The Greek Library Author

Septuaginta

Μακκαβαίων Αʹ

Scientific editors
Henry Barclay Swete D.D.
Edition reference
The Old Testament in Greek · Cambridge · Cambridge University Press · 1905
CTS identifier
urn:cts:greekLit:tlg0527.tlg023.local002
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Chapter 1

ΚAI ἐγένετο μετὰ τὸ πατάξαι Ἀλέξανδρον τὸν Φιλίππου τὸν Μακεδόνα, ὃς ἐξῆλθεν ἐκ τῆς γῆς Χεττιείμ, καὶ ἐπάταξεν τὸν Δαρεῖον βασιλέα Περσῶν καὶ Μήδων, καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ πρότερον ἐπὶ τὴν Ἑλλάδα.

καὶ συνεστήσατο πολέμους πολλούς, καὶ ἐκράτησεν ὀχυρωμάτων, καὶ ἔσφαξεν βασιλεῖς,

καὶ διῆλθεν ἕως ἄκρων τῆς γῆς. καὶ ἔλαβεν σκῦλα πλήθους ἐθνῶν· καὶ ἡσύχασεν ἡ γῆ ἐνώπιον αὐτοῦ, καὶ ὑψώθη, καὶ ἐπήρθη ἡ καρδία αὐτοῦ·

καὶ συνῆξεν δυνάμιν ἰσχυρὰν σφόδρα, καὶ ἦρξεν χωρῶν καὶ ἐθνῶν καὶ τυραννιῶν, καὶ ἐγένοντο αὐτῷ εἰς φόρον.

καὶ μετὰ ταῦτα ἔπεσεν ἐπὶ τὴν κοίτην, καὶ ἔγνω ὅτι ἀποθνήσκει.

καὶ ἐκάλεσεν τοὺς παῖδας αὐτοῦ τοὺς ἐνδόξους τοὺς συνεκτρόφους αὐτοῦ ἀπὸ νεότητος, καὶ διεῖλεν αὐτοῖς τὴν βασιλείαν αὐτοῦ ἔτι ζῶντος αὐτοῦ.

καὶ ἐβασίλευσεν Ἀλέξανδρος ἔτη δώδεκα, καὶ ἀπέθανεν.

καὶ ἐπεκράτησαν οἱ παῖδες αὐτοῦ, ἕκαστος ἐν τῷ τόπῳ αὐτοῦ·

καὶ ἐπέθεντο πάντες διαδήματα μετὰ τὸ ἀποθανεῖν αὐτόν, καὶ οἱ υἱοὶ αὐτῶν ὀπίσω αὐτῶν ἔτη πολλά· καὶ ἐπλήθυναν κακὰ ἐν τῇ γῆ.

Καὶ ἐξῆλθεν ἐξ αὐτῶν ῥίζα ἁμαρτωλὸς Ἀντίοχος Ἐπιφανής, υἱὸς Ἀντιόχου τοῦ βασιλέως, ὃς ἦν ὅμηρα ἐν τῆ Ῥώμῃ. καὶ ἐθασίλευσεν ἔτει ἑκατοστῷ καὶ ἑβδόμῳ καὶ τριακοστῷ βασιλείας Ἑλλήνων.

Ἐν ταῖς ἡμέραις ἐκείναις ἐξῆλθεν ἐξ Ἰσραὴλ υἱὸς U+05D0V Inscr Μακκαβαιων α΄ U+05D0AV Ι 1 τον Μακεδονα] om τον U+05D0 | εκ της γης] εις γην U+05D0* εκ γης U+05D0c.a V Δαριον U+05D0* A V* βασιλεα] pr τον V προτερος V 2 βασιλεις] + της γης U+05D0V 3 πληθος U+05D0 | om και υψωθη και επηρθη η καρδια αυτου U+05D0 | om και 4⁰ V 4 om και 3⁰ U+05D0V τυραννιων (-νων U+05D0)] + και υψωθη και επηρθη η καρδια αυτου U+05D0V εγενοντο] εγενετο U+05D0 | φορον] φοβερον U+05D0 5 κοι- την] + αυτου V 6 απο] εκ U+05D0 + εκ (sic) V αυτοις] αυτου (-τοις U+05D0c.a) | ετι αυτου ζωντος U+05D0 7 δωδεκα] ιβ΄ U+05D0 9 om οι U+05D0 10 εξ] απ V |ριζα] ανηρ V Επιφανης (-νεις A)] pr ο V τη Ρωμη (τω Ρημ. V)] om τηU+05D0 ετει]| pr εν U+05D0 | τριακ. κ. εβδ. U+05D0V 11 εξηλθον ?c.ᵃ (-θεν U+05D0*) A om εξ U+05D0* (hab U+05D0c.a) | υιοι παρανομοι U+05D0B παράνομος, καὶ ἀνέπεισαν πολλοὺς λέγοντες Πορευθῶμεν καὶ διαθώμεθα A διαθήκην μετὰ τῶν ἐθνῶν τῶν κύκλῳ ἡμῶν· ὅτι ἀφʼ ἧς ἐχωρίσθημεν ὑπʼ αὐτῶν, εὗρεν ἡμᾶς κακὰ πολλά.

καὶ ἠγαθύνθη ὁ λόγος ἐν ὀφθαλμοῖς αὐτῶν·

καὶ προεθυμήθησάν τινες ἀπὸ τοῦ λαοῦ, καὶ ἐπορεύθησαν πρὸς τὸν βασιλέα· καὶ ἔδωκαν αὐτοῖς ἐξουσίαν ποιῆσαι τὰ δικαιώματα τῶν ἐθνῶν.

καὶ ᾠκοδόμησαν γυμνάσιον ἐν Ἰεροσολύμοις κατὰ τὰ νόμιμα τῶν ἐθνῶν.

καὶ ἐποίησαν ἑαυτοῖς ἀκροβυστίαν, καὶ ἀπέστησαν ἀπὸ διαθήκης ἁγίας· καὶ ἐζευγίσθησαν τοῖς ἔθνεσιν, καὶ ἐπράθησαν ποιῆσαι πονῃρόν.

Καὶ ἡτοιμάσθη ἡ βασιλεία ἐνώπιον Ἀντιόχου· καὶ ὑπέλαβεν βασιλεῦσαι γῆς Αἰγύπτου, ὅπως βασιλεύσῃ ἐπὶ τὰς δύο βασιλείας.

καὶ εἰσῆλθεν εἰς Αἴγυπτον ὄχλῳ βαρεῖ, ἐν ἅρμασιν καὶ ἐλέφανσιν καὶ ἐν ἱππεῦσιν καὶ ἐν στόλῳ μεγάλῳ.

καὶ συνεστήσατο πόλεμον πρὸς Πτολεμαῖον τὸν βασιλέα Αἰγύπτου· καὶ ἐνετράπη Πτολεμαῖος ἀπὸ προσώπου αὐτοῦ καὶ ἔφυγεν, καὶ ἔπεσαν τραυματίαι πολλοί.

καὶ κατελάβοντο τὰς πόλεις τὰς ὀχυρὰς ἐν γῇ Αἰγύπτῳ· καὶ ἔλαβεν τὰ σκῦλα γῆς Αἰγύπτου.

Καὶ ἐπέστρεψεν Ἀντίοχος μετὰ τὸ πατάξαι Αἴγυπτον ἐν τῷ ἑκατοστῷ καὶ τεσσερακοστῷ καὶ τρίτῳ ἔτει· καὶ ἀνέβη ἐπὶ Ἰσραὴλ καὶ Ἰεροσόλυμα ἐν ὄχλῳ βαρεῖ

καὶ εἰσῆλθεν εἰς τὸ ἁγίασμα ἐν ὑπερηφανίᾳ, καὶ ἔλαβεν τὸ θυσιαστήριον τὸ χρυσοῦν, καὶ τὴν λυχνίαν τοῦ φωτὸς καὶ πάντα τὰ σκεύη αὐτῆς,

καὶ τὴν τράπεζαν τῆς προθέσεως καὶ τὰ σπόνδια καὶ τὰς φιάλας καὶ τὰς θυίσκας τὰς χρυσᾶς καὶ τὸ καταπέτασμα καὶ τοὺς στεφάνους καὶ τὸν κόσμον τὸν χρυσοῦν τὸν κατὰ πρόσωπον τοῦ ναοῦ, καὶ ἐλέπισεν πάντα·

καὶ ἔλαβεν τὸ ἀργύριον καὶ τὸ χρυσίον, καὶ τὰ σκεύη τὰ ἐπιθυμητά· καὶ ἔλαβεν τοὺς θησαυροὺς τοὺς ἀποκρύφους οὓς εὗρεν.

