The Greek Library Author

Septuaginta

Proverbia

Edition reference
Septuaginta : id est, Vetus Testamentum graece iuxta LXX interpretes · Stuttgart · Württembergische Bibelanstalt · 1935
CTS identifier
urn:cts:greekLit:tlg0527.tlg029.local001
Corpus release
2.2.0 · 2026-08-29

Chapter 1

Παροιμίαι Σαλωμῶντος υἱοῦ Δαυιδ, ὃς ἐβασίλευσεν ἐν Ισραηλ,

γνῶναι σοφίαν καὶ παιδείαν νοῆσαί τε λόγους φρονήσεως

δέξασθαί τε στροφὰς λόγων νοῆσαί τε δικαιοσύνην ἀληθῆ καὶ κρίμα κατευθύνειν,

ἵνα δῷ ἀκάκοις πανουργίαν, παιδὶ δὲ νέῳ αἴσθησίν τε καὶ ἔννοιαν·

τῶνδε γὰρ ἀκούσας σοφὸς σοφώτερος ἔσται, ὁ δὲ νοήμων κυβέρνησιν κτήσεται

νοήσει τε παραβολὴν καὶ σκοτεινὸν λόγον ῥήσεις τε σοφῶν καὶ αἰνίγματα.

Ἀρχὴ σοφίας φόβος θεοῦ, σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν· εὐσέβεια δὲ εἰς θεὸν ἀρχὴ αἰσθήσεως, σοφίαν δὲ καὶ παιδείαν ἀσεβεῖς ἐξουθενήσουσιν.

ἄκουε, υἱέ, παιδείαν πατρός σου καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου·

στέφανον γὰρ χαρίτων δέξῃ σῇ κορυφῇ καὶ κλοιὸν χρύσεον περὶ σῷ τραχήλῳ.

υἱέ, μή σε πλανήσωσιν ἄνδρες ἀσεβεῖς, μηδὲ βουληθῇς, ἐὰν παρακαλέσωσί σε λέγοντες

Ἐλθὲ μεθ’ ἡμῶν, κοινώνησον αἵματος, κρύψωμεν δὲ εἰς γῆν ἄνδρα δίκαιον ἀδίκως,

καταπίωμεν δὲ αὐτὸν ὥσπερ ᾅδης ζῶντα καὶ ἄρωμεν αὐτοῦ τὴν μνήμην ἐκ γῆς·

τὴν κτῆσιν αὐτοῦ τὴν πολυτελῆ καταλαβώμεθα, πλήσωμεν δὲ οἴκους ἡμετέρους σκύλων·

τὸν δὲ σὸν κλῆρον βάλε ἐν ἡμῖν, κοινὸν δὲ βαλλάντιον κτησώμεθα πάντες, καὶ μαρσίππιον ἓν γενηθήτω ἡμῖν.

μὴ πορευθῇς ἐν ὁδῷ μετ’ αὐτῶν, ἔκκλινον δὲ τὸν πόδα σου ἐκ τῶν τρίβων αὐτῶν·

οἱ γὰρ πόδες αὐτῶν εἰς κακίαν τρέχουσιν καὶ ταχινοὶ τοῦ ἐκχέαι αἷμα·

οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς.

αὐτοὶ γὰρ οἱ φόνου μετέχοντες θησαυρίζουσιν ἑαυτοῖς κακά, ἡ δὲ καταστροφὴ ἀνδρῶν παρανόμων κακή.

αὗται αἱ ὁδοί εἰσιν πάντων τῶν συντελούντων τὰ ἄνομα· τῇ γὰρ ἀσεβείᾳ τὴν ἑαυτῶν ψυχὴν ἀφαιροῦνται.

Σοφία ἐν ἐξόδοις ὑμνεῖται, ἐν δὲ πλατείαις παρρησίαν ἄγει,

ἐπ’ ἄκρων δὲ τειχέων κηρύσσεται, ἐπὶ δὲ πύλαις δυναστῶν παρεδρεύει, ἐπὶ δὲ πύλαις πόλεως θαρροῦσα λέγει

Ὅσον ἂν χρόνον ἄκακοι ἔχωνται τῆς δικαιοσύνης, οὐκ αἰσχυνθήσονται· οἱ δὲ ἄφρονες, τῆς ὕβρεως ὄντες ἐπιθυμηταί, ἀσεβεῖς γενόμενοι ἐμίσησαν αἴσθησιν καὶ ὑπεύθυνοι ἐγένοντο ἐλέγχοις.

ἰδοὺ προήσομαι ὑμῖν ἐμῆς πνοῆς ῥῆσιν, διδάξω δὲ ὑμᾶς τὸν ἐμὸν λόγον.

ἐπειδὴ ἐκάλουν καὶ οὐχ ὑπηκούσατε καὶ ἐξέτεινον λόγους καὶ οὐ προσείχετε,

ἀλλὰ ἀκύρους ἐποιεῖτε ἐμὰς βουλάς, τοῖς δὲ ἐμοῖς ἐλέγχοις ἠπειθήσατε,

τοιγαροῦν κἀγὼ τῇ ὑμετέρᾳ ἀπωλείᾳ ἐπιγελάσομαι, καταχαροῦμαι δέ, ἡνίκα ἂν ἔρχηται ὑμῖν ὄλεθρος,

καὶ ὡς ἂν ἀφίκηται ὑμῖν ἄφνω θόρυβος, ἡ δὲ καταστροφὴ ὁμοίως καταιγίδι παρῇ, καὶ ὅταν ἔρχηται ὑμῖν θλῖψις καὶ πολιορκία, ἢ ὅταν ἔρχηται ὑμῖν ὄλεθρος.

ἔσται γὰρ ὅταν ἐπικαλέσησθέ με, ἐγὼ δὲ οὐκ εἰσακούσομαι

ὑμῶν· ζητήσουσίν με κακοὶ καὶ οὐχ εὑρήσουσιν.

ἐμίσησαν γὰρ σοφίαν, τὸν δὲ φόβον τοῦ κυρίου οὐ προείλαντο

οὐδὲ ἤθελον ἐμαῖς προσέχειν βουλαῖς, ἐμυκτήριζον δὲ ἐμοὺς ἐλέγχους.

τοιγαροῦν ἔδονται τῆς ἑαυτῶν ὁδοῦ τοὺς καρποὺς καὶ τῆς ἑαυτῶν ἀσεβείας πλησθήσονται·

ἀνθ’ ὧν γὰρ ἠδίκουν νηπίους, φονευθήσονται, καὶ ἐξετασμὸς ἀσεβεῖς ὀλεῖ.

ὁ δὲ ἐμοῦ ἀκούων κατασκηνώσει ἐπ’ ἐλπίδι καὶ ἡσυχάσει ἀφόβως ἀπὸ παντὸς κακοῦ.

Chapter 2

Υἱέ, ἐὰν δεξάμενος ῥῆσιν ἐμῆς ἐντολῆς κρύψῃς παρὰ σεαυτῷ,

ὑπακούσεται σοφίας τὸ οὖς σου, καὶ παραβαλεῖς καρδίαν σου εἰς σύνεσιν, παραβαλεῖς δὲ αὐτὴν ἐπὶ νουθέτησιν τῷ υἱῷ σου.

ἐὰν γὰρ τὴν σοφίαν ἐπικαλέσῃ καὶ τῇ συνέσει δῷς φωνήν σου, τὴν δὲ αἴσθησιν ζητήσῃς μεγάλῃ τῇ φωνῇ,

καὶ ἐὰν ζητήσῃς αὐτὴν ὡς ἀργύριον καὶ ὡς θησαυροὺς ἐξερευνήσῃς αὐτήν,

τότε συνήσεις φόβον κυρίου καὶ ἐπίγνωσιν θεοῦ εὑρήσεις.

ὅτι κύριος δίδωσιν σοφίαν, καὶ ἀπὸ προσώπου αὐτοῦ γνῶσις καὶ σύνεσις·

καὶ θησαυρίζει τοῖς κατορθοῦσι σωτηρίαν, ὑπερασπιεῖ τὴν πορείαν αὐτῶν

τοῦ φυλάξαι ὁδοὺς δικαιωμάτων καὶ ὁδὸν εὐλαβουμένων αὐτὸν διαφυλάξει.

τότε συνήσεις δικαιοσύνην καὶ κρίμα καὶ κατορθώσεις πάντας ἄξονας ἀγαθούς.

ἐὰν γὰρ ἔλθῃ ἡ σοφία εἰς σὴν διάνοιαν, ἡ δὲ αἴσθησις τῇ σῇ ψυχῇ καλὴ εἶναι δόξῃ,

βουλὴ καλὴ φυλάξει σε, ἔννοια δὲ ὁσία τηρήσει σε,

ἵνα ῥύσηταί σε ἀπὸ ὁδοῦ κακῆς καὶ ἀπὸ ἀνδρὸς λαλοῦντος μηδὲν πιστόν.

ὦ οἱ ἐγκαταλείποντες ὁδοὺς εὐθείας τοῦ πορεύεσθαι ἐν ὁδοῖς σκότους,

οἱ εὐφραινόμενοι ἐπὶ κακοῖς καὶ χαίροντες ἐπὶ διαστροφῇ κακῇ,

ὧν αἱ τρίβοι σκολιαὶ καὶ καμπύλαι αἱ τροχιαὶ αὐτῶν

τοῦ μακράν σε ποιῆσαι ἀπὸ ὁδοῦ εὐθείας καὶ ἀλλότριον τῆς δικαίας γνώμης.

