Μακκαβαίων Δ΄
- Scientific editors
- Henry Barclay Swete D.D.
- Edition reference
- The Old Testament in Greek · Cambridge · Cambridge University Press · 1905
- CTS identifier
urn:cts:greekLit:tlg0527.tlg026.local002- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Chapter 1
ΦIΔΟΣOΦΩΤΑΤΟΝ λόγον ἐπιδείκνυσθαι μέλλων, εἰ αὐτοδέσποτός A ἐστιν τῶν παθῶν ὁ εὐσεβὴς λογισμός, συμβουλεύσαιμʼ ἂν ὑμῖν ὀρθῶς ὅπως προθύμως προσέχητε τῇ φιλοσοφίᾳ.
καὶ γὰρ ἀναγκαῖος εἰς ἐπιστήμην παντὶ ὁ λόγος, καὶ ἄλλως τῆς μεγίστης ἀρετῆς, λέγω δὴ φρονήσεως, περιέχει ἔπαινον.
εἰ ἄρα τῶν σωφροσύνης κωλυτικῶν παθῶν ὁ λογισμὸς φαίνεται ἐπικρατεῖν, γαστριμαργίας τε καὶ ἐπιθυμίας·
ἀλλὰ καὶ τῶν τῆς δικαιοσύνης ἐμποδιστικῶν παθῶν κυριεύειν ἀναφαίνεται, οἶον κακοηθείας, καὶ τῶν τῆς ἀνδρίας ἐμποδιστικῶν παθῶν, θυμοῦ τε καὶ πόνου καὶ φόβου.
πῶς οὖν, ἴσως εἵποιεν ἄν τινες, εἰ τῶν παθῶν ὁ λογισμὸς κρατεῖ, λήθης καὶ ἀγνοίας οὐ δεσπόζει; γελοῖον ἐπιχειροῦντες λέγειν·
οὐ γὰρ τῶν ἑαυτοῦ παθῶν ὁ λογισμὸς κρατεῖ, ἀλλὰ τῶν τῆς δικαιοσύνης καὶ ἀνδρείας καὶ σωφροσύνης καὶ φρονήσεως ἐναντίων· καὶ τούτων, οὐχ ὥστε αὐτὰ καταλῦσαι, ἀλλ᾿ ὥστε αὐτοῖς μὴ εἶξαι.
Πολλαχόθεν μὲν οὗν καὶ ἀλλαχόθεν ἔχοιμʼ ἂν ὑμῖν ἐπιδεῖξαι, ὅτι αὐτοκράτωρ ἐστὶν τῶν παθῶν ὁ εὐσεβὴς λογισμός.
πολὺ δὲ πλέον τοῦτο ἀποδείξαιμι ἀπὸ τῆς ἀνδραγαθείας τῶν ὑπέρ ἀρετὴν ἀποθανόντων, Ἐλεαζάρου τε καὶ ἑπτὰ ἀδελφῶν καὶ τῆς τούτων μητρός.
ἄπαντες γὰρ οὗτοι τῶν ἕως θανάτου πόνων ὑπεριδόντες ἐπεδείξαντο ὅτι περικρατεῖ τῶν παθῶν Inscr Μακκαβαιων δ΄ U+05D0AV I 1 μελλον V* (-λλων Vᵃ) om ευσε- U+05D0V βης V προσεχητε προθυμως U+05D0V φιλοσοφια] + τοις μελλουσιν λεγεσθαι V 2 μεγιστης] + ων V 3 ει αρα] η γαρ V* ου γαρ μεν Vᵃ 4 ενπο- διστικων (1⁰) A κυριευειν] κωλυειν V κακοηθιας και 2⁰] pr τε V αν- δρειας V: item 6 θυμου] pr κυριευειν αναφαινεται V φοβου και πονου U+05D0 5 ειποιεν αν τις U+05D0* ειποι αν τις U+05D0c.a V 6 εαυτου] αυτου U+05D0V om και φρονησεως U+05D0V τουτων] των τοιουτων U+05D0 7 αυτοκρατωρ] pr δεσποτης V om ευσεβης U+05D0V 8 ανδραγαθειας] καλοκαγαθιας U+05D0 ἀνδρειας V* (ανδραγ. V 1ᵐᵍ) αρετης U+05D0V επτα] pr των U+05D0* (improb U+05D0c.a ) 9 παντες U+05D0* (απαντες U+05D0c.a ) τους εως θαν. πονους U+05D0V A ὁ λογισμός.
τῶν μέν οὗν ἀρετῶν ἔπεστί μοι ἐπαινεῖν τοὺς κατὰ τοῦτον τὸν καιρὸν ὑπέρ τῆς καλοκἀγαθίας ἀποθανόντας μετὰ τῆς μητρὸς ἄνδρας· τῶν δὲ τιμῶν μακαρίσαιμʼ ἄν.
θαυμασθέντες γὰρ ἐκεῖνοι οὐ μόνον ὑπὸ πάντων ἀνθρώπων ἐπὶ τῇ ἀνδρίᾳ καὶ τῇ ὑπομονῇ, ἀλλὰ καὶ ὑπὸ τῶν αἰκισαμένων, αἴτιοι κατέστησαν τοῦ καταλυθῆναι τὴν κατὰ τοῦ ἔθνους τυραννίδα, νικήσαντες τὸν τύραννον τῇ ὑπομονῇ, ὥστε καθαρισθῆναι δι᾿ αὐτῶν τὴν πατρίδα.
ἀλλὰ καὶ περὶ τούτου νῦν αὐτίκα δὴ λέγειν ἐξέσται, ἀρξαμένων τῆς ὑποθέσεως, ὅπερ εἴωθα ποιεῖν, καὶ οὕτως εἰς τὸν περὶ αὐτῶν τρέψομαι λόγον, δόξαν διδοὺς τῷ πανσόφῳ θεῷ.
Ζητοῦμεν δὴ τοίνυν, εἰ αὐτοκράτωρ ἐστὶν τῶν παθῶν ὁ λογισμός.
διακρίνωμεν δέ, τί ποτέ ἐστιν λογισμός, καὶ τί πάθος, καὶ πόσαι παθῶν εἰδέαι, καὶ εἰ πάντων ἐπικρατεῖ τούτων ὁ λογισμός.
λογισμὸς μέν δὴ τοίνυν ἐστὶν νοῦς μετὰ ὀρθοῦ βίου προτιμῶν τὸν σοφίας λόγον.
σοφία δὴ τοίνυν ἐστὶν γνῶσις θείων καὶ ἀνθρωπίνων πραγμάτων, καὶ τῶν τούτων αἰτιῶν. ¹⁷αὕτη δὴ τοίνυν ἐστὶν ἡ τοῦ νόμου παιδία, δι᾿ ἧς τὰ θεῖα σεμνῶς καὶ τὰ ἀνθρώπινα συμφερόντως μανθάνομεν.
Τῆς δὲ σοφίας εἰδέαι καθεστᾶσιν φρόνησις καὶ δικαιοσύνη καὶ ἀνδρία καὶ σωφροσύνη.
κυριωτάτη δὲ πάντων ἡ φρόνησις, ἐξ ἧς δὴ τῶν παθῶν ὁ λογισμὸς ἐπικρατεῖ
παθῶν δὲ φύσεις εἰσὶν αἱ περιεκτικώταται δύο, ἡδονή τε καὶ πόνος· τούτων δὲ ἑκάτερον καὶ περὶ τὴν ψυχὴν πέφυκεν.
πολλαὶ δὲ καὶ περὶ τὴν ἡδονὴν καὶ τὸν πόνον παθῶν εἰσιν ἀκολουθίαι.
πρὸ μὲν οὗν τῆς ἡδονῆς ἐστιν ἐπιθυμία· μετὰ δὲ τὴν ἡδονήν, χαρά.
πρὸ δὲ τοῦ U+05D0V 10 κατα τουτον] κατ εκεινον V ανδρας] παιδας V μακαρισαιμι Vᵃ αν] + αυτους V 11 om εκεινοι U+05D0 επι τη ανδρια (-δρεια V)] επ ανδρια U+05D0 και τη υπομονη] om U+05D0* και υπομ. U+05D0c.a V 12 τουτου] του U+05D0 τουτων V om νυν V αρξαμενω U+05D0V om εις V αυτον V* (αυτων Vᵃ) 13 ζητουμεν δη τοινυν] ζητουμενου δη τουτου V αυτοκρατωρ] δεσποτης V εστι U+05D0* (-τιν U+05D0c.a ) 14 διακρινωμεν δε] διακρινομεν U+05D0* και διακρινομεν U+05D0c.a διακρινωμεν V om τι 2⁰ U+05D0 | παθων] pr των V 15 om μεν U+05D0* (hab U+05D0c.a ) om δη V ορθου (-θους A) βιου] ορθου λογου U+05D0V σοφιας λογον] σοφιας βιον U+05D0 σοφον βιον V 16 γνως V* (γνωσις Vᵃ ⁽ᵛⁱᵈ)) ανθρωπιων U+05D0 17 παιδεια V συμφε- ροντως] υμφερ rescr U+05D0¹ 18 καθεστηκασιν U+05D0 + τεσσαρες U+05D0c.ᵇ ανδρεια V 19 κυριοτατη A κυριοτητι V* (-ωτατη Vᵃ) δη] δεη (sic) A δε U+05D0 | των παθων] om των U+05D0 20 φυσις U+05D0A εκατερος U+05D0* εκατερων V* (-ρον U+05D0c.a Vᵃ) και περι] pr και περι το σωμα η γλωσσα (sic) V* improb η γλ. V1 ¹(fort) πεφυκος Va 21 πολλα A τω πονων A (sed τo prius ut vid) παθων] αγαθω U+05D0 | ακολουθιαι] ακολουθ rescr U+05D01 πόνου ἐστὶν φόβος· μετὰ δὲ τὸν πόνον, λύπη.
