῴκει ἐν Ασταρωθ καὶ ἐν Εδραϊν.

καὶ ἀκούσαντες εἶπαν πρὸς ἡμᾶς οἱ πρεσβύτεροι ἡμῶν καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν ἡμῶν λέγοντες Λάβετε ἑαυτοῖς ἐπισιτισμὸν εἰς τὴν ὁδὸν καὶ πορεύθητε εἰς συνάντησιν αὐτῶν καὶ ἐρεῖτε πρὸς αὐτούς Οἰκέται σού ἐσμεν, καὶ νῦν διάθεσθε ἡμῖν διαθήκην.

οὗτοι οἱ ἄρτοι, θερμοὺς ἐφωδιάσθημεν αὐτοὺς ἐν τῇ ἡμέρᾳ, ᾗ ἐξήλθομεν παραγενέσθαι πρὸς ὑμᾶς, νῦν δὲ ἐξηράνθησαν καὶ γεγόνασιν βεβρωμένοι·

καὶ οὗτοι οἱ ἀσκοὶ τοῦ οἴνου, οὓς ἐπλήσαμεν καινούς, καὶ οὗτοι ἐρρώγασιν· καὶ τὰ ἱμάτια ἡμῶν καὶ τὰ ὑποδήματα ἡμῶν πεπαλαίωται ἀπὸ τῆς πολλῆς ὁδοῦ σφόδρα.

καὶ ἔλαβον οἱ ἄρχοντες τοῦ ἐπισιτισμοῦ αὐτῶν καὶ κύριον οὐκ ἐπηρώτησαν.

καὶ ἐποίησεν Ἰησοῦς πρὸς αὐτοὺς εἰρήνην καὶ διέθετο πρὸς αὐτοὺς διαθήκην τοῦ διασῶσαι αὐτούς, καὶ ὤμοσαν αὐτοῖς οἱ ἄρχοντες τῆς συναγωγῆς. —

καὶ ἐγένετο μετὰ τρεῖς ἡμέρας μετὰ τὸ διαθέσθαι πρὸς αὐτοὺς διαθήκην ἤκουσαν ὅτι ἐγγύθεν αὐτῶν εἰσιν, καὶ ὅτι ἐν αὐτοῖς κατοικοῦσιν.

καὶ ἀπῆραν οἱ υἱοὶ Ισραηλ καὶ ἦλθον εἰς τὰς πόλεις αὐτῶν· αἱ δὲ πόλεις αὐτῶν Γαβαων καὶ Κεφιρα καὶ Βηρωθ καὶ πόλις Ιαριν.

καὶ οὐκ ἐμαχέσαντο αὐτοῖς οἱ υἱοὶ Ισραηλ, ὅτι ὤμοσαν αὐτοῖς πάντες οἱ ἄρχοντες κύριον τὸν θεὸν Ισραηλ· καὶ διεγόγγυσαν πᾶσα ἡ συναγωγὴ ἐπὶ τοῖς ἄρχουσιν.

καὶ εἶπαν οἱ ἄρχοντες πάσῃ τῇ συναγωγῇ Ἡμεῖς ὠμόσαμεν αὐτοῖς κύριον τὸν θεὸν Ισραηλ καὶ νῦν οὐ δυνησόμεθα ἅψασθαι αὐτῶν·

τοῦτο ποιήσομεν, ζωγρῆσαι αὐτούς, καὶ περιποιησόμεθα αὐτούς, καὶ οὐκ ἔσται καθ’ ἡμῶν ὀργὴ διὰ τὸν ὅρκον, ὃν ὠμόσαμεν αὐτοῖς·

ζήσονται καὶ ἔσονται ξυλοκόποι καὶ ὑδροφόροι πάσῃ τῇ συναγωγῇ, καθάπερ εἶπαν αὐτοῖς οἱ ἄρχοντες.

καὶ συνεκάλεσεν αὐτοὺς Ἰησοῦς καὶ εἶπεν αὐτοῖς Διὰ τί παρελογίσασθέ με λέγοντες Μακρὰν ἀπὸ σοῦ ἐσμεν σφόδρα; ὑμεῖς δὲ ἐγχώριοί ἐστε τῶν κατοικούντων ἐν ἡμῖν·

καὶ νῦν ἐπικατάρατοί ἐστε, οὐ μὴ ἐκλίπῃ ἐξ ὑμῶν δοῦλος οὐδὲ ξυλοκόπος ἐμοὶ καὶ τῷ θεῷ μου.