καὶ λαβὼν πάντα 11 λεγοντας V διελθωμε U+05D0* (διαθωμε| θα U+05D0¹) διαθωμενα (sic) A εξω- U+05D0V ρισθημε| U+05D0* (εχωρ. U+05D0c.b) υπ] απ U+05D0V 13 προεθυμωθησαν U+05D0* (-μηθ.U+05D0c.ᵃ) om απο U+05D0 | εδωκεν U+05D0V 14 τα νομιμα] om τα U+05D0* (hab U+05D0c.a) 15 ακρο- βυστιας U+05D0V εζευγισθησαν] εζευχθησαν U+05D0c.cV + εν U+05D0 | επραθησαν] επειραθησαν U+05D0c.a (επραθ. U+05D0* c.a? c.ᵇ?) | ποιησαι] pr του U+05D0V πονηρον] pr το U+05D0 16 ητοι- μασθη] μ sup ras A η βασιλεια] om η U+05D0* (hab U+05D0c.ᵃ) ενωπιον] εναντιον V βασιλευσοι V 17 οχλω] pr εν U+05D0 | ελεφαντοις V ελεφασιν U+05D0* εν ελεφασιν U+05D0c.a | om εν 3° U+05D0* (hab U+05D0c.ᵃ) V 18 Πτολεμαιον τον βασιλεα] om τον U+05D0 om τον βασ. A*fort (Πτ. τον βασ. sup ras Aᵃ) ενετραπη] απεστραφη U+05D0* (ενετρ. U+05D0c.a) Πτολεμεος A επεσαν] εφυγον U+05D0* (επεσον U+05D0c.a V) 19 γη] τη U+05D0 | γης] της U+05D0 om V 20 εκατοστω...τριτω] ρ΄ και μ΄ και γ΄ U+05D0 τεσσαρακ. V (ita identidem) τριτω ετει stip ras Aa (seq spat 2 vel 3 litt) om ετει U+05D0* (hab ετι U+05D0c.ᵃ) Ιεροσολυμα] επι Ιηλμ U+05D0 Ιλημ V 21 om και την λυχν. τ. φωτ. V 22 χρυσον A ελεπισεν] ε 2⁰ sup ras Aa 23 χρυσιον κ. το αργυριον U+05D0 Α ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ. καὶ ἐποίησαν φονοκτονίαν, καὶ ἐλάλησαν ὑπερηφανίαν μεγάλην.

καὶ ἐγένετο πένθος μέγα ἐπὶ Ἰσραὴλ ἐν παντὶ τόπῳ αὐτῶν· ²⁸καὶ ἐστέναξαν ἄρχοντες καὶ πρεσβύτεροι, παρθένοι καὶ νεανίσκοι ἠσθένησαν, καὶ τὸ κάλλος τῶν γυναικῶν ἠλλοιώθη.

πᾶς νυμφίος ἀνέλαβεν θρῆνον· καθημένη ἐν παστῷ ἐγένετο ἐν πένθει.

καὶ ἐσείσθη ἡ γῆ ἐπὶ τοὺς κατοικοῦντας αὐτήν· καὶ πᾶς ὁ οἶκος Ἰακὼβ ἐνεδύσατο αἰσχύνην.

Μετὰ δύο ἔτη ἡμερῶν ἀπέστειλεν ὁ βασιλεὺς ἄρχοντα φορολογίας εἰς τὰς πόλεις Ἰούδα· καὶ ἦλθεν εἰς Ἰερουσαλὴμ ἐν ὄχλῳ βαρεῖ.

καὶ ἐλάλησεν αὐτοῖς λόγους εἰρηνικοὺς ἐν δόλῳ, καὶ ἐπίστευσαν αὐτῷ, καὶ ἐπέπεσεν ἐπὶ τὴν πόλιν ἐξάπινα, καὶ ἐπάταξεν αὐτὴν πληγὴν μεγάλην, καὶ ἀπώλεσεν λαὸν πολὺν ἐξ Ἰσραήλ.

καὶ ἔλαβεν τὰ σκῦλα τῆς πόλεως καὶ ἐνεπύρισεν αὐτὴν πυρί, καὶ καθεῖλεν τοὺς οἴκους αὐτῆς καὶ τὰ τείχη αὐτῆς κύκλῳ,

καὶ ᾐχμαλώτευσεν τὰς γυναῖκας καὶ τὰ τέκνα· καὶ τὰ κτήνη ἐκληρονόμησαν.

καὶ ᾠκοδόμησαν τὴν πόλιν Δαυεὶδ τείχει μεγάλῳ καὶ ὀχυρῷ, πύργοις ὀχυροῖς, καὶ ἐγένετο αὐτοῖς εἰς ἄκραν.

καὶ ἔθηκαν ἐκεῖ ἔθνος ἁμαρτωλόν, ἄνδρας παρανόμους· καὶ ἐνίσχυσαν ἐν αὐτῇ.

καὶ παρέθεντο ὅπλα καὶ τροφήν, καὶ συναγαγόντες τὰ σκῦλα Ἰερουσαλὴμ ἀπέθεντο ἐκεῖ καὶ ἐγένετο εἰς μεγάλην παγίδα,

καὶ ἐγένετο εἰς ἔνεδρον τῷ ἁγιάσματι, καὶ εἰς διάβολον πονηρὸν τῷ Ἰσραὴλ διὰ παντός.

καὶ ἐξέχεαν αἷμα ἀθῷον κύκλῳ τοῦ ἁγιάσματος. καὶ ἐμόλυναν τὸ ἁγίασμα.

καὶ ἔφυγον οἱ κάτοικοι Ἰερουσαλὴμ δι᾿ αὐτούς, καὶ ἐγένετο κατοικία ἀλλοτρίων· καὶ ἐγένετο ἀλλοτρία τοῖς γενήμασιν αὐτῆς, καὶ τὰ τέκνα αὐτῆς ἐγκατέλειπον αὐτήν.

τὸ ἁγίασμα αὐτῆς ἠρημώθη ὡς ἔρημος· αἱ ἑορταὶ αὐτῆς ἐστράφησαν εἰς πένθος, τὰ σάββατα αὐτῆς εἰς ὀνειδισμόν, τιμὴ αὐτῆς εἰς ἐξουθένωσιν,

κατὰ τὴν δόξαν αὐτῆς ἐπληθύνθη ἀτιμασμὸς αὐτῆς, καὶ τὸ ὕψος αὐτῆς ἐστράφη εἰς πένθος.

Καὶ ἔγραψεν ὁ βασιλεὺς πάσῃ U+05D0V 24 απηλθεν] εισηνεγκεν V εποιησεν U+05D0V | ελαλησεν U+05D0V 26 των] ω sup ras Aᵃ 27 πας] pr κ U+05D0c.a ο ανελαβεν] pr και V καθημενην U+05D0* κ καθημενη U+05D0c.ᵃ παστω] ποτω V εγενετο εν πενθει] επενθειU+05D0 28 οικουντας V ο οικος] om ο U+05D0 29 μετα] pr κ U+05D0c.a + δe V αρχοντας U+05D0* (-ντα U+05D0c.ᵃ) 30 ενε- πιστεισαν U+05D0V 31 ενεπυρισεν] ενεπρησεν U+05D0 | om αυτης 2⁰ U+05D0 32 ηχ- μαλωτισα| U+05D0V (αιχμ.) om εκληρονομησαν U+05D0* hab κ εκληρονομησαν (α fec ex ε) εαυτοις U+05D0c.a 33 ωκοδομησεν V* (-σε Vᵃ) οχυρω] ισχυρω V 34 παρανομους] παρανους 35 εγενοντο V item 36, 38 (1⁰) 37 αγιασματος] + κυ V εμολυνον V1 αγιασμα sup ras Aᵃ 38 ενκατελιπον U+05D0 39 εστραφηU+05D0* (-φησαν U+05D0c.a) | τα σαββ.] pr και V om εις ονειδ. τιμη αυτης U+05D0* (hab εις ονειδ. η τιμη αυτ. U+05D0c.a) τιμη] pr η V εξουδενωσιν U+05D0 40 την δοξαν αυτης επληθυνθη ατιμασμος] τα τεκνα αυτης επλησθη η γη ατιμια U+05D0* την δοξ. αυτ. επληθ. η τῇ βασιλείᾳ αὐτοῦ εἶναι πάντας εἰς λαὸν ἕνα,

καὶ ἐγκαταλείπειν A ἕκαστον τὰ νόμιμα αὐτοῦ· καὶ ἐπεδέξαντο πάντα τὰ ἔθνη κατὰ τὸν λόγον τοῦ βασιλέως.

καὶ πολλοὶ ἀπὸ Ἰσραὴλ ηὐδόκησαν τῇ λατρίᾳ αὐτοῦ, καὶ ἔθυσαν τοῖς εἰδώλοις, καὶ ἐβεβήλωσαν τὸ σάββατον.

καὶ ἀπέστειλεν ὁ βασιλεὺς βιβλία ἐν χειρὶ ἀγγέλων εἰς Ἰερουσαλὴμ καὶ τὰς πόλεις Ἰούδα, πορευθῆναι ὀπίσω νομίμων ἀλλοτρίων τῆς γῆς,

καὶ κωλῦσαι ὁλοκαυτώματα καὶ θυσίας καὶ σπονδὴν ἐκ τοῦ ἁγιάσματος, καὶ βεβηλῶσαι σάββατα καὶ ἑορτάς,

καὶ μιᾶναι ἁγίασμα καὶ ἁγίους·

οἰκοδομῆσαι βωμοὺς καὶ τεμένη καὶ εἴδωλα, καὶ θύειν ὕεια καὶ κτήνη κοινά,

καὶ ἀφιέναι τοὺς υἱοὺς αὐτῶν ἀπεριτμήτους, βδελύξαι τὰς ψυχὰς αὐτῶν ἐν παντὶ ἀκαθάρτῳ καὶ βεβηλῶσαι.

