The Greek Library Author

Septuaginta

Ἔσδρας Αʹ

Scientific editors
Henry Barclay Swete D.D.
Edition reference
The Old Testament in Greek · Cambridge · Cambridge University Press · 1896
CTS identifier
urn:cts:greekLit:tlg0527.tlg017.local002
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Chapter 1

ΚΑΙ ἤγαγεν Ἰωσείας τὸ πάσχα ἐν Ἰερουσαλὴμ τῷ κυρίῳ αὐτοῦ, B καὶ ἔθυσαν τὸ πάσχα τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου,

στήσας τοὺς ἱερεῖς κατʼ ἐφημερίας ἐστολισμένους ἐν τῷ ἱερῷ τοῦ κυρίου.

καὶ εἶπεν τοῖς Λευείταις, ἱεροδούλοις τοῦ Ἰσραήλ, ἁγιάσαι αὐτοὺς τῷ κυρίῳ ἐν τῇ θέσει τῆς ἁγίας κιβωτοῦ τοῦ κυρίου ἐν τῷ οἴκῳ ᾧ ᾠκοδόμησεν Σαλωμὼν ὁ τοῦ Δαυεὶδ ὁ βασιλεύς·

Οὐκ ἔσται ὑμῖν ἄραι ἐπʼ ὤμῶν αὐτήν· καὶ νῦν λατρεύετε τῷ κυρίῳ θεῷ ὑμῶν, καὶ θεραπεύετε τὸ ἔθνος αὐτοῦ Ἰσραήλ, καὶ ἑτοιμάσατε κατὰ τὰς πατριὰς καὶ τὰς φυλὰς ὑμῶυ )(⁵)κατὰ τὴν γραφὴν Δαυεὶδ βασιλέως Ἰσραὴλ καὶ κατὰ τὴν μεγαλειότητα Σαλωμὼν τοῦ υἱοῦ αὐτοῦ·

καὶ στάντες ἐν τῷ ἁγίῳ κατὰ τὴν μεριδαρχίαν τὴν πατρικὴν ὑμῶν τῶν Λευειτῶν τῶν ἔμπροσθεν τῶν ἀδελφῶν ὑμῶν υἱῶν Ἰσραὴλ

ἐν τάξει, (5) θύσατε τὸ πάσχα, καὶ τὰς θυσίας ἑτοιμάσατε τοῖς ἀδελφοῖς ὑμῶν, καὶ ποιήσατε τὸ πάσχα κατὰ τὸ πρόσταγμα τοῦ κυρίου τὸ δοθὲν τῷ Μωυσῆ.

καὶ ἐδωρήσατο Ἰωσείας τῷ λαῷ τῷ εὑρεθέντι ἀρνῶν καὶ ἐρίφων τριάκοντα χιλιάδας, μόσχ χους τρισχιλίους· (8) ταῦτα ἐκ τῶν βασιλικῶν ἐδόθη κατʼ ἐπαγγελίαν τῷ λαῷ καὶ τοῖς ἱερεῦσιν καὶ Λευείταις.

καὶ ἔδωκεν Κελκείας καὶ Ζαχαρίας καὶ Ἠσύηλος οἱ ἐπιστάται τοῦ ἱεροῦ τοῖς ἱερεῦσιν εἰς πάσχα πρόβατα δισχίλια ἑξακόσια, μόσχους τριακοσίους.

καὶ Ἰεχονίας καὶ Σαμαίας καὶ Ναθαναὴλ ὁ ἀδελφὸς καὶ Σαβίας καὶ Οχίηλος καὶ Ἰωρὰμ χιλίαρχοι Ιnscr ο ιερευς A 1 1 Ἰωσιας BᵇA (ira fere ubique) | αυτου] εαυτου A A | εθυσαν] εθυσε Bᵃᵇ + οι υιοι Ιηλ A | τεσσαρεσκαιδ. (τεσσαρισκαιδ. Bᵃ)] τε ιδ’ A (improb τε A?) 3 Λευιταις A (λευιτ. ubique) | αυτους] εαυτους A | του Δ.] pr υιος A 4 τω κυριω θεω] κω τω θω A | υμων 1⁰] ημων A | τας φυλας] om τας A 5 αγιω] ιερω A 5 6 Ισλ| εν ταξει A 6 του κυριου] κῦ A 7 χιλιάδες A 8 Χελκιας BᵇA | συηλος B*A] η συνοδος Bᵃ? ᵇ | post εξακοσια ras 1 lit A? 0 Οχιηλος] ζιηλος Aᵃ? (? A*) B ἔδωκαν τοῖς Λευείταις εἰς πάσχα πρόβατα χίλια, μόσχους ἑπτακοσίους.

καὶ ταῦτα τὰ γενόμενα· εὐπρεπῶς ἔστησαν οἱ ἱερεῖς καὶ οἱ Λευεῖται, ἔχοντες τὰ ἄζυμα, κατὰ τὰς φυλὰς (¹¹)καὶ κατὰ τὰς μεριδαρχίας τῶν πατέρων ἔμπροσθεν τοῦ λαοῦ, προσενεγκεῖν τῷ κυρίῳ κατὰ τὰ γεγραμμένα ἐν βιβλίῳ Μωυσῆ· καὶ οὕτω τὸ πρωινόν.

καὶ ὤπτησαν τὸ πάσχα ἐν πυρὶ ὡς καθήκει, καὶ τὰς θυσίας ἥψησαν ἐν τοῖς χαλκίοις καὶ λέβησιν μετʼ εὐωδίας, (¹³)καὶ ἀπήνεγκαν πᾶσι τοῖς ἐκ τοῦ λαοῦ.

μετὰ δὲ ταῦτα ἡτοι μασαν ἑαυτοῖς τε καὶ τοῖς ἱερεῦσιν ἀδελφοῖς αὐτῶν υἱοῖς Ἀαρών.

οἱ γὰρ ἱερεῖς ἀνέφερον τὰ στέατα ἕως ἀωρίας· καὶ οἱ Λευεῖται ἡτοίμασαν ἑαυτοῖς καὶ τοῖς ἱερεῦσιν ἀδελφοῖς αὐτῶν υἱοῖς Ἀαρών.

καὶ οἱ ἱεροψάλται υἱοὶ Ἀσὰφ ἦσαν ἐπὶ τῆς τάξεως αὐτῶν κατὰ τὰ ὑπὸ Δαυεὶδ τεταγμένα, καὶ Ἀσὰφ καὶ Ζαχαρίας καὶ Ἐβδεινοῦς οἱ παρὰ τοῦ βασιλέως.

καὶ οἱ θυρωροὶ ἐφʼ ἑκάστου πυλῶος· οὐκ ἔστιν παραβῆναι ἕκαστον τὴν ἑαυτοῦ ἐφημερίαν· οἱ γὰρ ἀδελφοὶ αὐτῶν οἱ Λευεῖται ἡτοίμασαν ἑαυτοῖς.

καὶ συνετελέσθη τὰ τῆς θυσίας τοῦ κυρίου (¹8)ἐν ἐκείνῃ τῇ ἡμέρα, ἀχθῆναι τὸ πάσχα καὶ προσαχθῆναι τὰς θυσίας ἐπὶ τὸ τοῦ κυρίου θυσιαστήριον κατὰ τὴν ἐπιταγὴν τοῦ βασλέως Ἰωσείου.

καὶ ἠγάγοσαν οἱ υἱοὶ Ἰσραὴλ οἱ εὑρεθέντες ἐν τῷ καιρῷ τούτῳ τὸ πάσχα καὶ τὴν ἑορτὴν τῶν ἀζύμων ἡμέρας ἑπτά.

καὶ οὐκ ἤχθη τὸ πάσχα τοιοῦτο ἐν τῷ Ἰσραὴλ ἀπὸ τῶν χρόνων Σαμουὴλ τοῦ προφήτου·

καὶ πάντες οἱ βασιλεῖς τοῦ Ἰσραὴλ οὐκ ἠγάγοσαν πάσχα τοιοῦτον οἷον ἥγαγεν Ἰωσείας καὶ οἱ ἱερεῖς καὶ οἱ Λευεῖται καὶ οἱ Ἰουδαῖοι καὶ πᾶς Ἰσραὴλ ὁ εὑρεθεὶς ἐν τῇ κατοικήσει αὐτῶν ἐν Ἰερουσαλήμ.

ὀκτωκαιδεκάτῳ ἔτει βασιλεύοντος Ἰωσείου ἤχθη τὸ πάσχα τοῦτο.

καὶ ὠρθώθη τὰ ἔργα Ἰωσείου ἐνώπιον τοῦ κυρίου αὐτοῦ ἐν καρδίᾳ πλήρει εὐσεβείας.

καὶ τὰ κατʼ αὐτὸν δὲ ἀναγέγραπται ἐν τοῖς ἔμπροσθεν χρόνοις, περὶ τῶν ἡμαρτηκότων καὶ ἠσεβηκότων εἰς τὸν κύριον παρὰ πᾶν ἔθνος καὶ βασιλείαν, καὶ ἃ ἐλύπησαν αὐτὸν ἔστιν· καὶ οἱ λόγοι A 9 χιλια] πεντακεισχιλια (εισχ sup ras Aᵃ) A 10 ταυτα τα γενο- μενα] τουτων γενομενων A | οι Λευειται] om οι A* (hab superscr A¹) | Μωση A | ουτως A 11 om εν 1ᵇ Bᵃᵇ | ηψησαν] ωπτησαν A | πασιν A | εκ] ε sup ras Aᵃ 12 ουτων] εαυτων A 16 ουτων] ων sup ras Aᵃ 14 υιοι] ιοι sup ras Aᵃ | ουτων] εαυτων A | Εδδινους A | οι παρα] ο παρα A 15 εαυτοις] αυταις A 16 του κυριου] τω κω A | προσαχθηναι] προσενε- χθηναι A 17 ηγαγον A 19 τοιουτο A | ο ευρεθεις] οι ευρεθέντες A 21 εν] ε sup ras Aᵃ | πληρεις BᵃᵇA 22 ησεβηκ.] η 1° sup ras Aᵃ | om α A | εστιν] εν αισθησει A τοῦ κυρίου ἀνέστησαν ἐπὶ Ἰσραήλ.