θυμὸς δὲ κοινὸν Α πάθος ἐστὶν ἡδονῆς καὶ πόνου, ἐὰν ἐννοηθῇ τις ὅτε αὐτῷ περιέπεσεν.
ἐν δὲ τῇ ἡδονῇ ἐστιν καὶ ἡ κακοήθης διάθεσις, πολυτροπωτάτη πάντων τῶν παθῶν οὖσα.
κατὰ μέν ψυχῆς ἀλαζονία καὶ φιλαργυρία καὶ φιλοδοξία καὶ φιλονεικία καὶ βασκανία·
κατὰ δὲ τὸ σῶμα παντοφαγία καὶ λαιμαργία καὶ μονοφαγία.
καθάπερ οὗν δυοῖν τοῦ σώματος καὶ τῆς ψυχῆς φυτῶν ὄντων ἡδονῆς τε καὶ πόνου, πολλαὶ τούτων τῶν παθῶν εἰσιν παραφυάδες·
ὦν ἕκαστος ὁ πανγέωργος λογισμὸς περικαθαίρων τε καὶ ἀποκνίζων καὶ περιπλέκων καὶ ἐπάρδων καὶ πάντα τρόπον μεταχέων ἐξημεροῖ τὰς τῶν ἠθῶν καὶ παθῶν ὕλας.
Ὁ γὰρ λογισμὸς τῶν μέν ἀρετῶν ἐστιν ἡγεμών, τῶν δὲ παθῶν αὐτοκράτωρ. ἐπιθεώρει γε τοίνυν πρῶτον διὰ τῶν κωλυτικῶν τῆς σωφροσύνης ἔργων, ὅτι αὐτοδέσποτός ἐστιν τῶν παθῶν ὁ λογισμός.
σωφροσύνη δὴ τοίνυν ἐστὶν ἐπικράτεια τῶν ἐπιθυμιῶν.
τῶν δὲ ἐπιθυμιῶν αἱ μέν εἰσιν ψυχικαί, αἱ δὲ σωματικαί καὶ τούτων ἀμφοτέρων ὁ λογισμὸς ἐπικρατεῖν φαίνεται.
ἐπεὶ πόθεν κινούμενοι πρὸς τὰς ἀπειρημένας τροφάς, ἀποτρεπόμεθα τὰς ἐξ αὐτῶν ἡδονάς; οὐχ ὅτι δύναται τῶν ὀρέξεων ἐπικρατεῖν ὁ λογισμός ; ἐγὼ μέν οἶμαι.
τοιγαροῦν ἐνύδρων ἐπιθυμοῦντες καὶ ὀρνέων καὶ τετραπόδων, παντοίων βρωμάτων τῶν ἀπηγορευμένων ἡμῖν κατὰ τὸν νόμον ἀπεχόμεθα διὰ τὴν τοῦ λογισμοῦ ἐπικράτειαν.
ἀντέχεται γὰρ τὰ τῶν ὀρέξεων πάθη ὑπὸ τοῦ σώφρονος νοὸς ἀνακαμπτόμενα· καὶ φιλοτιμοῦνται πάντα τὰ τοῦ σώματος κινήματα ὑπὸ τοῦ λογισμοῦ.
Chapter 2
Καὶ τί θαυμαστόν, εἰ αἱ τῆς ψυχῆς ἐπιθυμίαι πρὸς τὴν τοῦ κάλλους μετουσίαν ἀκυροῦνται;
ταύτῃ γοῦν ὁ σώφρων Ἰωσήφ ἐπαινεῖται, ὅτι τῷ λογισμῷ διανοίᾳ περιεκράτησεν τῆς ἡδυπαθείας.
νέος γὰρ ὤν καὶ ἀκμάζων πρὸς συνουσιασμὸν ἠκύρωσεν τῷ λογισμῷ 24 και] pr τε V οτε] οτι U+05D0V 25 εν τη ηδ. δε U+05D0V εστιν] ενεστι U+05D0V U+05D0 | πολυποτρωτατη (sic) A ουσα των παθων U+05D0V 26 κατα] και τα U+05D0 | αλαζονεια Vᵃ φιλοδοξια] κενοδοξια V 27 και λαιμαργια και νομο- φαγια A και μονοφαγια και λαιμαργια U+05D0 και μονοφαγια V 28 δυειν U+05D0V παθων] φυτων U+05D0 29 εκαστην U+05D0V (-τιν V* -την Vᵃ) om τε U+05D0 | επαρ- δων] δων sup ras U+05D01) 30 αυτοκρατωρ] δεσποτης V γε τοινυν πρωτον] τοινυν πρ. U+05D0* δε πρ. U+05D0c.a,c.b γε το πρ. V 31 om δη V επικρατια U+05D0V* (-τεια Vᵃ) 32 om και V επικρατειν ο λογισμος U+05D0 33 απο- τρεπομεθα] αποστρεφομεθα U+05D0V μεν] γαρ U+05D0 | οιμε (sic) A 34 παν- τοιων] pr και U+05D0 | βρωματων των] βρωματα οντων A κατα] δια U+05D0* (κατα U+05D0c.ᵃ) επικρατιαν V* (-τειαν Vᵃ) 35 ανεχεται U+05D0 | ανακαμπτομενα ( -μεθα A)] ανακοπτομενα U+05D0V φιλοτιμουνται] φιμουται U+05D0 (φειμ.) V II 2 om τω λογισμω U+05D0 | περιεκρατησε V 3 ηκυρωσε U+05D0 A τὸν τῶν παθῶν οἶστρον.
οὐ μόνον δὲ τὴν τῆς ἡδυπαθείας οἰστρηλασίαν ἐπικρατεῖν ὁ λογισμὸς φαίνεται, ἀλλὰ καὶ πάσης ἐπιθυμίας.
λέγει γοῦν ὁ νόμος Οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου, οὐδὲ ὅσα τῷ πλησίον σού ἐστιν.
καίτοι ὅτε μὴ ἐπιθυμεῖν εἵρηκεν ἡμᾶς ὁ νόμος, πολὺ πλέον πείσαιμʼ ἂν ὑμᾶς ὅτι τῶν ἐπιθυμιῶν κρατεῖν δύναται ὁ λογισμός, ὥσπερ καὶ τῶν κωλυτικῶν τῆς δικαιοσύνης παθῶν.
ἐπεὶ τίνα τρόπον μονοφάγος τις ὢν τὸ ἦθος καὶ γαστρίμαργος καὶ μέθυσος μεταπαιδεύεται, εἰ μὴ δῆλον ὅτι κύριός ἐστιν τῶν παθῶν ὁ λογισμός;
αὐτίκα γοῦν τῷ νόμῳ πολιτευόμενος, κἂν φιλάργυρός τις εἴη, βιάζεται τὸν ἑαυτοῦ τρόπον, τοῖς δεομένοις δανί ζων χωρὶς τόκων, καὶ τὸ δάνιον τῶν ἑβδομάδων ἐνστασῶν χρεοκοπούμενος.
κἂν φειδωλός τις ᾖ, ὑπὸ τοῦ νόμου κρατεῖται διὰ τὸν λογισμόν, μήτε ἐπικαρπούμενος τοὺς ἀμήτους, μήτε ἐπιρωγολογούμενος τοὺς ἀμπελῶνας· καὶ ἐπὶ τῶν ἑτέρων δʼ ἔστιν ἐπιγνῶναι τοῦθʼ, ὅτι τῶν παθῶν ἐστιν ὁ λογισμὸς κρατῶν.
ὁ γὰρ νόμος καὶ τῆς πρὸς γονεῖς εὐνοίας κρατεῖ, μὴ καταπροδιδοὺς τὴν ἀρετὴν δι᾿ αὐτούς·
καὶ τῆς πρὸς γαμετῆς φιλίας ἐπικρατεῖ, διὰ παρανομίαν αὐτὴν ἀπελέγχων·
καὶ τῆς τέκνων φιλίας κυριεύει, διὰ κακίαν αὐτῶν κολάζων· καὶ τῆς φίλων συνηθείας δεσπόζει, διὰ πονηρίας αὐτοὺς ἐξελέγχων.