ὥστε ἐπιλαθέσθαι τοῦ νόμου, καὶ ἀλλάξαι πάντα τὰ δικαιώματα.,

καὶ ὁς ἂν μὴ ποιήσῃ κατὰ τὸ ῤῆμα τοῦ βασιλέως ἀποθανεῖται.

κατὰ πάντας τοὺς λόγους τούτους ἔγραψεν τῇ βασιλείᾳ αὐτοῦ, καὶ ἐποίησεν ἐπισκόπους ἐπὶ πάντα τὸν λαόν· καὶ ἐνετείλατο ταῖς πόλεσιν Ἰούδα θυσιάζειν κατὰ πόλιν καὶ πόλιν.

καὶ συνηθροίσθησαν ἀπὸ τοῦ λαοῦ πρὸς αὐτοὺς πολλοί, πᾶς ὁ ἐνκαταλείπων τὸν νόμον· καὶ ἐποίησαν κακὰ ἐν τῇ γῇ,

καὶ ἔθεντο τὸν Ἰσραὴλ ἐν κρυφίοις ἐν παντὶ φυγαδευτηρίῳ αὐτῶν.

Καὶ πεντεκαιδεκάτῃ ἡμέρᾳ Χασελεὺ τῷ πέμπτῳ καὶ τεσσερακοστῷ ἔτει ᾠκοδόμησαν βδέλυγμα ἐρημώσεως ἐπὶ τὸ θυσιαστήριον· καὶ ἐν πόλεσιν Ἰούδα κύκλῳ ᾠκοδόμησαν βωμούς,

καὶ ἐπὶ τῶν θυρίδων τῶν οἰκιῶν καὶ ἐν ταῖς πλατείαις ἐθυμίων.

καὶ τὰ βιβλία τοῦ νόμου ἃ εὗρον, ἐνεπύρισαν πυρὶ κατασχίσαντες.

καὶ ὅπου εὑρίσκετο παρά τινι βιβλίον διαθήκης, καὶ εἴ τις συνευδόκει τῷ νόμῳ, τὸ σύγκριμα τοῦ βασιλέως ἐθανάτου αὐτόν.

ἐν ἰσχύι αὐτῶν ἐποίουν οὕτω τῷ Ἰσραήλ, τοῖς εὑρισκομένοις ἐν παντὶ μηνὶ καὶ μηνὶ ἐν ταῖς πόλεσιν.

καὶ πέμπτῃ καὶ εἰκάδι τοῦ μηνὸς θυσιάζοντες ἐπὶ τὸν βωμὸν ὃς ἦν 41 om εις U+05D0 42 ενκαταλιπειν U+05D0 εγκαταλιπ. Vᵃ επεδεξατο U+05D0 απεδεξατο V U+05D0V 43 ευδοκησαν U+05D0V σαββατον U+05D0Α A* ᵛⁱᵈ] αγιασμα sup ras A 44 τας πολεις (-λις A)] pr εις V 45 κωλυσαι] κυκλωσαι U+05D0 | θυσιαν U+05D0V σαββατα] pr τα V 47 ειδωλα] ειδωλα U+05D0V* (-λα Vᵃ) κοινα] πολλα U+05D0* (καινα U+05D0c.ᵃ) 48 αφειναι U+05D0V |παντι] πνι U+05D0* (παντι?c.a) βεβηλωσειU+05D0* (-σαι U+05D0c.a) V 49 αλλαξασθαιU+05D0 50 ποιησει V το ρημα] τον λογον U+05D0V 51 τη βασιλεια] pr παση U+05D0 | επι] κατα U+05D0 | ενετειλαντο U+05D0 (-τιλ.) V 52 πολλοι προς αυτους U+05D0 | πας ο ενκαταλειπων] και ενκαταλιπων U+05D0* πας ο ενκαταλιπων U+05D0c.a και πας ο εγκαταλειπ. V* (-λιπ. Vᵃ) 53 κρυφοις U+05D0* (κρυφιοις U+05D0c.a) 54 πεντεκαιδεκατη] pr τη U+05D0V Χασαλευ U+05D0* (Χασελευ U+05D0c.ᵃ) | πεμπτῳ και τεσσερακοστω] ε΄ και μ΄ και ρ΄ U+05D0 π. κ. τ. και εκατοστω V | ωκοδομησαν 1⁰] ωκοδομησεν U+05D0* (-σαν U+05D0c.a) 55 θυριδων] θυρων U+05D0V 56 ενεπυρισαν πυρι κατασχισαντες] κατασχ. ενεπ. εν (om εν V) πυριU+05D0V 57 ηυρισκετο V | συνκριμα U+05D0V* εθανατουν U+05D0 58 om ουτω U+05D0* (hab ουτως U+05D0c.a) | ουτως επ. V πολεσιν] + αυτων V 59 πεμπτη] pr τη U+05D0c.a A ἐπὶ τοῦ θυσιαστηρίου.

καὶ τὰς γυναῖκας τὰς περιτετμηκυίας τὰ τέκνα αὐτῶν ἐθανάτωσαν κατὰ τὸ πρόσταγμα,

καὶ ἐκρέμασαν τὰ βρέφη ἐκ τῶν τραχήλων αὐτῶν, καὶ τοὺς οἰκείους αὐτῶν, καὶ τοὺς περιτετμηκότας αὐτούς·

καὶ πολλοὶ ἐν Ἰσραὴλ ἐκρεμάσθησαν. καὶ ὀχυρὠθησαν ἐν αὑτοῖς τοῦ μὴ φαγεῖν κοινά·

καὶ ἐπεδέξαντο ἀποθανεῖν, ἵνα μὴ μιανθῶσιν τοῖς βρώμασιν, καὶ μὴ βεβηλώσουσιν διαθήκην ἁγίαν· καὶ ἀπέθανον.

καὶ ἐγένετο ἀργὴ μεγάλη ἐπὶ Ἰσραὴλ σφόδρα.

Chapter 2

Ἐν ταῖς ἡμέραις ἐκείναις ἀνέστη Ματταθίας Ἰωάννου τοῦ Συμεών, ἱερεὺς τῶν υἱῶν Ἰωαρείμ, ἀπὸ Ἰερουσαλήμ, καὶ ἐκάθισεν ἐν Μωδεείν.

καὶ αὐτῷ υἱοὶ πέντε· Ἰωάννης ὁ ἐπικαλούμενος Γαδδίς,

Σίμων ὁ καλούμενος Θασσίς,

Ἰούδας ὁ καλούμενος Μακκαβαῖος,

Ἐλεαὰρ ὁ καλούμενος Αὑαράν, Ἰωνάθας ὁ καλούμενος Σαφφούς.

Καὶ δεν τὰς βλασφημίας τὰς γινομένας ἐν Ἰούδα καὶ ἐν Ἰερουσαλήμ·

καὶ εἶπεν Οἴμοι, ἵνα τί τοῦτο ἐγενήθην ἰδεῖν τὰ συντρίμματα τοῦ λαοῦ μου καὶ τὸ σύντριμμα τῆς πόλεως τῆς ἁγίας, καὶ καθίσαι ἐκεῖ ἐν τῷ δοθῆναι αὐτὴν ἐν χειρὶ ἐχθρῶν, τὸ ἁγίασμα ἐν χειρὶ ἀλλοτρίων

ἐγένετο ὁ ναὸς αὐτῆς ὡς ἀνὴρ ἔνδοξος·

τὰ σκεύη τῆς δόξης αἰχμάλωτα ἀπήχθη· ἀπεκτάνθη τὰ νήπια αὐτῆς ἐν ταῖς πλατείαις αὐτῆς, οἱ νεανίσκοι αὐτῆς ἐν ῥομφαίᾳ ἐχθροῦ.

ποῖον ἔθνος οὐκ ἐκληρονόμησεν βασίλεια καὶ οὐκ ἐκράτησεν τῶν σκύλων αὐτῆς;

πᾶς ὁ κόσμος αὐτῆς ἀφῃρέθη· ἀντὶ ἐλευθέρας ἐγενήθη εἰς δούλην.

καὶ ἰδοὺ τὰ ἅγια ἡμῶν καὶ ἡ καλλονὴ ἡμῶν καὶ ἡ δόξα ἡμῶν ἠρημώθη. καὶ ἐβεβήλωσαν αὐτὰ ἔθνη·

ἵνα τί ἡμῖν ἔτι ζῆν

καὶ διέρρηξεν Ματταθίας καὶ οἱ υἱοὶ αὐτοῦ τὰ ἱμάτια αὐτῶν, καὶ περιεβάλοντο σάκκους, καὶ ἐπένθησαν σφόδρα.

