The Greek Library Author

Septuaginta

Παροιμίαι

Scientific editors
Henry Barclay Swete D.D.
Edition reference
The Old Testament in Greek · Cambridge · Cambridge University Press · 1896
CTS identifier
urn:cts:greekLit:tlg0527.tlg029.local002
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Chapter 1

ΠΑΡΟΙΜΙΑΙ Σαλωμῶντος υἱοῦ Δαυείδ

ὃς ἐβασίλευσεν ἐν Ἰσραήλ,

γνῶναι σοφίαν καὶ παιδείαν

§δέξασθαί τε λόγους φρονήσεως,

δέξασθαί τε στροφὰς λόγων,

νοῆσαί τε δικαιοσύνην ἀληθῆ

καὶ κρίμα κατευθύνειν·

ἴνα δῷ ἀκάκοις πανουργίαν,

παιδὶ δὲ νέῳ αἴσθησίν τε καὶ ἔννοιαν.

τῶνδε γὰρ ἀκούσας σοφὸς σοφώτερος ἔσται,

ὁ δὲ νοήμων κυβέρνησιν κτήσεται,

νοήσει τε παραβολὴν καὶ σκοτεινὸν λόγον

ῥήσεις τε σοφῶν καὶ αἰνίγματα.

Ἀρχὴ σοφίας φόβος θεοῦ,

σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν·

εὐσεβέα δὲ εἰς θεὸν ἀρχὴ αἰσθήσεως,

σοφίαν δὲ καὶ παιδείαν ἀσεβεῖς ἐξουθενήσουσιν.

ἄκουε, υἱέ, παιδείαν πατρός σου,

καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου·

στέφανον γὰρ χαρίτων δέξῃ σῇ κορυφῇ,

καὶ κλοιὸν χρύσεον περὶ σῷ τραχήλῳι

υἱέ, μὴ σε πλανήσωσιν ἄνδρες ἀσεβεῖς,

μηδέ βουληθῇς

ἐὰν παρακαλέσωσί σε λέγοντες

Ἐλθὲ μεθʼ ἡμῶν, κοινώνησον αἵματος,

κρύψωμεν δὲ εἰς γῆν ἄνδρα δίκαιον ἀδίκως.

καταπίωμεν δέ αὐτὸν ὥσπερ ᾄδης ζῶντα,

καὶ ἄρωμεν αὐτοῦ τὴν μνήμην ἐκ γῆς·

τὴν κτῆσιν αὐτοῦ τὴν πολυτελῆ καταλαβώμεθα,

πλήσωμεν δὲ οἴκους ἡμετέρους σκύλων·

τὸν δὲ σὸν κλῆρον βάλε ἐν ἡμῖν,

κοινὸν δὲ βαλλάντιον κτησώμεθα πάντες

καὶ μαρσίππιον ἐν γενηθήτω ἡμῖν.

μὴ πορευθῇς ἐν ὁδῷ μετʼ αὐτῶν,

ἔκκλινον δὲ τὸν πόδα σου ἐκ τῶν τρίβων αὐτῶν·

οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς.

αὐτοὶ γὰρ οἱ φόνου μετέχοντες θησαυρίζουσιν ἑαυτοῖς κακά,

ἡ δέ καταστροφὴ ἀνδρῶν παρανόμωνν κακή.

ηὗται αἱ ὁδοί εἰσιν πάνταον τῶν συντελούτωνν τὰ ἄνομα·

τῇ γὰρ ἀσεβείᾳ τὴν ἑαυτῶν ψυχὴν ἀφαιροῦνται.

Σοφία ἐν ἐξόδοις ὑμνεῖται,

ἐν δὲ πλατείαις παρρησίαν ἄγει·

ἐη᾿ ἄκρων δὲ τειχέων κηρύσσεται,

ἐπὶ δὲ πύλαις δυναστῶν παρεδρεύει,

ἐπὶ δὲ πύλαις πόλεως θαρροῦσα λέγει

Ὅσον ἂν χρόνον ἄκακοι ἔχωνται τῆς δικαιοσύνης, οὐκ αἰσχυνθήοἱ

δὲ ἄφρονες, τῆς ὕβρεως ὄντες ἐπιθυμηταί,

ἀσεβεῖς γενόμενοι ἐμίσησαν αἴσθησιν,

καὶ ὑπεύθυνοι ἐγένοντο ἐλέγχοις.

ἰδοὺ προήσομαι ὑμῖν ἐμῆς πνοῆς ῥῆσιν,

διδάξω δὲ ὑμᾶς τὸν ἐμὸν λόγον.

ἐπειδὴ ἐκάλουν καὶ οὐχ ὑπηκούσατε,

καὶ ἐξέτεινον λόγους καὶ οὐ προσείχετε,

ἀλλὰ ἀκύρους ἐποιεῖτε ἐμὰς βουλάς,

τοῖς δὲ ἐμοῖς ἐλέγχοις ἠπειθήσατε·

τοιγαροῦν κἀγὼ τῇ ὑμετέρᾳ ἀπωλείᾳ ἐπιγελάσομαι,

καταχαροῦμαι δὲ ἡνίκα ἂν ἔρχηται ὑμῖν ὄλεθρος.

καὶ ὡς ἂν ἀφίκηται ὑμῖν ἄφνω θόρυβος,

ἡ δὲ καταστροφὴ ὁμοίως καταιγίδι παρῇ.

καὶ ὅταν ἔρχηται ὑμῖν θλίψις καὶ πολιορκία,

ἢ ὅταν ἔρχηται ὑμῖν ὄλεθρος.

ἕσται γὰρ ὅταν ἐπικαλέσησθέ με, ἐγὼ δὲ οὐκ εἰσακούσομαι ὑμῶν·

ζητήσουσίν με κακοί, καὶ οὐχ εὑρήσουσιν.