υἱέ, μή σε καταλάβῃ κακὴ βουλὴ ἡ ἀπολείπουσα διδασκαλίαν νεότητος καὶ διαθήκην θείαν ἐπιλελησμένη·

ἔθετο γὰρ παρὰ τῷ θανάτῳ τὸν οἶκον αὐτῆς καὶ παρὰ τῷ ᾅδῃ μετὰ τῶν γηγενῶν τοὺς ἄξονας αὐτῆς·

πάντες οἱ πορευόμενοι ἐν αὐτῇ οὐκ ἀναστρέψουσιν οὐδὲ μὴ καταλάβωσιν τρίβους εὐθείας· οὐ γὰρ καταλαμβάνονται ὑπὸ ἐνιαυτῶν ζωῆς.

εἰ γὰρ ἐπορεύοντο τρίβους ἀγαθάς, εὕροσαν ἂν τρίβους δικαιοσύνης λείους.

χρηστοὶ ἔσονται οἰκήτορες γῆς, ἄκακοι δὲ ὑπολειφθήσονται ἐν αὐτῇ, ὅτι εὐθεῖς κατασκηνώσουσι γῆν, καὶ ὅσιοι ὑπολειφθήσονται ἐν αὐτῇ·

ὁδοὶ ἀσεβῶν ἐκ γῆς ὀλοῦνται, οἱ δὲ παράνομοι ἐξωσθήσονται ἀπ’ αὐτῆς.

Chapter 3

Υἱέ, ἐμῶν νομίμων μὴ ἐπιλανθάνου, τὰ δὲ ῥήματά μου τηρείτω σὴ καρδία·

μῆκος γὰρ βίου καὶ ἔτη ζωῆς καὶ εἰρήνην προσθήσουσίν σοι.

ἐλεημοσύναι καὶ πίστεις μὴ ἐκλιπέτωσάν σε, ἄφαψαι δὲ αὐτὰς ἐπὶ σῷ τραχήλῳ, καὶ εὑρήσεις χάριν·

καὶ προνοοῦ καλὰ ἐνώπιον κυρίου καὶ ἀνθρώπων.

ἴσθι πεποιθὼς ἐν ὅλῃ καρδίᾳ ἐπὶ θεῷ, ἐπὶ δὲ σῇ σοφίᾳ μὴ ἐπαίρου·

ἐν πάσαις ὁδοῖς σου γνώριζε αὐτήν, ἵνα ὀρθοτομῇ τὰς ὁδούς σου, [ὁ δὲ πούς σου οὐ μὴ προσκόπτῃ.]

μὴ ἴσθι φρόνιμος παρὰ σεαυτῷ, φοβοῦ δὲ τὸν θεὸν καὶ ἔκκλινε ἀπὸ παντὸς κακοῦ·

τότε ἴασις ἔσται τῷ σώματί σου καὶ ἐπιμέλεια τοῖς ὀστέοις σου.

τίμα τὸν κύριον ἀπὸ σῶν δικαίων πόνων καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης,

ἵνα πίμπληται τὰ ταμίειά σου πλησμονῆς σίτου, οἴνῳ δὲ αἱ ληνοί σου ἐκβλύζωσιν.

Υἱέ, μὴ ὀλιγώρει παιδείας κυρίου μηδὲ ἐκλύου ὑπ’ αὐτοῦ ἐλεγχόμενος·

ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.

μακάριος ἄνθρωπος ὃς εὗρεν σοφίαν καὶ θνητὸς ὃς εἶδεν φρόνησιν·

κρεῖττον γὰρ αὐτὴν ἐμπορεύεσθαι ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς.

τιμιωτέρα δέ ἐστιν λίθων πολυτελῶν, οὐκ ἀντιτάξεται αὐτῇ οὐδὲν πονηρόν· εὔγνωστός ἐστιν πᾶσιν τοῖς ἐγγίζουσιν αὐτῇ, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν.

μῆκος γὰρ βίου καὶ ἔτη ζωῆς ἐν τῇ δεξιᾷ αὐτῆς, ἐν δὲ τῇ ἀριστερᾷ αὐτῆς πλοῦτος καὶ δόξα·

ἐκ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ.

αἱ ὁδοὶ αὐτῆς ὁδοὶ καλαί, καὶ πάντες οἱ τρίβοι αὐτῆς ἐν εἰρήνῃ·

ξύλον ζωῆς ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς, καὶ τοῖς ἐπερειδομένοις ἐπ’ αὐτὴν ὡς ἐπὶ κύριον ἀσφαλής.

ὁ θεὸς τῇ σοφίᾳ ἐθεμελίωσεν τὴν γῆν, ἡτοίμασεν δὲ οὐρανοὺς ἐν φρονήσει·

ἐν αἰσθήσει ἄβυσσοι ἐρράγησαν, νέφη δὲ ἐρρύησαν δρόσους.

Υἱέ, μὴ παραρρυῇς, τήρησον δὲ ἐμὴν βουλὴν καὶ ἔννοιαν,

ἵνα ζήσῃ ἡ ψυχή σου, καὶ χάρις ᾖ περὶ σῷ τραχήλῳ.

ἔσται δὲ ἴασις ταῖς σαρξί σου καὶ ἐπιμέλεια τοῖς σοῖς ὀστέοις,

ἵνα πορεύῃ πεποιθὼς ἐν εἰρήνῃ πάσας τὰς ὁδούς σου, ὁ δὲ πούς σου οὐ μὴ προσκόψῃ.

ἐὰν γὰρ κάθῃ, ἄφοβος ἔσῃ, ἐὰν δὲ καθεύδῃς, ἡδέως ὑπνώσεις·

καὶ οὐ φοβηθήσῃ πτόησιν ἐπελθοῦσαν οὐδὲ ὁρμὰς ἀσεβῶν ἐπερχομένας·

ὁ γὰρ κύριος ἔσται ἐπὶ πασῶν ὁδῶν σου καὶ ἐρείσει σὸν πόδα, ἵνα μὴ σαλευθῇς.

μὴ ἀπόσχῃ εὖ ποιεῖν ἐνδεῆ, ἡνίκα ἂν ἔχῃ ἡ χείρ σου βοηθεῖν·

μὴ εἴπης Ἐπανελθὼν ἐπάνηκε καὶ αὔριον δώσω, δυνατοῦ σου ὄντος εὖ ποιεῖν· οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα.

μὴ τεκτήνῃ ἐπὶ σὸν φίλον κακὰ παροικοῦντα καὶ πεποιθότα ἐπὶ σοί.

μὴ φιλεχθρήσῃς πρὸς ἄνθρωπον μάτην, μή τι εἰς σὲ ἐργάσηται κακόν.

μὴ κτήσῃ κακῶν ἀνδρῶν ὀνείδη μηδὲ ζηλώσῃς τὰς ὁδοὺς αὐτῶν·

ἀκάθαρτος γὰρ ἔναντι κυρίου πᾶς παράνομος, ἐν δὲ δικαίοις οὐ συνεδριάζει.

κατάρα θεοῦ ἐν οἴκοις ἀσεβῶν, ἐπαύλεις δὲ δικαίων εὐλογοῦνται.

κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσιν χάριν.

δόξαν σοφοὶ κληρονομήσουσιν, οἱ δὲ ἀσεβεῖς ὕψωσαν ἀτιμίαν.

Chapter 4

Ἀκούσατε, παῖδες, παιδείαν πατρὸς καὶ προσέχετε γνῶναι ἔννοιαν·

δῶρον γὰρ ἀγαθὸν δωροῦμαι ὑμῖν, τὸν ἐμὸν νόμον μὴ ἐγκαταλίπητε.

υἱὸς γὰρ ἐγενόμην κἀγὼ πατρὶ ὑπήκοος καὶ ἀγαπώμενος ἐν προσώπῳ μητρός,

οἳ ἔλεγον καὶ ἐδίδασκόν με Ἐρειδέτω ὁ ἡμέτερος λόγος εἰς σὴν καρδίαν·

φύλασσε ἐντολάς, μὴ ἐπιλάθῃ μηδὲ παρίδῃς ῥῆσιν ἐμοῦ στόματος μηδὲ ἐγκαταλίπῃς αὐτήν, καὶ ἀνθέξεταί σου·

ἐράσθητι αὐτῆς, καὶ τηρήσει σε·

περιχαράκωσον αὐτήν, καὶ ὑψώσει σε· τίμησον αὐτήν, ἵνα σε περιλάβῃ,

ἵνα δῷ τῇ σῇ κεφαλῇ στέφανον χαρίτων, στεφάνῳ δὲ τρυφῆς ὑπερασπίσῃ σου.

Ἄκουε, υἱέ, καὶ δέξαι ἐμοὺς λόγους, καὶ πληθυνθήσεται ἔτη ζωῆς σου, ἵνα σοι γένωνται πολλαὶ ὁδοὶ βίου·

ὁδοὺς γὰρ σοφίας διδάσκω σε, ἐμβιβάζω δέ σε τροχιαῖς ὀρθαῖς.

ἐὰν γὰρ πορεύῃ, οὐ συγκλεισθήσεταί σου τὰ διαβήματα· ἐὰν δὲ τρέχῃς, οὐ κοπιάσεις.

ἐπιλαβοῦ ἐμῆς παιδείας, μὴ ἀφῇς, ἀλλὰ φύλαξον αὐτὴν σεαυτῷ εἰς ζωήν σου.

ὁδοὺς ἀσεβῶν μὴ ἐπέλθῃς μηδὲ ζηλώσῃς ὁδοὺς παρανόμων·

ἐν ᾧ ἂν τόπῳ στρατοπεδεύσωσιν, μὴ ἐπέλθῃς ἐκεῖ, ἔκκλινον δὲ ἀπ’ αὐτῶν καὶ παράλλαξον.

οὐ γὰρ μὴ ὑπνώσωσιν, ἐὰν μὴ κακοποιήσωσιν· ἀφῄρηται ὁ ὕπνος αὐτῶν, καὶ οὐ κοιμῶνται·

οἵδε γὰρ σιτοῦνται σῖτα ἀσεβείας, οἴνῳ δὲ παρανόμῳ μεθύσκονται.