καὶ μὴ νομίσητε παράδοξον εἶναι, ὅπου καὶ ἔχθραν ὁ λογισμὸς ἐπικρατεῖν δύναται διὰ τὸν νόμον,
μηδὲ δενδροτομῶν τὰ ἥμερα τῶν πολεμίων φυτά, τὰ δὲ τῶν ἐχθρῶν τοῖς ἀπολέσασιν διασώζων, καὶ τὰ πεπτωκότα συνεγείρων.
Καὶ διὰ τῶν βιαιοτέρων δὲ παθῶν κρατεῖν ὁ λογισμὸς φαίνεται, φιλαρχίας καὶ κενοδοξίας καὶ ἀλαζονίας καὶ μεγαλαυχίας καὶ βασκανίας.
πάντα γὰρ ταῦτα τὰ κακοήθη πάθη ὁ σώφρων νοῦς ἀπωθεῖται, ὥσπερ καὶ τὸν θυμόν· καὶ γὰρ τούτου δεσπόζει.
θυμούμενος U+05D0v 4 ου] pr και U+05D0* (improb U+05D0c.a c.b) την της] της της (sic) A την επι της U+05D0* (improb U+05D0c.a ) V ο λογισμος επικρατειν U+05D0 5 om σου 2⁰ V 6 om οτε V πεισαιμι αν Vᵃ δυναται κρατειν V παθων] πασων A (ω rescr A¹) 7 τινα τις τροπον μονοφαγος (-γως V) U+05D0V και 2⁰] pr η U+05D0V 8 τω νομω] pr ο V ειη] η U+05D0V εαυτου] αυτου U+05D0 δανειζων Vᵃ| om και V δανειον Vᵃ ενστασων U+05D0V] εντασσων A χρεωκοπ. Vᵃ 9 επικαρπολογουμενος U+05D0V επιρωλσγ. V* (επιρωγολογ. V¹) ετερων] εργων U+05D0V [δ] δε U+05D0V τουθ] τουτο U+05D0V κρατων] ν sup ras Aᵃ (-τωρ A*ᵛiᵈ) 10 γονεας V 11 προσ- γαμετης] προς γαμετην U+05D0V παρανομιαν] pr την U+05D0V 12 αυτων] αυτους U+05D0 αυτα V συνηθιας U+05D0 | πονηριαν U+05D0V εξελεγχων] ελεγχων V 13 εχθραν ο λογισμος επικρατειν] εχθρας επικρ. ο λογ. U+05D0V 14 μηδε] μητε U+05D0V | απολεσασι U+05D0V 15 om δια U+05D0c.ac.b V βιοτερων (sic) A κρατειν] επικρατειν U+05D0c.a φιλαρχιας] φιλαργυριας U+05D0 (-χιας U+05D0c.a c.b ) αλαζονειας U+05D0V2 16 om τα U+05D0* (hab U+05D0c.ᵃ) γέ τοι Μωσῆς κατὰ Δαθὰν καὶ Ἀβειρών, οὐ θυμῷ τι κατʼ αὐτῶν A ἐποίησεν, ἀλλὰ λογισμῷ τὸν θυμὸν διήτησεν.
δυνατὸς γὰρ ὁ σώφρων νοῦς, ὡς ἔφην, κατὰ τῶν παθῶν ἀριστεῦσαι, καὶ τὰ μέν αὐτῶν μεταθεῖναι, τὰ δὲ καὶ ἀκυρῶσαι.
ἐπεὶ διὰ τί ὁ πάνσοφος ἡμῶν πατήρ Ἰακὼβ τοὺς περὶ Συμεὼν καὶ Δευεὶν αἰτιᾶται μὴ λογισμῷ τοὺς Σικιμίτας ἐθνηδὸν ἀποσφάξαντας, λέγων Ἐπικατάρατος ὁ θυμὸς αὐτῶν;
εἰ μὴ γὰρ ἐδύνατο τῶν θυμῶν ὁ λογισμὸς κρατεῖν, οὐκ ἂν εἶπεν οὕτως.
ὁπηνίκα γὰρ ὁ θεὸς τὸν ἄνθρωπον κατεσκεύασεν, τα παθη αὐτοῦ καὶ τὰ ἤθη περιεφύτευσεν·
καὶ τηνικαῦτα δέ περὶ πάντων τὸν ἱερὸν ἡγεμόνα νοῦν διὰ τῶν αἰσθητηρίων ἐνεθρόνισεν·
καὶ τούτῳ νόμον ἔδωκεν, καθʼ ὃν πολιτευόμενος βασιλεύσει βασιλείαν σώφρονά τε καὶ δικαίαν καὶ ἀγαθὴν καὶ ἀνδρείαν.
Πῶς οὖν, εἶποι τις ἄν, εἰ τῶν παθῶν ὁ λογισμὸς κρατεῖ, λήθης καὶ ἀγνοίας οὐ κρατεῖ ;
Chapter 3
ἔστι δέ κομιδῇ γελοῖος ὁ λογισμός· οὐ γὰρ τῶν ἑαυτοῦ παθῶν ὁ λογισμὸς ἐπικρατεῖν φαίνεται, ἀλλὰ τῶν σωματικῶν.
οἶον ἐπιθυμίαν τις ὑμῶν οὐ δύναται ἐκκόψαι, ἀλλὰ μὴ δουλωθῆναι τῇ ἐπιθυμίᾳ δύναται ὁ λογισμὸς παρασχέσθαι.
θυμον τις οὐ δύναται ἐκκόψαι ὑμῶν τῆς ψυχῆς, ἀλλὰ τῷ θυμῷ δυνατὸν βοηθῆσαι.
κακοήθειάν τις ὑμῶν οὐ δύναται ἐκκόψαι, ἀλλὰ τὸ μὴ καμφθῆναι τῇ κακοηθείᾳ δυνατὸν ὁ λογισμὸς συμμαχῆσαι.
οὐ γὰρ ἐκριζωτὴς τῶν παθῶν ὁ λογισμός ἐστιν, ἀλλὰ ἀνταγωνιστής.
ἕστιν γοῦν τοῦτο διὰ τῆς Δαυεὶδ τοῦ βασιλέως δίψης σαφέστερον ἐπιλογίσασθαι.
ἐπεὶ γὰρ δι᾿ ὅλης ἡμέρας προσβάλλων τοῖς ἀλλοφύλοις ὁ Δαυεὶδ πολλοὺς αὐτῶν ἀπέκτεινεν μετὰ τῶν τοῦ ἔθνους στρατιωτῶν,
τότε δὴ γενομένης ἑσπέρας, ἱδρῶν καὶ σφόδρα κεκμηκώς, ἐπὶ τὴν βασίλειον 17 Μωυσης V Αβιρων V* (- βηρ. Vᵃ) 18 δυνατος] ικανος U+05D0* (δυν. U+05D0V U+05D0c.ᵇ) μεταθειναι] μετα sup ras A¹fort) 19 Σικειμιτας A αυτων] + οτι αυθαδης V 20 εδυνετο A των θυμων ο λογισμος] του θυμου ο λογ. U+05D0 ο λογ. των παθων V 21 κατεσκευασεν τον ανθρωπον U+05D0 22 και τηνικαυτα δε] τηνικαυτα δε sup ras A ηνικα δε πινακα δε V περι] επι U+05D0V παντων] + των (sic) A 23 και 1⁰] ι sup ras 3 litt A¹ δεδωκεν U+05D0 | βασιλειαν] βα sup ras Aa om και 2⁰ A 24 ειποιτε U+05D0* (ειποι τις αν U+05D0c.ᵃ ) κρατει 1⁰] δεσποτης εστιν V 24 III 1 om κρατει ληθης...εαυτου παθων ο λογισμος U+05D0* hab) δεσποτης εστιν ο λογισμος ληθης και αγνοιας ου κρατι εστιν δε κομιδη γελοιος ο λογος ου γαρ των εαυτου παθων ο λογισμος (add κρα sed rursus improb) U+05D0c III 1 εστιν V λογισμος 1⁰] λογος V επικρατειν] κρατειν U+05D0c.a επικρατων V αλλα] αλα (sic) U+05D0 2 εκκοψαι ου δυναται υμων U+05D0 ου δυν. εκκ. υμ. V μη δουλ.] pr τα V παρεχεσθαι U+05D0* (παρασχ. U+05D0c.a ) V 3 υμων εκκοψαι U+05D0 | δυνατον] + τον λογισμον U+05D0V 4 κακοηθιαν, κακοηθια U+05D0 | δυνατον] δυναιτ αν U+05D0 | δυναται V 7 ημερας] pr της V προσβαλων U+05D0V ο Δαυειδ] om ο V 8 ιδρων] pr εσπευδεν U+05D0 A σκηνὴν ᾖλθεν, περὶ ἤν ὁ πᾶς τῶν προγόνων στρατὸς ἐστρατοπεδεύκει.
οἱ μέν οὗν ἄλλοι πάντες ἐπὶ τὸ δεῖπνον ἦσαν·
ὁ δὲ βασιλεὺς ὡς μάλιστα διψῶν, καίπερ ἀφθόνους ἔχων πηγάς, οὐκ ἠδύνατο δι᾿ αὐτῶν ἰάσασθαι τὴν δίψαν.
