Ψαλμοί
- Scientific editors
- Henry Barclay Swete D.D.
- Edition reference
- The Old Testament in Greek · Cambridge · Cambridge University Press · 1896
- CTS identifier
urn:cts:greekLit:tlg0527.tlg027.local002- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
I
ΜΑΚAPΙΟΣ ἀνὴρ ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, B καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη, καὶ ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισεν·
ἀλλ᾿ ἢ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός.
καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρά τἀς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ, καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεται· καὶ πάντα ὅσα ἂν ποιῇ κατευοδωθήσεται.
οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως, ἀλλʼ ἢ ὡς ὁ χνοῦς ὃν ἐκριπτεῖ ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς.
διὰ τοῦτο οὐκ ἀναστήσονται οἱ ἀσεβεῖς ἐν κρίσει, οὐδέ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων·
ὅτι γινώσκει Κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται.
Β΄
Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά ;
παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ. διάψαλμα.
διαρρήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀπορρίψωμεν ἀφʼ ἡμῶν τὸν ζυγὸν αὐτῶν.
ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτούς, καὶ ὁ κύριος ἐκμυκτηριεῖ αὐτοὺς.
τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ, καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς.
ἐγὼ δὲ κατεστάθην ὑπʼ αὐτοῦ ἐπὶ Σειὼν ὄρος τὸ ἅγιον αὐτοῦ,
διαγγέλλων τὸ πρόσταγμα Κυρίου. Κύριος εἶπεν πρὸς μέ ⁷ἰός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε·
αἴτησαι παρʼ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς·
ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, ὡς σκεῦος κεραμέως συντρίψεις αὐτοὺς.
καὶ νῦν, βασιλεῖς, σύνετε· παιδεύθητε, πάντες οἱ κρίνοντες τὴν γῆν.
δουλεύσατε τῷ κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ.
δράξασθε παιδείας, μή ποτε ὀργισθῇ Κύριος, καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας, ὅταν ἐκκαυθῇ ἐν τάχει ὁ θυμὸς αὐτοῦ. μακάριοι πάντες οἱ πεποιθότες ἐπʼ αὐτῷ
Γ΄
Ψαλμὸς τῷ Δαυείδ, ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ.
Κύριε, τί ἐπληθύνθησαν οἱ θλἰβοντές με ; πολλοὶ ἐπανίστανται ἐπʼ ἐμέ·
πολλοὶ λέγουσιν τῇ ψυχῇ μου Οὐκ ἔστιν σωτηρία ἐν τῷ θεῷ αὐτοῦ. διάψαλμα.
σὺ δέ, Κύριε, ἀντιλήμπτωρ μου εἶ, B δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου.
φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέν μου ἐξ ὄρους ἁγίου αὐτοῦ. διάψαλμα.
ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήμψεταί μου.
οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ ἐπιτιθεμένων μοι.
ἀνάστα, Κύριε, σῶσόν με ὁ θεός μου· ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως ὀδόντας ἁμαρτωλῶν συνέτριψας.
τοῦ κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.
Δ΄
Εἰς τὸ τέλος, ἐν ψαλμοῖς· ᾠδὴ τῷ Δαυείδ.
Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέν μου ὁ θεὸς τῆς δικαιοσύνης μου, ἐν θλίψει ἐπλάτυνάς μοι· οἰκτείρησόν με καὶ εἰσάκουσον τῆς προσευχῆς μου.
υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι ; ἵνα τί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος ; διἁψαλμα.
καὶ γνῶτε ὅτι ἐθαυμάστωσεν Κύριος τὸν ὅσιον αὐτοῦ· Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν.
ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε· ἃ λέγετε ἐν καρδία, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε. διάψαλμα.
θύσατε θυσίαν δικαιοσύνης, καὶ ἐλπίσατε ἐπὶ Κύριον.
πολλοὶ λέγουσιν Τίς δείξει ἡμῖν τὰ ἀγαθά ; ἐσημειώθη ἐφʼ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε·
ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου, ἀπὸ καρποῦ σίτου καὶ οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν.
ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω· ὅτι σύ, Κύριε, κατὰ μόνας ἐπὶ ἐλπίδι κσυῴκισάς με.
Ε΄
Εἰς τὸ τέλος, ὐπὲρ τῆς κληρονομούσης· ψαλμὸς τῷ Δαυείδ.
Τὰ ῥήματά μου ἐνώτισαι, Κύριε, σύνες τῆς κραυγῆς μου,
πρόσχες τῆς φωνῆς τῆς δεήσεώς μου. ὁ βασιλεύς μου καὶ ὁ θεός μου· ὅτι πρὸς σέ προσεύξομαι, Κύριε.
τὸ πρωὶ εἰσακούσῃ τῆς φωνῆς μου· τὸ πρωὶ παραστήσομαί σοι καὶ ἐπόψομαι.
ὅτι οὐχὶ θεὸς θέλων ἀνομίαν σὺ εἶ οὐδὲ παροικήσει σοι πονηρευόμενος.
οὐ διαμενοῦσιν παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου· ἐμίσησας, Κύριε, πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν.
ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος· ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται Κύριος.
ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλέου σου εἰσελεύσομαι εἰς τὸν οἶκόν σου, προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου.
Κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου ἕνεκα τῶν ἐχθρῶν μον, κατεύθυνον ἐνώπιόν σου τὴν ὁδόν μου.
ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήθεια, ἡ καρδία αὐτῶν ματαία· τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν.