αἱ δὲ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσιν, προπορεύονται καὶ φωτίζουσιν, ἕως κατορθώσῃ ἡ ἡμέρα·

αἱ δὲ ὁδοὶ τῶν ἀσεβῶν σκοτειναί, οὐκ οἴδασιν πῶς προσκόπτουσιν.

Υἱέ, ἐμῇ ῥήσει πρόσεχε, τοῖς δὲ ἐμοῖς λόγοις παράβαλε σὸν οὖς,

ὅπως μὴ ἐκλίπωσίν σε αἱ πηγαί σου, φύλασσε αὐτὰς ἐν σῇ καρδίᾳ·

ζωὴ γάρ ἐστιν τοῖς εὑρίσκουσιν αὐτὰς καὶ πάσῃ σαρκὶ ἴασις.

πάσῃ φυλακῇ τήρει σὴν καρδίαν· ἐκ γὰρ τούτων ἔξοδοι ζωῆς.

περίελε σεαυτοῦ σκολιὸν στόμα καὶ ἄδικα χείλη μακρὰν ἀπὸ σοῦ ἄπωσαι.

οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν, τὰ δὲ βλέφαρά σου νευέτω δίκαια.

ὀρθὰς τροχιὰς ποίει σοῖς ποσὶν καὶ τὰς ὁδούς σου κατεύθυνε.

μὴ ἐκκλίνῃς εἰς τὰ δεξιὰ μηδὲ εἰς τὰ ἀριστερά, ἀπόστρεψον δὲ σὸν πόδα ἀπὸ ὁδοῦ κακῆς·

ὁδοὺς γὰρ τὰς ἐκ δεξιῶν οἶδεν ὁ θεός, διεστραμμέναι δέ εἰσιν αἱ ἐξ ἀριστερῶν·

αὐτὸς δὲ ὀρθὰς ποιήσει τὰς τροχιάς σου, τὰς δὲ πορείας σου ἐν εἰρήνῃ προάξει.

Chapter 5

Υἱέ, ἐμῇ σοφίᾳ πρόσεχε, ἐμοῖς δὲ λόγοις παράβαλλε σὸν οὖς, ἵνα φυλάξῃς ἔννοιαν ἀγαθήν·

αἴσθησιν δὲ ἐμῶν χειλέων ἐντέλλομαί σοι.

μὴ πρόσεχε φαύλῃ γυναικί· μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, ἣ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα,

ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου.

τῆς γὰρ ἀφροσύνης οἱ πόδες κατάγουσιν τοὺς χρωμένους αὐτῇ μετὰ θανάτου εἰς τὸν ᾅδην, τὰ δὲ ἴχνη αὐτῆς οὐκ ἐρείδεται·

ὁδοὺς γὰρ ζωῆς οὐκ ἐπέρχεται, σφαλεραὶ δὲ αἱ τροχιαὶ αὐτῆς καὶ οὐκ εὔγνωστοι.

νῦν οὖν, υἱέ, ἄκουέ μου καὶ μὴ ἀκύρους ποιήσῃς ἐμοὺς λόγους·

μακρὰν ποίησον ἀπ’ αὐτῆς σὴν ὁδόν, μὴ ἐγγίσῃς πρὸς θύραις οἴκων αὐτῆς,

ἵνα μὴ πρόῃ ἄλλοις ζωήν σου καὶ σὸν βίον ἀνελεήμοσιν,

ἵνα μὴ πλησθῶσιν ἀλλότριοι σῆς ἰσχύος, οἱ δὲ σοὶ πόνοι εἰς οἴκους ἀλλοτρίων εἰσέλθωσιν,

καὶ μεταμεληθήσῃ ἐπ’ ἐσχάτων, ἡνίκα ἂν κατατριβῶσιν σάρκες σώματός σου,

καὶ ἐρεῖς Πῶς ἐμίσησα παιδείαν, καὶ ἐλέγχους ἐξέκλινεν ἡ καρδία μου·

οὐκ ἤκουον φωνὴν παιδεύοντός με καὶ διδάσκοντός με οὐδὲ παρέβαλλον τὸ οὖς μου·

παρ’ ὀλίγον ἐγενόμην ἐν παντὶ κακῷ ἐν μέσῳ ἐκκλησίας καὶ συναγωγῆς.

πῖνε ὕδατα ἀπὸ σῶν ἀγγείων καὶ ἀπὸ σῶν φρεάτων πηγῆς.

μὴ ὑπερεκχείσθω σοι τὰ ὕδατα ἐκ τῆς σῆς πηγῆς, εἰς δὲ σὰς πλατείας διαπορευέσθω τὰ σὰ ὕδατα·

ἔστω σοι μόνῳ ὑπάρχοντα, καὶ μηδεὶς ἀλλότριος μετασχέτω σοι·

ἡ πηγή σου τοῦ ὕδατος ἔστω σοι ἰδία, καὶ συνευφραίνου μετὰ γυναικὸς τῆς ἐκ νεότητός σου.

ἔλαφος φιλίας καὶ πῶλος σῶν χαρίτων ὁμιλείτω σοι, ἡ δὲ ἰδία ἡγείσθω σου καὶ συνέστω σοι ἐν παντὶ καιρῷ ἐν γὰρ τῇ ταύτης φιλίᾳ συμπεριφερόμενος πολλοστὸς ἔσῃ.

μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν μηδὲ συνέχου ἀγκάλαις τῆς μὴ ἰδίας·

ἐνώπιον γάρ εἰσιν τῶν τοῦ θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρός, εἰς δὲ πάσας τὰς τροχιὰς αὐτοῦ σκοπεύει.

παρανομίαι ἄνδρα ἀγρεύουσιν, σειραῖς δὲ τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται·

οὗτος τελευτᾷ μετὰ ἀπαιδεύτων, ἐκ δὲ πλήθους τῆς ἑαυτοῦ βιότητος ἐξερρίφη καὶ ἀπώλετο δι’ ἀφροσύνην.

Chapter 6

Υἱέ, ἐὰν ἐγγυήσῃ σὸν φίλον, παραδώσεις σὴν χεῖρα ἐχθρῷ·

παγὶς γὰρ ἰσχυρὰ ἀνδρὶ τὰ ἴδια χείλη, καὶ ἁλίσκεται χείλεσιν ἰδίου στόματος.

ποίει, υἱέ, ἃ ἐγώ σοι ἐντέλλομαι, καὶ σῴζου —ἥκεις γὰρ εἰς χεῖρας κακῶν διὰ σὸν φίλον— ἴθι μὴ ἐκλυόμενος, παρόξυνε δὲ καὶ τὸν φίλον σου, ὃν ἐνεγυήσω·

μὴ δῷς ὕπνον σοῖς ὄμμασιν μηδὲ ἐπινυστάξῃς σοῖς βλεφάροις,

ἵνα σῴζῃ ὥσπερ δορκὰς ἐκ βρόχων καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος.

Ἴθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ, καὶ ζήλωσον ἰδὼν τὰς ὁδοὺς αὐτοῦ καὶ γενοῦ ἐκείνου σοφώτερος·

ἐκείνῳ γὰρ γεωργίου μὴ ὑπάρχοντος μηδὲ τὸν ἀναγκάζοντα ἔχων μηδὲ ὑπὸ δεσπότην ὢν

ἑτοιμάζεται θέρους τὴν τροφὴν πολλήν τε ἐν τῷ ἀμήτῳ ποιεῖται τὴν παράθεσιν.

ἢ πορεύθητι πρὸς τὴν μέλισσαν καὶ μάθε ὡς ἐργάτις ἐστὶν τήν τε ἐργασίαν ὡς σεμνὴν ποιεῖται,

ἧς τοὺς πόνους βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγίειαν προσφέρονται, ποθεινὴ δέ ἐστιν πᾶσιν καὶ ἐπίδοξος·

καίπερ οὖσα τῇ ῥώμῃ ἀσθενής, τὴν σοφίαν τιμήσασα προήχθη.

ἕως τίνος, ὀκνηρέ, κατάκεισαι; πότε δὲ ἐξ ὕπνου ἐγερθήσῃ;

ὀλίγον μὲν ὑπνοῖς, ὀλίγον δὲ κάθησαι, μικρὸν δὲ νυστάζεις, ὀλίγον δὲ ἐναγκαλίζῃ χερσὶν στήθη·

εἶτ’ ἐμπαραγίνεταί σοι ὥσπερ κακὸς ὁδοιπόρος ἡ πενία καὶ ἡ ἔνδεια ὥσπερ ἀγαθὸς δρομεύς.

ἐὰν δὲ ἄοκνος ᾖς, ἥξει ὥσπερ πηγὴ ὁ ἀμητός σου, ἡ δὲ ἔνδεια ὥσπερ κακὸς δρομεὺς ἀπαυτομολήσει.

Ἀνὴρ ἄφρων καὶ παράνομος πορεύεται ὁδοὺς οὐκ ἀγαθάς·

ὁ δ’ αὐτὸς ἐννεύει ὀφθαλμῷ, σημαίνει δὲ ποδί, διδάσκει δὲ ἐννεύμασιν δακτύλων, διεστραμμένῃ δὲ καρδίᾳ τεκταίνεται κακὰ ἐν παντὶ καιρῷ·

ὁ τοιοῦτος ταραχὰς συνίστησιν πόλει.

διὰ τοῦτο ἐξαπίνης ἔρχεται ἡ ἀπώλεια αὐτοῦ, διακοπὴ καὶ συντριβὴ ἀνίατος.

ὅτι χαίρει πᾶσιν, οἷς μισεῖ ὁ κύριος, συντρίβεται δὲ δι’ ἀκαθαρσίαν ψυχῆς·

ὀφθαλμὸς ὑβριστοῦ, γλῶσσα ἄδικος, χεῖρες ἐκχέουσαι αἷμα δικαίου

καὶ καρδία τεκταινομένη λογισμοὺς κακοὺς καὶ πόδες ἐπισπεύδοντες κακοποιεῖν·

ἐκκαίει ψεύδη μάρτυς ἄδικος καὶ ἐπιπέμπει κρίσεις ἀνὰ μέσον ἀδελφῶν.