Καὶ μετὰ πᾶσαν τὴν πρᾶξιν ταύτην Ἰωσείου συνέβη Φαραὼ βασιλέα Αἰγύπτου ἐλθόντα πόλεμον ἐγεῖραι ἐν Καρκαμὺς ἐπὶ τοῦ Εὐφράτου· καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτῷ Ἰωσείας.

καὶ διεπέμψατο βασιλεὺς Αἰγύπτου πρὸς αὐτὸν λέγων Τί ἐμοὶ καὶ σοί ἐστιν, βασιλεῦ τῆς Ἰουδαίας;

οὐχὶ πρὸς σέ ἐξαπέσταλμαι ὑπὸ Κυρίου τοῦ θεοῦ, ἐπὶ γὰρ τοῦ Εὐφράτου ὁ πόλεμός μού ἐστιν· καὶ νῦν Κύριος μετʼ ἐμοῦ ἐστιν, καὶ Κύριος μετʼ ἐμοῦ ἐπισπεύδων ἐστίν· ἀπόστηθι, καὶ μὴ ἐναντιου τῷ κυρίῳ.

καὶ οὐκ ἀπέστρεψεν ἑαυτὸν Ἰωσείας ἐπὶ τὸ ἄρμα αὐτοῦ, ἀλλὰ πολεμεῖν αὐτὸν ἐπιχειρεῖ, οὐ προσέχων ῥήμασιν Ἰερεμίου προφήτου ἐκ στόματος Κυρίου·

ἀλλὰ συνεστήσατο πρὸς αὐτὸν πόλεμον ἐν τῷ πεδίῳ Μετααδδοῦς· καὶ κατέβησαν οἱ ἄρχοντες πρὸς βασιλέα Ἰωσείαν.

καὶ εἶπεν ὁ βασιλεὺς τοῖς παισὶν αὐτοῦ Ἀποστήσατέ με ἀπὸ τῆς μάχης. ἠσθένησα γὰρ λίαν. καὶ εὐθέως ἀπέστησαν αὐτὸν οἱ παῖδες αὐτοῦ ἀπὸ τῆς παρατάξεως,

καὶ ἀνέβη ἐπὶ τὸ ἄρμα τὸ δευτέριον αὐτοῦ· καὶ ἀποκατασταθεὶς εἰς Ἰερουσαλὴμ μετήλλαξεν τὸν βίον αὐτοῦ, καὶ ἐτάφη ἐν τῷ πατρικῷ τάφῳ.

καὶ ἐν ὅλῃ τῇ Ἰουδαίᾳ ἐπένθησαν τὸν Ἰωσείαν· καὶ ἐθρήνησεν Ἱερεμίας ὁ προφήτης ὑπέρ Ἰωσείου, καὶ οἱ προκαθήμενοι σὺν γυναιξὶν ἐθρηνοῦσαν αὐτὸν ἕως τῆς ἡμέρας ταύτης· καὶ ἐξεδόθη τοῦτο γενέσθαι αἰεὶ εἰς πᾶν τὸ γένος Ἰσραήλ.

ταῦτα δὲ ἀναγέγραπται ἐν τῇ βύβλῳ τῶν ἱστορουμέναων περὶ τῶν βασιλέων τῆς Ἰουδαίας, καὶ τὸ καθʼ ἔν πραχθέν τῆς πράξεως Ἰωσείου καὶ τῆς δόξης αὐτοῦ καὶ τῆς συνέσεως αὐτοῦ ἐν τῷ νόμῳ Κυρίου· τά τε πραχθέντα ὑπʼ αὐτοῦ καὶ τὰ νῦν ἱστόρηται ἐν τῷ βυβλίῳ τῶν βασιλέων Ἰσραὴλ καὶ Ἰούδα.

Καὶ ἀναλαβόντες οἱ ἐκ τοῦ ἔθνους τὸν Ἰεχονίαν υἱὸν Ἰωσείου ἀνέδειξαν βασιλέα ἀντὶ Ἰωσείου τοῦ πατρὸς αὐτοῦ, ὄντα ἐτῶν εἴκοσι τριῶν.

καὶ ἐβασίλευσεν ἐν Ἰσραὴλ καὶ Ἰερουσαλὴμ μῆνας τρεῖς· καὶ ἀπεκατέστησεν αὐτὸν 23 Χαρκαμυς] Καλχαμυς A | Ιωσεις B* (Γωσιας Bᵃ et utᵛiᵈ ο) 24 προς A αυτον βασιλευς Αυγυπτου A 26 αυτου] εαυτου A | επεχειρι (εχ 8up ras Aᵃ?) A 27 Μεταεδδαους A | βασιλεα] pr τον A 28 αυτου 1°] εαυτου A 29 δευτερον Bᵃ | αυτου] εαυτου A (bis) | αποκατασταθει A (ς superscr A¹) 30 επενθησαν] pr και A | εθρηνουσαν] εθρηνουν A | γενε- σθαι B*] γειν. Ba γιν. BᵇA | αει A | παν] απαν A 31 βυβλω βιβλω A | Κυριου] pr του A | πραχθέντα] προπραχθέντα Bᵃᵇ προσπφοαχθ. A | τω βυ- βλίῳ] τη βίβλῳ A | βασιλεων 2⁰] ε sup ras Aᵃ (βασιλαιωνʼ A*ᵛiᵈ) 32 Ἴε. χονιαν] Ιωχαζ A 33 Ισραηλ] Ιουδα A | απεκατεστησεν] απεστη- σεν A B βασιλεὺς Αἰγύπτου βασιλεύειν ἐν Ἰερουσαλήμ,

καὶ ἐζημίωσεν τὸ ἔθνος ἀργυρίου ταλάντοις ἑκατὸν καὶ χρυσίου ταλάντῳ ἑνί.

καὶ ἀνέδειξεν ὁ βασιλεὺς Αἰγύππου βασιλέα Ἰωακειμ τὸν ἀδελφὸν αὐτοῦ βασιλέα τῆς Ἰουδαίας καὶ Ἰερουσαλήμ.

καὶ ἔδησεν Ἰωακεὶμ τοὺς μεγιστᾶνας, Ζάριον δὲ τὸν ἀδελφὸν αὐτοῦ συλλαβὼν ἀνήγαγεν ἐξ Αἰγύπτου.

Ἐτῶν δὲ ἦν εἶκοσι πέντε Ἰωακεὶμ ὅτε ἐβασίλευσεν τῆς Ἰουδαίας καὶ Ἰερουσαλήμ, καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον Κυρίου.

τʼ αὐτὸν δὲ ἀνέβη Ναβουχοδονοσὸρ βασιλεὺς Βαβυλῶνος, καὶ ἔδησεν αὐτὸν ἐν χαλκείῳ δεσμῷ καὶ ἀπήγαγεν εἰς Βαβυλῶνα.

καὶ ἀπὸ τῶν ἱερῶν σκευῶν τοῦ κυρίου λαβὼν Ναβουχοδονοσὸρ καὶ ἀπενέγκας ἀπηρείσατο ἐν τῷ ναῷ αὐτοῦ ἐν Βαβυλῶνι.

τὴ δὲ ἱστορηθέντα περὶ αὐτοῦ καὶ τῆς αὐτοῦ ἀκαθαρσίας καὶ δυσσεβείας ἀναγέγραπται ἐν τῇ βίβλῳ τῶν χρόνων τῶν βασιλέων.

Καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ Ἰωακεὶμ ὁ υἱὸς αὐτοῦ· ὅτε γὰρ ἀνεδείχθη, ἦν ἐτῶν ὀκτώ.

βασιλεύει δὲ μῆνας τρεῖς καὶ ἡμέρας δέκα ἐν Ἰερουσαλήμ, καὶ ἐποίησεν τὸ πονηρὸν ἔναντι Κυρίου.

Καὶ μετʼ ἐνιαυτὸν ἀποστείλας Ναβουχοδονοσὸρ μετήγαγεν αὐτὸν εἰς Βαβυλῶνα ἄμα τοῖς ἱεροῖς σκεύεσιν τοῦ κυρίου,

καὶ ἀνέδειξε Σεδεκίαν βασιλέα τῆς Ἰουδαίας καὶ Ἰερουσαλήμ. Σεδεκίαν ὄντα ἐτῶν εἶκοσι ἑνός· βασιλεύει δὲ ἔτη ἕνδεκα.

καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ οὐκ ἐνετράπη ἀπὸ τῶν ὸηθέντων λόγων ὑπὸ Ἰερεμίωυ τοῦ προφήτου ἐκ στόματος τοῦ κυρίου.

καὶ ὁρκισθεὶς ἀπὸ τοῦ βασιλέως Ναβουχοδονοσὸρ τῷ ὀνόματι τοῦ κυρίου, ἐφιορκήσας ἀπέστη, καὶ σκληρύνας αὐτοῦ τὸν τράχηλον καὶ τὴν καρδίαν αὐτοῦ παρέβη τὰ νόμιμα Κυρίου θεοῦ Ἰσραήλ.

καὶ οἱ ἡγούμενοι δὲ τοῦ λαοῦ καὶ τῶν ἱερέων πολλὰ ἠσέβησαν καὶ ἠνόμησαν ὑπέρ πάσας τὰς ἀκαθαρσίας πάντων τῶν ἐθνῶν, καὶ ἐμίαναν τὸ ἱερὸν τοῦ κυρίου τὸ ἁγιαζόμενον ἐν Ἰερουσαλήμ.