κρῖνον αὐτούς, ὁ θεός· ἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλιῶν αὐτῶν· κατὰ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν ἔξωσον αὐτούς, ὅτι παρεπίκρανάν σε, Κύριε.
καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ἐλπίζοντες ἐπὶ σέ· εἰς αἰῶνα ἀγαλλιάσονται, καὶ κατασκηνώσεις ἐν αὺτοῖς. καὶ καυχήσονται ἐπὶ σοὶ πάντες οἱ ἀγαπῶντες τὸ ὄνομά σου,
ὄτι σὺ εὐλογεῖς δίκαιον. B Κύριε, ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς.
F΄
Εἰς τὸ τέλος, ἐν ὕμνοις, ὑπὲρ τῆς ὀγδόης· ψαλμὸς τῷ Δαυεἰδ.
Κύριε. μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδέ τῇ ὀργῇ σου παιδεύσῃς με.
ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι· ἴασαί με, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου.
καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα· καὶ σύ, Κύριε, ἕως πότε ;
ἐπίστρεψον, Κύριε, ῥῦσαι τὴν ψυχήν μου. σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου.
ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου· ἐν δὲ τῷ ᾄδῃ τίς ἐξομολογήσεταί σοι ;
ἐκοπίασα ἐν τῷ στεναγμῷ μου, λούσω καθʼ ἑκάστην νύκτα τὴν κλίνην μοι, ἐν δάκρυσίν μου τὴν στρωμνήν μου βρέξω.
ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου, ἐπαλαιώθην ἐν πᾶσιν τοῖς ἐχθροῖς μου.
ἀπόστητε ἀπʼ ἐμοῦ πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ὅτι εἰσήκουσεν Κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ μου·
εἰσήκουσεν Κύριος τῆς δεήσεώς μου, Κύριος τὴν προσευχήν μου προσεδέξατο.
αἰσχυνθείησαν καὶ ταραχθείησαν σφόδρα πάντες οἱ ἐχθροί μου, ἐπιστραφείησαν καὶ αἰσχυνθείησαν σφόδρα διὰ τάχους.
Ζ΄
Ψαλμὸς τῷ Δαυείδ, ὃν ἦσεν τῷ κυρίῳ ὐπὲρ τῶν λόγων Χουσεὶ υίοῦ Ἰεμενεί.
Κύριε ὁ θεός μου, ἐπὶ σοὶ ἤλπισα· σῶσόν με ἐκ πάντων τῶν διωκόντων με καὶ ῥῦσαί με,
μή ποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου, μὴ ὄντος λυτρουμένου μηδὲ σώζοντος.
Κύριε ὁ θεός μου, εἰ ἐποίησα τοῦτο, εἰ ἔστιν ἀδικία ἐν χερσίν μου,
εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσίν μοι κακά, ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός·
καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου καὶ καταλάβοι, καὶ καταπατήσαι εἰς γῆν τὴν ζωήν μου, καὶ τὴν δόξαν μου εἰς χοῦν κατασκηνώσαι. διάψαλμα.
ἀνάστηθι, Κύριε, ἐν ὀργῇ σου, ὑψώθητι ἐν τοῖς πέρασι τῶν ἐχθρῶν μου· ἐξεγέρθητι, Κύριε ὁ θεός μου, ἐν προστάγματι ᾧ ἐνετείλω.
καὶ συναγωγὴ λαῶν κυκλώσει σε· καὶ ὑπέρ ταύτης εἰς ὕψος ἐπίστρεψον.
Κύριος κρινεῖ λαοὺς· κρῖνόν με, Κύριε, κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν ἀκακίαν μου ἐπʼ ἐμοί.
συντελεσθήτω δὴ πονηρία ἁμαρτωλῶν, καὶ κατευθυνεῖς δίκαιον· ἐτάζων καρδίας καὶ νεφροὺς ὁ θεός.
δικαία ἡ βοήθειά μου παρὰ τοῦ θεοῦ τοῦ σώζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ.
ὁ θεὸς κριτὴς δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος, μὴ ὀργὴν ἐπάγων καθʼ ἑκάστην ἡμέραν.
ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει· τὸ τόξον αὐτοῦ ἐνέτεινεν, καὶ ἡτοίμασεν αὐτό·
καὶ ἐν αὐτῷ ἡτοίμασεν σκεύη θανάτου, τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο.
ἰδοὺ ὠδίνησεν ἀνομίαν, συνέλαβεν πόνον καὶ ἔτεκεν ἀδικίαν·
λάκκον ὤρυξεν καὶ ἀνέσκαψεν αὐτόν, B καὶ ἐνπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο·
ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται.
ἐξομολογήσομαι Κυρίῳ κατὰ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ὑψίστου.
Η΄
Εἰς τὸ τέλος, ὑπερ τῶν ληνῶν· ψαλμὸς τῷ Δαυείδ.
Κύριε ὁ κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῆ· ὅτι ἐπήρθη ἡ μεγαλοπρεπία σου ὑπεράνω τῶν οὐρανῶν.
ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον ἕνεκα τῶν ἐχθρῶν σου, τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν.
ὅτι ὄψομαι τοὺς οὐρανούς, ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας ἃ σὺ ἐθεμελίωσας·
τί ἐστιν ἄνθρωπος ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτῃ αὐτόν ;
ἠλάττωσας αὐτὸν βραχύ τι παρʼ ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν.
καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα χειρῶν σου· πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ,
πρόβατα καὶ βόας πάσας, ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου,
τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τοὺς ἰχθύας τῆς θαλάσσης, τὰ διαπορευόμενα τρίβους θαλασσῶν.