Υἱέ, φύλασσε νόμους πατρός σου καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου·

ἄφαψαι δὲ αὐτοὺς ἐπὶ σῇ ψυχῇ διὰ παντὸς καὶ ἐγκλοίωσαι ἐπὶ σῷ τραχήλῳ.

ἡνίκα ἂν περιπατῇς, ἐπάγου αὐτήν, καὶ μετὰ σοῦ ἔστω· ὡς δ’ ἂν καθεύδῃς, φυλασσέτω σε, ἵνα ἐγειρομένῳ συλλαλῇ σοι·

ὅτι λύχνος ἐντολὴ νόμου καὶ φῶς, καὶ ὁδὸς ζωῆς ἔλεγχος καὶ παιδεία

τοῦ διαφυλάσσειν σε ἀπὸ γυναικὸς ὑπάνδρου καὶ ἀπὸ διαβολῆς γλώσσης ἀλλοτρίας.

μή σε νικήσῃ κάλλους ἐπιθυμία, μηδὲ ἀγρευθῇς σοῖς ὀφθαλμοῖς μηδὲ συναρπασθῇς ἀπὸ τῶν αὐτῆς βλεφάρων·

τιμὴ γὰρ πόρνης ὅση καὶ ἑνὸς ἄρτου, γυνὴ δὲ ἀνδρῶν τιμίας ψυχὰς ἀγρεύει.

ἀποδήσει τις πῦρ ἐν κόλπῳ, τὰ δὲ ἱμάτια οὐ κατακαύσει;

ἢ περιπατήσει τις ἐπ’ ἀνθράκων πυρός, τοὺς δὲ πόδας οὐ

κατακαύσει;

οὕτως ὁ εἰσελθὼν πρὸς γυναῖκα ὕπανδρον, οὐκ ἀθῳωθήσεται οὐδὲ πᾶς ὁ ἁπτόμενος αὐτῆς.

οὐ θαυμαστὸν ἐὰν ἁλῷ τις κλέπτων, κλέπτει γὰρ ἵνα ἐμπλήσῃ τὴν ψυχὴν πεινῶν·

ἐὰν δὲ ἁλῷ, ἀποτείσει ἑπταπλάσια καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ δοὺς ῥύσεται ἑαυτόν.

ὁ δὲ μοιχὸς δι’ ἔνδειαν φρενῶν ἀπώλειαν τῇ ψυχῇ αὐτοῦ

περιποιεῖται,

ὀδύνας τε καὶ ἀτιμίας ὑποφέρει, τὸ δὲ ὄνειδος αὐτοῦ οὐκ ἐξαλειφθήσεται εἰς τὸν αἰῶνα.

μεστὸς γὰρ ζήλου θυμὸς ἀνδρὸς αὐτῆς· οὐ φείσεται ἐν ἡμέρᾳ κρίσεως,

οὐκ ἀνταλλάξεται οὐδενὸς λύτρου τὴν ἔχθραν οὐδὲ μὴ διαλυθῇ πολλῶν δώρων.

Chapter 7

Υἱέ, φύλασσε ἐμοὺς λόγους, τὰς δὲ ἐμὰς ἐντολὰς κρύψον παρὰ σεαυτῷ·

υἱέ, τίμα τὸν κύριον, καὶ ἰσχύσεις, πλὴν δὲ αὐτοῦ μὴ φοβοῦ ἄλλον.

φύλαξον ἐμὰς ἐντολάς, καὶ βιώσεις, τοὺς δὲ ἐμοὺς λόγους ὥσπερ κόρας ὀμμάτων·

περίθου δὲ αὐτοὺς σοῖς δακτύλοις, ἐπίγραψον δὲ ἐπὶ τὸ πλάτος τῆς καρδίας σου.

εἶπον τὴν σοφίαν σὴν ἀδελφὴν εἶναι, τὴν δὲ φρόνησιν γνώριμον περιποίησαι σεαυτῷ,

ἵνα σε τηρήσῃ ἀπὸ γυναικὸς ἀλλοτρίας καὶ πονηρᾶς, ἐάν σε λόγοις τοῖς πρὸς χάριν ἐμβάληται.

ἀπὸ γὰρ θυρίδος ἐκ τοῦ οἴκου αὐτῆς εἰς τὰς πλατείας παρακύπτουσα,

ὃν ἂν ἴδῃ τῶν ἀφρόνων τέκνων νεανίαν ἐνδεῆ φρενῶν

παραπορευόμενον παρὰ γωνίαν ἐν διόδοις οἴκων αὐτῆς

καὶ λαλοῦντα ἐν σκότει ἑσπερινῷ, ἡνίκα ἂν ἡσυχία νυκτερινὴ ᾖ καὶ γνοφώδης,

ἡ δὲ γυνὴ συναντᾷ αὐτῷ, εἶδος ἔχουσα πορνικόν, ἣ ποιεῖ νέων ἐξίπτασθαι καρδίας.

ἀνεπτερωμένη δέ ἐστιν καὶ ἄσωτος, ἐν οἴκῳ δὲ οὐχ ἡσυχάζουσιν οἱ πόδες αὐτῆς·

χρόνον γάρ τινα ἔξω ῥέμβεται, χρόνον δὲ ἐν πλατείαις παρὰ πᾶσαν γωνίαν ἐνεδρεύει.

εἶτα ἐπιλαβομένη ἐφίλησεν αὐτόν, ἀναιδεῖ δὲ προσώπῳ προσεῖπεν αὐτῷ

Θυσία εἰρηνική μοί ἐστιν, σήμερον ἀποδίδωμι τὰς εὐχάς μου·

ἕνεκα τούτου ἐξῆλθον εἰς συνάντησίν σοι, ποθοῦσα τὸ σὸν πρόσωπον εὕρηκά σε·

κειρίαις τέτακα τὴν κλίνην μου, ἀμφιτάποις δὲ ἔστρωκα τοῖς ἀπ’ Αἰγύπτου·

διέρραγκα τὴν κοίτην μου κρόκῳ, τὸν δὲ οἶκόν μου κινναμώμῳ·

ἐλθὲ καὶ ἀπολαύσωμεν φιλίας ἕως ὄρθρου, δεῦρο καὶ ἐγκυλισθῶμεν ἔρωτι·

οὐ γὰρ πάρεστιν ὁ ἀνήρ μου ἐν οἴκῳ, πεπόρευται δὲ ὁδὸν μακρὰν

ἔνδεσμον ἀργυρίου λαβὼν ἐν χειρὶ αὐτοῦ, δι’ ἡμερῶν πολλῶν ἐπανήξει εἰς τὸν οἶκον αὐτοῦ.

ἀπεπλάνησεν δὲ αὐτὸν πολλῇ ὁμιλίᾳ βρόχοις τε τοῖς ἀπὸ χειλέων ἐξώκειλεν αὐτόν.

ὁ δὲ ἐπηκολούθησεν αὐτῇ κεπφωθείς, ὥσπερ δὲ βοῦς ἐπὶ σφαγὴν ἄγεται καὶ ὥσπερ κύων ἐπὶ δεσμοὺς

ἢ ὡς ἔλαφος τοξεύματι πεπληγὼς εἰς τὸ ἧπαρ, σπεύδει δὲ ὥσπερ ὄρνεον εἰς παγίδα οὐκ εἰδὼς ὅτι περὶ ψυχῆς τρέχει.

νῦν οὖν, υἱέ, ἄκουέ μου καὶ πρόσεχε ῥήμασιν στόματός μου·

μὴ ἐκκλινάτω εἰς τὰς ὁδοὺς αὐτῆς ἡ καρδία σου·

πολλοὺς γὰρ τρώσασα καταβέβληκεν, καὶ ἀναρίθμητοί εἰσιν οὓς πεφόνευκεν·

ὁδοὶ ᾅδου ὁ οἶκος αὐτῆς κατάγουσαι εἰς τὰ ταμίεια τοῦ θανάτου.

Chapter 8

Σὺ τὴν σοφίαν κηρύξεις, ἵνα φρόνησίς σοι ὑπακούσῃ·

ἐπὶ γὰρ τῶν ὑψηλῶν ἄκρων ἐστίν, ἀνὰ μέσον δὲ τῶν τρίβων ἕστηκεν·

παρὰ γὰρ πύλαις δυναστῶν παρεδρεύει, ἐν δὲ εἰσόδοις ὑμνεῖται

Ὑμᾶς, ὦ ἄνθρωποι, παρακαλῶ καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων·

νοήσατε, ἄκακοι, πανουργίαν, οἱ δὲ ἀπαίδευτοι, ἔνθεσθε καρδίαν.

εἰσακούσατέ μου, σεμνὰ γὰρ ἐρῶ καὶ ἀνοίσω ἀπὸ χειλέων ὀρθά·

ὅτι ἀλήθειαν μελετήσει ὁ φάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ.

μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιὸν οὐδὲ στραγγαλῶδες·

πάντα ἐνώπια τοῖς συνιοῦσιν καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν.

λάβετε παιδείαν καὶ μὴ ἀργύριον καὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκιμασμένον, ἀνθαιρεῖσθε δὲ αἴσθησιν χρυσίου καθαροῦ·

κρείσσων γὰρ σοφία λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν.

ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην.

φόβος κυρίου μισεῖ ἀδικίαν, ὕβριν τε καὶ ὑπερηφανίαν καὶ ὁδοὺς πονηρῶν· μεμίσηκα δὲ ἐγὼ διεστραμμένας ὁδοὺς κακῶν.

ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς·

δι’ ἐμοῦ βασιλεῖς βασιλεύουσιν, καὶ οἱ δυνάσται γράφουσιν δικαιοσύνην·

δι’ ἐμοῦ μεγιστᾶνες μεγαλύνονται, καὶ τύραννοι δι’ ἐμοῦ κρατοῦσι γῆς.

ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσιν.

πλοῦτος καὶ δόξα ἐμοὶ ὑπάρχει καὶ κτῆσις πολλῶν καὶ δικαιοσύνη·

βέλτιον ἐμὲ καρπίζεσθαι ὑπὲρ χρυσίον καὶ λίθον τίμιον, τὰ δὲ ἐμὰ γενήματα κρείσσω ἀργυρίου ἐκλεκτοῦ.

ἐν ὁδοῖς δικαιοσύνης περιπατῶ καὶ ἀνὰ μέσον τρίβων δικαιώματος ἀναστρέφομαι,

ἵνα μερίσω τοῖς ἐμὲ ἀγαπῶσιν ὕπαρξιν καὶ τοὺς θησαυροὺς αὐτῶν ἐμπλήσω ἀγαθῶν.

ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ’ ἡμέραν γινόμενα, μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι.

κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ,

πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με ἐν ἀρχῇ,

πρὸ τοῦ τὴν γῆν ποιῆσαι καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων,

πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με.

κύριος ἐποίησεν χώρας καὶ ἀοικήτους καὶ ἄκρα οἰκούμενα τῆς ὑπ’ οὐρανόν.

ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ, καὶ ὅτε ἀφώριζεν τὸν ἑαυτοῦ θρόνον ἐπ’ ἀνέμων.

ἡνίκα ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη, καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὑπ’ οὐρανὸν

καὶ ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς,

ἤμην παρ’ αὐτῷ ἁρμόζουσα, ἐγὼ ἤμην ᾗ προσέχαιρεν. καθ’ ἡμέραν δὲ εὐφραινόμην ἐν προσώπῳ αὐτοῦ ἐν παντὶ

καιρῷ,

ὅτε ἐυφραίνετο τὴν οἰκουμένην συντελέσας καὶ ἐνευφραίνετο ἐν υἱοῖς ἀνθρώπων.

νῦν οὖν, υἱέ, ἄκουέ μου.

μακάριος ἀνήρ, ὃς εἰσακούσεταί μου, καὶ ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει ἀγρυπνῶν ἐπ’ ἐμαῖς θύραις καθ’ ἡμέραν τηρῶν σταθμοὺς ἐμῶν εἰσόδων·

αἱ γὰρ ἔξοδοί μου ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ κυρίου.

οἱ δὲ εἰς ἐμὲ ἁμαρτάνοντες ἀσεβοῦσιν τὰς ἑαυτῶν ψυχάς, καὶ οἱ μισοῦντές με ἀγαπῶσιν θάνατον.

Chapter 9

Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον καὶ ὑπήρεισεν στύλους ἑπτά·

ἔσφαξεν τὰ ἑαυτῆς θύματα, ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν·

ἀπέστειλεν τοὺς ἑαυτῆς δούλους συγκαλούσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα λέγουσα Ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρός με·

καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν

Ἔλθατε φάγετε τῶν ἐμῶν ἄρτων καὶ πίετε οἶνον, ὃν ἐκέρασα ὑμῖν·

ἀπολείπετε ἀφροσύνην, καὶ ζήσεσθε, καὶ ζητήσατε φρόνησιν, ἵνα βιώσητε, καὶ κατορθώσατε ἐν γνώσει σύνεσιν.

Ὁ παιδεύων κακοὺς λήμψεται ἑαυτῷ ἀτιμίαν, ἐλέγχων δὲ τὸν ἀσεβῆ μωμήσεται ἑαυτόν.

μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισῶσίν σε· ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σε.

δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται· γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι.

ἀρχὴ σοφίας φόβος κυρίου, καὶ βουλὴ ἁγίων σύνεσις·

τὸ γὰρ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς·

τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί σοι ἔτη ζωῆς σου.

υἱέ, ἐὰν σοφὸς γένῃ σεαυτῷ, σοφὸς ἔσῃ καὶ τοῖς πλησίον· ἐὰν δὲ κακὸς ἀποβῇς, μόνος ἀναντλήσεις κακά.

ὃς ἐρείδεται ἐπὶ ψεύδεσιν, οὗτος ποιμανεῖ ἀνέμους, ὁ δ’ αὐτὸς διώξεται ὄρνεα πετόμενα·

ἀπέλιπεν γὰρ ὁδοὺς τοῦ ἑαυτοῦ ἀμπελῶνος, τοὺς δὲ ἄξονας τοῦ ἰδίου γεωργίου πεπλάνηται·

διαπορεύεται δὲ δι’ ἀνύδρου ἐρήμου καὶ γῆν διατεταγμένην ἐν διψώδεσιν, συνάγει δὲ χερσὶν ἀκαρπίαν.

Γυνὴ ἄφρων καὶ θρασεῖα ἐνδεὴς ψωμοῦ γίνεται, ἣ οὐκ ἐπίσταται αἰσχύνην·

ἐκάθισεν ἐπὶ θύραις τοῦ ἑαυτῆς οἴκου ἐπὶ δίφρου ἐμφανῶς ἐν πλατείαις

προσκαλουμένη τοὺς παριόντας καὶ κατευθύνοντας ἐν ταῖς ὁδοῖς αὐτῶν Ὅς ἐστιν ὑμῶν ἀφρονέστατος, ἐκκλινάτω πρός με·

ἐνδεέσι δὲ φρονήσεως παρακελεύομαι λέγουσα

Ἄρτων κρυφίων ἡδέως ἅψασθε καὶ ὕδατος κλοπῆς γλυκεροῦ.

ὁ δὲ οὐκ οἶδεν ὅτι γηγενεῖς παρ’ αὐτῇ ὄλλυνται, καὶ ἐπὶ πέτευρον ᾅδου συναντᾷ.

ἀλλὰ ἀποπήδησον, μὴ ἐγχρονίσῃς ἐν τῷ τόπῳ μηδὲ ἐπιστήσῃς τὸ σὸν ὄμμα πρὸς αὐτήν·

οὕτως γὰρ διαβήσῃ ὕδωρ ἀλλότριον καὶ ὑπερβήσῃ ποταμὸν ἀλλότριον·

ἀπὸ δὲ ὕδατος ἀλλοτρίου ἀπόσχου καὶ ἀπὸ πηγῆς ἀλλοτρίας μὴ πίῃς,

ἵνα πολὺν ζήσῃς χρόνον, προστεθῇ δέ σοι ἔτη ζωῆς. — — —

Chapter 10

Υἱὸς σοφὸς εὐφραίνει πατέρα,

υἱὸς δὲ ἄφρων λύπη τῇ μητρί.

οὐκ ὠφελήσουσιν θησαυροὶ ἀνόμους,

δικαιοσύνη δὲ ῥύσεται ἐκ θανάτου.

οὐ λιμοκτονήσει κύριος ψυχὴν δικαίαν,

ζωὴν δὲ ἀσεβῶν ἀνατρέψει.

πενία ἄνδρα ταπεινοῖ,

χεῖρες δὲ ἀνδρείων πλουτίζουσιν.

υἱὸς πεπαιδευμένος σοφὸς ἔσται,

τῷ δὲ ἄφρονι διακόνῳ χρήσεται.

διεσώθη ἀπὸ καύματος υἱὸς νοήμων,

ἀνεμόφθορος δὲ γίνεται ἐν ἀμήτῳ υἱὸς παράνομος.

εὐλογία κυρίου ἐπὶ κεφαλὴν δικαίου,

στόμα δὲ ἀσεβῶν καλύψει πένθος ἄωρον.

μνήμη δικαίων μετ’ ἐγκωμίων,

ὄνομα δὲ ἀσεβοῦς σβέννυται.

σοφὸς καρδίᾳ δέξεται ἐντολάς,

ὁ δὲ ἄστεγος χείλεσιν σκολιάζων ὑποσκελισθήσεται.

ὃς πορεύεται ἁπλῶς, πορεύεται πεποιθώς,

ὁ δὲ διαστρέφων τὰς ὁδοὺς αὐτοῦ γνωσθήσεται.

ὁ ἐννεύων ὀφθαλμοῖς μετὰ δόλου συνάγει ἀνδράσι λύπας,

ὁ δὲ ἐλέγχων μετὰ παρρησίας εἰρηνοποιεῖ.

πηγὴ ζωῆς ἐν χειρὶ δικαίου,

στόμα δὲ ἀσεβοῦς καλύψει ἀπώλεια.

μῖσος ἐγείρει νεῖκος,

πάντας δὲ τοὺς μὴ φιλονεικοῦντας καλύπτει φιλία.

ὃς ἐκ χειλέων προφέρει σοφίαν,

ῥάβδῳ τύπτει ἄνδρα ἀκάρδιον.

σοφοὶ κρύψουσιν αἴσθησιν,

στόμα δὲ προπετοῦς ἐγγίζει συντριβῇ.

κτῆσις πλουσίων πόλις ὀχυρά,

συντριβὴ δὲ ἀσεβῶν πενία.

ἔργα δικαίων ζωὴν ποιεῖ,

καρποὶ δὲ ἀσεβῶν ἁμαρτίας.

ὁδοὺς δικαίας ζωῆς φυλάσσει παιδεία,

παιδεία δὲ ἀνεξέλεγκτος πλανᾶται.

καλύπτουσιν ἔχθραν χείλη δίκαια,

οἱ δὲ ἐκφέροντες λοιδορίας ἀφρονέστατοί εἰσιν.

ἐκ πολυλογίας οὐκ ἐκφεύξῃ ἁμαρτίαν,

φειδόμενος δὲ χειλέων νοήμων ἔσῃ.

ἄργυρος πεπυρωμένος γλῶσσα δικαίου,

καρδία δὲ ἀσεβοῦς ἐκλείψει.