Καὶ ἦλθον οἱ παρὰ τοῦ βασιλέως οἱ καταναγκάζοντες τὴν ἀποστασίαν εἰς Μωδεεὶν U+05D0V 61 οικους U+05D0V αυτων 2⁰] + προενομευσαν U+05D0c.a αυτους] + εθανατωσαν U+05D0c.ᵃ 62 εκρεμασθησαν] εκραταιωθησαν U+05D0V ωχυρ. V εαυτοις V 63 βεβη- λωσωσα U+05D0V* 64 Ισρ.] pr τον V II 1 Ιωαννου] pr υιος U+05D0V |Ιωαριμ U+05D0 Ιωαρειβ V Μωδειν U+05D0* -δαειν U+05D0c.a -διω V 2 ο επικαλ.] om ο U+05D0* (hab U+05D0c.a) Γαδδει U+05D0 3 ο καλ.] om ο U+05D0 ο επικ. V Θασσει U+05D0V (-σσι) 4 om Μακκαβαιος U+05D0* (hab -βεος U+05D0c.ᵃ) 5 Ελεαζαρ] Ιελεαζαρος U+05D0* Ελεαζαρος U+05D01, c.a ο καλουμενος (1⁰)] om ο U+05D0* (hab U+05D0c.ᵃ) Ιωναθης U+05D0* (-θας U+05D0c.a) -θαν V Σαπφους U+05D0V 6 βλασφ.] + αυτων V γενομενας U+05D0 7 εγεννηθην U+05D0V τα συντριμματα] το συντριμμα U+05D0V om και 2° U+05D0* (hab U+05D0c.a) της αγιας πολεως U+05D0 | εκαθισαν U+05D0V (-θησαν) 9 δοξης] + αυτης U+05D0V αιχμ. pr ως V απηχθη] pr α U+05D0* (improb U+05D0c.a) 10 βασιλεια] pr εν U+05D0 pr η V 11 αφερ. V* (αφαιρ. Vᵃ) εγενετο U+05D0V εγεννηθη A 12 εθνη] pr τα U+05D0V 13 ζην] ζωη U+05D0 14 τα ιμ.] ι bis scr U+05D0* εαυτων V περιεβαλλ. V επενθησεν U+05D0* (-σαν U+05D0c.a) 15 ηλλοιωθη U+05D0* (ηλθ. οιU+05D0c.ᵃ) αποστασιν U+05D0 | Μωδειν U+05D0* (-δεειν U+05D0c.a) -διμ V τὴν πόλιν, ἴνα θυσιάσωσιν.

καὶ πολλοὶ ἀπὸ Ἰσραὴλ πρὸς αὐτοὺς A προσῆλθαν· καὶ Ματταθίας καὶ οἱ υἱοὶ αὐτοῦ συνήχθησαν.

καὶ ἀπεκρίθησαν οἱ παρὰ τοῦ βασιλέως καὶ εἶπαν τῷ Ματταθίᾳ λέγοντες Ἄρχων καὶ ἔνδοξος καὶ μέγας εἶ ἐν τῇ πόλει ταύτῃ, καὶ ἐστηριγμένος ἐν υἱοῖς καὶ ἀδελφοῖς.

νῦν πρόσελθε πρῶτος, καὶ ποίησον τὸ πρόσταγμα τοῦ βασιλέως, ὡς ἐποίησαν πάντα τὰ ἔθνη, καὶ οἱ ἄρχοντες Ἰούδα, καὶ οἱ καταλειφθέντες ἐν Ἰερουσαλήμ· καὶ ἔσῃ σὺ καὶ ὁ οἵκός σου τῶν φίλων τοῦ βασιλέως· καὶ σὺ καὶ οἱ υἱοί σου δοξασθήσεσθε ἀργυρίῳ καὶ χρυσίῳ καὶ ἀποστολαῖς πολλαῖς.

καὶ ἀπεκρίθη Ματταθίας καὶ εἶπεν φωνῇ μεγάλῃ Εἰ πάντα τὰ ἔθνη τὰ ἐν οἴκῳ τῆς βασιλείας τοῦ βασιλέως ἀκούουσιν αὐτοῦ, ἀποστῆναι ἕκαστος ἀπὸ λατρίας πατέρων αὐτοῦ, καὶ ἡρετίσαντο ἐν ταῖς ἐντολαῖς αὐτοῦ·

κἀγὼ καὶ οἱ υἱοί μου καὶ οἱ ἀδελφοί μου πορευσώμεθα ἐν διαθήκῃ πατέρων ἡμῶν.

ἵλεως ἡμῖν καταλείπειν νόμον καὶ δικαιώματα.

τὸν νόμον τοῦ βασιλέως οὐκ ἀκουσόμεθα, παρελθεῖν τὴν λατρίαν ἡμῶν δεξιὰν ἡ ἀριστεράν.

Καὶ ὡς ἐπαύσατο λαλῶν τοὺς λόγους τούτους, προσῆλθεν ἀνήρ Ἰουδαῖος ἐν ὀφθαλμοῖς πάντων, θυμιᾶσαι ἐπὶ τοῦ βωμοῦ ἐν Μωδεεὶμ κατὰ τὸ πρόσταγμα τοῦ βασιλέως.

καὶ ὄιν Ματταθίας καὶ ἐζήλωσεν, καὶ ἐτρόμησαν οἱ νεφροὶ αὐτοῦ, καὶ ἀνήνεγκεν θυμὸν κατὰ τὸ κρίμα, καὶ δραμὼν ἔσφαξεν αὐτὸν ἐπὶ τὸν βωμόν.

καὶ τὸν ἄνδρα τοῦ βασιλέως τὸν ἀναγκάζοντα θύειν ἀπέκτεινεν ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ τὸν βωμὸν καθεῖλεν,

καὶ ἐζήλωσεν τῷ νόμῳ, καθὼς ἐποίησεν Φινεὼς τῷ Ζαμβρὶ υἱῷ Σαλώμ.

καὶ ἀνέκραξεν Ματταθίας ἐν τῇ πόλει φωνῇ μεγάλῃ, λέγων Πᾶς ὁ ζηλῶν τῷ νόμῳ καὶ ἱστῶν διαθήκην, ἐξελθέτω ὀπίσω μου.

καὶ ἔφυγον αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ εἰς τὰ ὄρη, καὶ ἐνκατέλειπον ὅσα εἶχον ἐν τῇ πόλει.

Τότε κατέβησαν πολλοὶ ζητοῦντες δικαιοσύνην καὶ κρίμα εἰς τὴν ἔρημον καθίσαι ἐκεῖ,

αὐτοὶ καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ 16 προσηλθον U+05D0V 17 ειπον U+05D0V εστηρισμενος U+05D0 | om εν 2° U+05D0V και 6°] U+05D0V pr τε V 18 νυν] pr ӄ | V ως] pr και U+05D0* (improb U+05D0c.a) εποιησεν U+05D0 | ar- χοντες] ανδρες U+05D0V συ 1⁰] σοι A +και οι υιοι σου V | om κσι ο οικος...και συ και U+05D0* hab και οι υιοι σου των φιλων του βασιλεως ӄ συ ӄ U+05D0c.a | δοξασθηση U+05D0* (-θησεσθαι U+05D0c.a) χρυσ. κ. αργ. V 19 ει] pr και V | του βασ.] incep τη U+05D0* (του U+05D0¹) εκαστον V 20 πορευσομεθα U+05D0V 21 καταλιπειν U+05D0 22 νο- μον] λογον U+05D0V 23 om τους λογους τουτους U+05D0* (hab U+05D0c.b) θυμιασαι] θυσιασαι U+05D0V εν 2°] pr του U+05D0c.a Μωδεειμ] Βωδειν U+05D0* (Μ pro B U+05D0c.a? c.b?) Μωδεειν U+05D0 -διμ V 24 ειδεν U+05D0V | ετρομασαν U+05D0c.aV V 25 καθειηλ | U+05D0* (-λεν U+05D0c.a) 26 εζηλωσεν] εδωκαν B (ετηλωσεν U+05D0c.a) εζηλωσαν V φινεεσ U+05D0V Ζαμβρει U+05D0 -βρι V 27 και 2°] η 2 (και fort vult U+05D0c.a) om A τη διαθηκη V 24 ενκατελιπον U+05D0 A γυναῖκες αὐτῶν καὶ τὰ κτήνη αὐτῶν· ὅτι ἐσκληρύνθη ἐπʼ αὐτοὺς τὰ κακά.

καὶ ἀνηγγέλη τοῖς ἀνδράσιν τοῦ βασιλέως καὶ ταῖς δυνάμεσιν αἳ ἦσαν ἐν Ἰερουσαλὴμ πόλει Δαυείδ, ὅτι κατέβησαν ἄνδρες, οἵτινες διεσκέδασαν τὴν ἐντολὴν τοῦ βασιλέως, εἰς τοὺς κρυφοὺς ἐν τῇ ἐρήμῳ.

καὶ ἔδραμον ὀπίσω αὐτῶν πολλοί, καὶ καταλαβόντες αὐτοὺς παρενέβαλον ἐπ᾿ αὐτηύς, καὶ συνεστείλαντο πρὸς αὐτοὺς πόλεμον ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων·

καὶ εἶπαν πρὸς αὐτοὺς Ἕως τοῦ νῦν· ἐξελθόντες ποιήσατε κατὰ τὸν λόγον τοῦ βασιλέως, καὶ ζήσεοθε.

καὶ εἶπαν Οὐκ ἐξελευσόμεθα, οὐδὲ ποιήσομεν τὸν λόγον τοῦ βασιλέως, βεβηλῶσαι τὴν ἡμέραν τῶν σαββάτων.

καὶ ἐτάχυναν ἐπʼ αὐτοὺς πόλεμον.