καὶ ἀπέστειλεν ὁ βασιλεὺς τῶν πατέρων A 33 βασιλεύειν] pr του μη BcA 64 αργυριω Bᵃ ᵇ | χρυσίω Bᵃ? 35 ο βασιλευς] om ο A | Ιαωακειμ (ακειμ sup ras) Aᵃ ᵛiᵈ 56 Ιωκειμ A Ιαωκ. Aᵃ | Ζαριον] Ζαρακην A 27 Ιωακειμ| ακειμ sup ras A | ενωπιον] εναντι A 38 μετ] επ A | εδησεν] δησας A | om και 2⁰ A 39 εαυτου A 40 ακαθαρσιας αυτου A 41 ο υιος] om ο A | οκτω] pr δεκα A 44 ανεδειξεν A | βασιλευει] εβασιλευσεν A 46 πηνηρον B *(πον. Bᵇ) 46 επιορκησας BᵃᵇA | αυτου] εαυτου A (bis) 47 ησεβησαν και ηνομ.] ηνομησαν και παρεβησαν A | αγιαζομενον] αγιασθεν A | Ιερουσαλημ| Ιεροσολυμοις A 48 βασιλευς] θς BᵃᵇᵐᵍA αὐτῶν διὰ τοῦ ἀγγέλου αὐτοῦ μετακαλέσαι αὐτούς, καθὸ ἐφείδετο B αὐτῶν καὶ τοῦ σκηνώματος αὐτῦ.

αὐτοὶ δὲ ἐμυκτήρισαν ἐν τοῖς ἀγγέλοις αὐτοῦ, καὶ ᾖ ἡμέρᾳ ἐλάλησεν Κύριος, ἦσαν ἐκπαίζοντες τοὺς προφήτας αὐτοῦ· (52)ἕως οὗ θυμῶντα αὐτὸν ἐπὶ τῷ ἔθνει αὐτοῦ διὰ τὰ δυσσεβήματα προστάξαι ἀναβιβάσαι ἐπʼ αὐτοὺς τοὺς βασιλεῖς τῶν Χαλδαίων.

οὗτοι ἀπέκτειναν τοὺς νεανίσκους αὐτῶν ἐν ῥομφαίᾳ περικυκλῶ τοῦ ἁγίου ἱεροῦ, καὶ οὐκ ἐφείσαντο νεανίσκου καὶ παρθένου καὶ πρεσβύτου καὶ νεαντέρου, (54)ἀλλὰ πάοτας παρέδωκασ εἰς τὰς χεῖρας αὐτῶν,

καὶ πάντα τὰ ἱερὰ σκεύη τοῦ κυρίου, τὰ μεγάλα καὶ τὰ μικρά, καὶ τὰς κιβωτοὺς τοῦ κυρίου καὶ τὰς βασιλικὰς ἀποθήκας ἀναλαβόντες ἀπήνεγκαν εἰς Βαβυλώνα.

καὶ ἐνεπύρισαν τὸν οἶκον τοῦ κυρίου, καὶ ἔλυσαν τὰ τείχη Ἰερουσαλήμ, καὶ τοὺς πύργους αὐτῆς ἐνεπύρισαν ἐν πυρί,

καὶ συνετέλεσαν πάντα τὰ ἔνδοξα αὐτῆς ἀχρεῶσαι· καὶ τοὺς ἐπιλοίπους ἀπήγαγεν μετὰ όομφαίας εἰς Βαβυλώνα.

καὶ ἦσαν παῖδες αὐτῷ καὶ τοῖς υἱοῖς αὐτοῦ μέχρι οὗ βασιλεῦσαι Ιέρσας, εἰς ἀναπλήρωσιν τοῦ ῥήματος τοῦ κυρίου ἐν στόματι Ἰερεμίου

Ἕως τοῦ εὐδοκῆσαι τὴν γῆν τὰ σάββατα αὐτῆς, πάντα τὸν χρόνον τῆς ἐρημώσεως αὐτῆς σαββατιεῖ εἰς συνπλήρωσιν ἐτῶν ἑβδομήκοντα.

Chapter 2

Κύρου Ιερσῶν ἔτους πρώτου, εἰς συντέλειαν ῥήΒασιλεύοντος ματος Κυρίου ἐν στόματι Ἰερεμίου,

ἤγειρεν Κύριος τὸ πνεῦμα Κύρου βασιλέως Περσῶν, καὶ ἐκήρυξεν ὅλῃ τῇ βασιλείᾳ αὐτοῦ καὶ ἄμα διὰ γραπτῶν λέγων

Τάδε λέγει ὁ βασιλεὺς Περσῶν Κῦρος Ἐμὲ ἀνέδειξεν βασιλέα τῆς οἰκουμένης ὁ κύριος τοῦ Ἰσραήλ, Κύριος ὁ ὕψιστος,

καὶ ἐσήμηνέν μοι οἰκοδομῆσαι αὐτῷ οἶκον ἐν Ἰερουσαλὴμ τῇ ἐν τῇ Ἰουδαίᾳ.

εἴ τίς ἐστιν οὗν ὑμῶν ἐκ τοῦ ἔθνους αὐτοῦ, ἔστω ὁ κύριος αὐτοῦ μετʼ αὐτοῦ, καὶ ἀναβὰς εἰς τὴν Ἰερουσαλὴμ τὴν ἐν τῇ Ἰουδαίᾳ οἰκοδομείτω τὸν οἶκον τοῦ κυρίου τοῦ Ἰσραήλ· οὗτος ὁ κύριος ὁ κατασκηνώας ἐν Ἰερουσαλήμ.

ὅσοι οὗν κατὰ τοὺς τόπους οἰκοῦσιν, βοηθείτωσαν αὐτῷ οἱ ἐν τῷ τόπῳ αὐτοῦ ἐν χρυσίῳ καὶ ἐν 48 αυτου] εαυτου A (bis) | καθοτι A 49 εμυκτηρισαν] εξεμυκτηριζον A | A ου] του A | θυμωντα] θυμωθέντα A | αυτου 3⁰] εαυτου A 50 αγιου] +αυ- των A | νεωτερου] ουτων A | πανια A | παρεδωκεν A 51 ιερεα B* (ιερα BᵇA) |τας κιβωτους] τα σκευη κιβωτου A 52 του κυριου] om του A | αυτης] αυτων A 53 αχρειωσαι BᵃᵇA | μετα] απο A 54 μεχρι ου] μεχρις ου Bᵃᵇ μεχρι του A | του ρηματος του κυριου] λογου κυ A 55 συμπληρωσιν BᵇA II 2 ολη] pr εν A | αυτου] εαυτου A 4 αυτω] εαυτω A 5 ο κυριος 1⁰] + κὲ A | του κυριου] om του A 6 τους τυπους] om τους A Β ἀργυρίῳ (7)καὶ ἐν δόσεσιν, μεθʼ ἵππων καὶ κτηνῶν, σὺν τοῖς ἄλλοις τοῖς κατʼ εὐχὰς προστεθειμένοις εἰς τὸ ἱερὸν τοῦ κυρίου τὸ ἐν Ἰερουσαλήμ.

Καὶ καταστήσαντες οἱ ἀρχίφυλοι τῶν πατριῶν τῆς Ἰούδα καὶ Βενιαμεὶν φυλῆς, καὶ οἱ ἱερεῖς καὶ οἱ Λευεῖται, καὶ πάντων ὧν ἤγειρεν Κύριος τὸ πνεῦμα ἀναβῆναι οἰκοδομῆσαι οἶκον τῷ κυρίῳ τὸν ἐν Ἰερουσαλήμ·

καὶ οἱ περικύκλω αὐτῶν (9)ἐβοήθησαν ἐν πᾶσιν, ἐν ἀργυρίῳ καὶ χρυσίῳ, ἵπποις, κτήνεσιν καὶ εὐχαῖς ὡς πλείσταις πολλῶν ὧν ὁ νοῦς ἠγέρθη.

καὶ ὁ βασιλεὺς Κῦρος ἐξήνεγκεν τὰ ἅγια σκεύη τοῦ κυρίου, ἃ μετήγαγεν Ναβουχοδονοσὸρ ἐξ Ἰερουσαλὴμ καὶ ἀπηρείσατο αὐτὰ ἐν τῷ εἰδωλίῳ αὐτοῦ.

ἐξενέγκας δὲ αὐτὰ Κῦρος ὁ βασιλεὺς Περσῶν παρέδωκεν αὐτὰ Μιθριδάτῃ τῷ ἑαυτοῦ γαζοφύλακι·

διὰ δὲ τούτου παρεδόθησαν Σαναμασσάρῳ προστάτῃ τῆς Ἰουδαίας.

ὁ δὲ τούτων ἀριθμὸς ἦν, σπονδεῖα χρυσᾶ χίλια, σπονδεῖα ἀργυρᾶ χίλια, θυίσκαι ἀργυραῖ εἴκοσι ἐννέα, φιάλαι χρυσαῖ τριάκοντα, ἀργυραῖ βυ΄ δέκα, καὶ ἄλλα σκεύη χίλια.

τὰ δὲ πάντα σκεύη ἐκομίσθη, χρυσᾶ καὶ ἀργυρᾶ, πεντακισχίλια τετρακόσια ἑξήκοντα ἐννέα·

ἀνηνέχθη δὲ ὑπὸ Σαμανασσάρου ἅμα τοῖς ἐκ τῆς αἰχμαλωσίας ἐκ Βαβυλῶνος εἰς Ἰερουσαλήμ.