χείλη δικαίων ἐπίσταται ὑψηλά,

οἱ δὲ ἄφρονες ἐν ἐνδείᾳ τελευτῶσιν.

εὐλογία κυρίου ἐπὶ κεφαλὴν δικαίου·

αὕτη πλουτίζει, καὶ οὐ μὴ προστεθῇ αὐτῇ λύπη ἐν καρδίᾳ.

ἐν γέλωτι ἄφρων πράσσει κακά,

ἡ δὲ σοφία ἀνδρὶ τίκτει φρόνησιν.

ἐν ἀπωλείᾳ ἀσεβὴς περιφέρεται,

ἐπιθυμία δὲ δικαίου δεκτή.

παραπορευομένης καταιγίδος ἀφανίζεται ἀσεβής,

δίκαιος δὲ ἐκκλίνας σῴζεται εἰς τὸν αἰῶνα.

ὥσπερ ὄμφαξ ὀδοῦσι βλαβερὸν καὶ καπνὸς ὄμμασιν,

οὕτως παρανομία τοῖς χρωμένοις αὐτήν.

φόβος κυρίου προστίθησιν ἡμέρας,

ἔτη δὲ ἀσεβῶν ὀλιγωθήσεται.

ἐγχρονίζει δικαίοις εὐφροσύνη,

ἐλπὶς δὲ ἀσεβῶν ὄλλυται.

ὀχύρωμα ὁσίου φόβος κυρίου,

συντριβὴ δὲ τοῖς ἐργαζομένοις κακά.

δίκαιος τὸν αἰῶνα οὐκ ἐνδώσει,

ἀσεβεῖς δὲ οὐκ οἰκήσουσιν γῆν.

στόμα δικαίου ἀποστάζει σοφίαν,

γλῶσσα δὲ ἀδίκου ἐξολεῖται.

χείλη ἀνδρῶν δικαίων ἀποστάζει χάριτας,

στόμα δὲ ἀσεβῶν ἀποστρέφεται.

Chapter 11

ζυγοὶ δόλιοι βδέλυγμα ἐνώπιον κυρίου,

στάθμιον δὲ δίκαιον δεκτὸν αὐτῷ.

οὗ ἐὰν εἰσέλθῃ ὕβρις, ἐκεῖ καὶ ἀτιμία·

στόμα δὲ ταπεινῶν μελετᾷ σοφίαν.

ἀποθανὼν δίκαιος ἔλιπεν μετάμελον,

πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια.

δικαιοσύνη ἀμώμους ὀρθοτομεῖ ὁδούς,

ἀσέβεια δὲ περιπίπτει ἀδικίᾳ.

δικαιοσύνη ἀνδρῶν ὀρθῶν ῥύεται αὐτούς,

τῇ δὲ ἀπωλείᾳ αὐτῶν ἁλίσκονται παράνομοι.

τελευτήσαντος ἀνδρὸς δικαίου οὐκ ὄλλυται ἐλπίς,

τὸ δὲ καύχημα τῶν ἀσεβῶν ὄλλυται.

δίκαιος ἐκ θήρας ἐκδύνει,

ἀντ’ αὐτοῦ δὲ παραδίδοται ὁ ἀσεβής.

ἐν στόματι ἀσεβῶν παγὶς πολίταις,

αἴσθησις δὲ δικαίων εὔοδος.

ἐν ἀγαθοῖς δικαίων κατώρθωσεν πόλις,

στόμασιν δὲ ἀσεβῶν κατεσκάφη.

μυκτηρίζει πολίτας ἐνδεὴς φρενῶν,

ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει.

ἀνὴρ δίγλωσσος ἀποκαλύπτει βουλὰς ἐν συνεδρίῳ,

πιστὸς δὲ πνοῇ κρύπτει πράγματα.

οἷς μὴ ὑπάρχει κυβέρνησις, πίπτουσιν ὥσπερ φύλλα,

σωτηρία δὲ ὑπάρχει ἐν πολλῇ βουλῇ.

πονηρὸς κακοποιεῖ, ὅταν συμμείξῃ δικαίῳ,

μισεῖ δὲ ἦχον ἀσφαλείας.

γυνὴ εὐχάριστος ἐγείρει ἀνδρὶ δόξαν,

θρόνος δὲ ἀτιμίας γυνὴ μισοῦσα δίκαια. πλούτου ὀκνηροὶ ἐνδεεῖς γίνονται,

οἱ δὲ ἀνδρεῖοι ἐρείδονται πλούτῳ.

τῇ ψυχῇ αὐτοῦ ἀγαθὸν ποιεῖ ἀνὴρ ἐλεήμων,

ἐξολλύει δὲ αὐτοῦ σῶμα ὁ ἀνελεήμων.

ἀσεβὴς ποιεῖ ἔργα ἄδικα,

σπέρμα δὲ δικαίων μισθὸς ἀληθείας.

υἱὸς δίκαιος γεννᾶται εἰς ζωήν,

διωγμὸς δὲ ἀσεβοῦς εἰς θάνατον.

βδέλυγμα κυρίῳ διεστραμμέναι ὁδοί,

προσδεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ταῖς ὁδοῖς αὐτῶν.

χειρὶ χεῖρας ἐμβαλὼν ἀδίκως οὐκ ἀτιμώρητος ἔσται,

ὁ δὲ σπείρων δικαιοσύνην λήμψεται μισθὸν πιστόν.

ὥσπερ ἐνώτιον ἐν ῥινὶ ὑός,

οὕτως γυναικὶ κακόφρονι κάλλος.

ἐπιθυμία δικαίων πᾶσα ἀγαθή,

ἐλπὶς δὲ ἀσεβῶν ἀπολεῖται.

εἰσὶν οἳ τὰ ἴδια σπείροντες πλείονα ποιοῦσιν,

εἰσὶν καὶ οἳ συνάγοντες ἐλαττονοῦνται.

ψυχὴ εὐλογουμένη πᾶσα ἁπλῆ,

ἀνὴρ δὲ θυμώδης οὐκ εὐσχήμων.

ὁ συνέχων σῖτον ὑπολίποιτο αὐτὸν τοῖς ἔθνεσιν,

εὐλογία δὲ εἰς κεφαλὴν τοῦ μεταδιδόντος.

τεκταινόμενος ἀγαθὰ ζητεῖ χάριν ἀγαθήν·

ἐκζητοῦντα δὲ κακά, καταλήμψεται αὐτόν.

ὁ πεποιθὼς ἐπὶ πλούτῳ, οὗτος πεσεῖται·

ὁ δὲ ἀντιλαμβανόμενος δικαίων, οὗτος ἀνατελεῖ.

ὁ μὴ συμπεριφερόμενος τῷ ἑαυτοῦ οἴκῳ κληρονομήσει ἄνεμον,

δουλεύσει δὲ ἄφρων φρονίμῳ.

ἐκ καρποῦ δικαιοσύνης φύεται δένδρον ζωῆς,

ἀφαιροῦνται δὲ ἄωροι ψυχαὶ παρανόμων.

εἰ ὁ μὲν δίκαιος μόλις σῴζεται,

ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται;

Chapter 12

ὁ ἀγαπῶν παιδείαν ἀγαπᾷ αἴσθησιν,

ὁ δὲ μισῶν ἐλέγχους ἄφρων.

κρείσσων ὁ εὑρὼν χάριν παρὰ κυρίῳ,

ἀνὴρ δὲ παράνομος παρασιωπηθήσεται.

οὐ κατορθώσει ἄνθρωπος ἐξ ἀνόμου,

αἱ δὲ ῥίζαι τῶν δικαίων οὐκ ἐξαρθήσονται.

γυνὴ ἀνδρεία στέφανος τῷ ἀνδρὶ αὐτῆς·

ὥσπερ δὲ ἐν ξύλῳ σκώληξ, οὕτως ἄνδρα ἀπόλλυσιν γυνὴ κακοποιός.

λογισμοὶ δικαίων κρίματα,

κυβερνῶσιν δὲ ἀσεβεῖς δόλους.

λόγοι ἀσεβῶν δόλιοι,

στόμα δὲ ὀρθῶν ῥύσεται αὐτούς.

οὗ ἐὰν στραφῇ, ἀσεβὴς ἀφανίζεται,

οἶκοι δὲ δικαίων παραμένουσιν.

στόμα συνετοῦ ἐγκωμιάζεται ὑπὸ ἀνδρός,

νωθροκάρδιος δὲ μυκτηρίζεται.

κρείσσων ἀνὴρ ἐν ἀτιμίᾳ δουλεύων ἑαυτῷ

ἢ τιμὴν ἑαυτῷ περιτιθεὶς καὶ προσδεόμενος ἄρτου.

δίκαιος οἰκτίρει ψυχὰς κτηνῶν αὐτοῦ,

τὰ δὲ σπλάγχνα τῶν ἀσεβῶν ἀνελεήμονα.

ὁ ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν ἐμπλησθήσεται ἄρτων,

οἱ δὲ διώκοντες μάταια ἐνδεεῖς φρενῶν.

ὅς ἐστιν ἡδὺς ἐν οἴνων διατριβαῖς,

ἐν τοῖς ἑαυτοῦ ὀχυρώμασιν καταλείψει ἀτιμίαν.

ἐπιθυμίαι ἀσεβῶν κακαί,

αἱ δὲ ῥίζαι τῶν εὐσεβῶν ἐν ὀχυρώμασιν.

δι’ ἁμαρτίαν χειλέων ἐμπίπτει εἰς παγίδας ἁμαρτωλός,

ἐκφεύγει δὲ ἐξ αὐτῶν δίκαιος.

ὁ βλέπων λεῖα ἐλεηθήσεται,

ὁ δὲ συναντῶν ἐν πύλαις ἐκθλίψει ψυχάς.

ἀπὸ καρπῶν στόματος ψυχὴ ἀνδρὸς πλησθήσεται ἀγαθῶν,

ἀνταπόδομα δὲ χειλέων αὐτοῦ δοθήσεται αὐτῷ.