καὶ οὐκ ἀπεκρίθησαν αὐτοῖς, οὐδὲ λίθον ἐνετίναξον αὐτοῖς, οὐδὲ ἐνέφραξαν τοὺς κρυφούς,

λέγοντες Ἀποθάνωμεν οἱ πάντες ἐν τῆ ἁπλότητι ἡμῶν· μαρτυρεῖ ἐφʼ ἡμᾶς ὁ οὐρανὸς καὶ ἡ γῆ ὅτι ἀκρίτως ἀπόλλυτε ἡμᾶς.

καὶ ἀνέστησαν ἐπʼ αὐτοὺς ἐν τῷ πολέμῳ τοῖς σάββασιν· καὶ ἀπέθανον αὐτοὶ καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ τὰ κτήνη αὐτῶν, ἕως χιλίων ψυχῶν ἀνθράπων.

Καὶ ἔγνω Ματταθίας καὶ οἱ φίλοι αὐτοῦ, καὶ ἐπένθησαν ἐπʼ αὐτοὺς ἕως σφόδρα.

καὶ εἶπεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ Ἐὰν πάντες ποιήσωμεν ὡς οἱ ἀδελφοὶ ἡμῶν ἐποίησαν, καὶ μὴ πολεμήσωμεν εἰς τὰ ἔθνη ὑπὲρ τῆς ψυχῆς ἡμῶν καὶ τῶν δικαιωμάτων ἡμῶν, νῦν τάχιον ἡμᾶς ὀλεθρεύσουσιν ἀπὸ τῆς γῆς.

καὶ ἐβουλεύσαντο τῇ ἡμέρᾳ ἐκείνῃ, λέγοντες Πᾶς ἄνθρωπος ὃς ἐὰν ἔλθῃ πρὸς ἡμᾶς εἰς πόλεμον τῇ ἡμέρᾳ τῶν σαββάτων, πολεμήσωμεν κατέναντι αὐτοῦ, καὶ οὐ μὴ ἀποθάνωμεν πάντες καθὼς ἀπέθανον οἱ ἀδελφοὶ ἡμῶν ἐν τοῖς κρυφοῖς.

τότε συνήχθησαν πρὸς αὐτοὺς συναγωγὴ Ἁσιδαίων, ἰσχυρᾷ δυνάμει ἀπὸ Ἰσραήλ, πᾶς ὁ ἑκουσιαζόμενος τῷ νόμῳ.

καὶ πάντες οἱ φυγαδεύοντες ἀπὸ τῶν κακῶν U+05D0V 30 εσκληρυνθη] επληθυνθη V αυτους] + επληθυνθη U+05D0* + κ επληθ. U+05D0c.ᵃ 31 ανηγγελη] incep αναU+05D0* (ανηγγ. U+05D0¹) ταις δυναμεσιν] αι δυναμεις U+05D0 | πολις V ανδρες] pr οι U+05D0 | εντολην] βουλην U+05D0 | κρυφιους U+05D0V 32 καταλαβοντες αυτους] κατελαβοντο αυτους και U+05D0V παρενεβαλοντο U+05D0* παρενεβαλλον U+05D0c.b pr και U+05D0 | επ] προς U+05D0* (επ U+05D0c.ᵃ) συνεστειλαντο] συνεστησαντο U+05D0V 33 ειπον U+05D0V | ποιησατε] ποιησωμεν U+05D0* (-σαται U+05D0c.ᵃ) 34 ποιησωμεν A 35 ετα- χυνεν U+05D0 36 ουδε 1⁰] ου U+05D0 | κοφρους U+05D0* (κρυφους U+05D0c.a) κρυφιους V 37 οι παντες] om οι U+05D0V om εφ ημας U+05D0* (hab U+05D0c.ᵃ) 38 επ] προς U+05D0 | τω πολεμω] om τω U+05D0 | τοις σαββασιν] om τοις U+05D0* (hab U+05D0c.ᵃ) om χιλιων U+05D0* (hab U+05D0c.a) 39 εγνων V* om επ U+05D0 | om εως U+05D0 40 προς τον πλησιον] τω πλ. U+05D0V | ποιησομεν V* | εις] προς U+05D0V διωματων U+05D0* (δικαιωματων U+05D0c.ᵃ) | ολοθρευσουσιν ημας U+05D0V 41 τηνημεραν εκενην U+05D0 | προς] εφ U+05D0V πολεμησομεν V |καθως] ως U+05D0 | om απεθανον V κρυφιοις U+05D0V 42 συναγωγη Ασιδαιων (-δεων A) ισχυρα (-ραι A)] πασα συναγωγη Ιουδαιων ισχυροι U+05D0 συν. πασα] Ιουδ. οχυροι V προσετέθησαν αὐτοῖς, καὶ ἐγένοντο αὐτοῖς εἰς στήριγμα.

καὶ A συνεστήσαντο δύναμιν, καὶ ἐπάταξαν ἁμαρτωλοὺς ἐν ὀργῇ αὐτῶν, καὶ ἄνδρας ἀνόμους ἐν θυμῷ αὐτῶν· καὶ οἱ λοιποὶ ἔφυγον εἰς τὰ ἔθνη σωθῆναι.

καὶ ἐκύκλωσεν Ματταθίας καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ καθεῖλον τοὺς βωμοὺς αὐτῶν,

καὶ περιέτεμον τὰ παιδάρια τὰ ἀπερίτμητα ὅσα εὗρεν ἐν ὁρίοις Ἰσραὴλ ἐν ἰσχύι.

καὶ ἐδίωξαν τοὺς υἱοὺς τῆς ὑπερηφανίας, καὶ κατευοδώθη τὸ ἔργον ἐν χειρὶ αὐτῶν.

καὶ ἀντελάβοντο τοῦ νόμου ἐκ χειρὸς τῶν ἐθνῶν καὶ ἐκ χειρὸς τῶν βασιλέων, καὶ οὐκ ἔδωκαν κέρας τῷ ἁμαρτωλῷ.

Καὶ ἤγγισαν αἱ ἡμέραι τοῦ Ματταθίου ἀποθανεῖν, καὶ εἶπεν τοῖς υἱοῖς αὐτοῦ Νῦν ἐστηρίχθη ὑπερηφανία καὶ ἐλέγμὸς καὶ καιρὸς καταστροφῆς καὶ ὀργὴ θυμοῦ.

καὶ νῦν, τέκνα, ζηλώσατε τῷ νόμῳ, καὶ δότε τὰς ψυχὰς ὑμῶν ὑπὲρ διαθήκης πατέρων ἡμῶν.

μνήσθητε τῶν πατέρων ἡμῶν τὰ ἔργα ἃ ἐποίησαν ταῖς γενεαῖς αὐτῶν, καὶ δέξασθε δόξαν μεγάλην καὶ δόξαν αἰώνιον.

Ἀβραὰμ οὐκ ἐν πειρασμῷ εὑρέθη πιστός, καὶ ἐλογίσθη αὐτῷ δικαιοσύνη;

Ἰωσὴφ ἐν καιρῷ στενοχωρίας αὐτοῦ ἐφύλαξεν ἐντολήν, καὶ ἐγένετο κύριος Αἰγύπτου.

Φινεὲς ὁ πατὴρ ἡμῶν ἐν τῷ ζηλῶσαι ζῆλον ἔλαβεν διαθήκην ἱερωσύνης ἁγίας.

Ἰησοῦς ἐν τῷ πληρῶσαι λόγον ἐγένετο κριτὴς ἐν Ἰσραήλ.

Χαλὲβ ἐν τῷ ἐπιμαρτύρασθαι τῇ ἐκκλησίᾳ ἔλαβεν γῆν κληρονομίαν.

Δαυεὶδ ἐν τῷ ἐλέει αὐτοῦ ἐκληρονόμησεν θρόνον βασιλείας αἰωνίας.

Ἠλίας ἐν τῷ ζηλῶσαι ζῆλον νόμου ἀνελήμφθη ὡς εἰς τὸν οὐρανόν.

Ἀνανίας, Ἀζαρίας. Μισαήλ, πιστεύσαντες ἐσώθησαν ἐκ φλογός.

Δανιὴλ ἐν τῇ ἁπλότητι αὐτοῦ ἐρύσθη ἐκ στόματος λεόντων.

καὶ οὕτως ἐνυοήθητε κατὰ γενεάν, ὅτι πάντες οἱ ἐλπίζοντες ἐπʼ αὐτὸν οὐκ ἀσθενήσουσιν.

καὶ ἀπὸ λόγων ἀνδρὸς ἁμαρτωλοῦ μὴ φοβηθῆτε, ὅτι ἡ δόξα αὐτοῦ εἰς κόπρια καὶ εἰς σκώληκας.

σήμερον ἐπαρθήσεται, καὶ οὐ μὴ εὑρεθῇ, ὅτι ἐπέστρεψεν εἰς τὸν χοῦν αὐτοῦ, καὶ ὁ διαλογισμὸς αὐτοῦ ἀπώλετο.

καὶ ὑμεῖς, τέκνα, ἰσχύετε καὶ ἀνδρίζεσθε ἐν τῷ νόμῳ ὑμῶν, ὅτι ἐν αὐτῷ δοξασθήσεσθε.

καὶ ἰδοὺ Συμεὼν ὁ ἀδελφὸς ὑμῶν, οἶδα ὅτι ἀνὴρ βουλῆς ἐστιν· αὐτοῦ ἀκούετε πάσας τὰς ἡμέρας, αὐτὸς ὑμῖν ἔσται εἰς πατέρα.