ἀλλά τις αὐτὸν ἀλόγιστος ἐπιθυμία τοῦ παρὰ τοῖς πολεμίοις ὕδατος ἐπιτείνουσα συνέφρυγε, καὶ λύουσα κατέφλεγεν.
ὅθεν τῶν ὑπερασπιστῶν ἐπὶ τῇ τοῦ βασιλέως ἐπιθυμίᾳ σχετλιαζόντων, δύο νεανίσκοι στρατιῶται καρτεροί, καταιδεσθέντες τὴν τοῦ βασιλέως ἐπιθυμίαν, τὰς πανοπλίας καθωπλίσαντο, καὶ κάλπιν λαβόντες ὑπερέβησαν τοὺς τῶν πολεμίων χάρακας·
καὶ λαθόντες τοὺς τῶν πυλῶν ἀκροφύλακας, διεξήεσαν εὑράμενοι κατὰ πᾶν τὸ τῶν πολεμίων στρατοπέδου.
καὶ ἀνευράμενοι θαρραλέως τὴν πηγήν, ἐξ αὐτῆς ἐγέμισαν τῷ βασιλεῖ τὸ ποτόν.
ὁ δὲ καὶ περὶ τὴν δίψαν διαπυρούμενος, ἐλογίσατο πάνδεινον εἶναι κίνδυνον τῇ ψυχῇ λογισθὲν ἰσοδύναμον τὸ ποτὸν αἵματι.
ὅθεν ἀντιθεὶς τῇ ἐπιθυμίᾳ τὸν λογισμόν, ἔσπεισεν τὸ πόμα τῷ θεῷ.
δυνατὸς γὰρ ὁ σώφρων νοῦς νικῆσαι τὰς τῶν παθῶν ἀνάγκας, καὶ σβέσαι τὰς τῶν οἴστρων φλεγμονάς,
καὶ τὰς τῶν σωμάτων ἀλγηδόνας καθʼ ὑπερβολὴν οὔσας καταπαλαῖσαι, καὶ τῆς καλοκἀγαθίας τοῦ λογισμοῦ ἀποπτύσαι πάσας τὰς τῶν παθῶν ἐπικρατίας.
Ἤδη δὲ καὶ ὁ καιρὸς ἡμᾶς καλεῖ ἐπὶ τὴν ἀπόδειξιν τῆς ἱστορίας τοῦ σώφρονος λογισμοῦ.
ἐπειδὴ γὰρ βαθεῖαν εἰρήνην διὰ τὴν εὐνομίαν οἱ πατέρες ἡμῶν εἶχον, καὶ ἔπραττον καλῶς, ὥστε καὶ τὸν τῆς Ἀσίας βασιλέα Σέλευκον τὸν Νικάνορα καὶ χρήματα εἰς τὴν ἱερουργίαν αὐτοῖς ἀφορίσαι, καὶ τὴν πολιτίαν αὐτῶν ἀποδέχεσθαι
τότε δὴ τινες πρὸς τὴν κοινὴν νεωτερίσαντες ὁμόνοιαν πολυτρόπως ἐχρήσαντο συμφοραῖς.
Chapter 4
Σίμων γάρ τις πρὸς Ὀνίαν ἀντιπολιτευόμενος τόν ποτε τὴν ἀρχιερωσύνην ἔχοντα διὰ βίου, καλὸν καὶ U+05D0V 8 εστρατοπεδευκεν V* (παιδ. Vᵃ) 10 om ως U+05D0 11 διεφρυγε U+05D0* συνεφρυγεν U+05D0c.a V 12 υπερασπιστων] υπασπιστων U+05D0 | πανοπλιας] παντευχιας U+05D0V | καλπην U+05D0 καρπιν V* καρπην V¹⁽ᵛid) 12—13 χαρα- κας και sup ras et in mg Aᵃ 13 ευραμενοι] ανευρωμενοι U+05D0* ανερευ- νωμενοι U+05D0c.a V στρατοπαιδιον A (-δον A?ᵛiᵈ) 14 ανευραμενοι] ανεραυ- νομενοι (sic) V θαρραλεως την πηγην εξ αυτης] τᾒ πηγην εξ αυτ. θαρρ. U+05D0V εγεμισαν] εκομισαν U+05D0V το βασ. V* (τω β. Vᵃ) 15 και περι] καιπερ U+05D0 και V τη διψα V* τη διψη Vᵃ τη ψυχη] om τη το ποτον] om το U+05D0V 16 πομα sup ras et in mg Aᵃ 18 ουσας] pr δυνατας U+05D0 | τη καλοκαγαθια U+05D0V | επικρατειας U+05D0Vᵃ 19 om και V 20 τον Νικανορος V αφορισοι] αποφορισαι A πολειτειαν U+05D0 πολιτειαν V 21 τοτε δη τινες προς την in mg et sup ras Aa πολυτροποις U+05D0V ἀγαθὸν ἄνδρα, ἐπειδὴ πάντα τρόπον διαβάλλων ὑπέρ τοῦ ἔθνους A οὐκ ἴσχυσεν κακῶσαι, φυγὰς ᾤχετο, τὴν πατρίδα προδώσων.
ὅθεν ἥκων πρὸς Ἀπολλώνιον, τὸν Συρίας τε καὶ Φοινίκης καὶ Κιλικίας στρατηγόν, ἔλεγεν
Εὔνους ὣν τοῖς τοῦ βασιλέως πράγμασιν ἥκω, μηνύων πολλὰς ἰδιωτικῶν χρημάτων μυριάδας ἐν τοῖς Ἰεροσολύμων γαζοφυλακίοις τεθησαυρίσθαι τῷ ἱερῷ μὴ ἐπικοινωνούσας, ἀλλὰ προσἠκειν ταῦτα Σελεύκῳ τῷ βασιλεῖ
τούτων ἕκαστα γνοὺς ὁ Ἀπολλώνιος, τὸν μέν Σίμωνα τῆς εἰς τὸν βασιλέα κηδεμονίας ἐπαινεῖ, πρὸς δὲ τὸν Σέλευκον ἀναβὰς κατεμήνυε τὸν τῶν χρημάτων θησαυρόν·
καὶ λαβὼν τὴν περὶ αὐτῶν ἐξουσίαν, ταχὺ εἰς τὴν πατρίδα ἡμῶν μετὰ τοῦ καταράτου Σίμωνος καὶ βαρυτάτου στρατοῦ
προσελθών, ταῖς τοῦ βασιλέως ἐντολαῖς ἥκειν ἔλεγεν, ὅπως τὰ ἰδιωτικὰ τοῦ γαζοφυλακίου λάβοι χρήματα.
καὶ τοῦ ἔθνους πρὸς τὸν λόγον σχετλιάσαντος ἀντιλέγοντός τε, πάνδεινον εἶναι νομίσαντες εἰ οἱ τὰς παρακαταθήκας πιστεύσαντες τῷ ἱερῷ θησαυρῷ στερηθήσονται, ὡς οἷόν τε ἣν ἐκώλυον.
μετὰ ἀπειλῆς δὲ ὁ Ἀπολλώνιος ἀπῄει εἰς τὸ ἱερόν.
τῶν δὲ ἱερέων μετὰ γυναικῶν καὶ παιδίων ἐν τῷ ἱερῷ ἱκετευσάντων τὸν θεὸν ὑπερασπίσαι τοῦ καταφρονουμένου τύπου,
ἀνιόντος τε μετὰ καθωπλισμένης στρατιᾶς τοῦ Ἀπολλωνίου πρὸς τὴν τῶν χρημάτων ἁρπαγήν, οὐρανόθεν προυφάνησαν ἔφιπποι ἄγγελοι περιαστράπτοντες τοῖς ὅπλοις, καὶ πολὺν αὐτοῖς φόβον τε καὶ τρόμον ἐνιόντες.
καταπεσών γε τοι ἡμιθανὴς ὁ Ἀπολλώνιος ἐπὶ τὸν πάμφυλον τοῦ ἱεροῦ περίβολον, τὰς χεῖρας ἐξέτεινεν εἰς τὸν οὐρανὸν καὶ μετὰ δακρύων τοὺς Ἐβραίους παρεκάλει ὅπως περὶ αὐτοῦ εὐξόμενοι, τὸν ἐπουράνιον ἐξευμενίσωνται στρατόν.