ἐμίσησαν γὰρ σοφίαν, τὸν δὲ λόγον τοῦ κυρίου οὐ προείλαντο,

οὐδὲ ἤθελον ἐμαῖς προσέχειν βουλαῖς,

ἐμυκτήριζον δὲ ἐμοὺς ἐλέγχους.

τοιγαροῦν ἔδονται τῆς ἑαυτῶν ὁδοῦ τοὺς καρπούς,

καὶ τῆς ἑαυτῶν ἀσεβείας πλησθήσονται·

ἀνθʼ ὧν γὰρ ἠδίκουν νηπίους φονευθήσονται,

καὶ ἐξετασμὸς ἀσεβεῖς ὀλεῖ

ὁ δὲ ἐμοῦ ἀκούων κατασκηνώσει ἐπʼ ἐλπίδι,

καὶ ἡσυχάσει ἀφόβως ἀπὸ παντὸς κακοῦ.

Chapter 2

Υἱέ, ἐὰν δεξάμενος ῥῆσιν ἐμῆς ἐντολῆς κρύψῃς παρὰ σεαυτῷ,

ὑπακούσεται σοφίας τὸ οὗς σου,

καὶ παραβαλεῖς καρδίαν σου εἰς σύνεσιν,

παραβαλεῖς δὲ αὐτὴν ἐπὶ νουθέτησιν τῷ υἱῷ σου.

ἐὰν γὰρ τὴν σοφίαν ἐπικαλέσῃ

καὶ τῇ συνέσει δῷς φωνήν σου,

καὶ ἐὰν ζητήσῃς αὐτὴν ὡς ἀργύριον

καὶ ὡς θησαυροὺς ἐξεραυνήσῃς αὐτήν·

τότε συνήσεις φόβον Κυρίου,

καὶ ἐπίγνωσιν θεοῦ εὑρήσεις.

ὅτι Κύριος δίδωσιν σοφίαν,

καὶ ἀπὸ προσώπου αὐτοῦ γνῶσις καὶ σύνεσις·

καὶ θησαυρίζει τοῖς κατορθοῦσι σωτηρίαν,

ὑπερασπιεῖ τὴν πορείαν αὐτῶν ⁸τοῦ φυλάξαι ὁδοὺς

δικαιωμάτων,

καὶ ὁδὸν εὐλαβουμένων αὐτὸν διαφυλάξει

πότε συνήσεις δικαιοσύνην καὶ κρίμα,

καὶ κατορθώσεις πάντας ἄξονας ἀγαθούς.

ἐὰν γὰρ ἔλθῃ ἡ σοφία εἰς σὴν διάνοιαν,

ἡ δὲ αἴοθησις τῇ σῇ ψυχῇ καλὴ εἶναι δόξῃ.

βουλὴ καλὴ φυλάξει σε,

ἔννοια δὲ ὁσία τηρήσει σε·

ἵνα ῥύσηταί σε ἀπὸ ὁδοῦ κακῆς

καὶ ἀπὸ ἀνδρὸς λαλοῦντος μηδέν πιστόν.

ὦ οἱ ἐγκαταλείποντες ὁδοὺς εὐθείας

τοῦ πορεύεσθαι ἐν ὁδοῖς σκότους,

οἱ εὐφραινόμενοι ἐπὶ κακοῖς

καὶ χαίροντες ἐπὶ διαστροφῇ κακῇ,

ὧν αἱ τρίβοι σκολιαὶ καὶ καμπύλαι αἱ τροχιαὶ αὐτῶν,

τοῦ μακράν σε ποιῆσαι ἀπὸ ὁδοῦ εὐθείας

καὶ ἀλλότριον τῆς δικαίας γνώμης.

υἱέ, μή σε καταλάβῃ κακὴ βουλή,

ἡ ἀπολείπουσα διδασκαλίαν νεότητος,

καὶ διαθήκην θείαν ἐπιλελησμένη.

ἔθετο γὰρ παρὰ τῷ θανάτῳ τὸν οἶκον αὐτῆς,

καὶ παρὰ τῷ ᾄδῃ μετὰ τῶν γηγενῶν τοὺς ἄξονας αὐτῆς·

πάντες οἱ πορευόμενοι ἐν αὐτῇ οὐκ ἀναστρέψουσιν

οὐδὲ μὴ καταλάβωσιν τρίβους εὐθείας·

εἰ γὰρ ἐπορεύοντο τρίβους ἀγαθάς.

οὐ γὰρ καταλαμβάνονται ὑπὸ ἐνιαυτῶν ζωῆς.

εὕροσαν ἂν τρίβους δικαιοσύνης λείους.

ὅτι εὐθεῖς κατασκηνώσουσι γῆν,

καὶ ὅσιοι ὑπολειφθήσονται ἐν αὐτῇ·

ὁδοὶ ἀσεβῶν ἐκ γῆς ὀλοῦνται,

οἱ δὲ παράνομοι ἐξωσθήσονται ἀπʼ αὐτῆς.

Chapter 3

Υἰέ, ἐμῶν νομίμων μὴ ἐπλανθάνου,

τὰ δὲ ῥήματά μου τηρείτω σὴ καρδία·

μῆκος γὰρ βίου καὶ ἔτη ζωῆς καὶ εἰρήνην προσθήσουσίν σοι.

ἐλεημοσύναι καὶ πίστεις μὴ ἐκλιπέτωσάν σε,

ἄφαψαι δὲ αὐτὰς ἐπὶ σῷ τραχήλῳ, καὶ εὑρήσεις χάριν·

καὶ προνοοῦ καλὰ ἐνώπιον Κυρίου καὶ ἀνθρώπων.

ἴσθι πεποιθὼς ἐν ὅλῃ τῇ καρδίᾳ ἐπὶ θεῷ,

ἐπὶ δὲ σῇ σοφίᾳ μὴ ἐπαίρου·

πάσαις ὁδοῖς σου γνώριζε αὐτήν,

ἴνα ὀρθοτομῇ τὰς ὁδούς σου.