Κύριε ὁ κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ.
Θ΄
Εἰς τὸ τέλος, ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ· ψαλμὸς τῷ Δαυείδ.
Ἐξομολογήσομαι σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου·
εὐφρανθήσομαι καὶ ἀγαλλιάσομαι ἐν σοί, ψαλῶ τῷ ὀνόματί σου, Ὕψιστε.
ἐν τῷ ἀποστραφῆναι τὸν ἐχθρόν μου εἰς τὰ ὀπίσω, ἀσθενήσουσιν καὶ ἀπολοῦνται ἀπὸ προσώπου σου.
ὅτι ἐποίησας τὴν κρίσιν μου καὶ τὴν δίκην μου, ἐκάθισας ἐπὶ θρόνου, ὁ κρίνων δικαιοσύνην.
ἐπετίμησας ἔθνεσιν, καὶ ἀπώλετο ὁ ἀσεβής· τὸ ὄνομα αὐτῶν ἐξήλειψας εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα >τοῦ αἰῶνος.
τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος, καὶ πόλεις καθεῖλες· ἀπώλετο τὸ μνημόσυνον αὐτῶν μετʼ ἠχοῦς·
καὶ ὁ κύριος εἰς τὸν αἰῶνα μένει· ἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ.
καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, κρινεῖ λαοὺς ἐν εὐθύτητι.
καὶ ἐγένετο Κύριος καταφυγὴ τῷ πένητι, βοηθὸς ἐν εὐκαιρίαις ἐν θλίψει.
καὶ ἐλπισάτωσαν ἐπὶ σὲ οἱ γινώσκοντες τὸ ὄνομά σου, ὅτι οὐκ ἐνκατέλιπες τοὺς ἐκζητοῦντάς σε, Κύριε.
ψάλατε τῷ κυρίῳ τῷ κατοικοῦντι ἐν Σιῶν, ἀναγγείλατε ἐν τοῖς ἔθνεσιν τὰ ἐπιτηδεύματα αὐτοῦ·
ὅτι ἐκζητῶν τὰ αἵματα αὐτῶν ἐμνήσθη, οὐκ ἐπελάθετο τῆς δεήσεως τῶν πενήτων.
ἐλέησόν με, Κύριε· ἴδε τὴν ταπείνωσίν μου ἐκ τῶν ἐχθρῶν μου, ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου,
ὅπως ἄν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιῶν· ἀγαλλιάσομαι ἐπὶ τῷ σωτηρίῳ σου.
ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ ᾗ ἐποίησαν, ἐν παγίδι ταύτῃ ᾗ ἔκρυψαν συνελήμφθη ὁ ποὺς αὐτῶν.
γινώσκεται Κύριος κρίματα ποιῶν, U+05D0AR 4 προσωπου] pr του R 6 ουτων] αυτου U+05D0c.a σου A 7 εξελειπον A | καθειλας U+05D0c.aR | ηχου Bb vid) 9 δικαιοσυνη] ευθυτητι R | ευθυτητι] δικαιοσυνη R* (ευθ. Rᵃ) 10 θλιψεσι U+05D0 θλιψεσιν R 11 σε 1°] σοι A | οι γιν.] pr παντες A | εγκατελιπες BᵇU+05D0*A (εγκαταιλ.) εγκατελιπας U+05D0c.a ενκατα- λειπεις R 13 εκζητων] pr ο ?c.ᵃ (ras U+05D0c.ᵇ?) | δεησεως] κραυγης U+05D0R φωνης A 14 ειδε A 15 αγαλλιασομαι] θα superscr U+05D0c.ᵃ (ras U+05D0c.ᵇ?) αγαλ- λιασομεθα Rᵃ | επι] εν A | τω σωτηριω] το σωτηριον 16 εποιησαν] α sup ras Aa | παγιδι ταυτη] τη παγ. R* τη π. ταυτη Rᵃ | η 2° sup ras Aᵃ ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήμφθη ὁ ἁμαρτωλός. B ᾠδὴ διαφάλματος.
ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾄδην, πάντα τὰ ἔθνη τὰ ἐπιλανθανόμενα τοῦ θεοῦ.
ὅτι οὐκ εἰς τέλος ἐπιλησθήσεται ὁ πτωχός, ἡ ὑπομονὴ τῶν πενήτων οὐκ ἀπολεῖται εἰς τὸν αἰῶνα.
ἀνάστηθι, Κύριε, μὴ κραταιούσθω ἄνθρωπος, κριθήτωσαν ἔθνη ἐνώπιόν σου.
κατάστησον, Κύριε, νομοθέτην ἐπʼ αὐτούς, γνώτωσαν ἔθνη ὅτι οἱ ἄνθρωποί εἰσιν. διάψαλμα.
ἵνα τί, Κύριε, ἀφέστηκας μακρόθεν ; ὑπερορᾷς ἐν εὐκαιρίαις ἐν θλίψει ;
ἐν τῷ ὑπερηφανεύεσθαι τὸν ἀσεβῆ ἐνπυρίζεται ὁ πτωχός· συνλαμβάνονται ἐν διαβουλίοις οἷς διαλογίζονται.
ὅτι ἐπαινεῖται ὁ ἁμαρτωλὸς ἐν ταῖς ἐπιθυμίαις τῆς ψυχῆς αὐτοῦ, καὶ ὁ ἀδικῶν ἐνευλογεῖται.
παρώξυνεν τὸν Κύριον ὁ ἁμαρτωλός, κατὰ τὸ πλῆθος τῆς ὀργῆς αὐτοῦ οὐκ ἐκζητήσει οὐκ ἔστιν ὁ θεὸς ἐνώπιον αὐτοῦ.
βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ· ἀνταναιρεῖται τὰ κρίματά σου ἀπὸ προσώπου αὐτοῦ, πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει.
κἶπεν γὰρ ἐν καρδίᾳ αὐτοῦ Οὐ μὴ σαλευθῶ ἀπὸ γενεᾶς εἰς γενεὰν ἄνευ κακοῦ.
οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέμει καὶ πικρίας καὶ δόλου, ὑπὸ τὴν γλῶσσαν αὐτοῦ κόπος καὶ πόνος.
ἐνκάθηται ἐνέδρᾳ μετὰ πλουσίων ἐν ἀποκρύφοις ἀποκτεῖναι ἀθῷον· οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσιν.
ἐνεδρεύει ἐν ἀποκρύφῳ, ὡς λέων ἐν τῇ μάνδρᾳ αὐτοῦ· ἐνεδρεύει τοῦ ἁρπάσαι πτωχόν, 17 αμαρτωλος] αμαρτω sup ras 8 circ litt Aa | ωδη διαψ. non inst Bᵇ U+05D0AR 18 επιστραφητωσαν R* (αποστρ. Rᵃ) 19 επιλησθησεται] επιλισθη- σεται (επιλισ sup ras) A | τον αιωνα] τελος U+05D0c.ᵃA 20 αναστη R 21 γνωτωσαν] pr του R | οι ανθρ.| om οι U+05D0AR 22 θλιψεσιν U+05D0R 23 ασεβην A | εμπυριζεται Bᵃᵇ ενπυρισ. R* [ συλλαμβ. BᵇU+05D0A | διαλογιζον- ται] α 1° sup ras Aᵃ 24 εν] επι U+05D0 (εν U+05D0c.a) 26 σου] αυτου R 29 εγκαθηται Bᵃᵇ 30 om εν αποκρυφω...ενεδρευει 2° A B ἁρπάσαι πτωχὸν ἐν τῷ ἑλκύσαι αὐτόν· ἐν τῇ παγίδι αὐτοῦ
ταπεινώσει αὐτόν· κύψει καὶ πεσεῖται ἐν τῷ αὐτὸν κατακυριεῦσαι τῶν πενήτων.
εἶπεν γὰρ ἐν τῇ καρδίᾳ αὐτοῦ Ἐπιλέλησται ὁ θεός, ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ τοῦ μὴ βλέπειν εἰς τέλος,
ἀνάστηθι, Κύριε ὁ θεός, ὑψωθήτω ἡ χείρ σου· μὴ ἐπιλάθῃ τῶν πενήτων.
ἕνεκεν τίνος παρώξυνεν ὁ ἀσεβὴς τὸν θεόν ; εἶπεν γὰρ ἐν καρδίᾳ αὐτοῦ Οὐ ζητήσει.
βλέπεις, ὅτι σὺ πόνον καὶ θυμὸν κατανοήσεις. τοῦ παραδοῦναι αὐτοὺς εἰς χεῖράς σου. σοὶ οὖν ἐνκαταλέλειπται ὁ πτωχός, ὀρφανῷ σὺ ὖσθα βοηθός.
σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ· ζητηθήσεται ἡ ἁμαρτία αὐτοῦ, καὶ οὐ μὴ εὐρεθῇ δι᾿ αὐτήν.
βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ἀπολεῖσθε, ἔθνη, ἐκ τῆς γῆς αὐτοῦ.
τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσεν Κύριος. τὴν ἑτοιμασίαν τῆς καρδίας αὐτῶν προσέσχεν τὸ οὖς σου,
κρῖναι ὀρφανῷ καὶ ταπεινῷ, ἵνα μὴ προσθῇ ἔτι μεγαλαυχεῖν ἄνθρωπος ἐπὶ τῆς γῆς.
Ι΄
Εἰς τὸ τέλος· τῷ Δαυεὶδ ψαλμός. Ἐπὶ τῷ κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ μου Μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον ;
ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, § U ἡτοίμασαν βέλη §εἰς φαρέτραν, U+05D0ARU 31 αυτον 2°] ν sup ras Aᵃ?vid 32 τη καρδια] om τη U+05D0AR | επιλ.] + ου R 35 θεος] + μου U+05D0c.aAR | επιλαθης A | πενητων] + εις τελος 34 παρωξυνεν] παρωργισεν U+05D0 | ου ζητησει] ουκ εκζητησει U+05D0AR 35 πο- νον] κοπον AR | κατανοησεις] κατανοεις BcU+05D0AR | αυτους] αυτον U+05D0c. ᵃ | σοι] συ ARfort | om ουν U+05D0c.aR | εγκατελελ. Bᵇ | βοηθος BU+05D0c.a Ra] βοηθων U+05D0*AR* 36 om δι αυτην U+05D0c.a δι αυτον R 37 κς βασιλευσει U+05D0 | απολεισθαι B*A (-σθε BᵃᵇU+05D0R vid) 38 εισηκουσεν Κυριος] εισηκουσας κε U+05D0c.ᵃ | σου] αυ- του A 39 κριναι] αι sup ras 3 circ litt Aᵃ? | μεγαλαυχειν] pr του U+05D0A | ανθρωπος BU+05D0A?Rᵃ] ανθρωπον A* R* Stich 81 B 80 U+05D0A 82 R X 1 ψαλμος τω Δ. U+05D0AR | αρειτε B | την ψυχην μου (ψυχην μ sup ras Aᵃ?) A 2 inc [ε]ις φαρετραν U τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ.