ὁδοὶ ἀφρόνων ὀρθαὶ ἐνώπιον αὐτῶν,

εἰσακούει δὲ συμβουλίας σοφός.

ἄφρων αὐθημερὸν ἐξαγγέλλει ὀργὴν αὐτοῦ,

κρύπτει δὲ τὴν ἑαυτοῦ ἀτιμίαν πανοῦργος.

ἐπιδεικνυμένην πίστιν ἀπαγγέλλει δίκαιος,

ὁ δὲ μάρτυς τῶν ἀδίκων δόλιος.

εἰσὶν οἳ λέγοντες τιτρώσκουσιν μαχαίρᾳ,

γλῶσσαι δὲ σοφῶν ἰῶνται.

χείλη ἀληθινὰ κατορθοῖ μαρτυρίαν,

μάρτυς δὲ ταχὺς γλῶσσαν ἔχει ἄδικον.

δόλος ἐν καρδίᾳ τεκταινομένου κακά,

οἱ δὲ βουλόμενοι εἰρήνην εὐφρανθήσονται.

οὐκ ἀρέσει τῷ δικαίῳ οὐδὲν ἄδικον,

οἱ δὲ ἀσεβεῖς πλησθήσονται κακῶν.

βδέλυγμα κυρίῳ χείλη ψευδῆ,

ὁ δὲ ποιῶν πίστεις δεκτὸς παρ’ αὐτῷ.

ἀνὴρ συνετὸς θρόνος αἰσθήσεως,

καρδία δὲ ἀφρόνων συναντήσεται ἀραῖς.

χεὶρ ἐκλεκτῶν κρατήσει εὐχερῶς,

δόλιοι δὲ ἔσονται εἰς προνομήν.

φοβερὸς λόγος καρδίαν ταράσσει ἀνδρὸς δικαίου,

ἀγγελία δὲ ἀγαθὴ εὐφραίνει αὐτόν.

ἐπιγνώμων δίκαιος ἑαυτοῦ φίλος ἔσται,

αἱ δὲ γνῶμαι τῶν ἀσεβῶν ἀνεπιεικεῖς. ἁμαρτάνοντας καταδιώξεται κακά,

ἡ δὲ ὁδὸς τῶν ἀσεβῶν πλανήσει αὐτούς.

οὐκ ἐπιτεύξεται δόλιος θήρας,

κτῆμα δὲ τίμιον ἀνὴρ καθαρός.

ἐν ὁδοῖς δικαιοσύνης ζωή,

ὁδοὶ δὲ μνησικάκων εἰς θάνατον.

Chapter 13

υἱὸς πανοῦργος ὑπήκοος πατρί,

υἱὸς δὲ ἀνήκοος ἐν ἀπωλείᾳ.

ἀπὸ καρπῶν δικαιοσύνης φάγεται ἀγαθός,

ψυχαὶ δὲ παρανόμων ὀλοῦνται ἄωροι.

ὃς φυλάσσει τὸ ἑαυτοῦ στόμα, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν·

ὁ δὲ προπετὴς χείλεσιν πτοήσει ἑαυτόν.

ἐν ἐπιθυμίαις ἐστὶν πᾶς ἀεργός,

χεῖρες δὲ ἀνδρείων ἐν ἐπιμελείᾳ.

λόγον ἄδικον μισεῖ δίκαιος,

ἀσεβὴς δὲ αἰσχύνεται καὶ οὐχ ἕξει παρρησίαν.

δικαιοσύνη φυλάσσει ἀκάκους,

τοὺς δὲ ἀσεβεῖς φαύλους ποιεῖ ἁμαρτία.

εἰσὶν οἱ πλουτίζοντες ἑαυτοὺς μηδὲν ἔχοντες,

καὶ εἰσὶν οἱ ταπεινοῦντες ἑαυτοὺς ἐν πολλῷ πλούτῳ.

λύτρον ἀνδρὸς ψυχῆς ὁ ἴδιος πλοῦτος,

πτωχὸς δὲ οὐχ ὑφίσταται ἀπειλήν.

φῶς δικαίοις διὰ παντός,

φῶς δὲ ἀσεβῶν σβέννυται.

ψυχαὶ δόλιαι πλανῶνται ἐν ἁμαρτίαις,

δίκαιοι δὲ οἰκτίρουσιν καὶ ἐλεῶσιν.

κακὸς μεθ’ ὕβρεως πράσσει κακά,

οἱ δὲ ἑαυτῶν ἐπιγνώμονες σοφοί.

ὕπαρξις ἐπισπουδαζομένη μετὰ ἀνομίας ἐλάσσων γίνεται,

ὁ δὲ συνάγων ἑαυτῷ μετ’ εὐσεβείας πληθυνθήσεται·

δίκαιος οἰκτίρει καὶ κιχρᾷ.

κρείσσων ἐναρχόμενος βοηθῶν καρδίᾳ

τοῦ ἐπαγγελλομένου καὶ εἰς ἐλπίδα ἄγοντος·

δένδρον γὰρ ζωῆς ἐπιθυμία ἀγαθή.

ὃς καταφρονεῖ πράγματος, καταφρονηθήσεται ὑπ’ αὐτοῦ·

ὁ δὲ φοβούμενος ἐντολήν, οὗτος ὑγιαίνει.

υἱῷ δολίῳ οὐδὲν ἔσται ἀγαθόν,

οἰκέτῃ δὲ σοφῷ εὔοδοι ἔσονται πράξεις,

καὶ κατευθυνθήσεται ἡ ὁδὸς αὐτοῦ.

νόμος σοφοῦ πηγὴ ζωῆς,

ὁ δὲ ἄνους ὑπὸ παγίδος θανεῖται.

σύνεσις ἀγαθὴ δίδωσιν χάριν,

τὸ δὲ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς,

ὁδοὶ δὲ καταφρονούντων ἐν ἀπωλείᾳ.

πᾶς πανοῦργος πράσσει μετὰ γνώσεως,

ὁ δὲ ἄφρων ἐξεπέτασεν ἑαυτοῦ κακίαν.

βασιλεὺς θρασὺς ἐμπεσεῖται εἰς κακά,

ἄγγελος δὲ πιστὸς ῥύσεται αὐτόν.

πενίαν καὶ ἀτιμίαν ἀφαιρεῖται παιδεία,

ὁ δὲ φυλάσσων ἐλέγχους δοξασθήσεται.

ἐπιθυμίαι εὐσεβῶν ἡδύνουσιν ψυχήν,

ἔργα δὲ ἀσεβῶν μακρὰν ἀπὸ γνώσεως.

ὁ συμπορευόμενος σοφοῖς σοφὸς ἔσται,

ὁ δὲ συμπορευόμενος ἄφροσι γνωσθήσεται.

ἁμαρτάνοντας καταδιώξεται κακά,

τοὺς δὲ δικαίους καταλήμψεται ἀγαθά.

ἀγαθὸς ἀνὴρ κληρονομήσει υἱοὺς υἱῶν,

θησαυρίζεται δὲ δικαίοις πλοῦτος ἀσεβὼν.

δίκαιοι ποιήσουσιν ἐν πλούτῳ ἔτη πολλά,

ἄδικοι δὲ ἀπολοῦνται συντόμως.

ὃς φείδεται τῆς βακτηρίας, μισεῖ τὸν υἱὸν αὐτοῦ·

ὁ δὲ ἀγαπῶν ἐπιμελῶς παιδεύει.

δίκαιος ἔσθων ἐμπιπλᾷ τὴν ψυχὴν αὐτοῦ,

ψυχαὶ δὲ ἀσεβῶν ἐνδεεῖς.

Chapter 14

σοφαὶ γυναῖκες ᾠκοδόμησαν οἴκους,

ἡ δὲ ἄφρων κατέσκαψεν ταῖς χερσὶν αὐτῆς.

ὁ πορευόμενος ὀρθῶς φοβεῖται τὸν κύριον,

ὁ δὲ σκολιάζων ταῖς ὁδοῖς αὐτοῦ ἀτιμασθήσεται.

ἐκ στόματος ἀφρόνων βακτηρία ὕβρεως,

χείλη δὲ σοφῶν φυλάσσει αὐτούς.

οὗ μή εἰσιν βόες, φάτναι καθαραί·

οὗ δὲ πολλὰ γενήματα, φανερὰ βοὸς ἰσχύς.

μάρτυς πιστὸς οὐ ψεύδεται,

ἐκκαίει δὲ ψεύδη μάρτυς ἄδικος.

ζητήσεις σοφίαν παρὰ κακοῖς καὶ οὐχ εὑρήσεις,

αἴσθησις δὲ παρὰ φρονίμοις εὐχερής.

πάντα ἐναντία ἀνδρὶ ἄφρονι,

ὅπλα δὲ αἰσθήσεως χείλη σοφά.

σοφία πανούργων ἐπιγνώσεται τὰς ὁδοὺς αὐτῶν,

ἄνοια δὲ ἀφρόνων ἐν πλάνῃ.

οἰκίαι παρανόμων ὀφειλήσουσιν καθαρισμόν,

οἰκίαι δὲ δικαίων δεκταί.

καρδία ἀνδρὸς αἰσθητική, λυπηρὰ ψυχὴ αὐτοῦ·

ὅταν δὲ εὐφραίνηται, οὐκ ἐπιμείγνυται ὕβρει.

οἰκίαι ἀσεβῶν ἀφανισθήσονται,

σκηναὶ δὲ κατορθούντων στήσονται.

ἔστιν ὁδὸς ἣ δοκεῖ ὀρθὴ εἶναι παρὰ ἀνθρώποις,

τὰ δὲ τελευταῖα αὐτῆς ἔρχεται εἰς πυθμένα ᾅδου.