μὴ ἴσθι φρόνιμος παρὰ σεαυτῷ,

φοβοῦ δὲ τὸν θεὸν καὶ ἔκκλινε ἀπὸ παντὸς κακοῦ·

τότε ἴασις ἔσται τῷ σώματί σου,

καὶ ἐπιμέλεια τοῖς ὀστέοις σου.

τίμα τὸκύριον ἀπὸ σῶν δικαίων πόνων,

καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης·

ἴνα πίμπληται τὰ ταμεῖά σου πλησμονῆς σίτῳ,

οἴνῳ δὲ αἱ ληνοί σου ἐκβλύζωσιν.

Υἱέ, μὴ ὀλιγώρει παιδείας Κυρίου,

μηδὲ ἐκλύου ὑπʼ αὐτοῦ ἐλεγχόμενος·

ὃν γὰρ ἀγαπῷ Κύριος ἐλέγχει.

μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.

μακάριος ἄνθρωπος ὃς εὗρεν σοφίαν,

καὶ θνητὸς ὃς εἶδεν φρόνησιν.

κρεῖττον γὰρ αὐτὴν ἐμπορεύεσθαι

ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς.

τιμιωτέρα δέ ἐστιν λίθων πολυτελῶν·

οὐκ ἀντιτάξεται αὐτῇ οὐδὲν πονηρόν.

εὔγνωστός ἐστιν πᾶσιν τοῖς ἐγγίζουσιν αὐτῇ,

πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν.

μῆκος γὰρ βίου καὶ ἔτη ζωῆς ἐν τῆ δεξιῷ αὐτῆς,

ἐν δὲ τῆ ἀριστερῷ αὐτῆς πλοῦτος καὶ δόξα·

a ¹⁶aἐκ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη,

νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ.

αἱ ὁδοὶ αὐτῆς ὁδοὶ καλαί,

καὶ πάντες οἱ τρίβοι αὐτῆς ἐν εἰρήνῃ·

ξύλον ζωῆς ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς,

καὶ τοῖς ἐπερειδομένοις ἐπʼ αὐτὴν ὡς ἐπὶ Κύριον.

ὁ θεὸς τῆ σοφίᾳ ἐθεμελίωσεν τὴν γῆν,

ἡτοίμασεν δὲ οὐρανοὺς φρονήσει·

ἐν αἰσθήσει ἄβυσσοι ἐρράγησαν.

νέφη δὲ ἐρρύησαν δρόσους.

Υἱέ. μὴ παραρυῇς,

τήρησον δὲ ἐμὴν βουλὴν καὶ ἔννοιαν·

ἵνα ζήσῃ ἡ ψυχὴ σου. καὶ χάρις ᾖ περὶ σῷ τραχήλῳ.

aἔσται δὲ ἴασις ταῖς σαρξί σου,

καὶ ἐπιμέλεια τοῖς σοῖς ὀστέοις·

ἴνα πορεύῃ πεποιθὼς ἐν εἰρήνῃ πάσας τὰς ὁδούς σου,

ὁ δὲ πούς σου οὐ μὴ προσκόψῃ.

ἐὰν γὰρ κάθῃ, ἄφοβος ἔσῃ,

ἐὰν δὲ καθεύδῃς, ἡδέως ὑπνώσεις·

καὶ οὐ φοβηθήσῃ πτόησιν ἐπελθοῦσαν

οὐδὲ ὁρμὰς ἀσεβῶν ἐπερχομένας·

ὁ γὰρ Κύριος ἔσται ἐπὶ πασῶν ὁδῶν σου,

καὶ ἐρείσει σὸν πόδα ἵνα μὴ σαλευθῇς.

μὴ ἀπόσχῃ εὖ ποιεῖν ἐνδεῆ,

ἡνίκα ἂν ἔχῃ ἡ χείρ σου βοηθεῖν.

μὴ εἴπῃς Ἐπανελθὼν ἐπάνηκε, αὔριον δώσω,

δυνατοῦ σου ὄντος εἶ ποιεῖν·

οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα.

μὴ τεκτήνῃ ἐπὶ σὸν φίλον κακά,

παροικοῦντα καὶ πεποιθότα ἐπὶ σοί.

μὴ φιλεχθρήσῃς πρὸς ἄνθρωπον μάτην,

μή τί σε ἐργάσηται κακόν.

μὴ κτήσῃ κακῶν ἀνδρῶν ὀνείδη,

μηδέ ζηλώσῃς τὰς ὁδοὺς αὐτῶν.

ἀκάθαρτος γὰρ ἔναντι Κυρίου πᾶς παράνομος,

ἐν δὲ δικαίοις οὐ συνεδριάζει.

κατάρα θεοῦ ἐν οἴκοις ἀσεβῶν,

ἐπαύλεις δὲ δικαίων εὐλογοῦνται.

Κύριος ὑπερηφάνοις ἀντιτάσσεται,

ταπεινοῖς δὲ δίδωσιν χάριν.

δόξαν σοφοὶ κληρονομήσουσιν,

οἱ δὲ ἀσεβεῖς ὕψωσαν ἀτιμίαν.

Chapter 4

Ἀκούσατε, παῖδες, παιδείαν πατρός,

καὶ προσέχετε γνῶναι ἔννοιαν.

δῶρον γὰρ ἀγαθὸν δωροῦμαι ὑμῖν,

τὸν ἐμὸν νόμον μὴ ἐγκαταλίπητε.

υἱὸς γὰρ ἐγενόμην κἀγὼ πατρὶ ὑπήκοος

καὶ ἀγαπώμενος ἐν προσώπῳ μητρός,

οἳ ἔλεγον καὶ ἐδίδασκόν με

Ἐρειδέτω ὁ ἡμένερος λόγος εἰς σὴν καρδίαν·

φύλασσε ἐντολάς, ⁵μὴ ἐπιλάθῃ·

μηδὲ παρίδῃς ῥῆσιν ἐμοῦ στόματος

μηδὲ ἐγκαταλίπῃς αὐτήν, καὶ ἀνθέξεταί σου·

ἐράσθητι αὐτῆς, καὶ τηρήσει σε.