ἔλεγεν γὰρ ἡμαρτηκώς, ὥστε καὶ ἀποθανεῖν ἄξιος ὑπάρχειν, πᾶσίν τε ἀνθρώποις IV 1 διαβαλων V 2 ηκως A προς] ως U+05D0 3 μηνυσων V γαζο- U+05D0V φυλακειοις A Vᵃ τεθησαυρισται A τω ιερω (ω sup ras Aᵃ?)] τοις ιεροις U+05D0 | αλλα] και U+05D0V 4 τουτων] + δε V κατεμηνυσε U+05D0 τον 4⁰ το A (τον A¹) 5 λαβων] ελαβεν U+05D0V ταχυ] pr και U+05D0V 6 προελθων U+05D0* (προσελθ. U+05D0c.a ) ηκειν] εικειν Vᵃ γαζοφυλακιου (-κειου Vᵃ) λαβοι sup ras et in mg Aᵃ 7 σχετλιαζοντος U+05D0 | αντιλεγοντος τε] και αντιλ. V εναι A* (ειν. A¹) νο- μισαντες] νοησατες U+05D0 | οι τας παρακαταθηκας] τας παρ. οι U+05D0 | πιστευσαντας A 8 απειλων U+05D0 | Ἀπωνιος A* (Απολλ. A¹) 9 ιερεων] γεραιων U+05D0 | του] + ιερου U+05D0V τοπου] pr του U+05D0 10 om τε 1⁰ Vᵛⁱᵈ στρατιας] pr της U+05D0V |τω Απολλωνιω V αγγελοι προυφανησαν εφιπποι U+05D0 εφιπποι προεφανησαν αγγ. V αυτοις] ουτων U+05D0 | ενιοντες] ενιθlτες U+05D0 11 γε] δε U+05D0V om ο Απολ- λωνιος V om και A (hab U+05D0V) παρεκαλει] ρε sup ras A ευξομενοι (εξ. A* ευξ. Aa?)] προσευξαμενοι U+05D0V | επουρανιον] ουρανιον U+05D0V 12 τε] A ὑμνήσειν σωθεὶς τὴν τοῦ ἱεροῦ τόπου μακαριότητα.
τούτοις ἐπαχθεὶς τοῖς λόγοις Ὀνίας ὁ ἀρχιερεύς. καίπερ ἄλλως εὐλαβηθεὶς μή ποτε νομίσειεν ὁ βασιλεὺς Σέλευκος ἐξ ἀνθρωπίνης ἐπιβουλῆς καὶ μὴ θείας δίκης ἀνῃρῆσθαι τὸν Ἀπολλώνιον, ηὔξατο περὶ αὐτοῦ.
καὶ ὁ μέν παραδόξως διασωθεὶς ᾤχετο, δηλώσων τῷ βασιλεῖ τὰ συμβάντα αὐτῷ.
Γελευτήσαντος δὲ Σελεύκου τοῦ βασιλέως, διαδέχεται τὴν ἀρχὴν ὁ υἱὸς αὐτοῦ Ἀντίοχος Ἐπιφανής, ἀνὴρ ὑπερήφανος, δεινός·
ὃς καταλύσας τὸν Ὀνίαν τῆς ἀρχιερωσύνης Ἰάσονα τὸν ἀδελφὸν αὐτοῦ κατέστησεν ἀρχιερέα,
συνθέμενον δώσειν, εἰ ἐπιτρέψειεν αὐτῷ τὴν ἀρχήν, κατʼ ἐνιαυτὸν τρισχίλια ἑξακόσια ἑξήκοντα τάλαντα.
ὁ δὲ ἐπέτρεψεν αὐτῷ ἀρχιερᾶσθαι καὶ τοῦ ἔθνους ἀφηγεῖσθαι.
ὃς καὶ ἐξεζήτησεν τὸ ἔθνος, καὶ ἐξεπολίτευσεν ἐπὶ πᾶσαν παρανομίαν·
ὣστε μὴ μόνον ἐπʼ αὐτῇ τῇ ἄκρᾳ τῆς πατρίδος ἡμῶν γυμνάσιον κατασκευάσαι, ἀλλὰ καὶ καταλῦσαι τὴν τοῦ ἱεροῦ κηδεμονίαν.
ἐφʼ οἶς ἀγανακτήσασα ἡ θεία δίκη αὐτόν τοιτὸν Ἀντίοχον ἐπολέμησεν.
ἐπειδὴ γὰρ πολεμῶν ἣν κατʼ Aἴγυπτον Πτολεμαίῳ, ἤκουσέν τε ὅτι φήμης διαδοθείσης περὶ τοῦ τεθνάναι αὐτόν, ὡς ἔνι μάλιστα χαίροιεν οἱ Ἰεροσολυμεῖται, ταχέως ἐπʼ αὐτοὺς ἀνέζευξεν.
καὶ ὡς ἐπόρθησεν αὐτούς, δόγμα ἔθετο ὅπως εἴτινες αὐτῶν φάνοιεν τῷ πατρίῳ πολιτευόμενοι νόμῳ, θάνοιεν.
καὶ ἐπεὶ κατὰ μηδένα τρόπον ἴσχυεν καταλῦσαι διὰ τῶν δογμάτων τὴν τοῦ ἔθνους εὔνοιαν, ἀλλὰ πάσας τὰς ἑαυτοῦ ἀπειλὰς καὶ τιμωρίας ἑώρα καταλυομένας,
ὥστε καὶ γυναῖκας, ὅτι περιέτεμον τὰ παιδία, μετὰ τῶν βρεφῶν κατακρημνισθῆναι, προειδυίας ὅτι τοῦτο πείσονται·
ἐπεὶ οὖν τὰ δόγματα αὐτοῦ κατεφρονεῖτο ὑπὸ τοῦ λαοῦ, αὐτὸς διὰ βασάνων ἕνα ἕκαστον τοῦ ἔθνους ἠνάγκαζεν, μιερῶν ἀπογευομένους τροφῶν, ἐξόμνυσθαι τὸν Ἰουδαισμόν.
Chapter 5
Προκαθίσας γέ τοι μετὰ τῶν συνέδρων ὁ τύραννος Ἀντίοχος ἐπί U+05D0V 13 τουτοις] pr ελεγεν V υπαχθεις U+05D0 | Ονειας U+05D0 | ανηρησασθαι A ανη- ρησεσθαι V 14 παραδοξως διασωθεις] παραδοξωσωθεις V* παραδοξως σωθεις V¹? 15 τελευτησαντος...ανηρ paene evanuere in V ο υιος] om ο U+05D0* (hab U+05D0c.ᵃ) Επιφανης] pr ο U+05D0 δεινος] pr και U+05D0 16 ος] και V Ονειαν U+05D0 | Ιασωνα V 17 συνθεμενος U+05D0* (-νον U+05D0c.a) τρισχίλια] χειλια U+05D0* γ U+05D0c.b 18 αρχιερασθαι] pr και U+05D0V αφηγεισθαι του εθνους U+05D0 19 V 11 multa rescr Vᵃ aunt quae paene evanuerint in V 19 om ος U+05D0 | εξεζητησεν] εξεδιητησεν U+05D0V 20 om αλλα και καταλυσοι A (hab U+05D0V) 21 τοι] αυτοις U+05D0V rescr 22 om γαρ U+05D0* (hab U+05D0c.a) τε] δε Vrescr ενι incertum eat in V οι Ιεροσολυμειται χαιροιεο U+05D0 | Ιεροσολυ- μιται V 23 τινες] τις U+05D0 | φανιε (sic) A 24 ευνοιαν] ευνομιαν U+05D0V εορα A 25 γυναικας] pr τας V 26 κατεφρονητο V του εθνους] τουτου θνους (sic) A μιαρων U+05D0V | απογευσαμενους V τινος ὑψηλοῦ τόπου, καὶ τῶν στρατευμάτων αὐτῶν παρεστηκότων A κυκλόθεν ἐνόπλων,
παρεκέλευεν τοις δορυφόροις ἕνα ἕκαστον τῶν Ἐβραίων περισπᾶσθαι, καὶ κρεῶν ὑείων καὶ εἰδωλοθύτων ἀναγκάζειν ἀπογεύεσθαι
εἰ δέ τινες μὴ θέλοιεν μιεροφαγῆσαι, τούτους τροχισθέντας ἀναιρεθῆναι.
πολλῶν δὲ συναρπασθέντων, εἰς πρῶτος ἐκ τῆς ἀγέλης Ἐβραῖος ὀνόματι Ἐλεάζαρος, τὸ γένος ἱερεύς, τὴν ἐπιστήμην νομικός, καὶ τὴν ἡλικίαν προήκων, καὶ πολλοῖς τῶν περὶ τὸν τύραννον διὰ τὴν ἡλικίαν γνώριμος. παρήχθη πλησίον αὐτοῦ.
καὶ αὐτὸν ἰδὼν ὁ Ἀντίοχος ἔφη
Ἐγὼ πρὶν ἄρξασθαι τῶν κατὰ σοῦ βασάνων, πρεσβῦτα, συμβουλεύσαιμʼ ἄν σοι ταῦτα ὅπως ἀπογευσάμενος τῶν ὑείων σώζοιο· αἰδοῦμαι γάρ σου τὴν ἡλικίαν καὶ τὴν πολιάν, ἣν μετὰ τοσοῦτον ἔχων χρόνον οὕ μοι δοκεῖς φιλοσοφεῖν, τῇ Ἰουδαίων χρώμενος θρησκείᾳ.