καὶ Ἰούδας ὁ Μακκαβαῖος αὐτός, ἰσχυρὸς ἐν δυνάμει αὐτὸς ἐκ νεότητος αὐτοῦ, οὗτος ὑμῖν ἔσται εἰς ἄρχοντα στρατιᾶς· καὶ πολεμήσετε πόλεμον λαῶν.

καὶ ὑμεῖς προσάξετε πρὸς ὑμᾶς πάντας τοὺς ποιητὰς τοῦ νόμου, καὶ ἐκδικησατε ἐκδίκησιν τοῦ λαοῦ ὑμῶν.

ἀνταποδίδοτε ἀνταπόδομα τοῖς ἔθνεσιν, καὶ προσέχετε εἰς προστάγματα τοῦ νόμου.

Καὶ ηὐλόγησεν αὐτούς· καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ.

καὶ ἀπέθανεν ἐν τῷ ἕκτῳ καὶ τεσσερακοστῷ καὶ ἑκατοστῷ ἔτει· καὶ ἔθαψαν αὐτὸν οἱ υἱοὶ αὐτοῦ ἐν τάφοις πατέρων αὐτοῦ ἐν Μωδεείν, καὶ ἐκόψαντο αὐτὸν πᾶς Ἰσραὴλ κοπετὸν μέγαν.

Chapter 3

Καὶ ἀνέστη Ἰούδας ὁ καλούμενος Μακκαβαῖος υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.

καὶ ἐβοήθουν αὐτῷ πάντες οἱ ἀδελφοὶ αὐτοῦ, καὶ πάντες ὅσοι ἐκολλήθησαν τῷ πατρὶ αὐτοῦ, καὶ ἐπολέμουν τὸν πόλεμον Ἰσραὴλ μετʼ εὐφροσύνης.

καὶ ἐπλάτυνεν δόξαν τῷ λαῷ αὐτοῦ· καὶ ἐνεδύσατο θώρακα ὡς γίγας, καὶ συνεζώσατο τὰ σκεύη τὰ πολεμικὰ αὐτοῦ· πολέμους συνεστήσατο, σκεπάζων παρεμβολὴν ἐν ῥομφαίᾳ.

καὶ ὡμοιώθη λέοντι ἐν τοῖς ἔργοις αὐτοῦ, καὶ ὡς σκύμνος ἐρευγόμενος εἰς θήραν.

καὶ ἐδίωξεν ἀνόμους ἐξερευνῶν, καὶ τοὺς ταράσσοντας τὸν λαὸν αὐτοῦ ἐφλόγισεν·

καὶ συνεστάλησαν οἱ ἄνομοι ἀπὸ τοῦ φόβου αὐτοῦ, καὶ πάντες οἱ ἐργάται τῆς ἀνομίας συνεταράχθησαν, καὶ εὐοδώθη σωτηρία ἐν χειρὶ αὐτοῦ.

καὶ ἐπίκρανεν βασιλεῖς πολλούς, καὶ ηὔφρανεν τὸν Ἰακὼβ ἐν τοῖς ἔργοις αὐτοῦ, καὶ ἕως τοῦ αἰῶνος τὸ μνημόσυνον αὐτοῦ εἰς εὐλογίαν.

καὶ διῆλθεν ἐν πόλεσιν Ἰούδα, καὶ ἐξωλέθρευσεν ἀσεβεῖς ἐπʼ αὐτῆς, καὶ U+05D0V 64 om και υμεις U+05D0* (hab U+05D0c.a) ανδριζεσθε και ισχυσατε U+05D0V om υμων U+05D0V 65 υμιν εσται εις πατερα] εσιοι υμιν πατηρ U+05D0 ε. υμων π, V 66 ο Μακκαβαιος] om ο U+05D0 | om αυτος bis U+05D0 : 2⁰, V εν δυναμει] δυναμιν U+05D0* -μι U+05D0c.ᵃ -μει V om αυτου U+05D0 | ουτος υμιν εσται εις αρχοντα] αυτος εσται υμιν αρχων U+05D0 αυτος ε. αρχων V πολεμησετε] πολεμησει U+05D0V 68 ανταποδοται U+05D0 | προσταγμα U+05D0 τα προσταγματα V 69 ευλογησεν U+05D0V αυτου] αυτων U+05D0* (-του U+05D0c.a) 70 om εν 1° V εκτω…εκατοστω] γ΄ και μ΄ και ερ΄ (sic) (pro γ΄ leg ς΄ et ras ε ante ρ΄ U+05D0c.a) εθαψαν αυτον οι υιοι αυτου] εταφη U+05D0 | om οι V Μωδειν U+05D0* (Μωδεειν U+05D0c.ᵃ) δειμ V* (-διμ Vᵃ) III 1 αυτου 2⁰] αρτου U+05D0* (αυτ. U+05D0c.a) 2 αυτω] αυτον V οσοι] οι U+05D0 | επολεμουντο πολεμον U+05D0* (επολεμουν τον π. U+05D0c.ᵃ) 3 λαω] λογω V | πολεμους συνεστησατο] και συνεστ. πολ. U+05D0V | παρεμβ. εν ρομφαια] ρομφ. εν πολεμω V 4 om αυτου U+05D0 | ορευγομενος U+05D0 5 τον λαον αυτ.] om λαον A (hab U+05D0V) 6 οι ανομοι] om οι U+05D0V ενωδ. V σωτ.] pr η V 7 επικραναν A ευφρανεν U+05D0 |εις] pr και U+05D0* (improb U+05D0?) 8 πολεσιν] πολι U+05D0 | εξωλοθρ V επ] εξ U+05D0V ἀπέστρεψεν ὀργὴν ἀπὸ Ἰσραήλ·

καὶ ὠνομάσθη ἕως ἐσχάτου τῆς Α γῆς, καὶ συνήγαγεν ἀπολλυμένους.

Καὶ συνήγαγεν Ἀπολλώνιος ἔθνη, καὶ ἀπὸ Σαμαρίας δύναμιν μεγάλην τοῦ πολεμῆσαι πρὸς Ἰσραήλ.

καὶ ἔγνω Ἰούδας, καὶ ἐξῆλθεν εἰς συνάντησιν αὐτῷ καὶ ἐπάταξεν αὐτὸν καὶ ἀπέκτεινεν· καὶ ἔπεσον τραυματίαι πολλοί, καὶ οἱ ἐπίλοιποι ἔφυγον.

καὶ ἔλαβον τὰ σκεύη αὐτῶν, καὶ τὴν μάχαιραν Ἀπολλωνίου ἔλαβεν Ἰούδας, καὶ ἦν πολεμῶν ἐν αὐτῇ πάσας τὰς ἡμέρας.

Καὶ ἤκουσεν Σήρων, ὁ ἄρχων τῆς δυνάμεως Συρίας, ὅτι ἤθροισεν Ἰούδας ἄθροισμα καὶ ἐκκλησίαν πιστῶν μεθʼ αὑτοῦ καὶ ἐκπορευομένων εἰς πόλεμον.

καὶ εἶπεν Ποιήσω ἐμαυτῷ ὄνομα, καὶ δοξασθήσομαι ἐν τῇ βασιλείᾳ, καὶ πολεμήσω τὸν Ἰούδαν καὶ τοὺς σὺν αὐτῷ καὶ τοὺς ἐξουδενοῦντας τὸν λόγον τοῦ βασιλέως.

καὶ προσέθετο καὶ ἀνέβη μετʼ αὐτοῦ παρεμβολὴ ἀσεβῶν ἰσχυρὰ βοηθῆσαι αὐτῷ, ποιῆσαι τὴν ἐκδίκησιν ἐν υἱοῖς Ἰσραήλ.

καὶ ἤγγισεν ἕως ἀναβάσεως Μεθωρών· καὶ ἐξῆλθεν Ἰούδας εἰς συνάντησιν αὐτῷ ὀλιγοστός.

ὡς δὲ ἴδαν τὴν παρεμβολὴν ἐρχομένην εἰς συνἀντησιν αὐτῷ, εἶπαν τῷ Ἰούδᾳ Τί δυνησόμεθα ὀλιγοστοὶ ὄντες πολεμῆσαι πρὸς πλῆθος τοσοῦτο; καὶ ἡμεῖς ἐκλελύμεθα ἀσιτοῦντες σήμερον.

καὶ εἶπεν Ἰούδας Εὔκοπόν ἐστιν συνκλεισθῆναι πολλοὺς ἐν χερσὶν ὀλίγων· καὶ οὐκ ἔστιν διαφορὰ ἐναντίον τοῦ οὐρανοῦ σώζειν ἐν πολλοῖς ἢ ἐν ὀλίγοις.

ὅτι οὐκ ἐν πλήθει δυνάμεως νίκη πολέμου ἐστίν, ἀλλ᾿ ἢ ἐκ τοῦ οὐρανοῦ ἰσχύς.

αὐτοὶ ἔρχονται πρὸς ἡμᾶς πλήθει ὕβρεως καὶ ἀνομίας, τοῦ ἐξᾶραι ἡμᾶς καὶ τὰς γυναῖκας ἡμῶν καὶ τὰ τέκνα ἡμῶν, τοῦ σκυλεῦσαι ἡμᾶς.