περιχαράκαωσον αὐτήν, καὶ ὑψώσει σε·

τίμησον αὐτήν, ἴνα σε περιλάβῃ·

ἵνα δῷ τῇ σῇ κεφαλῇ στέφανον χαρίτων.

στεφάνῳ δέ τρυφῆς ὑπερασπίσῃ σου.

Ἄκουε, υἱέ, καὶ δέξαι ἐμοὺς λόγους.

καὶ πληθυνθήσεται ἔτη ζωῆς σου,

ἴνα σοι γένωνται πολλαὶ ὁδοὶ βίου.

ὁδοὺς γὰρ σοφίας διδάσκω σε.

ἐμββάζω δέ σε τροχιαῖς ὀρθαῖς.

ἐὰν γὰρ πορεύῃ, οὐ συνκλεισθήσεταί σου τὰ διαβήματα·

ἐὰν δέ τρέχῃς, οὐ κοπιάσεις.

ἐπιλαβοῦ ἐμῆς παιδείας. μὴ ἀφῇς,

ἀλλὰ φύλαξον αὐτὴν σεαυτῷ εἰς ζωὴν σου.

ὁδοὺς ἀσεβῶν μὴ ἐπέλθῃς,

μηδέ ζηλώσῃς ὁδοὺς παρανόμων·

ἐν ᾧ ἂν τόπῳ στρατοπεδεύσωσιν, μὴ ἐπέλθῃς ἐκει.

ἔκκλινον δὲ ἀπʼ αὐτῶν καὶ παράλλαξον.

οὐ γὰρ μὴ ὑπνώσωσιν, ἐὰν μὴ κακοποιήσωσιν·

ἀφήρηται ὁ ὕπνος αὐτῶν, καὶ οὐ κοιμῶνται·

οἵδε γὰρ σιτοῦνται σῖτα ἀσεβείας,

οἴνῳ δὲ παρανόμῳ μεθύσκονται.

αἱ δὲ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσιν,

προπορεύονται καὶ φωτίζουσιν ἕως κατορθώσῃ ἡ ἡμέρα.

αἱ δὲ ὁδοὶ τῶν ἀσεβῶν σκοτειναί,

οὐκ οἴδασιν πῶς προσκόπτουσιν.

Υἱέ, ἐμῇ ῥήσει πρόσεχε,

τοῖς δὲ ἐμοῖς λόγοις παράβαλε σὸν οὖς,

ὅπως μὴ ἐκλίπωσίν σε αἱ πηγαί σου,

φύλασσε αὐτὰς ἐν καρδίᾳ·

ζωὴ γάρ ἐστιν τοῖς εὑρίσκουσιν αὐτήν,

καὶ πάσῃ σαρκὶ ἴασις.

πάσῃ φυλακῇ τήρει σὴν καρδίαν·

ἐκ γὰρ τούτων ἔξοδοι ζωῆς.

περίελε σεαυτοῦ σκολιὸν στόμα,

καὶ ἄδικα χείλη ἀπὸ σοῦ μακρὰν ἄπωσαι.

οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν,

τὰ δὲ βλέφαρά σου νευέτω δίκαια.

ὀρθὰς τροχιὰς ποίει σοῖς ποσίν,

καὶ τὰς ὁδοὺς σου κατεύθυνε.

μὴ ἐκκλίνῃς εἰς τὰ δεξιὰ μηδὲ εἰς τὰ ἀριστερά,

ἀπόστρεψον δὲ σὸν πόδα ἀπὸ ὁδοῦ κακῆς.

aὁδοὺς γὰρ τὰς ἐκ δεξῶν οἶδεν ὁ θεός,

διεστραμμέναι δέ εἰσιν αἱ ἐξ ἀριστερῶν·

ᵇαὐτὸς δὲ ὀρθὰς ποιήσει τὰς τροχιάς σου,

τὰς δὲ πορείας σου ἐν εἰρήνῃ προάξει.

Chapter 5

Υἱέ, ἐμῇ σοφίᾳ πρόσεχε,

ἐμοῖς δὲ λόγοις παράβαλλε σὸν οὗς,

ἴνα φυλάξῃς ἔννοιαν ἀγαθήν·

αἴσθησις δὲ ἐμῶν χειλέων ἐντέλλεταί σοι.

μὴ πρόσεχε φαύλῃ γυναικί

μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης,

ἣ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα·

ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις

καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου.

τῆς γὰρ ἀφροσύνης οἱ πόδες κατάγουσιν

τοὺς χραομένους αὐτῇ μετὰ θανάτου εἰς τὸν ἄδήν,

τὰ δέ ἴχνη αὐτῆς οὐκ ἐρείδεται

ὁδοὺς γὰρ ζωῆς οὐκ ἐπέρχεται,

σφαλεραὶ δέ αἱ τροχιαὶ αὐτῆς καὶ οὐκ εὔγνωστοι.

νῦν οὗν, υἱέ, ἄκουέ μου,

καὶ μὴ ἀκύρους ποιήσῃς ἐμοὺς λόγους.

μακρὰν ποίησον ἀπʼ αὐτῆς σὴν ὁδόν,

μὴ ἐγγίσῃς πρὸς θύραις οἴκων αὐτῆς·

ἵνα μὴ πρόῃ ἄλλοις ζωήν σου,

καὶ σὸν βίον ἀνελεήμοσιν·

ἵνα μὴ πλησθῶσιν ἀλλότριοι σῆς ἰσχύος,

οἱ δὲ σοὶ πόνοι εἰς οἴκους ἀλλοτρίων ἔλθωσιν·

καὶ μεταμεληθήσῃ ἐπʼ ἐσχάτων,

ἡνίκα ἂν κατατριβῶσιν σάρκες σώματός σου,

καὶ ἐρεῖς Πῶς ἐμίσησα παιδείαν,

καὶ ἐλέγχους ἐξέκλινεν ἡ καρδία μου·

οὐκ ἤκουον φωνὴν παιδεύοντός με καὶ διδάσκοντός με.