καὶ ἀπεκρίθησαν τῷ Ἰησοῖ λέγοντες Ἀνηγγέλη ἡμῖν ὅσα συνέταξεν κύριος ὁ θεός σου Μωυσῇ τῷ παιδὶ αὐτοῦ, δοῦναι ὑμῖν τὴν γῆν ταύτην καὶ ἐξολεθρεῦσαι ἡμᾶς καὶ πάντας τοὺς κατοικοῦντας ἐπ’ αὐτῆς ἀπὸ προσώπου ὑμῶν, καὶ ἐφοβήθημεν σφόδρα περὶ τῶν ψυχῶν ἡμῶν ἀπὸ προσώπου ὑμῶν καὶ ἐποιήσαμεν τὸ πρᾶγμα τοῦτο.

καὶ νῦν ἰδοὺ ἡμεῖς ὑποχείριοι ὑμῖν· ὡς ἀρέσκει ὑμῖν καὶ ὡς δοκεῖ ὑμῖν, ποιήσατε ἡμῖν.

καὶ ἐποίησαν αὐτοῖς οὕτως· καὶ ἐξείλατο αὐτοὺς Ἰησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ χειρῶν υἱῶν Ισραηλ, καὶ οὐκ ἀνεῖλον αὐτούς.

καὶ κατέστησεν αὐτοὺς Ἰησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυλοκόπους καὶ ὑδροφόρους πάσῃ τῇ συναγωγῇ καὶ τῷ θυσιαστηρίῳ τοῦ θεοῦ· διὰ τοῦτο ἐγένοντο οἱ κατοικοῦντες Γαβαων ξυλοκόποι καὶ ὑδροφόροι τοῦ θυσιαστηρίου τοῦ θεοῦ ἕως τῆς σήμερον ἡμέρας καὶ εἰς τὸν τόπον, ὃν ἐὰν ἐκλέξηται κύριος.

Chapter 10

Ὡς δὲ ἤκουσεν Αδωνιβεζεκ βασιλεὺς Ιερουσαλημ ὅτι ἔλαβεν Ἰησοῦς τὴν Γαι καὶ ἐξωλέθρευσεν αὐτήν—ὃν τρόπον ἐποίησαν τὴν Ιεριχω καὶ τὸν βασιλέα αὐτῆς, οὕτως ἐποίησαν τὴν Γαι καὶ τὸν βασιλέα αὐτῆς—καὶ ὅτι αὐτομόλησαν οἱ κατοικοῦντες Γαβαων πρὸς Ἰησοῦν καὶ πρὸς Ισραηλ, καὶ ἐφοβήθησαν ἐν αὐτοῖς σφόδρα·

ᾔδει γὰρ ὅτι μεγάλη πόλις Γαβαων ὡσεὶ μία τῶν μητροπόλεων καὶ πάντες οἱ ἄνδρες αὐτῆς ἰσχυροί.

καὶ ἀπέστειλεν Αδωνιβεζεκ βασιλεὺς Ιερουσαλημ πρὸς Αιλαμ βασιλέα Χεβρων καὶ πρὸς Φιδων βασιλέα Ιεριμουθ καὶ πρὸς Ιεφθα βασιλέα Λαχις καὶ πρὸς Δαβιρ βασιλέα Οδολλαμ λέγων

Δεῦτε ἀνάβητε πρός με καὶ βοηθήσατέ μοι, καὶ ἐκπολεμήσωμεν Γαβαων· αὐτομόλησαν γὰρ πρὸς Ἰησοῦν καὶ πρὸς τοὺς υἱοὺς Ισραηλ.

καὶ ἀνέβησαν οἱ πέντε βασιλεῖς τῶν Ιεβουσαίων, βασιλεὺς Ιερουσαλημ καὶ βασιλεὺς Χεβρων καὶ βασιλεὺς Ιεριμουθ καὶ βασιλεὺς Λαχις καὶ βασιλεὺς Οδολλαμ, αὐτοὶ καὶ πᾶς ὁ λαὸς αὐτῶν, καὶ περιεκάθισαν τὴν Γαβαων καὶ ἐξεπολιόρκουν αὐτήν.

καὶ ἀπέστειλαν οἱ κατοικοῦντες Γαβαων πρὸς Ἰησοῦν εἰς τὴν παρεμβολὴν Ισραηλ εἰς Γαλγαλα λέγοντες Μὴ ἐκλύσῃς τὰς χεῖράς σου ἀπὸ τῶν παίδων σου· ἀνάβηθι πρὸς ἡμᾶς τὸ τάχος καὶ ἐξελοῦ ἡμᾶς καὶ βοήθησον ἡμῖν· ὅτι συνηγμένοι εἰσὶν ἐφ’ ἡμᾶς πάντες οἱ βασιλεῖς τῶν Αμορραίων οἱ κατοικοῦντες τὴν ὀρεινήν.