ἐν εὐφροσύναις οὐ προσμείγνυται λύπη,

τελευταία δὲ χαρὰ εἰς πένθος ἔρχεται.

τῶν ἑαυτοῦ ὁδῶν πλησθήσεται θρασυκάρδιος,

ἀπὸ δὲ τῶν διανοημάτων αὐτοῦ ἀνὴρ ἀγαθός.

ἄκακος πιστεύει παντὶ λόγῳ,

πανοῦργος δὲ ἔρχεται εἰς μετάνοιαν.

σοφὸς φοβηθεὶς ἐξέκλινεν ἀπὸ κακοῦ,

ὁ δὲ ἄφρων ἑαυτῷ πεποιθὼς μείγνυται ἀνόμῳ.

ὀξύθυμος πράσσει μετὰ ἀβουλίας,

ἀνὴρ δὲ φρόνιμος πολλὰ ὑποφέρει.

μεριοῦνται ἄφρονες κακίαν,

οἱ δὲ πανοῦργοι κρατήσουσιν αἰσθήσεως.

ὀλισθήσουσιν κακοὶ ἔναντι ἀγαθῶν,

καὶ ἀσεβεῖς θεραπεύσουσιν θύρας δικαίων.

φίλοι μισήσουσιν φίλους πτωχούς,

φίλοι δὲ πλουσίων πολλοί.

ὁ ἀτιμάζων πένητας ἁμαρτάνει,

ἐλεῶν δὲ πτωχοὺς μακαριστός.

πλανώμενοι τεκταίνουσι κακά,

ἔλεον δὲ καὶ ἀλήθειαν τεκταίνουσιν ἀγαθοί. οὐκ ἐπίστανται ἔλεον καὶ πίστιν τέκτονες κακῶν,

ἐλεημοσύναι δὲ καὶ πίστεις παρὰ τέκτοσιν ἀγαθοῖς.

ἐν παντὶ μεριμνῶντι ἔνεστιν περισσόν,

ὁ δὲ ἡδὺς καὶ ἀνάλγητος ἐν ἐνδείᾳ ἔσται.

στέφανος σοφῶν πανοῦργος,

ἡ δὲ διατριβὴ ἀφρόνων κακή.

ῥύσεται ἐκ κακῶν ψυχὴν μάρτυς πιστός,

ἐκκαίει δὲ ψεύδη δόλιος.

ἐν φόβῳ κυρίου ἐλπὶς ἰσχύος,

τοῖς δὲ τέκνοις αὐτοῦ καταλείπει ἔρεισμα.

πρόσταγμα κυρίου πηγὴ ζωῆς,

ποιεῖ δὲ ἐκκλίνειν ἐκ παγίδος θανάτου.

ἐν πολλῷ ἔθνει δόξα βασιλέως,

ἐν δὲ ἐκλείψει λαοῦ συντριβὴ δυνάστου.

μακρόθυμος ἀνὴρ πολὺς ἐν φρονήσει,

ὁ δὲ ὀλιγόψυχος ἰσχυρῶς ἄφρων.

πραΰθυμος ἀνὴρ καρδίας ἰατρός,

σὴς δὲ ὀστέων καρδία αἰσθητική.

ὁ συκοφαντῶν πένητα παροξύνει τὸν ποιήσαντα αὐτόν,

ὁ δὲ τιμῶν αὐτὸν ἐλεᾷ πτωχόν.

ἐν κακίᾳ αὐτοῦ ἀπωσθήσεται ἀσεβής,

ὁ δὲ πεποιθὼς τῇ ἑαυτοῦ ὁσιότητι δίκαιος.

ἐν καρδίᾳ ἀγαθῇ ἀνδρὸς σοφία,

ἐν δὲ καρδίᾳ ἀφρόνων οὐ διαγινώσκεται.

δικαιοσύνη ὑψοῖ ἔθνος,

ἐλασσονοῦσι δὲ φυλὰς ἁμαρτίαι.

δεκτὸς βασιλεῖ ὑπηρέτης νοήμων,

τῇ δὲ ἑαυτοῦ εὐστροφίᾳ ἀφαιρεῖται ἀτιμίαν.

Chapter 15

ὀργὴ ἀπόλλυσιν καὶ φρονίμους,

ἀπόκρισις δὲ ὑποπίπτουσα ἀποστρέφει θυμόν,

λόγος δὲ λυπηρὸς ἐγείρει ὀργάς.

γλῶσσα σοφῶν καλὰ ἐπίσταται,

στόμα δὲ ἀφρόνων ἀναγγελεῖ κακά.

ἐν παντὶ τόπῳ ὀφθαλμοὶ κυρίου,

σκοπεύουσιν κακούς τε καὶ ἀγαθούς.

ἴασις γλώσσης δένδρον ζωῆς,

ὁ δὲ συντηρῶν αὐτὴν πλησθήσεται πνεύματος.

ἄφρων μυκτηρίζει παιδείαν πατρός,

ὁ δὲ φυλάσσων ἐντολὰς πανουργότερος.

ἐν πλεοναζούσῃ δικαιοσύνῃ ἰσχὺς πολλή,

οἱ δὲ ἀσεβεῖς ὁλόρριζοι ἐκ γῆς ὀλοῦνται. οἴκοις δικαίων ἰσχὺς πολλή,

καρποὶ δὲ ἀσεβῶν ἀπολοῦνται.

χείλη σοφῶν δέδεται αἰσθήσει,

καρδίαι δὲ ἀφρόνων οὐκ ἀσφαλεῖς.

θυσίαι ἀσεβῶν βδέλυγμα κυρίῳ,

εὐχαὶ δὲ κατευθυνόντων δεκταὶ παρ’ αὐτῷ.

βδέλυγμα κυρίῳ ὁδοὶ ἀσεβοῦς,

διώκοντας δὲ δικαιοσύνην ἀγαπᾷ.

παιδεία ἀκάκου γνωρίζεται ὑπὸ τῶν παριόντων,

οἱ δὲ μισοῦντες ἐλέγχους τελευτῶσιν αἰσχρῶς.

ᾅδης καὶ ἀπώλεια φανερὰ παρὰ τῷ κυρίῳ,

πῶς οὐχὶ καὶ αἱ καρδίαι τῶν ἀνθρώπων;

οὐκ ἀγαπήσει ἀπαίδευτος τοὺς ἐλέγχοντας αὐτόν,

μετὰ δὲ σοφῶν οὐχ ὁμιλήσει.

καρδίας εὐφραινομένης πρόσωπον θάλλει,

ἐν δὲ λύπαις οὔσης σκυθρωπάζει.

καρδία ὀρθὴ ζητεῖ αἴσθησιν,

στόμα δὲ ἀπαιδεύτων γνώσεται κακά.

πάντα τὸν χρόνον οἱ ὀφθαλμοὶ τῶν κακῶν προσδέχονται κακά,

οἱ δὲ ἀγαθοὶ ἡσυχάζουσιν διὰ παντός.

κρείσσων μικρὰ μερὶς μετὰ φόβου κυρίου

ἢ θησαυροὶ μεγάλοι μετὰ ἀφοβίας.

κρείσσων ξενισμὸς λαχάνων πρὸς φιλίαν καὶ χάριν

ἢ παράθεσις μόσχων μετὰ ἔχθρας.

ἀνὴρ θυμώδης παρασκευάζει μάχας,

μακρόθυμος δὲ καὶ τὴν μέλλουσαν καταπραΰνει.

μακρόθυμος ἀνὴρ κατασβέσει κρίσεις,

ὁ δὲ ἀσεβὴς ἐγείρει μᾶλλον.

ὁδοὶ ἀεργῶν ἐστρωμέναι ἀκάνθαις,

αἱ δὲ τῶν ἀνδρείων τετριμμέναι.

υἱὸς σοφὸς εὐφραίνει πατέρα,

υἱὸς δὲ ἄφρων μυκτηρίζει μητέρα αὐτοῦ.

ἀνοήτου τρίβοι ἐνδεεῖς φρενῶν,

ἀνὴρ δὲ φρόνιμος κατευθύνων πορεύεται.

ὑπερτίθενται λογισμοὺς οἱ μὴ τιμῶντες συνέδρια,

ἐν δὲ καρδίαις βουλευομένων μένει βουλή.

οὐ μὴ ὑπακούσῃ ὁ κακὸς αὐτῇ

οὐδὲ μὴ εἴπῃ καίριόν τι καὶ καλὸν τῷ κοινῷ.

ὁδοὶ ζωῆς διανοήματα συνετοῦ,

ἵνα ἐκκλίνας ἐκ τοῦ ᾅδου σωθῇ.

οἴκους ὑβριστῶν κατασπᾷ κύριος,

ἐστήρισεν δὲ ὅριον χήρας.

βδέλυγμα κυρίῳ λογισμὸς ἄδικος,

ἁγνῶν δὲ ῥήσεις σεμναί.

ἐξόλλυσιν ἑαυτὸν ὁ δωρολήμπτης,

ὁ δὲ μισῶν δώρων λήμψεις σῴζεται.

ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι,

τῷ δὲ φόβῳ κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ.

καρδίαι δικαίων μελετῶσιν πίστεις,

στόμα δὲ ἀσεβῶν ἀποκρίνεται κακά.

δεκταὶ παρὰ κυρίῳ ὁδοὶ ἀνθρώπων δικαίων,

διὰ δὲ αὐτῶν καὶ οἱ ἐχθροὶ φίλοι γίνονται.

μακρὰν ἀπέχει ὁ θεὸς ἀπὸ ἀσεβῶν,

εὐχαῖς δὲ δικαίων ἐπακούει.

κρείσσων ὀλίγη λῆμψις μετὰ δικαιοσύνης

ἢ πολλὰ γενήματα μετὰ ἀδικίας.

καρδία ἀνδρὸς λογιζέσθω δίκαια,

ἵνα ὑπὸ τοῦ θεοῦ…

θεωρῶν…

The complete text is available when the reading interface loads.