The Greek Library Author

Anonymous

Josue

Authority group
Septuaginta (catalogue association; authorship remains anonymous)
Edition reference
Josue (Cod. Alexandrinus), ed. Rahlfs, op. cit., vol. 1, 9th edn., 382–384, 388–392.
CTS identifier
urn:cts:greekLit:tlg0527.tlg007.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

καὶ Μασαλ καὶ συνάψει τῷ Καρ-μήλῳ κατὰ θάλασσαν καὶ τῷΣιωρ καὶ Λαβαναθ καὶ ἐπι-στρέψει ἀπ' ἀνατολῶν ἡλίουΒηθδαγων καὶ συνάψει τῷ Ζα-βουλων καὶ ἐν Γαι Ιεφθαηλκατὰ βορρᾶν, καὶ εἰσελεύσεταιτὰ ὅρια Σαφθαβηθαεμεκ καὶ πο-ρεύσεται τὸ μεθόριον Ανιηλ καὶδιελεύσεται εἰς Χαβωλ ἀπὸ ἀρι-στερῶν καὶ Αχραν καὶ Ροωβκαὶ Αμων καὶ Κανα ἕως Σι-δῶνος τῆς μεγάλης, καὶ ἀνα-στρέψει τὰ ὅρια εἰς Ραμα καὶἕως πόλεως ὀχυρώματος τῶνΤυρίων, καὶ ἀναστρέψει τὰ ὅριαἐπὶ Ωσα, καὶ ἔσται ἡ διέξοδοςαὐτοῦ ἡ θάλασσα καὶ ἀπὸ τοῦσχοινίσματος Αχζιφ καὶ Αμμακαὶ Αφεκ καὶ Ραωβ, πόλεις εἴ-κοσι δύο. αὕτη ἡ κληρονομίαφυλῆς υἱῶν Ασηρ κατὰ δήμουςαὐτῶν, πόλεις αὐτῶν καὶ αἱ κῶ-μαι αὐτῶν. Καὶ τῷ Νεφθαλι ἐξῆλθεν ὁκλῆρος ὁ ἕκτος. καὶ ἐγένετοτὰ ὅρια αὐτῶν Μεελεφ καὶ Μαη-λων καὶ Βεσενανιμ καὶ Αρμαι καὶΝακεβ καὶ Ιαβνηλ ἕως Λακου,καὶ ἐγενήθησαν αἱ διέξοδοι αὐ-τοῦ ὁ Ιορδάνης· καὶ ἐπιστρέ-ψει τὰ ὅρια ἐπὶ θάλασσαν ΑζανωθΘαβωρ καὶ διελεύσεται ἐκεῖθενεἰς Ικωκ καὶ συνάψει τῷ Ζα-βουλων ἀπὸ νότου καὶ τῷ Ασηρσυνάψει κατὰ θάλασσαν, καὶ ὁΙορδάνης ἀπ' ἀνατολῶν ἡλίου.καὶ πόλεις τειχήρεις τῶνΤυρίων Τύρος καὶ Αμαθ καὶΡεκκαθ καὶ Χενερεθ καὶ Αδαμικαὶ Ραμα καὶ Ασωρ καὶ Κε-δες καὶ Εδραϊ καὶ πηγὴ Ασορκαὶ Ιαριων καὶ Μαγδαλιηλ, Ωραμκαὶ Βαιθαναθ καὶ Θασμους, πό-λεις δέκα ἐννέα. αὕτη ἡ κλη-ρονομία φυλῆς υἱῶν Νεφθαλι. Καὶ τῷ Δαν ἐξῆλθεν ὁ κλῆ-ρος ὁ ἕβδομος. καὶ ἐγενήθητὰ ὅρια αὐτῶν Σαραα καὶ Εσθαολκαὶ πόλις Σαμες καὶ Σαλα-βιν καὶ Ιααλων καὶ Ιεθλα καὶΑιλων καὶ Θαμνα καὶ Ακκαρωνκαὶ Ελθεκω καὶ Γαβαθων καὶΒααλων καὶ Ιουθ καὶ Βανη-βαρακ καὶ Γεθρεμμων, {<ΚΡΙΤΑΙ>} Καὶ ἐγένετο μετὰ τὴν τελευτὴν Ἰησοῦ καὶ ἐπηρώτων οἱ υἱοὶΙσραηλ ἐν κυρίῳ λέγοντες Τίς ἀναβήσεται ἡμῖν πρὸς τὸν Χανα-ναῖον ἀφηγούμενος τοῦ πολεμῆσαι ἐν αὐτῷ; καὶ εἶπεν κύριοςΙουδας ἀναβήσεται, ἰδοὺ δέδωκα τὴν γῆν ἐν χειρὶ αὐτοῦ. καὶ εἶ-πεν Ιουδας πρὸς Συμεων τὸν ἀδελφὸν αὐτοῦ Ἀνάβηθι μετ' ἐμοῦἐν τῷ κλήρῳ μου, καὶ πολεμήσωμεν ἐν τῷ Χαναναίῳ, καὶ πορεύ-σομαι καί γε ἐγὼ μετὰ σοῦ ἐν τῷ κλήρῳ σου. καὶ ἐπορεύθη μετ'αὐτοῦ Συμεων. καὶ ἀνέβη Ιουδας, καὶ ἔδωκεν κύριος τὸν Χανα-ναῖον καὶ τὸν Φερεζαῖον ἐν χειρὶ αὐτοῦ, καὶ ἐπάταξεν αὐτοὺς ἐνΒεζεκ, δέκα χιλιάδας ἀνδρῶν, καὶ εὗρον τὸν Αδωνιβεζεκ ἐν Βεζεκκαὶ ἐπολέμησαν ἐν αὐτῷ καὶ ἐπάταξαν τὸν Χαναναῖον καὶ τὸνΦερεζαῖον. καὶ ἔφυγεν Αδωνιβεζεκ, καὶ κατεδίωξαν ὀπίσω αὐτοῦκαὶ ἔλαβον αὐτὸν καὶ ἀπέκοψαν τὰ ἄκρα τῶν χειρῶν αὐτοῦ καὶτῶν ποδῶν αὐτοῦ. καὶ εἶπεν Αδωνιβεζεκ Ἑβδομήκοντα βασιλεῖςτὰ ἄκρα τῶν χειρῶν αὐτῶν καὶ τῶν ποδῶν αὐτῶν ἀποκεκομμένοιἦσαν συλλέγοντες τὰ ὑποκάτω τῆς τραπέζης μου· καθὼς οὖνἐποίησα, οὕτως ἀνταπέδωκέν μοι ὁ θεός. καὶ ἤγαγον αὐτὸν εἰςΙερουσαλημ, καὶ ἀπέθανεν ἐκεῖ. Καὶ ἐπολέμησαν οἱ υἱοὶ Ιουδα ἐν Ιερουσαλημ καὶ κατελάβοντοαὐτὴν καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι ῥομφαίας καὶ τὴν πόλινἐνέπρησαν ἐν πυρί. καὶ μετὰ ταῦτα κατέβησαν οἱ υἱοὶ Ιουδαπολεμῆσαι ἐν τῷ Χαναναίῳ τῷ κατοικοῦντι τὴν ὀρεινὴν καὶ τὸννότον καὶ τὴν πεδινήν. καὶ ἐπορεύθη Ιουδας πρὸς τὸν Χαναναῖ-ον τὸν κατοικοῦντα ἐν Χεβρων, καὶ ἐξῆλθεν Χεβρων ἐξ ἐναντίας·τὸ δὲ ὄνομα Χεβρων ἦν ἔμπροσθεν Καριαθαρβοκσεφερ. καὶ ἐπά-ταξεν τὸν Σεσι καὶ τὸν Αχιμαν καὶ τὸν Θολμι, γεννήματα τοῦΕνακ. καὶ ἐπορεύθησαν ἐκεῖθεν πρὸς τοὺς κατοικοῦντας Δαβιρ·καὶ τὸ ὄνομα Δαβιρ ἦν ἔμπροσθεν Πόλις γραμμάτων. καὶ εἶπενΧαλεβ Ὃς ἂν πατάξῃ τὴν Πόλιν τῶν γραμμάτων καὶ προκαταλά-βηται αὐτήν, δώσω αὐτῷ τὴν Ασχαν θυγατέρα μου εἰς γυναῖκα.