Ἐν δὲ τοῖς ἐπὶ Ἀρταξέρξου τοῦ Περσῶν βασιλέως χρόνοις κατέγραψεν αὐτῶν κατὰ τῶν κατοικούντων ἐν τῇ Ἰουδαίᾳ καὶ Ἰερουσαλὴμ Βήλεμος καὶ Μιθραδάτης καὶ Ταβέλλιος καὶ Ῥάθυμος καὶ Βεέλτεθμος καὶ Σαμέλλιος ὁ γραμματεὺς καὶ οἱ λοιποὶ οἱ τούτοις συντασσόμενοι, οἰκοῦντες δὲ ἐν Σαμαρείᾳ καὶ τοῖς ἄλλοις τόποις, τὴν ὑπογεγραμμένην ἐπιστολήν

Βασιλεῖ Ἀρταξέρξῃ (17)κυρίῳ οἱ παῖδές σου Ῥάθυμος ὁ τὰ προσπίπτοντα καὶ Σαμέλλιος ὁ γραμματεὺς καὶ οἱ ἐπίλοιποι τῆς βουλῆς αὐτῶν καὶ οἱ ἐν κοίλῃ Συρίᾳ καὶ Φοινίκῃ.

καὶ νῦν γνωστὸν ἔστω τῷ κυρίῳ βασιλεῖ ὅτι Ἰουδαῖοι A 6 om και 2⁰ A 7 καταστησαντες] κατασταντες A | αρχιφιλοι A* vid (αρ- χιφυλ. A?) 8 om εν 2⁰A | κτηνεσιν] pr και A | ως] ως ταις A* ᵛiᵈ ωσται A? 9 αγια] ιερα A | μετηγαγεν] μετηνεγ|κεν A | ειδωλιω αυτου] εαυτου ειδ. A 10 Μιθριδατῃ A (ατ sup ras Aᵃ) |γαζοφυλακι] αζ sup ras Aᵃ 11 Σαναβασ- σαρω (αναβ sup ras) Aᵃ | προστατη] pr τω A 12 σπονδεια 1⁰] σπονδια B* (-δεια Bᵃᵇ) | σπονδεια 2⁰ (-δια A)] pr και A | χρυσεαι A | βύ] δισχιλιαι τε- τρα|κοσιαι A 13 εκομισθη] διεκομισθη A 14 ανηνεχθη] η 1⁰ sup ras Aᵃ | Σαμαβασσαρου A | Ιεροσολυμα A 15 Αρταρξερξου A | αυτων] αυτω A | Μιθραδατης B*Aᵃ] Μιθριδ. Bᵃᵇ A*ᵛⁱᵈ | Ραθυμος και Βεελτεθμος] Ραθυος και Βα|ελτεθμος (ος και Βα sup ras) Aa | Σεμελλιος A | οικουντες] pr οι A οικο sup ras Aᵃ 16 Αρταρξερξη A | Σαμελλιος] Σεβελλιος A | οι 3­°] pr κραταιοι A 17 κυριω] +μου A | οτι] διοτι A | Ιουδαιοι] pr οι A ἀναβάντες παρʼ ὑμῶν πρὸς ἡμᾶς, ἐλθόντες εἰς Ἰερουσαλήμ, τὴν Β πόλιν τὴν ἀποστάτιν καὶ πονηρὰν οἰκοῦσιν, τάς τε ἀγορὰς αὐτῆς καὶ τὰ τείχη θεραπεύουσιν καὶ ναὸν ὑποβάλλονται.

ἐὰν οὖν ἡ πόλις αὕτη οἰκοδομηθῇ καὶ τὰ τείχη συντελεσθῇ, φορολογίαν οὐ μὴ ὑπομείνωσιν δοῦναι, ἀλλὰ καὶ βασιλεῦσιν ἀντιστήσονται· (20)καὶ ἐπεὶ ἐνεργεῖται τὰ κατὰ τὸν ναόν, καλῶς ἔχειν ὑπολαμβάνομεν μὴ ὑπεριδεῖν τὸ τοιοῦτο (21)ἀλλὰ προσφωνῆσαι τῷ κυρίῳ βασιλεῖ ὅπως, ἂν φαίνηταί σοι, ἐπισκεφθῇ ἐν τοῖς ἀπὸ τῶν πατέρων σου βιβλίοις.

καὶ εὑρήσεις ἐν τοῖς ὑπομνηματισμοῖς τὰ γεγραμμένα περὶ τούτων, καὶ γνώσῃ ὅτι ἡ πόλις ἦν ἐκείνη ἀποστάτις καὶ βασιλεῖς καὶ πόλεις ἐνοχλοῦσα, (²³)καὶ οἱ Ἰουδαῖοι ἀποστάται καὶ πολιορκίας συνεσταμένοι ἐν αὐτῇ ἔτι ἐξ αἰῶνος, δι᾿ ἣν αἰτίαν ἡ πόλις αὕτη ἠρημώθη.

νῦν οὖν ὑποδεικνύομέν σοι, κύριε βασιλεῦ, ὅτι ἐὰν ἡ πόλις αὕτη οἰκοδομηθῇ καὶ τὰ ταύτης τείχη ἀνασταθῇ, ἔξοδός σοι οὐκέτι ἔσται εἰς κοί λην Συρίαν καὶ Φοινίκην.

τότε ἀντέγραψεν ὁ βασιλεὺς Ῥαθύμῳ τῷ γράφοντι τὰ προσπίπτοντα καὶ Βεελτέθμῳ καὶ Σαμελλίῳ γραμματεῖ καὶ τοῖς λοιποῖς τοῖς συντασσομένοις καὶ οἰκοῦσιν ἐν Σαμαρείᾳ καὶ Συρίᾳ καὶ Φοινίκῃ τὰ ὑπογεγραμμένα

Ἀνέγνων τὴν ἐπιστολὴν ἣν πεπόμφατε πρὸς μέ. ἐπέταξα οὖν ἐπισκέψασθαι· καὶ εὑρέθη ὅτι ἐστὶν ἡ πόλις ἐκείνη ἐξ αἰῶνος βασιλεῦσιν ἀντιπαρατάσσουσα,

καὶ οἱ ἄνθρωποι ἀποστάσεις καὶ πολέμους ἐν αὐτῇ συντελοῦντες, καὶ βασιλεῖς ἰσχυροὶ καὶ σκληροὶ ἦσαν ἐν Ἰερουσαλὴμ κυριεύοντες καὶ φορολογοῦντες κοίλην Συρίαν καὶ Φοινίκην.

νῦν οὖν ἐπέταξα ἀποκωλῦσαι τοὺς ἀνθρώπους ἐκείνους τοῦ οἰκοδομῆσαι τὴν πόλιν, καὶ προνοηθῆναι ὅπως μηθὲν παρὰ ταῦτα γένηται (29)καὶ μὴ προβῇ ἐπὶ πλεῖον τὰ τῆς κακίας εἰς τὸ βασιλεῖς ἐνοχλῆσαι.

τότε ἀναγνωσθέντων τῶν παρὰ τοῦ βασιλέως Ἀρταξέρξου γραφέντων ὁ Ῥάθυμος καὶ 17 πονηραν] pr την A | οικουσιν] οικοδομουσιν Ba (οικοδομους B ᵇ?) A A 18 επι B* (επει Bᵃᵇ) | υπερδειν B* (υπεριδειν B?) | το τοιουτο] om το A αν] εαν A | φανηται A 19 υπομνηματισμοις] υπομνημασιν A | αποστατις] απ sup ras Aa | συνεσταμενοι Bᵃᵇ (συνει. B*)] συνισταμενοι A | η πολις 2⁰] pr και A 20 υποδικνυμεν A | οτι] διοτι A | εξοδος] καθοδος A | ουκετι σοι A | Φοινεικ. B* (Φοινικ. Bᵇ: item 21, 23) 21 Bεελ- τεμωθ᾿ A | συντασσομενοις] ο 1⁰ sup ras Aᵃ | Σαμαρεια] pr τη A | om και Συρια A 22 επεταξα] επαταξα B*A* (επετ. B ᵃᵇA ᵃ?) | ηυρεθη A | αντιπαρατασσ.] ι sup ras Aᵃ 24 om ουν A | επεταξα BᵃᵇA] επαταξα B* | μηθεν] μηδεν A | εις το] επι τω A | ενοχλησοι] ενοχλισθαι A 25 Αρ- ταρξερξου A B Σαμέλλιος ὁ γραμματεὺς καὶ οἱ τούτοις συντασσόμενοι, ἀναζεύξαντες κατὰ σπουδὴν εἰς Ἰερουσαλὴμ μεθʼ ἵππου καὶ ὄχλου παρατάξεως, (³¹)ἤρξαντο κωλύειν τοὺς οἰκοδομοῦντας· καὶ ἤργει ἡ οἰκοδομὴ τοῦ ἱεροῦ τοῦ ἐν Ἰερουσαλὴμ μέχρι τοῦ δευτέρου ἔτους τῆς βασιλείας Δαρείου τοῦ Περσῶν βασιλέως.

Chapter 3

Καὶ βασιλεὺς Δαρεῖος ἐποίησεν δοχὴν μεγάλην πᾶσιν τοῖς ὑπʼ αὐτόν, καὶ πᾶσιν τοῖς οἰκογενέσιν αὐτοῦ, καὶ πᾶσιν τοῖς μεγιστᾶσιν τῆς Μηδείας καὶ τῆς Περσίδος,

καὶ πᾶσιν τοῖς σατράπαις καὶ στρατηγοῖς καὶ τοπάρχαις τοῖς ὑπʼ αὐτὸν ἀπὸ τῆς Ἰνδικῆς μέχρι Αἰθιοπίας ἐν ταῖς ἑκατὸν εἴκοσι ἑπτὰ σατραπείαις.

καὶ ἐφάγοσαν καὶ ἐπίοσαν, καὶ ἐμπλησθέντες ἀνέλυσαν· ὁ δὲ Δαρεῖος ὁ βασιλεὺς ἀνέλυσεν εἰς τὸν κοιτῶνα καὶ ἐκοιμήθη, καὶ ἔξυπνος ἐγένετο.