οὐδὲ παρέβαλλον τὸ οὖς μου·

παρʼ ὀλίγον ἐγενόμην ἐν παντὶ κακῷ

ἐν μέσῳ ἐκκλησίας καὶ συναγωγῆς.

πῖνε ὕδατα ἀπὸ σῶν ἀγγείων

καὶ ἀπὸ σῶν φρεάτων πηγῆς.

μὴ ὑπερεκχείσθω σοι ὕδατα ἐκ τῆς σῆς πηγῆς.

εἰς δὲ σὰς πλατείας διαπορευέσθω τὰ σὰ ὕδατα·

ἔστω σοι μόνα ὑπάρχοντα.

καὶ μηδεὶς ἀλλότριος μετασχέτω σοι·

ἡ πηγή σου τοῦ ὕδατος ἔστω σοι ἰδία,

καὶ συνευφραίνου μετὰ γυναικὸς τῆς ἐκ νεότητός σου.

ἔλαφος φιλίας καὶ πῶλος σῶν χαρίτων ὁμιλείτω σοι,

ἡ δὲ ἰδία ἡγείσθω σου καὶ συνέστω σοι ἐν παντὶ καιρῷ

ἐν γὰρ τῇ ταύτης φιλίᾳ συνπεριφερόμενος πολλοστὸς ἔσῃ.

μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν.

μηδὲ συνέρχου ἀγκάλαις τῆς μὴ ἰδίας·

ἐνώπιον γάρ εἰσιν τῶν τοῦ θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρός,

εἰς δὲ πάσας τὰς τροχιὰς αὐτοῦ σκοπεύει.

παρανομίαι ἄνδρα ἀγρεύουσιν,

σειραῖς δὲ τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται

οὗτος τελευτῷ μετὰ ἀπαιδεύτων,

ἐκ δὲ πλήθους τῆς ἑαυτοῦ βιότητος ἐξερίφη

καὶ ἀπώλετο δι᾿ ἀφροσύνην.

Chapter 6

Υἱέ, ἐὰν ἐγγυήσῃ σὸν φίλον,

παραδώσεις σὴν χεῖρα ἐχθρῷ.

παγὶς γὰρ ἰσχυρὰ ἀνδρὶ τὰ ἴδια χείλη,

καὶ ἁλίσκεται χείλεσιν ἰδίου στόματος.

ποίει, υἱέ, ἃ ἐγὼ σοι ἐντέλλομαι, καὶ σώζου·

ἥκεις γὰρ εἰς χεῖρας κακῶν διὰ σὸν φίλον·

ἴσθι μὴ ἐκλυόμενος,

παρόξυνε δὲ καὶ τὸν φίλον σου ὃν ἐνεγυήσω.

μὴ δῷς ὕπνον σοῖς ὄμμασιν,

μηδέ ἐπινυστάξῃς σοῖς βλεφάροις.

ἵνα σώζῃ ὥσπερ δορκὰς ἐκ βρόχων

καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος.

Ἴοθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ,

καὶ ζήλωσον ἰδὼν τὰς ὁδοὺς αὐτοῦ,

καὶ γενοῦ ἐκείνου σοφώτερος·

ἐκείνῳ γὰρ γεωργίου μὴ ὑπάρχοντος,

μηδέ τὸν ἀναγκάζοντα ἔχων

μηδὲ ὑπὸ δεσπότην ὤν,

ἑτοιμάζεται θέρους τὴν τροφήν,

πολλήν τε ἐν τῷ ἀμήτῳ ποιεῖται τὴν παράθεσιν.

aἢ πορεύθητι πρὸς τὴν μέλισσαν

καὶ μάθε ὡς ἐργάτις ἐστιν,

τήν τε ἐργασίαν ὡς σεμνὴν ποιεῖται·

ᵇἧς τοὺς πόνους βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγείαν προσφέρονται,

ποθεινὴ δέ ἐστιν πᾶσιν καὶ ἐπίδοξος·

καίπερ οὖσα τῇ ῥώμῃ ἀσθενής,

τὴν σοφίαν τιμήσασα προήχθη.

ἕως τίνος, ὀκνηρέ, κατάκεισαι ;

πότε δὲ ἐξ ὕπνου ἐγερθήσῃ

ὀλίγον μέν ὑπνοῖς, ὀλίγον δὲ κάθησαι, μικρὸν δέ νυστάζεις,

ὀλίγον δὲ ἐναγκαλίζῃ χερσὶν στήθη·

εἶτ᾿ ἐνπαραγίνεταί σοι ὥσπερ κακὸς ὁδοιπόρος ἡ πενία,

καὶ ἡ ἔνδεια ὥσπερ ἀγαθὸς δρομεύς.

ἐὰν δὲ ἄοκνος ᾖς, ἤξει ὥσπερ πηγὴ ὁ ἀμητός σου,

ἡ δὲ ἔνδεια ὥσπερ κακὸς δρομεὺς ἀπαυτομολήσει.

Ἀνὴρ ἄφρων καὶ παράνομος πορεύεται ὁδοὺς οὐκ ἀγαθάς·

ὁ δ᾿ αὐτὸς ἐννεύει ὀφθαλμῷ. σημαίνει δὲ ποδί

διδάσκει δέ ἐννεύμασιν δακτύλων·

διεστραμμένῃ καρδίᾳ τεκταίνεται κακὰ ἐν παντὶ καιρῷ·

ὁ τοιοῦτος ταραχὰς συνίστησιν πόλει.