ὅτι ἃ κατηρτίσω καθεῖλον· ὁ δὲ δίκαιος τί ἐποίησεν ;
Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ· Κύριος, ἐν οὐρανῷ ὁ θρόνος αὐτοῦ. οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσιν, τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων.
Κύριος ἐξετάζει τὸν δίκαιον καὶ τὸν ἀσεβῆ· ὁ δὲ ἀγαπῶν ἀδικίαν μισεῖ τὴν ἑαυτοῦ ψυχήν.
ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας· πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν.
ὅτι δίκαιος Κύριος καὶ δικαιοσύνας ἠγάπησεν, εὐθύτητα εἶδεν τὸ πρόσωπον αὐτοῦ.
ΙΑ΄
Εἰς τὸ τέλος, ὑπὲρ τῆς ὀγδόης· ψαλμὸς τῷ Δαυείδ.
Σῶσόν με, Κύριε· ὅτι ἐκλέλοιπεν ὅσιος, ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων.
μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, χείλη δόλια ἐν καρδίᾳ καὶ ἐν καρδίᾳ ἐλάλησαν.
ἐξολεθρεύσαι Κύριος πάντα τὰ χείλη τὰ δόλια καὶ γλῶσσαν μεγαλορήμονα,
τοὺς εἰπόντας Τὴν γλῶσσαν ἡμῶν μεγαλυνοῦμεν, τὰ χείλη ἡμῶν παρʼ ἡμῶν ἐστίν· τίς ἡμῶν κύριός ἐστιν ;
ἀπὸ τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ ἀπὸ τοῦ στεναγμοῦ τῶν πενήτων νῦν ἀναστήσομαι, λέγει Κύριος· θήσομαι ἐν σωτηρίᾳ, παρησιάσομαι ἐν αὐτῷ.
τὰ λόγια Κυρίου λόγια ἁγνά, ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ, κεκαθαρισμένον ἑπταπλασίως.
σύ, Κύριε, φυλάξεις ἡμᾶς, καὶ διατηρήσεις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης καὶ εἰς τὸν αἰῶνα.
κύκλῳ οἱ ἀσεβεῖς περιπατοῦσιν· κατὰ τὸ ὕψος σου ἐπολυώρησας τοὺς υἱοὺς τῶν ἀνθρώπων.
ΙΒ΄
Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυείδ.
Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος ; ἕως πότε ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπʼ ἐμοῦ ;
ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου, ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας ; ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός μου ἐπʼ ἐμέ ;
ἐπίβλεψον, εἰσάκουσόν μου, Κύριε ὁ θεός μου· φώτισον τοὺς ὀφθαλμούς, μὴ ποτε ὑπνώσω εἰς θάνατον,
μή ποτε εἴπῃ ὁ ἐχθρός μου Ἴσχυσα πρὸς αὐτόν· οἱ θλίβοντές με ἀγαλλιάσονται ἐὰν σαλευθῶ.
ἐγὼ δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπισα· ἀγαλλιάσεται ἡ καρδία μου ἐν τῷ σωτηρίῳ σου· ᾄσω τῷ κυρίῳ τῷ εὐεργετήσαντί με, καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ὑψίστου.
ΙΓ΄
Εἰς τὸ τέλος· φαλμὸς τῷ Δαυείδ. Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ Οὐκ ἔστιν θεός. διέφθειραν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασιν, U+05D0ARU 7 τη γη] pr εν U | κεκαθερισμενον A κεκαρισμενον U | om επταπλα- σιως R* 8 Κυριε] pr δε U | διατη|ρησῃς A 9 τους υιους] pr παντας A — Stich 17 B 18 U+05D0 19 A 20 R XII 2 αποστρεψεις BU+05D0U (αποστεψις)] αποστρεφεις AR | εμουν 3 τινος] ποτε U | ωδινας R vid | ημερας] + ӄ νυκτος U+05D0c. ᵃ + και νυκτος A 4 επιβλεψον] ...στρεψον U | εισακουσον] pr και R | om μου 1° U+05D0 | οφθαλμους] + μου U+05D0ARU vid 6 εν] επι U+05D0ARU | τω σωτηριω] το σωτηριον R | ευεργητωσαντι | με] μοι R — Stich 13 BU+05D0R 14 A XIII 1 τω Δ. ψαλμος U+05D0 | καρδια pr τη U | διεφθεραν BU+05D0* U] διεφθαρησαν U+05D0c.ᵃAR οὐκ ἔστιν ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός.
Κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων, τοῦ ἰδεῖν εἰ ἔστιν συνίων ἢ ἐκζητῶν τὸν θεόν.
πάντες ἐξέκλιναν, ἄμα ἠχρεώθησαν, οὐκ ἔστιν ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός. τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν· ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν, ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει· ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα· σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν, καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν· οὐκ ἔστιν φόβος θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν.
οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀδικίαν, οἱ κατέσθοντες τὸν λαόν μου βρώσει ἄρτου ; τὸν κύριον οὐκ ἐπεκαλέσαντο.
ἐκεῖ ἐδειλίασαν φόβῳ οὗ οὐκ ἣν φόβος· ὅτι ὁ θεὸς ἐν γενεᾷ δικαίᾳ.
βουλὴν πτωχοῦ κατῃσχύνατε, ὅτι Κύριος ἐλπὶς αὐτοῦ ἐστιν.
τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ ; ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ ἀγαλλιάσθω Ἰακὼβ καὶ εὐφρανθήτω Ἰσραήλ.
ΙΔ΄
Ψαλμὸς τῷ Δαυείδ.
Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου ; καὶ τίς κατασκηνώσει ἐν τῷ ὄρει τῷ ἁγίῳ σου ;
πορευόμενος ἄμωμος καὶ ἐργαζόμενος δικαιοσύνην, λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ·
ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ, οὐδὲ ἐποίησεν τῷ πλησίον αὐτοῦ κακόν, καὶ ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοὺς ἔγγιστα αὐτοῦ·
ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενος, τοὺς δὲ φοβουμένους Κύριον δοξάζει· ὁ ὀμνύων τῷ πλησίον αὐτοῦ καὶ οὐκ ἀθετῶν·
τὸ ἀργύριον αὐτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκῳ, καὶ δῶρα ἐπʼ ἀθῴοις οὐκ ἔλαβεν· ὁ ποιῶν ταῦτα οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα.
ΙΕ΄
Στηλογραφία τῷ Δαυείδ.
Φύλαξόν με, Κύριε, ὅτι ἐπὶ σοὶ ἤλπισα.
εἶπα τῷ κυρίῳ Κύριός μου εἶ σύ.
τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.
ἐπληθύνθησαν αἱ ἀσθένειαι αὐτῶν, μετὰ ταῦτα ἐτάχυναν· οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱμάτων, οὐδέ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου.
Κύριος ἡ μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου· σὺ εἶ ὁ ἀποκαθιστῶν τὴν κληρονομίαν μου ἐμοί. U+05D0ARU XIV 1 και] η U+05D0c.ᵃAR U | κατασκηνωσει] καταπαυσει | τω ορει τω αγιω] ορει αγιω U+05D0c.aR ορι τω αγιω A 3 ος] και R | εδολίωσεν U | γλωσση] pr τη U | ουδε] ӄ ουκ U+05D0c.a και ουκ R | om κακον U+05D0* (hab U+05D0c.a(ᵐᵍ)) | εγγιστας A 4 εξουθενωθη R | πονηρευομενος] pr πας AU | Κυριον] pr τον RU | δοξασει R | om αυτου 2° U+05D0* (hab U+05D0c. ᵃ) 5 αθοοις B* (αθωοις Bᵃᵇ) | ου] + μη R* (om Rᵃ) — Stich 13 BU+05D0AR XV 1 Κυριε] ο θς U+05D0* (κε U+05D0c.ᵃ) | ηλπισα] ελπις R πεποιθα U 2 Κυριος] θς U+05D0* (κς U+05D0c.a) | ει συ] + οτι των αγαθων μου ου χριαν εχεις U+05D0AR + οτι των αγαθων μου χρειαν ουκ εχεις U 3 θεληρα A 4 αυτων 1°] εν αυτοις U | ουδε] ουδ ου AU | ονομα B* (ονοματων (των superscr] Bᵃᵇ) 5 η μερις] om η U+05D0c.a U | του ποτηριον U
σχοινία ἐπέπεσάν μοι ἐν τοῖς κρατίστοις, B καὶ γὰρ ἡ κληρονομία μου κρατίστη μοί ἐστιν.
εὐλογήσω τὸν κύριον τὸν συνετίσαντά με· ἔτι δὲ καὶ ἕως νυκτὸς ἐπαίδευσάν με οἱ νεφροί μου.
προορώμην τὸν κύριον ἐνώπιόν μου διὰ παντός, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ.
διὰ τοῦτο ηὐφράνθη ἡ καρδία μου καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου, ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπʼ ἐλπίδι.
ὅτι οὐκ ἐνκαταλείψεις τὴν ψυχὴν μου εἰς ἅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.
ἐγνώρισάς μοι ὁδοὺς ζωῆς· πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου· τερπνότητες ἐν τῇ δεξιᾷ σου εἰς τέλος.
IF΄
Προσευχὴ τοῦ Δαυείδ.
Εἰσάκουσον, Κύριε, τῆς δικαιοσύνης μου, πρόσχες τῇ δεήσει μου· ἐνώτισαι τῆς προσευχῆς μου οὐκ ἐν χείλεσιν δολίοις.
ἐκ προσώπου σου τὸ κρίμα μου ἐξέλθοι, οἱ ὀφθαλμοί μου ἰδέτωσαν εὐθύτητας.
ἐδοκίμασας τὴν καρδίαν μου, ἐπεσκέψω νυκτός· ἐπύρωσάς με, καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικία.
ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου (4)τὰ ἔργα τῶν ἀνθρώπων, διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς.
κατάρτισαι τὰ διαβήματά μου ἐν ταῖς τρίβοις σου, ἵνα μὴ σαλευθῇ τὰ διαβήματά μου.
ἐγὼ ἐκέκραξα, ὅτι ἐπήκουσάς μου, ὁ θεός· κλῖυον τὸ οὗς σου ἐμοὶ καὶ εἰσάκουσον τῶν ῥηματων μου.
θαυμάστωσον τὰ ἐλέη σου, ὁ σώζων τοὺς ἐλπίζοντας ἐπὶ σὲ ἐκ τῶν ἀνθεστηκότων τῇ δεξιῷ σου.
φύλαξόν με ὡς κόραν ὀφθαλμοῦ· ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με
ἀπὸ προσώπου ἀσεβῶν τῶν ταλαιπωρησάντων με. οἱ ἐχθροί μου τὴν ψυχὴν μου περιέσχον,
τὸ στέαρ αὐτῶν συνέκλεισαν, τὸ στόμα αὐτῶν ἐλάλησεν ὑπερηφανίαν·
ἐκβάλλοντές με νυνὶ περιεκύκλωσάν με, τοὺς ὀφθαλμοὺς αὐτῶν ἔθεντο ἐκκλῖναι ἐν τῇ γῇ·
ὑπέλαβόν με ὡσεὶ λέων ἕτοιμος εἰς θήραν, καὶ ὡσεὶ σκύμνος οἰκῶν ἐν ἀποκρύφοις.