τότε οἱ τρεῖς νεανίσκοι οἱ σωματοφύλακες, οἱ φυλάσσοντες τὸ σῶμα τοῦ βασιλέως, εἶπαν ἕτερος πρὸς τὸν ἕτερον

Εἴπωμεν ἕκαστος ἡμῶν ἕνα λόγον ὃς ὑπερισχύσει· καὶ οὗ ἂν φανῇ τὸ ῥῆμα αὐτοῦ σοφώτερον τοῦ ἑτέ. ρου, δώσει αὐτῷ Δαρεῖος ὁ βασιλεὺς δωρεὰς μεγάλας καὶ ἐπινίκια μεγάλα,

καὶ πορφύραν περιβαλέσθαι καὶ ἐν χρυσώμασιν πίνειν καὶ ἐπὶ χρυσῷ καθεύδειν καὶ ἅρμα χρυσοχάλινον καὶ κίδαριν βυσσίνην καὶ μανιάκην περὶ τὸν τράχηλον,

καὶ δεύτερος καθιεῖται Δαρείου διὰ τὴν σοφίαν αὐτοῦ, καὶ συγγενὴς Δαρείου κληθήσεται.

καὶ τότε γράψαντες ἕκαστος τὸν ἑαυτοῦ λόγον ἐσφραγίσαντο καὶ ἔθηκαν ὑπὸ τὸ προσκεφάλαιον Δαρείου τοῦ βασιλέως, (9)καὶ εἶπαν

Ὅταν ἐγερθῇ ὁ βασιλεύς, δώσουσιν αὐτῷ τὸ γράμμα· καὶ ὃν ἂν κρίνῃ ὁ βασιλεὺς καὶ οἱ τρεῖς μεγιστᾶνες τῆς Περσίδος ὅτι οὗ ὁ λόγος αὐτοῦ σοφώτερος, αὐτῷ δοθήσεται τὸ νῖκος, καθὼς γέγραπται.

ὁ εἷς ἔγραψεν Ὑπερισχύει ὁ οἶνος.

ὁ ἕτερος ἔγραψεν Ὑπερισχύει ὁ βασιλεύς.

ὁ τρίτος ἔγραψεν Ὑπερισχύουσιν αἱ γυναῖκες, ὑπὲρ δὲ πάντα νικᾷ ἡ ἀλήθεια.

καὶ ὅτε ἐξηγέρθη ὁ βασιλεύς, λαβόντες τὸ γράμμα ἔδωκαν αὐτῷ, καὶ ἀνέγνω.

καὶ ἐξαποστείλας ἐκάλεσεν πάντας τοὺς μεγιστᾶνας τῆς Περσίδος καὶ τῆς Μηδείας καὶ σατράπας καὶ στρατηγοὺς καὶ τοπάρχας καὶ ὑπάτους, (¹⁵)καὶ ἐκάθισεν ἐν τῷ χρηματιστηρίῳ, A 25 Σεμελλιος A | εις Ιλημ κατα σπουδην A μεθ] μετ A | Δαριου B*A (Δαρειου Bᵃ?ᵇ) III 1 Δαριος B*A (Δαρειος Bᵃ? ᵇ) | Μηδιας A 2 υπ αυτον] μετ αυτων A | Αιθιοπιας Bᵇ (Αιθιοπιαις B*)] pr της A | σατραπιαις BᵇA 3 και 1⁰] + οτε A | εφαγον A | επιον A | ο δε] τοτε A | Δαριος A 4 προς τον ετερον] τω ετερω A 5 αν] εαν A | αυδω B* (αυτω B ᵃᵇ A) 6 τραχηλον] +αυτου A 7 αυτου] εαυτου A 9 om αν A | om ου A | νικος] νικημα A 10 ο εις A¹]] ρις A 12 ο τριτος Bᵃᵇ (οτι τρ. B*)] ο αλλος A 13 εδωκαν] επεδωκαν A καὶ ἀνεγνώσθη τὸ γράμμα ἐνώπιον αὐτῶν.

καὶ εἶπεν Β Καλέσατε τοὺς νεανίσκους, καὶ αὐτοὶ δηλώσουσιν τοὺς λόγους αὐτῶν· καὶ ἐκλήθησαν, καὶ εἰσήλθοσαν.

καὶ εἶπαν αὐτοῖς Ἀπαγγείλατε ἡμῖν περὶ τῶν γεγραμμένων. Καὶ ἤρξατο ὁ πρῶτος ὁ εἴπας περὶ τῆς ἰσχύος τοῦ οἴνου. (18)καὶ ἔφη οὕτως

Ἄνδρες, ῶς ὑπερισχύει ὁ οἶνος. πάντας τοὺς ἀνθρώπους τοὺς πιόντας αὐτὸν πλανᾷ τὴν διάνοιαν,

τοῦ τε βασιλέως καὶ τοῦ ὀρφανοῦ ποιεῖ τὴν διάνοιαν μίαν, τὴν τε τοῦ οἰκέτου καὶ τὴν τοῦ ἐλευθέρου, τὴν τε τοῦ πένητος καὶ τὴν τοῦ πλουσίου·

καὶ πᾶσαν διάνοιαν μεταστρέφει εἰς εὐωχίαν καὶ εὐφροσύνην, καὶ οὐ μέμνηται πᾶσαν λύπην καὶ πᾶν ὀφείλημα·

καὶ πάσας καρδίας ποιεῖ πλουσίας, καὶ οὐ μέμνηται βασιλέα οὐδὲ σατράπην· καὶ πάντα διὰ ταλάντων ποιεῖ λαλεῖν,

καὶ οὐ μέμνηται ὅταν πίνωσιν φιλιάζειν φίλοις καὶ ἀδελφοῖς, καὶ μετʼ οὐ πολὺ σ πῶνται μαχαιρας·

καὶ ὅταν ἀπὸ τοῦ οἴνου ἐγερθῶσιν, οὐ μέμνηται ἃ ἔπραξαν.

ὦ ἄνδρες. οὐχ ὑπερισχύει ὁ οἶνος ὅτι οὕτως ἀναγκάζει ποιεῖν; καὶ ἐσίγησεν οὕταως εἴπας.

Chapter 4

Καὶ ἤρξατο ὁ δεύτερος λαλεῖν ὁ εἴπας περὶ τῆς ἰσχύος τοῦ βασιλέως

Ὦ ἄνδρες, οὐχ ὑπερι σχύουσιν οἱ ἄνθραωποι, τὴν γῆν καὶ τὴν θάλασσαν κατακρατοῦντες καὶ πάντα τὰ ἐν αὐτοῖς;

ὁ δὲ βασιλεὺς ὑπερισχύει καὶ κυριεύει αὐτῶν καὶ δεσπόζει αὐτῶν, καὶ πᾶν ὃ ἐὰν εἴπῃ αὐτοῖς ἐνακούουσιν.

ἐὰν εἴπῃ αὐτοῖς ποιῆσαι πόλεμον ἕτερος πρὸς τὸν ἕτερον, ποιοῦσιν· ἐὰν δὲ ἐξαποστείλῃ αὐτοὺς πρὸς τοὺς πολεμίους, βαδίζουσιν καὶ κατεργάζονται τὰ ὄρη καὶ τὰ τείχη καὶ τοὺς πύργους.

φονεύουσιν καὶ φονεύονται, καὶ τὸν λόγον τοῦ βασιλέως οὐ παραβαίνουσιν· ἐὰν δὲ νικήσωσιν, τῷ βασιλεῖ κομίζουσιν πάντα, καὶ ἐὰν προνομεύσαωσιν καὶ τὰ ἄλλα πάντα.

καὶ ὅσοι οὐ στρατεύονται οὐδὲ πολεμοῦσιν ἀλλὰ γεωργοῦσιν τὴν γῆν, πάλιν ὅταν σπείρωσι, θερίσαντες ἀναφέρουσιν τῷ βασιλεῖ· καὶ ἕτερος τὸν ἕτερον ἀναγκάζοντες ἀναφέρουσι τοὺς φόρους τῷ βασιλεῖ.

καὶ αὐτὸς εἰ μόνος ἐστίν, ἐὰν 15 δηλουσουσιν A | αυτων] εαυτων A 17 πινοντας A | τη διανοια A A 18 την 5⁰] ras aliq in τ Β? 20 καρδιας] pr τας A | βασιλεια A (ι improb vid Aᵃ? ᵐᵍ) 21 φιλιαζειν] φιαλιζειν A | μαχαιρας] pr τας A 22 εγερ- θωσιν] γενηθωσιν A | ου] ουδε A | μεμνηται] μνηνται (sic) A | επραξεν A 23 om οτι A | ειπας] ειπων A IV 1 ειπας] ειπων A 2 θρωποι την γηι sup ras Bᵃ?ᵇ 3 βασιλευ A* (βασιλευς A¹) | κυριει B* (κυριυει BᵃᵇA) | αυτων 1⁰] παντων A | παν] πανια A | εαν] αν A | ενακουουσιν] ποιησουσιν A 4ποιουσιν] ποιήσουσιν A | πολεμους A* (πολεμιους A?) 5 εαν 2⁰] pr οσα A 6 σπειρωσιν A | αναφερουσιν (2⁰) A 7 ει B* (εις BᵃᵇA) B εἴπῃ ἀποκτεῖναι, ἀποκτέννουσιν· εἶπεν ἀφεῖναι, ἀφίουσιν·

εἶπε πατάξαι, τύπτουσιν· εἶπεν ἐρημῶσαι, ἐρημοῦσιν· εἶπεν οἰκοδομῆσαι, οἰκοδομοῦσιν·

εἶπεν ἐκκόψαι, ἐκκόπτουσιν· εἶπεν φυτεῦσαι, φυτεύουσιν·

καὶ πᾶς ὁ λαὸς αὐτοῦ καὶ αἱ δυνάμεις αὐτοῦ ἐνακούουσιν. πρὸς δὲ τούτοις αὐτὸς ἀνάκειται, ἐσθίει καὶ πίνει καὶ καθεύδει.

αὐτοὶ δὲ τηροῦσιν κύκλῳ περὶ αὐτόν, καὶ οὐ δύνανται ἕκαστος ἀπελθεῖν καὶ ποιεῖν τὰ ἔργα αὐτοῦ, οὐδὲ παρακούουσιν αὐτοῦ.