διὰ τοῦτο ἐξαπίνης ἔρχεται ἡ ἀπώλεια αὐτοῦ.

διακοπὴ καὶ συντριβὴ ἀνίατος·

ὅτι χαίρει πᾶσιν οἷς μισεῖ ὁ θεός,

συντρίβεται δὲ δι᾿ ἀκαθαρσίαν ψυχῆς·

ὀφθαλμὸς ὑβριστοῦ, γλῶσσα ἄδικος,

χεῖρες ἐκχέουσαι αἷμα δικαίου,

καὶ καρδία τεκταινομένη λογισμοὺς κακούς,

καὶ πόδες ἐπισπεύδοντες κακοποιεῖν.

ἐκκαίει ψευδῆ μάρτυς ἄδικος,

καὶ ἐπιπέμπει κρίσεις ἀνὰ μέσον ἀδελφῶν.

Υἱέ, φύλασσε νόμους πατρός σου,

καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου·

ἄφαψαι δέ αὐτοὺς ἐπὶ σῇ ψυχῇ διὰ παντός,

καὶ ἐνκλοίωσαι ἐπὶ σῷ τραχήλῳ.

ἡνίκα ἂν περιπατῇς ἐπάγου αὐτὴν καὶ μετὰ σοῦ ἔστω·

ὡς δʼ ἂν καθεύδῃς φυλασσέτω σε,

ἴνα ἐγειρομένῳ συλλαλῇ σοι.

ὅτι λύχνος ἐντολὴ νόμου.

καὶ φῶς ὁδὸς ζωῆς καὶ ἔλεγχος καὶ παιδεία,

τοῦ διαφυλάσσειν σε ἀπὸ γυναικὸς ὑπάνδρου

καὶ ἀπὸ διαβολῆς γλώσσης ἀλλοτρίας.

μή σε νικήσῃ κάλλους ἐπιθυμία,

μηδὲ ἀγρευθῇς σοῖς ὀφθαλμοῖς,

μηδέ συναρπασθῇς ἀπὸ τῶν αὐτῆς βλεφάρων.

τιμὴ γὰρ πόρνης ὅση καὶ ἑνὸς ἄρτου,

γυνὴ δὲ ἀνδρῶν τιμίας ψυχὰς ἀγρεύει.

ἀποδήσει τις πῦρ ἐν κόλπῳ, τὰ δέ ἱμάτια οὐ κατακαύσει;

ἢ περιπατήσει τις ἐπʼ ἀνθράκων πυρός, τοὺς δὲ πόδας οὐ

κατακαύσει

οὕτως ὁ εἰσελθὼν πρὸς γυναῖκα ὕπανδρον·

οὐκ ἀθῳωθήσεται, οὐδὲ πᾶς ὁ ἁπτόμενος αὐτῆς.

οὐ θαυμαστὸν ἐὰν ἁλῷ τις κλέπτων,

κλέπτει γὰρ ἵνα ἐμπλήσῃ τὴν ψυχὴν πεινῶν·

ἐὰν δὲ ἁλῷ, ἀποτίσει ἑπταπλάσια,

καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ δοὺς ῥύσεται ἑαυτόν·

ὁ δὲ μοιχὸς δι᾿ ἔνδειαν φρενῶν ἀπώλειαν τῇ ψυχῇ αὐτοῦ

περιποιεῖται,

ὀδύνας τε καὶ ἀτιμίας ὑποφέρει·

τὸ δὲ ὄνειδος αὐτοῦ οὐκ ἐξαλειφθήσεται εἰς τὸν αἰῶνα.

μεστὸς γὰρ ζήλου θυμὸς ἀνδρὸς αὐτῆς,

οὐ φείσεται ἐν ἡμέρᾳ κρίσεως·

οὐκ ἀνταλλάξεται οὐδενὸς λύτρου τὴν ἔχθραν,

οὐδὲ μὴ διαλυθῇ πολλῶν δώρων.

Chapter 7

Υἱέ, φύλασσε ἐμοὺς λόγους,

τὰς δὲ ἐμὰς ἐντολὰς κρύψον παρὰ σεαυτῷ·

aυἱέ, τίμα τὸν κύριον καὶ ἰσχύσεις,

πλὴν δὲ αὐτοῦ μὴ φοβοῦ ἄλλον.

φύλαξον ἐμὰς ἐντολὰς καὶ βιώσεις,

τοὺς δὲ ἐμοὺς λόγους ὥσπερ κόρας ὀμμάτων·

περίθου δὲ αὐτοὺς σοῖς δακτύλοις,

ἐπίγραψον δὲ ἐπὶ τὸ πλάτος τῆς καρδίας σου.

εἰπὸν τὴν σοφίαν σὴν ἀδελφὴν εἶναι,

τὴν δὲ φρόνησιν γνώριμον περιποίησαι σεαυτῷ,

ἵνα σε τηρήσῃ ἀπὸ γυναικὸς ἀλλοτρίας καὶ πονηρᾶς,

ἐάν σε λόγοις τοῖς πρὸς χάριν ἐμβάληται.

ἀπὸ γὰρ θυρίδος ἐκ τοῦ οἴκου αὐτῆς εἰς τὰς πλατείας

παρακύπτουσα,

ὃν ἂν ἴδῃ τῶν ἀφρόνων τέκνων νεανίαν ἐνδεῆ φρενῶν,

παραπορευόμενον παρὰ γωνίαν ἐν διόδοις οἴκων αὐτῆς

καὶ λαλοῦντα

ἐν σκότει ἑσπερινῷ,

ἡ δὲ γυνὴ συναντᾷ αὐτῷ, εἶδος ἔχουσα πορνικόν.

ἡνίκα ἂν ἡσυχία νυκτερινὴ καὶ γνοφώδης,

ἣ ποιεῖ νέων ἐξίπτασθαι καρδίας.