διά τί γὰρ τῆς φύσεως κεχαρισμένης καλλίστην τὴν τοῦδε τοῦ ζῴου σαρκοφαγίαν βδελύττῃ;
καὶ γὰρ ἀνόητον τοῦτο τὸ μὴ ἀπολαύειν τῶν χωρὶς ὀνείδους ἡδέων, καὶ ἄδικον ἀποστρέφεσθαι τὰς τῆς φύσεως χάριτας.
σὺ δέ μοι καὶ ἀνοητότερον ποιήσεῖν δοκεῖς, εἰ κενοδοξῶν περὶ τὸ ἀληθές
ἔτι κἀμοῦ καταφρονήσεις ἐπὶ τῇ ἰδίᾳ τιμωρίᾳ· οὐκ ἐξυπνώσεις ἀπὸ τῆς φλυάρου φιλοσοφίας ὑμῶν;
καὶ ἀποσκεδάσεις σου τὸν λῆρον ¶ τὸν λογισμόν, καὶ ἄξιον ¶ V τῆς ἡλικίας ἀναλαβὼν νοῦν φιλοσοφήσεις τὴν τοῦ συμφέροντος ἀλήθειαν,
καὶ προσκυνήσας μου τὴν φιλάνθρωπον παρηγορίαν οἰκτειρήσεις τὸ σεαυτοῦ γῆρας
καὶ γὰρ ἐνθυμήθητι, ὡς εἰ καί τίς ἐστιν τῆσδετῆς θρησκείας ἐποπτικὴ δύναμις. συγγνωμονήσειἐν σοι ἐπὶ πᾶσιν δι᾿ ἀνάγκην παρανομίᾳ γινομένῃ.
Τοῦτον τὸν τρόπον ἐπὶ τὴν ἔκθεσμον σαρκοφαγίαν ἐποτρύνοντος τοῦ τυράννου, λόγον ᾔτησεν ὁ Ἐλεάζαρος.
καὶ λαβὼν τοῦ λέγειν ἐξουσίαν, ἤρξατο δημηγορεῖν οὕτως
Ἡμεῖς, Ἀντίοχε, θείῳ πεπεισμένοι νόμῳ πολιτεύεσθαι, οὐδεμίαν V 1 αυτων] αυτω U+05D0 2 των Εβραιων] Εβραιον U+05D0* (των Εβραιων U+05D0c.a) U+05D0V περισπασθαι] επισπασθαι U+05D0V υιων A V* (υειων U+05D0Vᵃ): item 6 ιδωλοθυτων (λ sup ras upi prius ν ut vid) U+05D0 3 τις U+05D0* (τινες U+05D0c.a ) θελοιεν] θελουσι V τε- (- λοιεν V* ᵛiᵈ) | μιαροφαγησαι U+05D0V 4 om Εβραιος U+05D0 | ονοματι] του- νομα V (sed νομα rescr partim sup ras ; bis scripsisse vid συναρπ . εις πρω- τος V*) γνωριμος] + δια την φιλοσοφιαν V 6 εγω] + πρεσβυτα U+05D0 | om ω πρεσβυτα U+05D0 | οσουτον A* (τ superscr A¹) θρησκια U+05D0 7 κεχαρισμενης] χ Sup ras U+05D01 | την τουδε του ζωου] τουτου του ζ. Vᵛid 8 των χωρις ονιδους ηδεω) κ δι sup ras et in mg Aa αδικον] pr δι A?ᵐᵍ sinistr αποστρεφει U+05D0* (- στρεφε- σθαι U+05D0c.a ) 10 καταφρονησειας V rescr 11 ληρον] cett desunt in V usque X II 1, folio codicis abscisso των λογισμων U+05D0 | αναλαβωνουν A 12 οικτιρη· σεις A 13 om ως U+05D0* (hab U+05D0c.a) θρησκειας] +υμων U+05D0 | συγνωμ. A συνγνU+05D0 | πασιν] παση 14 εχθεσμὸ U+05D0* (εκθ.U+05D0 c) 16 Αντιωχε A πεπεισμενω A A ἀνάγκην βιαιοτέραν εἶναι νομίζομεν τῆς πρὸς τὸν νόμον ἡμῶν εὐπειθείας.
διὸ δὴ κατʼ οὐδένα τρόπον παρανομεῖν ἀξιοῦμεν.
καίτοι εἰ καὶ κατὰ ἀλήθειαν μὴ ἦν ὁ νόμος ἡμῶν, ὡς σὺ ὑπολαμβάνεις, θεῖος, ἄλλως δὲ νομίζομεν αὐτὸν εἶναι θεῖον, οὐδὲ οὕτως ἐξὸν ἡμῖν ἦν τὴν ἐπὶ τῇ εὐσεβεία δόξαν ἀκυρῶσαι.
μὴ μικρὰν οὗν εἶναι νομίσῃς ταύτην, εἰ μιεροφαγήσαιμεν, ἁμαρτίαν.
τὸ γὰρ ἐν μικροῖς καὶ ἐν μεγάλοις παρανομεῖν ἰσοδύναμόν ἐστιν·
δι᾿ ἑκατέρου γὰρ ὡς ὁμοίως ὁ νόμος ὑπερηφανεῖται.
χλευάζεις δέ ἡμῶν τὴν φιλοσοφίαν, ὥσπερ οὐ μετὰ εὐλογιστίας ἐν αὐτῇ βιούντων.
σωφροσύνην τε γὰρ ἡμᾶς ἐκδιδάσκει, ὥστε πασῶν τῶν ἡδονῶν καὶ ἐπιθυμιῶν κρατεῖν, καὶ ἀνδρείαν ἐξασκεῖν, ὥστε πάντα πόνον ἑκουσίως ὑπομένειν·
καὶ δικαιοσύνην παιδεύει, ὥστε διὰ πάντων τῶν ἠθῶν ἰσονομεῖν καὶ εὐσέβειαν διδάσκειν, ὥστε μόνον τὸν ὄντα θεὸν σέβειν μεγαλοπρεπῶς.
διὸ οὐ μιεροφαγοῦμεν· πιστεύοντες γὰρ θεοῦ καθεστάναι τὸν νόμον, οἴδαμεν ὅτι καὶ κατὰ φύσιν ἡμῖν συμπαθεῖ νομοθετῶν ὁ τοῦ κόσμου κτίστης·
τὰ μέν οἰκειωθησόμενα ἡμῶν ταῖς ψυχαῖς ἐπέτρεψεν ἐσθίειν, τὰ δέ ἐναντιωθησόμενα ἐκώλυσεν σαρκοφαγεῖν.
τυραννικὸν δὲ οὐ μόνον ἀναγκάζεις ἡμᾶς παρανομεῖν, ἀλλὰ καὶ ἐσθίειν, ὅπως τῇ ἐχθίστη ἡμῶν μιεροφαγίᾳ ταύτῃ ἔτι ἐγγελάσῃς
ἀλλ᾿ οὐ γελάσεις κατʼ ἐμοῦ τοῦτον τὸν γέλωτα·
οὔτε τοὺς ἱεροὺς τῶν προγόνων περὶ τοῦ φυλάξαι τὸν νόμον ὅρκους οὐ παρήσω,
οὐδ᾿ ἂν ἐκκόψεις μου τὰ ὄμματα καὶ τὰ σπλάγχνα μου τήξεις.
οὐχ οὕτως εἰμὶ γέρων ἐγὼ καὶ ἄνανδρος, ὥστε μοι διὰ τὴν εὐσέβειαν μὴ νεάζειν τὸν λογισμόν.
πρὸς ταῦτα τροχοὺς εὐτρέπιζε, καὶ τὸ πῦρ ἐκφύσα σφοδρότερον.
οὐχ οὕτως οἰκτειρήσω τὸ ἐμαυτοῦ γῆρας, ὥστε με δι᾿ ἐμαυτοῦ τὸν πάτριον καταλῦσαι νόμον.
οὐ ψεύσομαί σε, παιδευτὰ νόμε, οὐδέ φεύξομαί σε, φίλη ἐγκράτεια·
οὐδὲ καταισχυνῶ σε, φιλόσοφε λόγε, οὐδὲ ἐξαρνήσομαί σε. ἱερωσύνη τιμία καὶ νομοθεσίας ἐπιστήμη·
οὐδὲ μιανεῖς μου τὸ σεμνὸν γήρως στόμα, οὐδὲ νομίμου βίου ἡλικίαν.
ἁγνόν με οἱ πατέρες προσδέξονται, μὴ φοβηθέντα σου τὰς μέχρι A θανάτου ἀνάγκας.
ἀσεβῶν μέν γὰρ τυραννήσεις· τῶν δὲ ἐμῶν περὶ τῆς εὐσεβείας λογισμῶν οὔτε λόγοις δεσπόσεις, οὕτε δι᾿ ἔργων.
Chapter 6
Τοῦτον τὸν τρόπον ἀντιρητορεύσαντα ταῖς τοῦ τυράννου παρηγορίαις, παραστάντες οἱ δορυφόροι πικρῶς ἔσυραν ἐπὶ τὰ βασανιστήρια τὸν Ἐλεάζαρον.