ὦ ἄνδρες, πῶς οὐχ ὑπερισχύει ὁ βασιλεὺς ὅτι οὕτως ἐπακουστός ἐστιν; καὶ ἐσίγησεν.

Ὁ δὲ τρίτος ὁ εἴπας περὶ τῶν γυναικῶν καὶ τῆς ἀληθείας, οὗτός ἐστιν Ζοροβαβέλ, ἤρξατο λαλεῖν

Ἄνδρες, οὐ μέγας ὁ βασιλεύς, καὶ πολλοὶ οἱ ἄνθρωποι, καὶ ὁ οἶνος ἰσχύεις τίς οὖν ὁ δεσπόζων αὐτῶν, ἢ τίς ὁ κυριεύων; (¹⁵)οὐχ αἱ γυναῖκες;

αἱ γυναῖκες ἐγέννησαν τὸν βασιλέα καὶ πάντα τὸν λαὸν ὃς κυριεύει τῆς θαλάσσης καὶ τῆς γῆς·

καὶ ἐξ αὐτῶν ἐγένοντο, καὶ αὗται ἐξέθρεψαν αὐτοὺς τοὺς φυτεύσαντας τοὺς ἀμπελῶνας ἐξ ὦν ὁ οἶνος γίνεται,

καὶ αὗται ποιοῦσιν τὰς στολὰς τῶν ἀνθρώπων, καὶ αὗται ποιοῦσιν δόξαν τοῖς ἀνθρώποις, καὶ οὐ δύνανται οἱ ἄνθρωποι εἶναι χωρὶς τῶν γυναικῶν.

ἐὰν δὲ συναγάγωσιν χρυσίον καὶ ἀργύριον καὶ πᾶν πρᾶγμα ὡραῖον, καὶ ἴδωσιν γυναῖκα μίαν καλὴν τῷ εἴδει καὶ τῷ κάλλει, ¹⁹καὶ ταῦτα πάντα ἀφέντες εἰς αὐτὴν κέχηναν, καὶ χάσκοντες τὸ στόμα θεωροῦσιν αὐτήν, καὶ πάντες αὐτὴν αἱρετίζουσιν μᾶλλον ἢ τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ πᾶν πρᾶγμα ὡραῖον.

ἄνθρωπος τὸν ἑαυτοῦ πατέρα ἐνκαταλείπει ὃς ἐξέθρεψεν αὐτὸν καὶ τὴν ἰδίαν χώραν, καὶ πρὸς τὴν ἰδίαν γυναῖκα κολλᾶται,

καὶ μετὰ τῆς γυναικὸς ἀφίησι τὴν ψυχήν, καὶ οὔτε τὸν πατέρα μέμνηται οὔτε τὴν μητέρα οὔτε τὴν χώραν.

καὶ ἐντεῦθεν δεῖ ὑμᾶς γνῶναι ὅτι αἱ γυναῖκες κυριεύουσιν ὑμῶν· οὐχὶ πονεῖτε καὶ μοχθεῖτε, καὶ πάντα ταῖς γυναιξὶν δίδοτε καὶ φέρετε;

καὶ λαμβάνει ἄνθρωπος τὴν ῥομφαίαν αὐτοῦ καὶ ἐκπορεύεται ἐξοδεύειν καὶ λῃστεύειν καὶ κλέπτειν, καὶ εἰς τὴν θάλασσαν A 7 αποκτεινουσιν A* αποκτενουσιν A? | ειπεν] εαν ειπη A | αφειναι] αφιεναι A 8 ειπε] ειπεν A | om ειπεν ερημωσαι ερημουσιν A 9 εκκοπτουειν Bedit 10 ενακουουσιν] ν sup ras 2 litt Aᵃ 11 αυτοι] ουτοι A | κυκλω περι αυτον] περι αυτον (ον sup ras Aᵃ) κυκλω A | δυναται A 13 ειπας] ειπων A 14 ανδρες] pr ω A | κυριευων] + αυτων (superscr) Bᵃᵇ 15 κυριει B* (κυριευει B ᵃᵇ A) 16 φυτευοντας A 17 αυται 2⁰ B?A] αυτοι B* | δοξαν. γυναι κων] τας δοξας]| των ανων και ου δυνανται οι ανοι χωρεις των γυν. ειναι A (τας... των γυ sup ras et in mg Aᵃ) 18 και παν πραημα ωραιον και ιδωσιν] ουχι αγαπωσιν A | ιδει B*A (ειδει Bᵃᵇ) 19 κεχηναν] εγκεχηναν A | πραγμαν A* (ν ras A?) 20 εγκαταλειπει A | ος εξεθρεψ sup ras A? 21 αφιη- σιν A 23 αυτου BA*] εαυτου A¹ | εξοδευειν] εις εξοδιαν A | om και 3° A πλεῖν καὶ ποταμούς,

καὶ τὸν λέοντα θεωρεῖ, καὶ ἐν σκότει Β βαδίζει· καὶ ὅταν κλέψῃ καὶ ἁρπάσῃ καὶ λωποδυτήσῃ, τῇ ἐρωμένῃ ἀποφέρει.

καὶ πλεῖον ἀγαπᾷ ἄνθρωπος τὴν ἰδίαν γυναῖκα μᾶλλον ἢ τὸν πατέρα καὶ τὴν μητέρα.

καὶ πολλοὶ ἀπενοήθησαν ταῖς ἰδίαις διανοίαις διὰ τὰς γυναῖκας, καὶ δοῦλοι ἐγένοντο δι᾿ αὐτάς·

καὶ πολλοὶ ἀπώλοντο καὶ ἐσφάλησαν καὶ ἡμάρτοσαν διὰ τὰς γυναῖκας.

καὶ νῦν οὐ πιστεύετέ μοι; οὐχὶ μέγας ὁ βασιλεὺς τῇ ἐξουσίᾳ αὐτοῦ; οὐχὶ πᾶσαι αἱ χῶραι εὐλαβοῦνται ἅψασθαι αὐτοῦ;

ἐθεώρουν αὐτὸν καὶ Ἀπάμην τὴν θυγατέρα Βαρτάκου τοῦ θαυμαστοῦ τὴν παλλακὴν τοῦ βασιλέως καθημένην ἐν δεξιᾷ τοῦ βασιλέως,

καὶ ἀφαιροῦσαν τὸ διάδημα ἀπὸ τῆς κεφαλῆς τοῦ βασιλέως καὶ ἐπιτιθοῦσαν αὑτῇ· καὶ ἐράπιζεν τὸν βασιλέα τῇ ἀριστερᾷ.

καὶ πρὸς τούτοις ὁ βασιλεὺς χάσκων τὸ στόμα ἐθεώρει αὐτήν· καὶ ἐὰν γελάσῃ αὐτῷ, γελᾷ· ἐὰν δὲ πικρανθῇ ἐπʼ αὐτόν, κολακεύει αὐτὴν ὅπως διαλλαγῇ αὐτῷ.

ὦ ἄνδρες, πῶς οὐκ ἰσχυραὶ αἱ γυναῖκες ὅτι οὕτως πράσσουσιν;

καὶ τότε ὁ βασιλεὺς καὶ οἱ μεγιστᾶνες ἔβλεπον εἷς τὸν ἕτερον. καὶ ἤρξατο λαλεῖν περὶ τῆς ἀληθείας

Ἄνδρες. οὐκ ἰσχυραὶ αἱ γυναῖκες; μεγάλη ἡ γῆ, καὶ ὑψηλὸς ὁ οὐρανός, καὶ ταχὺς τῷ δρόμῳ ὁ ἥλιος, ὅτι στρέφεται ἐν τῷ κύκλῳ τοῦ οὐρανοῦ καὶ πάλιν ἀποτρέχει εἰς τὸν ἑαυτοῦ τόπον ἐν μιᾷ ἡμέρᾳ.

οὐχὶ μέγας ὃς ταῦτα ποιεῖ; καὶ ἡ ἀλήθεια μεγάλη καὶ ἰσχυροτέρα παρὰ πάντα.

πᾶσα ἡ γῆ τὴν ἀλήθειαν καλεῖ, καὶ ὁ οὐρανὸς αὐτὴν εὐλογεῖ, καὶ πάντα τὰ ἔργα σείεται καὶ τρέμει, καὶ οὐκ ἔστιν μετʼ αὐτοῦ ἄδικον οὐθέν.

ἄδικος ὁ οἶνος, ἄδικος ὁ βασιλεύς, ἄδικοι αἱ γυναῖκες, ἄδικοι πάντες οἱ υἱοὶ τῶν ἀνθρώπων καὶ ἄδικα πάντα τὰ ἔργα αὐτῶν, πάντα τὰ τοιαῦτα· καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ἀλήθεια, καὶ ἐν τῇ ἀδικίᾳ αὐτῶν ἀπολοῦνται.

καὶ ἡ ἀλήθεια μένει καὶ ἰσχύει εἰς τὸν αἰῶνα, καὶ ζῇ καὶ κρατεῖ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

καἰ οὐκ ἔστιν παρʼ αὐτὴν λαμβάνειν πρόσωπα οὐδὲ διάφορα, ἀλλὰ τὰ δίκαια ποιεῖ ἀπὸ πάντων τῶν ἀδίκων καὶ πονηρῶν· καὶ πάντες εὐδοκοῦσι τοῖς ἔργοις αὐτῆς,

καὶ οὐκ ἔστιν ἐν τῇ κρίσει αὐτῆς οὐθὲν ἄδικον. καὶ αὕτη ἡ ἰσχὺς καὶ τὸ βασίλειον καὶ ἡ ἐξουσία καὶ 23 πλεῖ A 24 ερωμενη] ερη|μωμενη A 28 ευλαβουνται] + αυτον A A 30 αυτη] εαυτη A | ερραπιζεν Bᵃᵇ 31 αυτην 1 0 B ᵃᵇ A] αυτω B* | προσγε- λαση A | κολοκαυει B* κολοκευει Bᵃ (κολακευει B ᵇ A) 32 ουκ B ᵇ] ουχ B* ουχι A | ισχυραι] pro σ aliq al coep B*vid 33 εβλεπον] ενεβλεπον A | εις] ετερος προς A 34 εαυ B* (εαυτου B ᵃᵇ) 36 ουδεν A 37 αυτων 2⁰] εαυ- των A 38 και η] η δε A | ισχυσει A 39 αυτην] αυτη A | διαφθορα A (διαφορα A?) | ποιειν A* | om και 2⁰ A | ευδοκουσιν A 40 ουδεν A Β ἡ μεγαλειότης τῶν πάντων αἰώνων· εὐλογητὸς ὁ θεὸς τῆς ἀληθείας.