καὶ ἀνέβη Ἰησοῦς ἐκ Γαλγαλων, αὐτὸς καὶ πᾶς ὁ λαὸς ὁ πολεμιστὴς μετ’ αὐτοῦ, πᾶς δυνατὸς ἐν ἰσχύι.

καὶ εἶπεν κύριος πρὸς Ἰησοῦν Μὴ φοβηθῇς αὐτούς· εἰς γὰρ τὰς χεῖράς σου παραδέδωκα αὐτούς, οὐχ ὑπολειφθήσεται ἐξ αὐτῶν οὐθεὶς ἐνώπιον ὑμῶν.

καὶ ἐπιπαρεγένετο ἐπ’ αὐτοὺς Ἰησοῦς ἄφνω, ὅλην τὴν νύκτα εἰσεπορεύθη ἐκ Γαλγαλων.

καὶ ἐξέστησεν αὐτοὺς κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ισραηλ, καὶ συνέτριψεν αὐτοὺς κύριος σύντριψιν μεγάλην ἐν Γαβαων, καὶ κατεδίωξαν αὐτοὺς ὁδὸν ἀναβάσεως Ωρωνιν καὶ κατέκοπτον αὐτοὺς ἕως Αζηκα καὶ ἕως Μακηδα.

ἐν τῷ δὲ φεύγειν αὐτοὺς ἀπὸ προσώπου τῶν υἱῶν Ισραηλ ἐπὶ τῆς καταβάσεως Ωρωνιν καὶ κύριος ἐπέρριψεν αὐτοῖς λίθους χαλάζης ἐκ τοῦ οὐρανοῦ ἕως Αζηκα, καὶ ἐγένοντο πλείους οἱ ἀποθανόντες διὰ τοὺς λίθους τῆς χαλάζης ἢ οὓς ἀπέκτειναν οἱ υἱοὶ Ισραηλ μαχαίρᾳ ἐν τῷ πολέμῳ.

Τότε ἐλάλησεν Ἰησοῦς πρὸς κύριον, ᾗ ἡμέρᾳ παρέδωκεν ὁ θεὸς τὸν Αμορραῖον ὑποχείριον Ισραηλ, ἡνίκα συνέτριψεν αὐτοὺς ἐν Γαβαων καὶ συνετρίβησαν ἀπὸ προσώπου υἱῶν Ισραηλ, καὶ εἶπεν Ἰησοῦς Στήτω ὁ ἥλιος κατὰ Γαβαων καὶ ἡ σελήνη κατὰ φάραγγα Αιλων.

καὶ ἔστη ὁ ἥλιος καὶ ἡ σελήνη ἐν στάσει, ἕως ἠμύνατο ὁ θεὸς τοὺς ἐχθροὺς αὐτῶν. καὶ ἔστη ὁ ἥλιος κατὰ μέσον τοῦ οὐρανοῦ, οὐ προεπορεύετο εἰς δυσμὰς εἰς τέλος ἡμέρας μιᾶς.

καὶ οὐκ ἐγένετο ἡμέρα τοιαύτη οὐδὲ τὸ πρότερον οὐδὲ τὸ ἔσχατον ὥστε ἐπακοῦσαι θεὸν ἀνθρώπου, ὅτι κύριος συνεπολέμησεν τῷ Ισραηλ.

Καὶ ἔφυγον οἱ πέντε βασιλεῖς οὗτοι καὶ κατεκρύβησαν εἰς τὸ σπήλαιον τὸ ἐν Μακηδα.

καὶ ἀπηγγέλη τῷ Ἰησοῦ λέγοντες Εὕρηνται οἱ πέντε βασιλεῖς κεκρυμμένοι ἐν τῷ σπηλαίῳ τῷ ἐν Μακηδα.

καὶ εἶπεν Ἰησοῦς Κυλίσατε λίθους ἐπὶ τὸ στόμα τοῦ σπηλαίου καὶ καταστήσατε ἄνδρας φυλάσσειν ἐπ’ αὐτούς,

ὑμεῖς δὲ μὴ ἑστήκατε καταδιώκοντες ὀπίσω τῶν ἐχθρῶν ὑμῶν καὶ καταλάβετε τὴν οὐραγίαν…

καὶ…

The complete text is available when the reading interface loads.