ἡμεῖς δὲ πολεμοῦμεν περὶ τῶν ψυχῶν ἡμῶν καὶ τῶν νομίμων ἡμῶν.

καὶ αὐτὸς συντρίψει αὐτοὺς πρὸ προσώπου ἡμῶν· ὑμεῖς δέ μὴ φοβηθῆτε ἀπʼ αὐτῶν.

ὡς δὲ ἐπαύσατο λαλῶν, ἐνήλατο ἐπʼ αὐτοὺς ἄφνω, καὶ συνετρίβη Σήρων καὶ ἡ παρεμβολὴ αὐτοῦ ἐνώπιον αὐτοῦ.

καὶ ἐδίωκον αὐτοὺς ἐν τῇ καταβάσει Βαιθωρὼν ἕως τοῦ πεδίου· καὶ ἔπεσον ἀπʼ αὐτῶν εἰς ἄνδρας ὀκτακοσίους· οἱ δὲ λοιποὶ 9 ονομ. V της γης] om της U+05D0 | απολλυμενους] Απολλωνιος Vᵃ 10 om U+05D0V και συν. Απ. Vᵃ Ισραηλ] pr τον U+05D0 11 αυτω] αυτων V 12 σκευη] σκυλα U+05D0V 13 μεθ] μετ U+05D0V 14 ενδοξασθ. U+05D0 | Ιουδαν] pr υιον U+05D0* (improb U+05D0c.a) om και 5⁰ U+05D0V τους εξουδ.] εξουθ, V 15 ισχυρα] +μετ αυτου V |ποιησαι] pr και V 16 ηγγισαν V Μεθωρων] Βαιθωρων U+05D0V αυτων V 17 ιδεν U+05D0* ειδον U+05D0c.a V ερχομενην] pr την U+05D0c.ᵃ | αυτω] αυτων U+05D0Vᵃ ειπον U+05D0V¹(ειπον… δυν. sup ras V¹) τοσουτο] + ισχυρον U+05D0V 18 συγκλ. V | εναντιον] + του θεου U+05D0V σωζειν] + η U+05D0 19 om η U+05D0V ισχυς] pr η U+05D0V 20 προς] εφ U+05D0 | πληθει] pr εν U+05D0V 21 om ημων 2⁰ U+05D0* (hab U+05D0c.ᵃ) 22 αυτους] αυ- του U+05D0* (superscr ς U+05D0¹) υμεις] ημεις Α φοβηθητε] φοβεισθε (-βισθε U+05D0*) U+05D0V 23 ενειλατο V* επ] εις U+05D0 συνετριβησαν V 24 αυτους] αυτον U+05D0 Βεθωρων A A ἔφυγον εἰς γῆν Φυλιστείμ.

καὶ ἤρξατο ὁ φόβος Ἰούδα καὶ τῶν ἀδελφῶν αὐτοῦ, καὶ ἡ πτόη ἔπιπτεν ἐπὶ τὰ ἔθνη τὰ κύκλῳ αὐτῶν.

καὶ ἤγγισεν ἕως τοῦ βασιλέως τὸ ὄνομα αὐτοῦ, καὶ ὑπὲρ τῶν παρατάξεων Ἰούδα ἐξηγεῖτο πᾶν ἔθνος.

Ὡς δὲ ἤκουσεν Ἀντίοχος ὁ βασιλεὺς τοὺς λόγους τούτους, ὠργίσθη θμμῷ· καὶ ἀπέστειλεν καὶ συνήγαγεν τὰς δυνάμεις πάσας τῆς βασιλείας αὐτοῦ, παρεμβολὴν ἰσχυρὰν σφόδρα·

καὶ ἤνοιξεν τὸ γαζοφυλάκιον αὐτοῦ, καὶ ἔδωκεν ὀψώνια ταῖς δυνάμεσιν αὐτοῦ εἰς τὸν ἐνιαυτόν· καὶ ἐνετείλατο αὐτοῖς εἰς ἐνιαυτὸν εἶναι ἑτοίμους εἰς πᾶσαν χρείαν.

καὶ ἴδεν ὅτι ἐξέλειπεν τὸ ἀργύριον ἀπὸ τῶν θησαυρῶν· καὶ οἱ φόροι τῆς χώρας ὀλίγοι χάριν τῆς διχοστασίας καὶ πληγῆς ἧς κατεσκεύασεν ἐν τῇ γῆ. τοῦ ἆραι τὰ νόμιμα ἃ ἦσαν ἀφ᾿ ἡνερῶν τῶν πρώτων.

καὶ εὐλαβήθὴ μὴ οὐκ ἔχει ὡς ἅπαξ καὶ δὶς εἰς τὰς δαπάνας καὶ τὰ δόματα ἃ ἐδίδου ἔμπροσθεν δα ιλῃ χειρί,

καὶ ἠπορεῖτο τῇ ψυχῇ αὐτοῦ σφόδρα· καὶ ἐβουλεύσατο τοῦ πορευθῆναι εἰς τὴν Περσίδα, καὶ λαβεῖν τοὺς φόρους τῶν χωρῶν, καὶ συναγαγεῖν ἀργύριον πολύ.

καὶ κατέλειπεν Λυσίαν ἄνθρωπον ἔνδοξον καὶ ἀπὸ γένους τῆς βασιλείας ἐπὶ τῶν πραγμάτων τοῦ βασιλέως, ἀπὸ τοῦ ποταμοῦ Εὐφράτου ἕως τῶν ὁρίων Αἰγύπτου,

καὶ τρέφειν Ἀντίοχον τὸν υἱὸν αὐτοῦ ἕως τοῦ ἐπιστρέψαι αὐτόν.

καὶ παρέδωκεν αὐτῷ τὰς ἡμίσεις τῶν δυνάμεων καὶ τοὺς ἐλέφαντας, καὶ ἐνετείλατο αὐτῷ περὶ πάντων ὦν ἐβούλετο, καὶ περὶ πάντων τῶν κατοικούντων τὴν Ἰουδαίαν καὶ Ἰερουσαλήμ,

ἀποστεῖλαι ἐπʼ αὐτοὺς δύναμιν, τοῦ ἐκρίψαι καὶ ἐξᾶραι τὴν ἰσχὺν Ἰσραὴλ καὶ τὸ κατάλιμμα Ἰερουσαλήμ, καὶ ἆραι τὸ μνημόσυνον αὐτοῦ ἀπὸ τοῦ τόπου,

καὶ κατοικῆσαι υἱοὺς ἀλλοτρίους ἐν πᾶσι τοῖς ὁρίοις αὐτῶν, καὶ κατακληρονομῆσαι τὴν γῆν αὐτῶν.

καὶ ὁ βασιλεὺς παρέλαβεν τὰς ἡμίσεις τῶν δυνάμεων τὰς καταλειφθείσας· καὶ ἀπῆρεν ἀπὸ Ἀντιοχίας, ἀπὸ πόλεως U+05D0V 24 γην] την V 25 Ιουδας U+05D0* (-δα U+05D0c.a) επιπτεν] επεπιπτεν U+05D0 26 παν εθνος] τα εθνη U+05D0 27 ο βασιλευς Αντιοχος U+05D0 | τας βασ. V* (της β. V¹) 27 28 om παρεμβολην…γαζοφ. αυτου U+05D0* (hab U+05D0c.ᵃ) 28 τοις δυν. (sic) A om αυτου 2° U+05D0* (hah U+05D0c.ᵃ) V τον ενιαυτον] om τον U+05D0V | om εις ενιαυτον U+05D0V 29 ειδεν U+05D0V | εξελιπεν U+05D0 | απο] εκ U+05D0V 30 εχη U+05D0 | δοματα] δικαιωματα V ενπροσθεν A δαφιλει Va χειρι] + και επερισσευσεν υπερ τους βασιλεις τους εμπροσθεν (+ δαψιλη λει Va] χειρι V) U+05D0V 31 εβουλευσαντο A πολυν A 32 κατελειπεν] απελυσεν U+05D0* κατελιπεν U+05D0c.a V* εως] pr και U+05D0V | των οριων] om των U+05D0V 33 επιστρεψε A (seq ras 1 lit) 34 ηβουλετο U+05D0 εβουλευσατο V om παντων 2° U+05D0V 35 του εκριψαι] και του εκτριφαι U+05D0 om του V αυτου] αυτων U+05D0V 36 υιους αλλοτριους] απ αυτων αλλογενεις U+05D0* υιους αλλογενων U+05D0c.a c.b υιους αλλογενης V* (-νεις Vᵃ) πασιν U+05D0V* |κατακληρο- δοτησαι U+05D0V | 37 Αντιοχειας V βασιλείας αὐτοῦ, ἔτους ἑβδόμου καὶ τεσσερακοστοῦ καὶ ἑκατοστοῦ· Α καὶ διεπέρασεν τὸν Εὐφράτην ποταμόν, καὶ διεπορεύετο τὰς ἐπάνω χώρας.

Καὶ ἐπέλεξεν Λυσίας Πτολεμαῖον τὸν Δορυμένους, Νικάνορα καὶ Γοργίαν, ἄνδρας δυνατοὺς τῶν φίλὼν τοῦ βασιλέως.