καὶ ἐσιώπησεν τοῦ λαλεῖν· καὶ πᾶς ὁ λαὸς τότε ἐφώνησεν καὶ τότε εἶπον Μεγάλη ἡ ἀλήθεια καὶ ὑπερισχύει.

Τότε ὁ βασιλεὺς εἶπεν αὐτῷ Αἴτησαι ὃ θέλεις πλείω τῶν γεγραμμένων, καὶ δώσομέν σοι, ὃν τρόπον εὑρέθης σοφώτερος· καὶ ἐχόμενός μου καθήσῃ, καὶ συγγενής μου κληθήσῃ.

τότε εἶπεν τῷ βασιλεῖ Μνήσθητι τὴν εὐχὴν ἣν ηὔξω οἰκοδομῆσαι τὴν Ἰερουσαλὴμ ἐν τῇ ἡμέρᾳ ᾗ τὸ βασίλειόν σου παρέλαβες,

καὶ πάντα τὰ σκεύη τὰ λημφθέντα ἐξ Ἰερουσαλὴμ καὶ ἐκπέμψαι ἃ ἐχώρισεν Κῦρος, ὅτε ηὔξατο ἐκκόψαι Βαβυλῶνα, καὶ ηὔξατο ἐξαποστεῖλαι ἐκεῖ

καὶ σὺ εὔξω οἰκοδομῆσαι τὸν ναὸν ὃν ἐνεπύρισαν οἱ Ἰουδαῖοι, ὅτε ἐρημώθη ἡ Ἰουδαία ὑπὸ τῶν Χαλδαίων.

καὶνῦν τοῦτό ἐστιν ὅσα ἀξιῶ, κύριε βασιλεῦ, καὶ ὁ αἰτοῦμαί σε, καὶ αὕτη ἐστὶν ἡ μεγαλωσύνη ἡ παρὰ σοῦ· δέομαι οὖν ἵνα ποιήσῃς τὴν εὐχὴν ἣν ηὔξω τῷ βασιλεῖ τοῦ οὐρανοῦ ποιῆσαι ἐκ στόματός σου.

Τότε ἀναστὰς Δαρεῖος ὁ βασιλεὺς κατεφίλησεν αὐτόν, καὶ ἔγραψεν αὐτῷ τὰς ἐπιστολὰς πρὸς πάντας οἰκονόμους καὶ τοπάρχας καὶ στρατηγοὺς καὶ σατράπας, ἵνα προπέμψωσιν αὐτὸν καὶ τοὺς μετʼ αὐτοῦ πάντας ἀναβαίνοντας οἰκοδομῆσαι τὴν Ἰερουσαλήμ.

καὶ πᾶσι τοῖς τοπάρχαις ἐν κοίλῃ Συρίᾳ καὶ Φοινίκῃ καὶ τοῖς ἐν τῷ Λβάνῳ καὶ ἔγραψεν ἐπιστολάς, μεταφέρειν ξύλα κέδρινα ἀπὸ τοῦ Λιβάνου εἰς Ἰερουσαλήμ, καὶ ὅπως οἰκοδομήσωσιν μετʼ αὐτοῦ τὴν πόλιν.

καὶ ἔγραψεν πᾶσι τοῖς Ἰουδαίοις τοῖς ἀναβαίνουσιν ἀπὸ τῆς βασιλείας εἰς τὴν Ἰουδαίαν ὑπέρ τῆς ἐλευθερίας, πάντα δυνατὸν καὶ σατράπην καὶ τοπάρχην καὶ οἰκονόμον μὴ ἐπελεύσεσθαι ἐπὶ τὰς θύρας αὐτῶν,

καὶ πᾶσαν τὴν χώραν ἣν κρατήσουσιν ἀφορολόγητον αὐτοῖς ὑπάρχειν· καὶ ἵνα οἱ Χαλδαῖοι ἀφίουσι τὰς κώμας ἃς διακρατοῦσιν τῶν Ἰουδαίων·

καὶ εἰς τὴν οἰκοδομὴν τοῦ ἱεροῦ δοθῆναι κατʼ ἐνιαυτὸν τάλαντα εἴκοσι μέχρι τοῦ οἰκοδομηθῆναι.

καὶ ἐπὶ τὸ θυσιαστήριον ὁλοκαυτώματα καρποῦσθαι καθʼ ἡμέραν, καθὰ ἔχουσιν ἐντολὴν ἑπτὰ καὶ δέκα προσφέρειν, ἄλλα τάλαντα, δέκα κατʼ ἐνιαυτόν·

καὶ πᾶσιν τοῖς προσβαίνουσιν ἀπὸ τῆς Βαβυλωνίας κτίσαι A 41 ειπεν A 42 ον τροπον] ανθ ων A | μου 2⁰] μοι A* (μου A) 44 om και 2⁰ A | εχωρισεν] εξεχωρησεν A 45 ηυξω A | Ιουδαιοι] Ιδουμαιοι A | ηρημωθη A 46 οσα] ο σε Bᵃᵇ (ε superscr) A | η μεγαλ.] om η A 47 οικονομους] pr τους A | σατραπας sup ras Aᵃ? | μετ] μ sup ras Aᵃ 48 πασιν A | Φοινικη] Φοινεικη B* (Φοινικ. Bᵇ) Φοινικ sup ras A | om και 4° A 49 πασιν A | μη] και A* (improb Aᵃ?) | επιλευεσθαι B* (σ superscr B ᵃᵇ) 50 κρατησουσιν] κρατουσιν A | Χαλδαιοι]| Ιδουμαιοι A | αφιουσι] αφοριουσι (ορ superscr) Bᵃᵇ αφιωσιν A τὴν πόλιν, ὑπάρχειν τὴν ἐλευθερίαν αὐτοῖς τε καὶ τοῖς τέκνοις αὐτῶν, Β καὶ πᾶσι τοῖς ἱερεῦσι τοῖς προσβαίνουσιν.

ἔγραψεν δὲ καὶ τὴν χορηγίαν καὶ τὴν ἱερατικὴν στολὴν ἐν τίνι λατρεύουσιν ἐν αὐτῇ.

καὶ τοῖς Λευείταις ἔγραψεν δοῦναι τὴν χορηγίαν ἕως τῆς ἡμέρας ᾖ ἐπιτελεσθῇ ὁ οἶκος καὶ Ἰερουσαλὴμ οἰκοδομηθῆναι.

καὶ πᾶσι τοῖς φρουροῦσι τὴν πόλιν, ἔγραψε δοῦναι αὐτοῖς κλήρους καὶ ὀψώνια.

καὶ ἐξαπέστειλεν πάντα τὰ σκεύη ἃ ἐχώρισεν Κῦρος ἀπὸ Βαβυλῶνος· καὶ πάντα ὅσα εἶπεν Κῦρος ποιῆσαι, καὶ αὐτὸς ἐπέταξεν ποιῆσαι καὶ ἐξαποστεῖλαι εἰς Ἰερουσαλήμ.

Καὶ ὅτε ἐξῆλθεν ὁ νεανίσκος, ἄρας τὸ πρόσωπον εἰς τὸν οὐρανὸν ἐναντίον Ἰερουσαλὴμ εὐλόγησεν τῷ βασιλεῖ τοῦ οὐρανοῦ (59)λέγων

Παρὰ σοῦ νίκη, καὶ παρὰ σοῦ ἡ σοφία, καὶ σὴ ἡ δόξα, καὶ ἐγὼ σὸς οἰκέτης.

εὐλογητὸς εἶ, ὃς ἔδωκάς μοι σοφίαν· καὶ σοὶ ὁμολογῶ, δέσποτα τῶν πατέρων.

καὶ ἔλαβεν τὰς ἐπιστολὰς καὶ ἐξῆλθεν εἰς Βαβυλῶνα καὶ ἀπήγγειλεν τοῖς ἀδελφοῖς αὐτοῦ πᾶσιν.

καὶ εὐλόγησαν τὸν θεὸν τῶν πατέρων αὐτῶν, ὅτι ἔδωκεν αὐτοῖς ἄνεσιν καὶ ἄφεσιν

ἀναβῆναι καὶ οἰκοδομῆσαι Ἰερουσαλὴμ καὶ τὸ ἱερὸν οὗ ὠνομάσθη τὸ ὄνομα αὐτοῦ ἐπʼ αὐτῷ· καὶ ἐκωθωνίζοντο μετὰ μουσικῶν καὶ χαρᾶς ἡμέρας ἑπτά.

Chapter 5

Μετὰ δὲ ταῦτα ἐξελέγησαν ἀναβῆναι ἀρχηγοὶ οἴκου πατριῶν κατὰ φυλὰς αὐτῶν, καὶ αἰ γυναῖκες αὐτῶν καὶ οἱ υἱοὶ καὶ αἱ θυγατέρες καὶ οἱ παῖδες αὐτῶν, καὶ αἱ παιδίσκαι καὶ τὰ κτήνη αὐτῶν.