καὶ προκατελάβετο αὐτὴν Γοθονιηλ υἱὸς Κενεζ ἀδελφὸς Χαλεβ ὁνεώτερος, καὶ ἔδωκεν αὐτῷ τὴν Ασχαν θυγατέρα αὐτοῦ εἰς γυναῖ-κα. καὶ ἐγένετο ἐν τῷ εἰσπορεύεσθαι αὐτὴν καὶ ἐπέσεισεν αὐτὴναἰτῆσαι παρὰ τοῦ πατρὸς αὐτῆς τὸν ἀγρόν, καὶ ἐγόγγυζεν ἐπάνωτοῦ ὑποζυγίου καὶ ἔκραξεν ἀπὸ τοῦ ὑποζυγίου Εἰς γῆν νότου ἐκ-δέδοσαί με. καὶ εἶπεν αὐτῇ Χαλεβ Τί ἐστίν σοι; καὶ εἶπεν αὐτῷΑσχα Δός μοι εὐλογίαν, ὅτι εἰς γῆν νότου ἐκδέδοσαί με, καὶ δώ-σεις μοι λύτρωσιν ὕδατος. καὶ ἔδωκεν αὐτῇ Χαλεβ κατὰ τὴνκαρδίαν αὐτῆς τὴν λύτρωσιν μετεώρων καὶ τὴν λύτρωσιν τα-πεινῶν. Καὶ οἱ υἱοὶ Ιωβαβ τοῦ Κιναίου πενθεροῦ Μωυσῆ ἀνέβησανἐκ τῆς πόλεως τῶν φοινίκων πρὸς τοὺς υἱοὺς Ιουδα εἰς τὴν ἔρημοντὴν οὖσαν ἐν τῷ νότῳ ἐπὶ καταβάσεως Αραδ, καὶ ἐπορεύθη καὶκατῴκησεν μετὰ τοῦ λαοῦ. — καὶ ἐπορεύθη Ιουδας μετὰ Συμε-ων τοῦ ἀδελφοῦ αὐτοῦ καὶ ἐπάταξαν τὸν Χαναναῖον τὸν κατοι-κοῦντα Σεφεθ καὶ ἀνεθεμάτισαν αὐτὴν καὶ ἐξωλέθρευσαν αὐτὴνκαὶ ἐκάλεσαν τὸ ὄνομα τῆς πόλεως Ἐξολέθρευσις. καὶ οὐκ ἐκλη-ρονόμησεν Ιουδας τὴν Γάζαν καὶ τὸ ὅριον αὐτῆς καὶ τὴν Ἀσκα-λῶνα καὶ τὸ ὅριον αὐτῆς καὶ τὴν Ακκαρων καὶ τὸ ὅριον αὐτῆςκαὶ τὴν Ἄζωτον καὶ τὰ περισπόρια αὐτῆς. καὶ ἦν κύριος μετὰΙουδα, καὶ ἐκληρονόμησεν τὸ ὄρος· ὅτι οὐκ ἐδύνατο κληρονομῆ-σαι τοὺς κατοικοῦντας τὴν κοιλάδα, ὅτι Ρηχαβ διεστείλατο αὐτήν.