καὶ ἀπέστειλεν μετʼ αὐτῶν τεσσεράκοντα χιλιάδας ἀνδρῶν καὶ ἑπτακισχίλιον ἵππον, τοῦ ἐλθεῖν εἰς γῆν Ἰούδα καὶ καταφθεῖραι αὐτὴν κατὰ τὸν λόγον τοῦ βασιλέως.

καὶ ἀπῆραν σὺν πάσῃ τῇ δυνάμει αὐτῶν καὶ ἦλθον· καὶ παρέβαλον· πλησίον Ἀμμαοὺν ἐν τῇ γῇ τῇ πεδινῇ.

καὶ ἤκουσαν οἱ ἔμποροι τῆς χώρας τὸ ὄνομα αὐτῶν, καὶ ἔλαβον ἀργύριον καὶ χρυσίον πολὺ σφόδρα καὶ παῖδας· καὶ ἦλθον εἰς τὴν παρεμβολὴν τοῦ λαβεῖν τοὺς υἱοὺς Ἰσραὴλ εἰς πταῖδας· καὶ προσεγενήθησαν πρὸς αὐτοὺς δυνάμεις Συρίας καὶ γῆς ἀλλοφύλων.

Καὶ ἴδεν Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ ὅτι ἐπληθύνθη τὰ κακά, καὶ αἱ δυνάμεις παρεμβαλοῦσιν ἐν τοῖς ὁρίοις αὐτῶν· καὶ ἐπέγναωσαν τοὺς λόγους τῆς βασιλείας οὓς ἐνετείλατο ποιῆσαι τῷ λαῷ εἰς ἀπώλειαν καὶ συντέλειαν.

καὶ εἶπαν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ Ἀναστήσωμεν τὴν καθαίρεσιν τοῦ λαοῦ ἡμῶν καὶ τῶν ἁγίων.

καὶ ἡθροίσθησαν ἡ συναγωγὴ τοῦ εἶναι ἐτοίμους εἰς πόλεμον, καὶ τοῦ προσεύξασθαι καὶ αἰτῆσαι ἔλεον καὶ οἰκτειρμούς.

καὶ Ἰερουσαλὴμ ἦν ἀοίκητος ὡς ἔρημος· οὐκ ἦν ὁ εἰσπορευόμενος καὶ ἐκπορευόμενος ἐκ τῶν γενημάτων αὐτῆς· καὶ τὸ ἁγίασμα καταπατούμενον, καὶ υἱοὶ ἀλλογενῶν ἐν τῇ ἄκρᾳ, κατάλυμα ἐν τοῖε ἔθνεσιν· καὶ ἐξήρθη τέρψις ἐξ Ἰακώβ, καὶ ἐξέλειπεν αὐλὸς καὶ κινύρα.

καὶ συνήχθησαν καὶ ἤλθοσαν εἰς Μασσηφὰ κατέναντι Ἰερουσαλήμ, ὅτι τόπος προσευχῆς εἰς Μασσηφὰ τὸ πρότερον τῷ Ἰσραήλ.

καὶ ἐνήστευσαν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ περιεβάλλοντο σάκκους καὶ σποδὸν ἐπὶ τὰς κεφαλὰς αὐτῶν, καὶ διέρρηξαν 37 εβδομου κ. τεσσερακ. κ. εκατ.] ζ΄ και μ΄ και ρ΄ U+05D0 | διεπορευετο] διεπε- U+05D0V ρασεν U+05D0*ᵛⁱᵈ (διεπορευετο U+05D0¹) 38 Πτολεμεον A om V Νικανορα] pr και U+05D0V Γοργειαν A 39 τεσσερ.] πεντηκοντα V επτακισχιλιαν U+05D0V | om εις U+05D0* (hab U+05D0c.ᵃ) om αυτην U+05D0* (hab U+05D0c.a) 40 απηρεν παρενεβαλον U+05D0 | Αμμαου U+05D0 Αμμαυ V 41 πολυν A ηλθεν U+05D0* (-θον U+05D0c.ᵃ) | προσεγενηθησαν] προσετεθησαν U+05D0Vᵃ (προστεθ, V*) | δυναμεις (-μις U+05D0V)] pr και U+05D0 42 ειδεν U+05D0V |δυναμις U+05D0A παρεμβαλλουσιν U+05D0V λογους] incep λα U+05D0* (λογ. U+05D0¹) | της βασιλειας] του βασιλεως U+05D0V απωλιαν U+05D0V* (-πολ.) 43 αναστησον U+05D0* (-στησομεν U+05D0c.ᵃ V) των αγιων] πολεμησομεν περι (sed περι U+05D01 ⁽ᵐᵍ) του λαου ημων και των λαων (pro λαων corr αγιων U+05D0¹⁽ᵛⁱᵈ) U+05D0* 44 ηθροισθη U+05D0V η συναγ.] pr πασα V ελεος U+05D0V | οικτιρμους U+05D0Vᵃ 45 ανοικητος U+05D0* (αοικ. U+05D0c.ᵃ) om και εκπορευομενος U+05D0* (hab U+05D0c.a) V | om εν 2⁰ εξελιπεν U+05D0 46 ηλθον V εις 2⁰] ην εν U+05D0V 47 περιεβαλοντο την κεφαλην U+05D0V A τὰ ἱμάτια αὐτῶν.

καὶ ἐξεπέτασαν τὸ βιβλίον τοῦ νόμου, περὶ ὦν ἐξηρεύνων τὰ ἔθνη τὰ ὁμοιώματὰ τῶν εἰδώλων αὐτῶν.

καὶ ἤνεγκαν τὰ ἱμάτια τῆς ἱερωσύνης καὶ τὰ πρωτογενήματα καὶ τὰς δεκάτας· καὶ ἤγειραν τοὺς Ναζιραίους, οἳ ἐπλήρωσαν τὰς ἡμέρας·

καὶ ἐβόησαν φωνῇ εἰς τὸν οὐρανὸν λέγοντες Τί ποιήσαρμεν τούτοις, καὶ ποῦ αὐτοὺς ἀπαγάγωμεν ;

καὶ τὰ ἅγιά σου καταπεπάτηται καὶ βεβήλωται, καὶ οἱ ἱερεῖς σου ἐν πένθει καὶ ταπεινώσει.

καὶ ἰδοὺ τὰ ἔθνη συνῆκται ἐφʼ ἡμᾶς τοῦ ἐξᾶραι ἡμᾶς· σὺ οἶδας ἃ λογίζονται ἐφʼ ἡμᾶς.

πῶς δυνησόμεθα ὑποστῆναι κατὰ πρόσωπον αὐτῶν, ἐὰν μὴ σὺ βοηθήσῃς ἡμῖν ;

καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν, καὶ ἐβόησαν φωνῇ μεγάλῃ.

Καὶ μετὰ τοῦτο κατέστησεν Ἰούδας ἡγουμένους τοῦ λαοῦ, χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκαδάρχους.

καὶ εἶπεν τοῖς οἰκοδομοῦσιν οἰκίαν καὶ μνηστευομένοις γυναῖκας καὶ φυτεύουσιν ἀμπελῶνας καὶ δειλοῖς, ἀποστρέφειν ἕκαστον εἰς τὸν οἶκον αὐτοῦ κατὰ τὸν νόμον.

καὶ ἀπῆρεν ἡ παρεμβολή, καὶ παρενεβάλοσαν κατὰ νότου Ἀμμαούμ.

καὶ εἶπεν Ἰούδας Περιζώσασθε, καὶ γενέσθε εἰς υἱοὺς δυνατούς· καὶ γίνεσθε ἕτοιμοι εἰς τὸ πρωὶ τοῦ πολεμῆσαι ἐν τοῖς ἔθνεσιν τούτοις τοῖς ἐπισυνηγμένοις ἐφʼ ἡμᾶς ἐξᾶραι ἡμᾶς καὶ τὰ ἅγια ἡμῶν.

ὅτι κρεῖσσον ἡμᾶς ἀποθανεῖν ἐν πολέμῳ, ἢ ἐφιδεῖν ἐπὶ τὰ κακὰ τοῦ ἔθνους ἡμῶν καὶ τῶν ἁγίων.

ὡς δʼ ἂν ᾖ θέλημα ἐν οὐρανῷ, οὕτως ποιήσει.

Chapter 4

Καὶ παρέλαβεν Γοργίας πεντακισχιλίους ἄνδρας καὶ χιλίαν ἵππον ἐκλεκτήν, καὶ ἀπῆρεν ἡ παρεμβολὴ νυκτός,

ὥστε ἐπιβαλεῖν ἐπὶ τὴν παρεμβολὴν τῶν Ἰουδαίων καὶ πατάξαι αὐτοὺς ἄφνω· καὶ οἱ υἱοὶ τῆς ἄκρας ἦσαν αὐτῷ ὁδηγοί.

καὶ ἤκουσεν Ἰούδας, καὶ ἀπῆρεν αὐτὸς καὶ οἱ δυνατοὶ πατάξαι τὴν δύναμιν τοῦ βασιλέως τὴν ἐν Ἐμμαούμ,

ἕως ἔτι αἱ δυνάμεις ἐσκορπισμέναι ἦσαν ἀπὸ τῆς παρεμβολῆς.

καὶ ἦλθεν Γοργίας εἰς τὴν παρεμβολὴν Ἰούδα νυκτός, καὶ οὐδένα…

καὶ…

κα…

The complete text is available when the reading interface loads.