καὶ Δαρεῖος συναπέστειλεν μετʼ αὐτῶν ἱππεῖς χιλίους ἕως τοῦ ἀποκαταστῆσαι αὐτοὺς εἰς Ἰερουσαλὴμ μετ᾿ εἰρήνης καὶ μετὰ μουσικῶν, τυμπάνων καὶ αὐλῶν.

καὶ πάντες οἱ ἀδελφοὶ αὐτῶν παίζοντες· καὶ ἐποίησεν αὐτοῖς συναναβῆναι μετʼ ἐκείνων.

Καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν τῶν ἀναβαινόντων κατὰ πατριὰς αὐτῶν εἰς τὰς φυλὰς ἐπὶ τὴν μεριδαρχίαν αὐτῶν.

οἱ ἱερεῖς υἱοὶ Φινεές υἱοὶ Ἀαρών, Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ τοῦ Σαραίου, καὶ Ἰωακεὶμ ὁ τοῦ Ζοροβαβὲλ τοῦ Σαλαθιὴλ ἐκ τοῦ οἴκου τοῦ Δαυείδ, ἐκ τῆς γενεᾶς Φάρες, φυλῆς δὲ Ἰούδα,

ὃς ἐλάλησεν ἐπὶ Δαρείου τοῦ βασιλέως Περκῶν λόγους σοφοὺς ἐν τῷ δευτέρῳ ἔτει τῆς βασιλείας αὐτοῦ μηνὶ Νισὰν 53 τε και τοις τε | και τοις B* (improb postea ras και τοις τε Bᵃ) | πασιν τ. A ιερευσιν A 55 της πμερας] om της A | om η BA 56 πασιν τ. φρου- ρουσιν A (φρουρουl sup ras A ᵃ) | εγραψεν A 57 εχωρισεν] εξεχωρησεν A 58 ηυλογησεν A 59 νικη] pr η A | ση] σου A 60 σοι] σ sup ras Aᵃ 62 ηυλογησαν A V 1 α|βηναι B*vid (αναβ. B? ) | οικου] σικων A | θυ- γατερες] +αυτων A | παιδισκαι] + αυτων A 2 Δαριος A 3 αυτοις] αυτους A 5 υιοι 1⁰] pr οι A 6 Δαριου A Β τοῦ πρώτου μηνός.

εἰσὶν δὲ οὗτοι οἱ ἐκ τῆς Ἰουδαίας οἱ ἀναβάντες ἐκ τῆς αἰχμαλωσίας τῆς παροικίας, οὓς μετοίκισεν Ναβουχοδονοσὸρ βασιλεὺς Βαβυλῶνος εἰς Βαβυλῶνα,

καὶ ἐπέστρεψεν εἰς Ἰερουσαλὴμ (8)καὶ τὴν λοιπὴν Ἰουδαίαν ἕκαστος εἰς τὴν ἰδίαν πόλιν, οἱ ἐλθόντες μετὰ Ζοροβαβὲλ καὶ Ἰησοῦ, Νεεμίου, Ζαραίου, Ῥησαίου, Ἐνήνιος. Μαρδοχαίου, Βεελσάρου, Ἀσφαράσου, Βορολείου, Ῥοείμου, Βαανά, τῶν προηγουμένων αὐτῶν.

ἀριθμὸς τῶν ἀπὸ τοῦ ἔθνους καὶ οἱ προηγούμενοι αὐτῶν· υἱοὶ Φορός, ἑβδομήκοντα δύο χιλιάδες·

υἱοὶ Ἀρές, ἑπτακόσιοι πεντήκοντα ἕξ,

υἱοὶ Φθαλειμωάβ, εἰς τοὺς υἱοὺς Ἰησοῦ καὶ Ῥοβοάβ, δισχλιοι ὀκτακόσιοι δύο·

υἱοὶ Ἰωλάμου, δύο· υἱοὶ Ζατόν, ἐννακόσιοι ἑβδομήκοντα· υἱοὶ Χορβέ, ἑπτακόσιοι πέντε· υἱοὶ Βανεί, ἑξακόσιοι τεσσεράκοντα ὀκτώ·

υἱοὶ Βηβαί, ἑξακόσιοι τριάκοντα τρεῖς· υἱοὶ Ἀργαί, χίλιοι τριακόσιοι εἴκοσι δύο·

υἱοὶ Ἀδωνεικάμ, τριάκοντα ἑπτά· υἱοὶ Βοσαί, δισχίλιοι ἐξακόσιοι ἕξ· υἱοὶ Ἀδειλίου, τετρακόσιοι πεντήκοντα τέσσαρες·

υἱοὶ Ἀζὴρ Ἐζεκίου, υἱοὶ Κειλὰν καὶ Ἀζητάς, ἐξήκοντα ἑπτά· υἱοὶ Ἀζάρου, τετρακόσιοι τριάκοντα δύο·

υἱοὶ Ἁννείς, ἑκατὸν εἷς· υἱοὶ Ἀρόμ, υἱοὶ Βασσαί, τριακόσιοι εἴκοσι τρεῖς· υἱοὶ Ἀρσειφουρείθ,

υἱοὶ Βαιτηροῦς, τρισχίλιοι πέντε· υἱοὶ ἐκ Ῥαγεθλωμῶν, ἑκατὸν εἴκοσι τρεῖς·

οἱ ἐκ Νετέβας, πεντήκοντα πέντε· οἱ ἐξ Ἐνάτου, ἑκατὸν πεντήκοντα ὀκτώ· οἱ ἐκ Βαιτασμῶν Ζαμμώθ·

οἱ ἐκ Καρταθειαρειός, εἴκοσι πέντε· οἱ ἐκ Πείρας καὶ Βηρόγ, ἑπτακόσιοι·

οἱ Καδιάσαι καὶ Ἁμμίδιοι, τετρακόσιοι A 7 om οι 1⁰A | μετωκισεν A 8 επεστρεψαν BᵃᵇA | μετα] μ sup ras A ᵃ? | Ζοροβαβελ] α sup ras Aᵃ | Ιησους A | Ζαρεου A | Ενηνιος] pr vid Μαιαινα- μινιος Bᵃᵇ ᵐᵍ Ενηνιου A | Βορολειου] Ρεελιου A | Ροειμου] Ρομελιου (ομελιου sup ras) Aᵃ 9 χιλιαδες] + 5 ροβ΄| υιοι Ασαφ τοβ΄ Bᵃᵇᵐᵍ+ και εκατον εβδο- μηκοντα δυο· υιοι Σαφατʼ· τετρακοσιοι εβδομη|κοντα δυο· A 11 Φθαλειμ.] Φααθ᾿ μ. A | του υιου B | Ροβοαβ Ιωαβ A | δυο] pr δεκα A 12 Ιωλαμου] Ηλαμ A | δυο] χιλιοι διακοσιοι| πεντηκοντα τεσσαρες A | Ζατον] Ζαθθουι A | εννακοσιοι improb vid A ᵃ? | εβδομηκοντα] τεσσερακοτα πεντε A | εξακοσιοι] εξακοσι B* (+ οι B ᵃᵇ ᵐᵍ) | τεσσερακοντα] τεσσαρακ. Bb (item 22, 25 4 1. 42) ο sup ras A¹ 13 τριακοντα] εικοσι A | Αργαι] Aστααʼ] A | χιλιοι τριακοσιοι] τρισχιλιοι εξακοσιοι A 14 Αδωνικαμ A | τριακοντα επτα] εξακοσιοι τεσσερακοντα επτα A | Βοσαι] δαγοι A | εξακοσιοι] εξηκοντα A | Αδειλιου] Αδινου A | τετρακοσιοι] τετρακοσι B* (οι superscr B ᵇ?c? 15 Αζηρ] Ατηρ A | Εζεκιου] + ενενηκοντα δυο A | Κιλαν A | Αζαρου] Αζουρου A 16 Αν- νιας A | Bασσα A | Αρσιφρουρειθ A + εκατον δεκα δυο·| A 17 τρεισχ. B* (τρισχ. B ᵇ) | Ραγεθλωμων] Βαιθλωμων A 18 Νετεβας] Νετωφαε A | Ενα- του] Αναθωθ A | Βαιτασμων Ζαμμωθ] Βαιθασμωθ A + τεσσερακοντα δυο A 19 οι εκ (1⁰) A] ει Β | Καριαθιαριος A | Πειρας] Καφιρας A | Βηρογ] Βηρωθ (?Βηρωε) A | επτακοσιοι] +τεσσερακοντα τρεις A 20 οι 1⁰] ου A* (improb υ A ᵃ?) | Χαδιασαι] Καδʼασαι Avid | Αμμιδαιοι A εἴκοσι δύο· οἱ ἐκ Κειράμας Κάββης, ἑξακόσιοι εἵκοσι εἷς·

οἱ Β ἐκ Μακαλῶν, ἑκατὸν εἴκοσι δύο· οἱ ἐκ Βετολιώ, πεντήκοντα δύοΝειφεῖς, ἑκατὸν πεντήκοντα ἕξ·

υἱοὶ Καλαμωκάλου καὶ Ὠνοῦς, ἑπτακόσιοι εἵκοσι πέντε· (²³)υἱοὶ Ἰερέχου, διακόσιοι τεσσεράκοντα πέντε·

υἱοὶ Σαμά, τρισχίλιοι τριακόσιοι εἰς·

οἱ ἱερεῖς (24)οἱ υοὶ Ἰέδδου τοῦ υἱοῦ Ἰησοῦ, εἰς τοὺς υἱοὺς Σαναβείς, ὀκτακόσιοι ἑβδομήκοντα δύο· υἱοὶ Ερμήρου, διακόσιοι πεντήκοντα δύο·

υἱοὶ Φασσόρου, χίλιοι διακόσιοί τεσσεράκοντα ἑπτά· υἱοὶ Χαρμή, διακόσιοι δέκα ἑπτά·

οἱ Λευεῖται υἱοὶ Ἰησουείς, Κοδοήλου καὶ Βάννου καὶ…

υἱοὶ…

οἱ…

The complete text is available when the reading interface loads.