ἀνεπτερωμένη δέ ἐστιν καὶ ἄσωτος,

ἐν οἴκῳ δὲ οὐχ ἡσυχάζουσιν οἱ πόδες αὐτῆς·

χρόνον γὰρ τινα ἔξω ῥέμβεται,

χρόνον δὲ ἐν πλατείαις παρὰ πᾶσαν γωνίαν ἐνεδρεύει.

εἶτα ἐπιλαβομένη ἐφίλησεν αὐτόν,

ἀναιδεῖ δὲ προσώπῳ προσεῖπεν αὐτῷ

Θυσία εἰρηνική μοί ἐστιν·

σήμερον ἀποδίδωμι τὰς εὐχάς μου·

ἕνεκα τούτου ἐξῆλθον εἰς ὑπάντησίν σοι,

ποθοῦσα τὸ σὸν πρόσωπον, εὕρηκά σε.

κειρία τέτακα τὴν κλίνην μου,

ἀμφιτάποις δὲ ἔστρωκα τοῖς ἀπʼ Αἰγύπτου·

διέρραγκα τὴν κοίτην μου κρόκῳ,

ἐλθὲ καὶ ἀπολαύσωμεν φίλας ἔρωτι. ὄρθρου,

τὸν δὲ οἶκόν μου κινναμώμῳ

δεῦρο καὶ ἐνκυλισθῶμεν ἔρωτι.

οὐ γὰρ πάρεστιν ὁ ἀνήρ μου ἐν οἴκῳ,

πεπόρευται δὲ ὁδὸν μακράν,

ἔνδεσμον ἀργυρίου λαβὼν ἐν χειρὶ αὐτοῦ,

δἰ ἡμερῶν πολλῶν ἐπανήξει εἰς τὸν οἶκον αὐτοῦ.

ἀπεπλάνησεν δὲ αὐτὸν πολλῇ ὁμιλίᾳ,

βρόχοις τε τοῖς ἀπὸ χειλέων ἐξώκειλεν αὐτόν·

ὁ δὲ ἐπηκολούθησεν αὐτῇ κεπφωθείς,

ὥσπερ δὲ βοῦς ἐπὶ σφαγὴν ἄγεται,

καὶ ὥσπερ κύων ἐπὶ δεσμούς,

ἡ ὡς ἔλαφος τοξεύματι πεπληγὼς εἰς τὸ ἧπαρ·

σπεύδει δὲ ὥσπερ ὄρνεον εἰς παγίδα,

οὐκ εἰδὼς ὅτι περὶ ψυχῆς τρέχει.

νῦν οὗν, υἱέ, ἄκουέ μου, καὶ πρόσεχε ῥήμασιν στόματός μου.

μὴ ἐκκλινάτω εἰς τὰς ὁδοὺς αὐτῆς ἡ καρδία σου·

πολλοὺς γὰρ τρώσασα καταβέβληκεν,

καὶ ἀναρίθμητοί εἰσιν οὓς πεφόνευκεν·

ὁδοὶ ᾅδου ὁ οἶκος αὐτῆς.

κατάγουσαι εἰς τὰ ταμεῖα τοῦ θανάτου.

Chapter 8

Σὺ τὴν σοφίαν κηρύξεις, ἵνα φρόνησίς σοι ὑπακούσῃ.

ἐπὶ γὰρ τῶν ὑψηλῶν ἄκρων ἐστιν,

ἀνὰ μέσον δὲ τῶν τρίβων ἕστηκεν·

παρὰ γὰρ πύλαις δυναστῶν παρεδρεύει,

ἐν δὲ εἰσόδοις ὑμνεῖται

Ὑμᾶς, ὦ ἄνθρωποι, παρακαλῶ,

καὶ προίεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων.

νοήσατε, ἄκακοι, πανουργίαν,

οἱ δὲ ἀπαίδευτοι, ἔνθεσθε καρδίαν.

εἰσακούσατέ μου· σεμνὰ γὰρ ἐρῶ,

καὶ ἀνοίσω ἀπὸ χειλέων ὀρθά.

ὅτι ἀλήθειαν μελετήσει ὁ φάρυγξ μου,

ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ·

μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου,

οὐδὲν ἐν αὐτοῖς σκολιὸν οὐδὲ στραγγαλῶδες·

πάντα ἐνώπια τοῖς συνιοῦσιν, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι

γνῶσιν.

λάβετε παιδείαν καὶ μὴ ἀργύριον,

καὶ γνῶσιν ὑπέρ χρυσίον δεδοκιμασμένον·

κρείσσων γὰρ σοφία λίθων πολυτελῶν,

ᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν.

ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλήν,

καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην·

κρείσσων γὰρ σοφία λίθων πολυτελῶν.

φόβος Κυρίου μισεῖ ἀδικίαν,

ὕβριν τε καὶ ὑπερηφανίαν καὶ ὁδοὺς πονηρῶν·

μεμίσηκα δὲ ἐγὼ διεστραμμένας ὁδοὺς κακῶν.

ἐμὴ βουλὴ καὶ ἀσφάλεια,

ἐμὴ φρόνησις. ἐμὴ δὲ ἰσχύς·

δἰ ἐμοῦ βασιλεῖς βασιλεύουσιν,

καὶ οἱ δυνάσται γράφουσιν δικαιοσύνην·

εἰ ἐμοῦ μεγιστᾶνες μεγαλύνονται,

καὶ τύραννοι δἰ ἐμοῦ κρατοῦσι γῆς

ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ,

οἱ δὲ ἐμέ ζητοῦντες εὑρήσουσιν.

πλοῦτος καὶ δόξα ἐμοὶ ὑπάρχει,

καὶ κτῆσις πολλῶν καὶ δικαιοσύνη.

βέλτιον ἐμέ καρπίζεσθαι ὑπέρ χρυσίον καὶ λίθον τίμιον.

τὰ δὲ ἐμὰ γενήματα κρείσσω ἀργυρίου ἐκλεκτοῦ.