ἀνάστηθι, Κύριε, πρόφθασον αὐτοὺς καὶ ὑποσκέλισον αὐτούς, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ ἀσεβοῦς, ῥομφαίαν σου
ἀπὸ ἐχθρῶν τῆς χειρός σου· Κύριε ἀπολύων ἀπὸ γῆς, διαμέρισον αὐτοὺς ἐν τῇ ζωῇ αὐτῶν· καὶ τῶν κεκρυμμένων σου ἐπλήσθη ἡ γαστὴρ αὐτῶν, ἐχορτάσθησαν ὑείων καὶ ἀφῆκαν τὰ κατάλοιπα τοῖς νηπίοις αὐτῶν.
ἐγὼ δὲ ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ προσώπῳ σου, χορτασθήσομαι ἐν τῷ ὀφθῆναι τὴν δόξαν σου.
ΙΖ΄
Εἰς τὸ τέλος· τῷ παιδὶ Κυρίου τῷ Δαυεἰδ, ἃ ἐλάλησεν τῷ κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης ἐν ἡμέρᾳ ᾗ ἐρύσατο αὐτὸν Κύριος ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτοῦ καὶ ἐκ χειρὸς Σαούλ
καὶ εἶπεν· Ἀγαπήσω σε, Κύριε ἰσχύς μου.
Κύριος στερέωμά μου καὶ καταφυγή μου καὶ ῥύστης μου· ὁ θεός μου βοηθός, καὶ ἐλπιῶ ἐπʼ αὐτόν· ὑπερασπιστής μου καὶ κέρας σωτηρίας, ἀντιλήμπτωρ μου.
αἰνῶν ἐπικαλέσομαι Κύριον, καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι.
περιέσχον με ὠδῖνες θανάτου, καὶ χείμαρροι ἀνομίας ἐξετάραξάν με·
ὠδῖνες ᾅδου περιεκύκλωσάν με, προέφθασάν με παγίδες θανάτου.
καὶ ἐν τῷ θλίβεσθαί με ἐπεκαλεσάμην τὸν κύριον, καὶ πρὸς τὸν θεόν μου ἐκέκραξα· ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ φωνῆς μου, καὶ ἡ κραυγὴ μου ἐνώπιον αὐτοῦ εἰσελεύσεται εἰς τὰ ὦτα αὐτοῦ.
καὶ ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ, καὶ τὰ θεμέλια τῶν ὀρέων ἐταράχθησαν καὶ ἐσαλεύθησαν, ὅτι ὠργίσθη αὐτοῖς ὁ θεός.
ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ, καὶ πῦρ ἐναντίον αὐτοῦ κατεφλόγισεν, ἄνθρακες ἀνήφθησαν ἀπʼ αὐτοῦ.
καὶ ἔκλινεν οὐρανὸν καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ.
καὶ ἐπέβη ἐπὶ χερουβεὶν καὶ ἐπετάσθη, ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων.
καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ, σκοτινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων.
ἀπὸ τῆς τηλαυγήσεως ἐνώπιον αὐτοῦ αἱ νεφέλαι διῆλθον, χάλαζα καὶ ἄνθρακες πυρός.
καὶ ἐβρόντησεν ἐξ οὐρανοῦ Κύριος, καὶ ὁ ὕψιστος ἔδωκεν φωνὴν αὐτοῦ·
καὶ ἐξαπέστειλεν βέλη καὶ ἐσκόρπισεν αὐτούς, καὶ ἀστραπὰς ἐπλήθυνεν καὶ συνετάραξεν αὐτούς.
καὶ ὤφθησαν αἱ πηγαὶ τῶν ὑδάτων, καὶ ἀνεκαλύφθη τὰ θεμέλια τῆς οἰκουμένης ἀπὸ ἐπιτιμήσεώς σου, Κύριε, ἀπὸ ἐνπνεύσεως πνεύματος ἀργῆς σου.
ἐξαπέστειλεν ἐξ ὕψους καὶ ἔλαβέν με, προσέλαβε ἐξ ὑδάτων πολλῶν.
ῥύσεταί με ἐξ ἐχθρῶν μου δυνατῶν καὶ ἐκ τῶν μισούντων με, ὅτι ἐστερεώθησαν ὑπὲρ ἐμέ.
προέφθασάν με ἐν ἡμέρᾳ κακώσεώς μου, καὶ ἐγένετο Κύριος ἀντιστήριγμά μου,
καὶ ἐξήγαγέν με εἰς πλατυσμόν· ῥύσεταί με, ὅτι ἠθέλησέν με.
ῥύσεταί με ἐξ ἐχθρῶν μου δυνατῶν καὶ ἐκ τῶν μισούντων με. καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου, καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἀνταποδώσει μοι.
ὅτι ἐφύλαξα τὰς ὁδοὺς Κυρίου, καὶ οὐκ ἠσέβησα ἀπὸ τοῦ θεοῦ μου·
ὅτι πάντα τὰ κρίματα αὐτοῦ ἐνώπιόν μου, καὶ τὰ δικαιώματα αὐτοῦ οὐκ ἀπέστησαν ἀπʼ ἐμοῦ.
καὶ ἔσομαι ἄμωμος μετʼ αὐτοῦ, B καὶ φυλάξομαι ἀπὸ τῆς ἀνομίας μου.
καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ.
μετὰ ὁσίου ὁσιωθήσῃ, καὶ μετὰ ἀνδρὸς ἀθῴου ἀθῷος ἔσῃ,
καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ, καὶ μετὰ στρεβλοῦ διαστρέψεις.
ὅτι σὺ λαὸν ταπεινὸν σώσεις, καὶ ὀφθαλμοὺς ὑπερηφάνων ταπεινώσεις·
ὅτι σὺ φωτιεῖς λύχνον μου, Κύριε· ὁ θεός μου, φωτιεῖς τὸ σκότος μου.
ὅτι ἐν σοὶ ῥυσθήσομαι ἀπὸ πειρατηρίου, καὶ ἐν τῷ θεῷ μου ὑπερβήσομαι τεῖχος.
ὁ θεός μου, ἄμωμος ἡ ὁδὸς αὐτοῦ, τὰ λόγια Κυρίου πεπυρωμένα, ὑπερασπιστής ἐστιν πάντων τῶν ἐλπιζόντων ἐπʼ αὐτόν.
ὅτι τίς θεὸς πλὴν τοῦ κυρίου ; καὶ τίς θεὸς πλὴν τοῦ θεοῦ ἡμῶν ;
ὁ θεὸς ὁ περιζωννύων με δύναμιν, καὶ ἔθετο ἄμωμον τὴν ὁδόν μου·
ὁ καταρτιζόμενος τοὺς πόδας μου ὡς ἐλάφου, καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶν με·
διδάσκων χεῖράς μου εἰς πόλεμον, καὶ ἔθου τόξον χαλκοῦν τοὺς βραχίονάς μου·
καὶ ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας μου, καὶ ἡ δεξιά σου ἀντελάβετό μου· καὶ ἡ παιδία σου ἀνώρθωσέν με εἰς τέλος, 25 μου 2°] + ανταποδωσει μοι AR 26 μετα 1°] και τα U | οσιωθηση] U+05D0ARU οσιος εση U+05D0c.ᵃR | και μετα bis scr U | αθωος εση] αθωοθηση U 27 εκλεκτος] εκλεκτως U 28 λαον] pr τον | σωσεις] υψωσεις U 30 συ B* (σοι Bᵃᵇ) | ρυθησομαι U | τειχος] τιχον U 31 πεπυρωμενα] περιεργυρώ- μένα (sic) U 32 πλην 1°] παρεξ U+05D0U (παρξ) | om και τις θεος πλην του θεου U | και] η U+05D0c.a R 34 ο καταρτιζομενος] om ο U+05D0 ο καταρ- τιζων AU | ως] ωσει U+05D0c.ᵃR | ελαφου] ελαφους ARavid ελαφων U 35 διδασ. κων] pr ο RU | τοξον] pr εις U | βραχιονας] post α 1° ras 1 lit et χιο sup ras Aa βραχειωνας U 36 om μου 1° | αντιλαβοιτο Rvid αντιλαβετο U | παιδεια (bis) BᵃᵇU) | ανωρθωσεν] αναρθωσεν ανορθωσεν U | om εις τελος...διδαξει U+05D0* (hab U+05D0c.ᵃ) B καὶ ἡ παιδία σου, αὐτὴ με διδάξει.
ἐπλάτυνας τὰ διαβήματά μου ὑποκάτω μου, καὶ οὐκ ἠσθενησαν τὰ ἴχνη μου.
καταδιώξω τοὺς ἐχθρούς μου καὶ καταλήμψομαι αὐτούς, καὶ οὐκ ἀποστραφήσομαι ἕως ἂν ἐκλίπωσιν·
ἐκθλίψω αὐτοὺς καὶ οὐ μὴ δύνωνται στῆναι, πεσοῦνται ὑπὸ τοὺς πόδας μου.
καὶ περιέζωσάς με δύναμιν εἰς πόλεμον, συνεπόδισας πάντας τοὺς ἐπανιστανομένους ἐπ᾿ ἐμὲ ὑποκάτω μου.
καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον, καὶ τοὺς μισοῦντάς με ἐξωλέθρευσας.
ἐκέκραξαν, καὶ οὐκ ἦν ὁ σώζων· πρὸς Κύριον, καὶ οὐκ εἰσήκουσεν αὐτῶν.
καὶ λεπτυνῶ αὐτοὺς ὡς χνοῦν κατὰ πρόσωπον ἀνέμου, ὡς πηλὸν πλατειῶν λεανῶ αὐτούς.
ῥῦσαί με ἐξ ἀντιλογιῶν λαοῦ, καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν· λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέν μοι,
εἰς ἀκοὴν ὠτίου ὑπήκουσέν μοι· υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι,
υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν.
ζῇ Κύριος, καὶ εὐλογητὸς ὁ θεός μου, καὶ ὑψωθήτω ὁ θεὸς τῆς σωτηρίας μου·
ὁ θεὸς ὁ διδοὺς ἐκδικήσεις ἐμοί, καὶ ὑποτάξας λαοὺς ὑπʼ ἐμέ,
ὁ ῥύστης μου ἐξ ἐχθρῶν ὀργίλων· U+05D0ARU 38 καταδιωξω] pr και U | αποστρε|φησονμαι U | om αν U | εκλειπωσιν AU 39 αυτους] αυτου U | στηναι] στηκαι R 40 εις πολεμον] εως ποlλεμον (sic) | om παντας U+05D0* (hab U+05D0c.ᵃ) | επανισταμενους Bᵇ | υποκαιων U 41 om και…
δ…
The complete text is available when the reading interface loads.