καὶ πρῶτον μέν περιέδυσαν τὸν γεραιὸν ἐκκεκοσμημένον τὴν περὶ τὴν εὐσέβειαν εὐσχημοσύνην.
ἔπειτα περιαγκωνίσαντες ἑκατέρωθεν, μάστιξιν κατῄκιζον,
Πείσθητι ταῖς τοῦ βασιλέως ἐντολαῖς, ἑτέρωθεν κήρυκος ἐπιβοῶντος.
ὁ δὲ μεγαλόφρων καὶ εὐγενὴς ὡς ἀληθῶς Ἐλεάζαρος, ὥσπερ ἐν ὀνείρῳ βασανιζόμενος κατʼ οὐδένα τρόπον μετετρέπετο.
ἀλλὰ ὑψηλοὺς ἀνατείνας εἰς τὸν οὐρανὸν τοὺς ὀφθαλμούς, ἀπεξαίνετο ταῖς μάστιξιν τὰς σάρκας ὁ γέρων, καὶ κατερρεῖτο τῷ αἵματι, καὶ τὰ πλευρὰ κατετιτρώσκετο,
καὶ πίπτων εἰς τὸ ἔδαφος, ἀπὸ τοῦ μὴ φέρειν τὸ σῶμα τὰς ἀλγηδόνας, ὀρθὸν εἶχεν καὶ ἀκλινῆ τὸν λογισμόν.
λάξ γέ τοι τῶν πικρῶν τις δορυφόρων εἰς τοὺς κενεῶνας ἐναλλόμενος ἔτυπτεν, ὅπως ἐξανίσταυτο πίπτων.
ὁ δὲ ὑπέμεινεν τοὺς πόνους καὶ περιεφρόνει τῆς ἀνάγκης καὶ διεκαρτέρει τοὺς αἰκισμούς,
καὶ καθάπερ γενναῖος ἀθλητὴς τυπτόμενος ἐνίκα τοὺς βασανίζοντας ὁ γέρων.
ἱδρῶν γέ τοι τὸ πρόσωπον, καὶ ἐπασθμαίνων σφοδρῶς, καὶ ὑπʼαὐτῶν τῶν βασανιζόντων ἐθαυμάζετο ἐπὶ τῆ εὐτυχίᾳ.
ὅθεν τὰ μέν ἐλεῶντες τὰ τοῦ γήρως αὐτοῦ,
τὰ δὲ ἐν συνπαθείᾳ τῆς συνηθείας ὄντες, τὰ δὲ ἐν θαυμαστῷ τῆς καρτερίας προσιόντες αὐτῷ τινες τῶν τοῦ βασιλέως ἔλεγον
Τί τοῖς κακοῖς τούτοις σεαυτὸν ἀλογίστως ἀπόλεις, Ἐλεάζαρ;
ἡμεῖς μέν τῶν ἡψημέναων βρωμάτων παραθήσομεν· σὺ δὲ ὑποκρινόμενος τῶν ὑείων ἀπογεύσασθαι, σώθητι.
Καὶ ὁ Ἐλεάζαρος, ὥσπερ πικρότερον διὰ τῆς συμβουλίας αἰκισθείς, ἀνεβόησεν
Μὴ οὕτως κακῶς φρονήσαιμεν, οἱ Ἀβραὰμ παῖδες, ὥστε μαλακοψυχήσαντας ἀπρεπές ἡμῖν δρᾶμα ὑποκρίνασθαι
καὶ γὰρ ἀλόγιστον, εἰ πρὸς ἀλήθειαν ζήσαντες 37 αγνον] + δε U+05D0c.a εισδεξονται U+05D0* (προσδεξ, U+05D0c.a ) 38 περι] υπερ U+05D0 | U+05D0 ευσεβιας U+05D0 VII αντιρητορευσαντος U+05D0* (αντιρρ. U+05D0c.ᵃ) 2 εκκεκοσμη- μενον] ενκοσμουμενον U+05D0 τη περι την ευσεβιαν ευσχημοσυνη U+05D0 6 τον ουρανον] om τον U+05D0 ταις] τας A* (ι superscr A¹) τα (sic) πλευρας U+05D0c.a 7 ορθρο A ακλινη] ν sup ras et η in mg A¹ 8 εξανιστατο U+05D0* (-σταιτο U+05D0c.a ) 9 υπεμενε U+05D0 11 γε] γεν (sic) A om επι U+05D0 | ευτυχια] ευψυχια U+05D0 13 της συνηθειας (ϊυν. A* συν. A?)] την συνηθειαν U+05D0* (της συνηθειας U+05D0c.a) θαυμαστω] θαυμασμω U+05D0 των του βασ.] om των U+05D0 14 om τι (hab U+05D0¹?c) απολλεις αλογιστως U+05D0 15 μεν] μεντοι U+05D0 | συ] σε A αποκρινομενος U+05D0c.a (postea restit υποκρ.) απογευεσθαι U+05D0 | σωζοιο U+05D0 18 ζησαντας U+05D0c.a A τὸν μέχρι γήρως βίον, καὶ τὴν ἐπʼ αὐτῶν δόξαν νομίμως φυλάσσοντες, εἰ νῦν μεταβαλοίμεθα,
καὶ αὐτοὶ μὲν ἡμεῖς γενοίμεθα τοῖς νέοις ἀσεβείας τύπος, ἵνα παράδειγμα γενώμεθα τῆς μιεροφαγίας.
αἰσχρὸν γὰρ εἰ ἐπιβιώσομεν ὀλίγον χρόνον, καὶ τοῦτον καταγελώμενοι πρὸς ἁπάντων ἐπὶ δειλίᾳ·
καὶ ὑπὸ μὲν τοῦ τυράννου καταφρονηθῶμεν ὡς ἄνανδροι, τὸν δε θεῖον ἡμῶν νόμον μέχρι θανάτου μὴ προασπίσαιμεν.
πρὸς ταῦτα ὑμεῖς μέν, ὦ Ἀβραὰμ παῖδες, εὐγενῶς ὑπὲρ τῆς εὐσεβείας τελευτᾶτε.
οἱ δὲ τοῦ τυράννου δορυφόροι, τί μέλλετε;
Πρὸ τὰς ἀνάγκας οὕτως μεγαλοφρονοῦντα αὐτὸν ἰδόντες, καὶ μηδέ πρὸς τὸν οἰκτειρμὸν αὐτῶν μεταβαλλόμενοι, ἐπὶ τὸ πῦρ αὐτὸν ἤγαγον.
ἔνθα διὰ κακοτέχνων ὀργάννων καταφλέγοντες αὐτὸν ὑπερίπτοσαν καὶ δυσώδεις χυλοὺς εἰς τοὺς μυκτῆρας αὐτοῦ κατέχεον.
ὁ δὲ μέχρι ἀστέων ἤδη κατακεκαυμένος καὶ μέλλων λιποθυμεῖν, ἀνέτεινεν τὰ ὄμματα πρὸς τὸν θεόν, καὶ εἶπεν
Σὺ οἶσθα, θεέ, παρόν μοι σώζεσθαι, βασάνοις καυστικαῖς ἀποθνήσκω διὰ τὸν νόμον.
ἵλεως γενοῦ τῷ ἔθνει σου, ἀρκεσθεὶς τῇ ἡμετέρᾳ περὶ αὐτῶν δίκῃ.
καθάρσιον αὐτῶν ποίησον τὸ ἐμὸν αἷμα, καὶ ἀντίψυχον αὐτῶν λάβε τὴν ἐμὴν ψυχήν.
καὶ ταῦτα εἰπὼν ὁ ἱερὸς ἀνὴρ εὐγενῶς ταῖς βασάνοις ἐναπἐθανεν, καὶ μέχρι τῶν τοῦ θανάτου βασάνων ἀντέστη τῷ λογισμῷ διὰ τὸν νόμον.
ὁμολογουμένως οὖν δεσπότης ἐστιν τῶν παθῶν ὁ εὐσεβὴς λογισμός.
εἰ γὰρ τὰ πάθη τοῦ λογισμοῦ κεκρατήκει, τούτοις ἂν ἀπεδόμην τὴν τῆς ἐπικρατίας μαρτυρίαν.
νυνὶ δὲ τοῦ λογισμοῦ τὰ πάθη νικήσαντος, αὐτῷ προσηκόντως τὴν τῆς ἡγεμονίας προσνέμομεν ἐξουσίαν.
καὶ δίκαιόν ἐστιν ὁμολογεῖν ἡμᾶς τὸ κράτος εἶναι τοῦ λογισμοῦ, ὅπου γε καὶ τῶν ἔξωθεν ἀλγηδόνων ἐπικρατεῖ
ἐπεὶ καὶ γελοῖον. καὶ οὐ μόνον τῶν ἀλγηδόνων ἐπιδείκνυμι κεκρατηκέναι τὸν λογισμόν, ἀλλὰ καὶ τῶν ἡδονῶν κρατεῖν, μηδὲ αὐταῖς ὑπείκειν.