καὶ ἔδωκεν τῷ Χαλεβ τὴν Χεβρων, καθὰ ἐλάλησεν Μωυσῆς· καὶἐκληρονόμησεν ἐκεῖθεν τὰς τρεῖς πόλεις καὶ ἐξῆρεν ἐκεῖθεν τοὺςτρεῖς υἱοὺς Ενακ. καὶ τὸν Ιεβουσαῖον τὸν κατοικοῦντα ἐν Ιερου-σαλημ οὐκ ἐξῆραν οἱ υἱοὶ Βενιαμιν, καὶ κατῴκησεν ὁ Ιεβουσαῖοςμετὰ τῶν υἱῶν Βενιαμιν ἕως τῆς ἡμέρας ταύτης. Καὶ ἀνέβησαν οἱ υἱοὶ Ιωσηφ καί γε αὐτοὶ εἰς Βαιθηλ καὶ Ιουδαςμετ' αὐτῶν. καὶ παρενέβαλον οἶκος Ισραηλ κατὰ Βαιθηλ· τὸ δὲὄνομα τῆς πόλεως ἦν ἔμπροσθεν Λουζα. καὶ εἶδον οἱ φυλάσσον-τες ἄνδρα ἐκπορευόμενον ἐκ τῆς πόλεως καὶ ἔλαβαν αὐτὸν καὶεἶπον αὐτῷ Δεῖξον ἡμῖν τὴν εἴσοδον τῆς πόλεως, καὶ ποιήσομενμετὰ σοῦ ἔλεος. καὶ ἔδειξεν αὐτοῖς τὴν εἴσοδον τῆς πόλεως, καὶἐπάταξαν τὴν πόλιν ἐν στόματι ῥομφαίας, τὸν δὲ ἄνδρα καὶ τὴνσυγγένειαν αὐτοῦ ἐξαπέστειλαν. καὶ ἀπῆλθεν ὁ ἀνὴρ εἰς γῆν Χετ-τιιμ καὶ ᾠκοδόμησεν ἐκεῖ πόλιν καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτῆς Λου-ζα· τοῦτο ὄνομα αὐτῆς ἕως τῆς ἡμέρας ταύτης. Καὶ οὐκ ἐκληρονόμησεν Μανασσης τὴν Βαιθσαν, ἥ ἐστιν Σκυ-θῶν πόλις, οὐδὲ τὰς θυγατέρας αὐτῆς οὐδὲ τὰ περισπόρια αὐτῆςοὐδὲ τὴν Εκθανααδ καὶ τὰς θυγατέρας αὐτῆς οὐδὲ τοὺς κατοικοῦν-τας Δωρ καὶ τὰς θυγατέρας αὐτῆς καὶ τοὺς κατοικοῦντας Βαλααμ καὶτὰς θυγατέρας αὐτῆς καὶ τοὺς κατοικοῦντας Μαγεδων καὶ τὰς θυ-γατέρας αὐτῆς οὐδὲ τοὺς κατοικοῦντας Ιεβλααμ οὐδὲ τὰς θυγατέ-ρας αὐτῆς· καὶ ἤρξατο ὁ Χαναναῖος κατοικεῖν ἐν τῇ γῇ ταύτῃ.καὶ ἐγένετο ὅτε ἐνίσχυσεν Ισραηλ, καὶ ἔθετο τὸν Χαναναῖον εἰςφόρον καὶ ἐξαίρων οὐκ ἐξῆρεν αὐτόν. Καὶ Εφραιμ οὐκ ἐξῆρεν τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐνΓαζερ· καὶ κατῴκει ὁ Χαναναῖος ἐν μέσῳ αὐτοῦ ἐν Γαζερ καὶἐγένετο εἰς φόρον. Καὶ Ζαβουλων οὐκ ἐξῆρεν τοὺς κατοικοῦντας Κεδρων καὶ τοὺςκατοικοῦντας Ενααλα· καὶ κατῴκησεν ὁ Χαναναῖος ἐν μέσῳ αὐ-τοῦ καὶ ἐγένετο εἰς φόρον. Καὶ Ασηρ οὐκ ἐξῆρεν τοὺς κατοικοῦντας Ακχω, καὶ ἐγένετοαὐτῷ εἰς φόρον, καὶ τοὺς κατοικοῦντας Δωρ καὶ τοὺς κατοικοῦν-