Chapter 7
Ὥσπερ γὰρ ἄριστος κυβερνήτης ὁ τοῦ πατρὸς ἡμῶν Ἐλεαζάρου λογισμός, πηδαλιουχῶν τὴν τῆς εὐσεβείας ναῦν ἐν τῷ τῶν παθῶν πελάγει,
καὶ καταικιζόμενος ταῖς τοῦ τυράννου ἀπειλαῖς καὶ καταντλούμενος U+05D0 18 αυτων] αυτω U+05D0 | φυλαξαντες U+05D0c.a | om ει 2⁰ U+05D0 19 γενοιμεθα] γενο- μεθα A γενωμεθα U+05D0 | μιαροφαγιας U+05D0 20 γαρ] δε U+05D0 | προς αποντων] υπο παντων U+05D0 | δειλια] διλια A* διλεια A1 21—22 προασπισαιμεν προς ταυτα· A 22 om προς ταυτα U+05D0 24 τον] ον sup ras U+05D0¹ | μεταβαλλομενον U+05D0 | ηγαγον] ανηγον U+05D0 25 υπερεπτοσαν A υπεριπτον U+05D0c.a 26 οστεων] pr των U+05D0 | κατακεκαυμενος] κεκαυμενος U+05D0 | ανετεινε U+05D0 28 περι] υπερ U+05D0 29 ποιησαι U+05D0 31 των παθων εστιν U+05D0 35 improb και 1⁰ U+05D0c.a | κεκρατηκεναι] κρατεῖ U+05D0 | μηδε] και μηδεν U+05D0 VΙΙ 1 αριστος] pr ο U+05D0 | πηδαλιου εχων A | ευσεβιας U+05D0 2 om και 1⁰ U+05D0 | om ταις του U+05D0 | improb και 2⁰ U+05D0c.a ταῖς τῶν βασάνων τρικυμίαις,
κατʼ οὐδένα τρόπον μετέτρεψεν A τοὺς τῆς εὐσεβείας οἴακας, ἕως οὗ ἔπλευσεν ἐπὶ τὸν τῆς θανάτου νίκης λιμένα.
οὐχ οὕτως πόλις πολλοῖς καὶ ποικίλοις μηχανήμασιν ἀντέσχεν ποτὲ πολιορκουμένη, ὡς ὁ πανάγιος ἐκεῖνος τὴν ἱερὰν ψυχὴν αἰκισμοῖς τε καὶ στρέβλαις πυρπολούμενος ἐκίνησεν τοὺς πολιορκοῦντας, διὰ τὸν ὑπερασπίζοντα τῆς εὐσεβείας λογισμόν.
ὥσπερ γὰρ πρόκρημνον ἄκραν τὴν ἑαυτοῦ διάνοιαν ὁ πατὴρ Ἐλεάζαρος ἐκτεινας, περιέκλασεν τοὺς μαινομένους τῶν παθῶν κλύδωνας.
Ὦ ἄξιε τῆς ἱερωσύνης ἱερεῦ, οὐκ ἐμίανας τοὺς ἱεροὺς ὀδόντας, οὐδὲ τὴν θεοσέβειαν καὶ καθαρισμὸν χωρήσασαν γαστέρα ἐκοινώνησας μιεροφαγίᾳ.
ὦ σύμφωνε νόμου καὶ φιλόσοφε θείου βίου.
τοιούτους δεῖ εἶναι τοὺς δημιουργοῦντας τὸν νόμον ἰδίῳ αἵματι, καὶ γενναίῳ ἱδρῶτι τοῖς μέχρι θανάτου πάθεσιν ὑπερασπίζοντας.
σύ, πάτερ, τὴν εὐνομίαν ἡμῶν διὰ τῶν ὑπομονῶν εἰς δόξαν ἐκύρωσας, καὶ τὴν ἁγιαστίαν σεμνολογήσας οὐ κατέλυσας, καὶ διὰ τῶν ἔργων ἐπιστοποίησας τοὺς τῆς φιλοσοφίας λόγους.
ὦ βασάνων βιαιότερε γέρων, πυρὸς εὐτονώτερε πρεσβῦτα, καὶ παθῶν μέγιστε βασιλεῦ, Ἐλεαζάρ.
Ὥσπερ γὰρ ὁ πατὴρ Ἀαρὼν τῷ θυμιατηρίῳ καθωπλισμένος, διὰ τοῦ ἐθνοπλήθους ἐπιτρέχων τὸν ἐμπυριστὴν ἐνίκησεν ἄγγελον,
οὕτως ὁ Ἀαρωνίδης Ἐλεάζαρος διὰ τοῦ πυρὸς ὑπερτηκόμενος οὐ μετετράπη τὸν λογισμόν.
καίτοι τὸ θαυμασιώτατον, γέρων ὤν, λελυμένων ἤδη τῶν τοῦ σώματος πόνων καὶ περικεχαλασμένων δὲ τῶν σαρκῶν, κεκμηκότων δὲ καὶ τῶν νεύρων, ἀνενέασεν
τῷ πνεύματι τοῦ λογισμοῦ, καὶ τῷ Ἰσακείῳ λογισμῷ τὴν πολυκέφαλον στρέβλαν ἠκύρωσεν.
ὦ μακαρίου γήρως καὶ σεμνῆς πολιᾶς καὶ βίου νομίμου, ὃν πιστὴ θανάτου σφραγὶς ἐτελεί ωσεν.
Εἰ δὲ τοίνυν γέρων τῶν μέχρι θανάτου βασάνων περιεφρόνησεν δι᾿ εὐσέβειαν, ὁμολογουμένως ἡγεμών ἐστιν τῶν παθῶν ὁ εὐσεβὴς λογισμός. ¹⁷ἴσως δʼ ἂν εἴποιέν τινες, τῶν παθῶν 3 μετετρεψεν] ετρεψε U+05D0 | ευσεβιας A | θανατου] αθανατου U+05D0 4 αν- U+05D0 τεσχε U+05D0 | om τε U+05D0 | εκινησεν] ενικησεν U+05D0 5 προκρημον A | Ελεαζαρ U+05D0 | μαινομενους] επιμαιν. U+05D0 | κλυδωνας sup ras A¹ 6 ιεροσυνης A | θεο- σεβιαν U+05D0 | εκοινωνησας] εκοινωσας U+05D0 | μιαροφαγια U+05D0 9 ημων] υμων A | αγιαστιαν] απαστιαν U+05D0 | φιλοσοφιας] θειας φιλ. σου U+05D0 10 βιοτερε (sic) A | πυρος] pr και U+05D0 | πρεσβυ U+05D0* (πρεσβυτα U+05D0 c.a) 11 om γαρ U+05D0* (hab U+05D0c.a) | om τον εμπυριστην U+05D0* τον ενπυρισμον U+05D0c.a | αγγελον] pr τον U+05D0* (im- prob U+05D0c.a) A*vid (ras A) 12 Αρωνιαδης Avid | Ελεαζαρ U+05D0 13 λελυμε- νων] + μεν U+05D0 | πονων] τονων U+05D0 | om και 1⁰ U+05D0 | περιεχαλασμ. A | και 2⁰] αι sup ras Aᵃ? 14 του λογισμου] pr δια U+05D0 | Ισακιω U+05D0 | ηκυρωσεν] ενικησεν U+05D0 16 γερων] + ανηρ U+05D0 | περιεφρονει U+05D0 17 om δ U+05D0* (hab U+05D0c.a) A οὐ πάντες περικρατοῦσιν· ὅτι οὺδὴ πάντες φρ όνιμον ἔχουσιν τὸν λογισμόν.
ἀλλ ὅσοι τῆς εὐσεβείας προνοοῦσιν ἐξ ὅλης καρδίας, οὗτοι μόνοι δύυανται κρατεῖν τῶν τῆς σαρκὸς παθῶν·
φἱ πιστεύοντες, ὅτι θεῷ οὐκ ἀποθνήσκουσιν, ὥσπερ γὰρ οἱ πατριάρχαι ἡμῶν Ἀβραάμ, Ἰσαάκ, Ἰακώβ, ἀλλὰ ζῶσιν τῷ θεῷ.
οὐδὲν οὖν ἐναντιοῦται τὸ φαί νεσθαί τινας παθοκρατεῖσθαι διὰ τὸν ἀσθενῆ λογισμόν.
ἐπεὶ τίς πρὸς ὁλον τὸν τῆς φιλοσοφίας κανόνα εὐσεβῶς φιλοσοφῶν, καὶ πεπιστευκὼς θεῷ,
καὶ εἰδὼς ὅτι διὰ τὴν ἀρετὴν πάντα πόνον ὑπομένειν μακάριόν ἐστιν, οὐκ ἂν περικρατήσειεν τῶν παθῶν διὰ τὴν εὐσέβειαν;
μόνος γὰρ ὁ σοφὸς καὶ σώφρων ἀνδρεῖός ἐστιν τῶν παθῶν κύριος.
διὰ τοῦτό γε τοι καὶ…
Chapter 8
Ἐπειδὴ…
τό…
The complete text is available when the reading interface loads.