ἐν ὁδοῖς δικαιοσύνης περιπατῶ,

καὶ ἀνὰ μέσον τρίβων δικαιώματος ἀναστρέφομαι,

ἵνα μερίσω τοῖς ἐμέ ἀγαπῶσιν ὕπαρξιν,

καὶ τοὺς θησαυροὺς αὐτῶν ἐμπλήσω ἀγαθῶν.

aἐὰν ἀναγγείλω ὑμῖν τὰ καθʼ ἡμέραν γινόμενα.

μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι.

Κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ,

πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με ἐν ἀρχῇ,

πρὸ τοῦ τὴν γῆν ποιῆσαι καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι,

πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων,

πρὸ τοῦ ὄρη ἑδρασθῆναι,

πρὸ δέ πάντων βουνῶν γεννᾶ με.

Κύριος ἐποίησεν χώρας καὶ ἀοικήτους

καὶ ἄκρα οἰκούμενα τῆς ὑπʼ οὐρανῶν.

ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συνπαρήμην αὐτῴ,

καὶ ὅτε ἀφώριζεν τὸν ἑαυτοῦ θρόνον ἐπʼ ἀνέμων·

καὶ ὡς ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη,

καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὑπʼ οὐρανόν,

καὶ ὡς ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς,

ἤμην παρʼ αὐτῷ ἁρμόζουσα·

ἐγὼ ἤμην ᾗ προσέχαιρεν.

καθʼ ἡμέραν δὲ εὐφραινόμην ἐν προσώπῳ αὐτοῦ ἐν παντὶ

καιρῷ,

ὅτε ἐνευφραίνετο τὴν οἰκουμένην συντελέσας,

καὶ εὐφραίνετο ἐν υἱοῖς ἀνθρώπων.

νῦν οὗν, υἱέ, ἄκουέ μου.

μακάριος ἀνὴρ ὃς εἰσακούσεταί μου,

καὶ ἄνθρωπος ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει.

ἀγρυπνῶν ἐπʼ ἐμαῖς θύραις καθʼ ἡμέραν,

τηρῶν σταθμοὺς ἐμῶν εἰσόδων.

αἱ γὰρ ἔξοδοί μου ἔξοδοι ζωῆς,

καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου.

οἱ δὲ εἰς ἐμέ ἁμαρτάνοντες ἀσεβοῦσιν τὰς ἑαυτῶν ψυχάς.

καὶ οἱ μισοῦντές με ἀγαπῶσιν θάνατον.

Chapter 9

Ἡ σοφία οἰκοδόμησεν ἑαυτῇ οἶκον,

καὶ ὑπήρεισεν στύλους ἑπτά·

ἔσφαξεν τὰ ἑαυτῆς θύματα,

ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον,

καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν·

ἀπέστειλεν τοὺς ἑαυτῆς δούλους,

συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα, λέγουσα

Ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρὸς μέ·

καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν

Ἔλθατε, φάγετε τῶν ἐμῶν ἄρτων,

καὶ πίετε οἶνον ὃν ἐκέρασα ὑμῖν·

ἀπολείπετε ἀφροσύνην, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε,

καὶ ζητήσατε φρόνησιν,

καὶ κατορθώσατε ἐν γνώσει σύνεσιν.

Ὁ παιδεύων κακοὺς λήμψεται ἑαυτῷ ἀτιμίαν·

ἐλέγχων δὲ τὸν ἀσεβῆ μωμήσεται ἑαυτόν.

μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισῶσίν σε·

ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σε.

δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται·

γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι.

ἀρχὴ σοφίας φόβος Κυρίου,

καὶ βουλὴ ἁγίων σύνεσις·

τὸ γὰρ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς.

τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον,

καὶ προστεθήσεταί σοι ἔτη ζωῆς σου.

υἱέ, ἐὰν σοφὸς γένῃ σεαυτῷ, σοφὸς ἔσῃ καὶ τοῖς πλησίον·

ἐὰν δὲ κακὸς ἀποβῇς, μόνος ἂν ἀντλήσεις κακά.

aὃς ἐρείδεται ἐπὶ ψεύδεσιν, οὗτος ποιμαίνει ἀνέμους.

ὁ δʼ αὐτὸς διώξεται ὄρνεα πετόμενα·

ᵇἀπέλιπεν γὰρ ὁδοὺς τοῦ ἑαυτοῦ ἀμπελῶνος,

τοὺς δὲ ἄξονας τοῦ ἰδίου γεωργίου πεπλάνηται·

διαπορεύεται δὲ δἱ ἀνύδρου ἐρήμου

καὶ γῆν διατεταγμένην ἐν διψώδεσιν,

συνάγει δέ χερσὶν ἀκαρπίαν.

Γυνὴ ἄφρων καὶ θρασεῖα ἐνδεὴς ψωμοῦ γίνεται,

ἣ οὐκ ἐπίσταται αἰσχύνην·

ἐκάθισεν ἐπὶ θύραις τοῦ ἑαυτῆς οἴκου ἐπὶ δίφρου,

ἐμφανῶς ἐν πλατείαις

προσκαλουμένη τοὺς παριόντας

καὶ κατευθύνοντας ἐν ταῖς ὁδοῖς αὐτῶν

Ὅs ἐστιν ὑμῶν ἀφρονέστατος, ἐκκλινάτω πρὸς μέ·

ἐνδεέσι δέ φρονήσεως παρακελεύομαι λέγουσα

Ἄρτων κρυφίων ἡδέως ἅψασθε,

καὶ ὕδατος κλοπῆς γλυκεροῦ.

ό δὲ οὐκ οἶδεν ὅτι γηγενεῖς παρʼ αὐτῇ ὄλλυνται,

καὶ ἐπὶ πέτευρον ἅδου συναντᾷ.

aἀλλὰ ἀποπήδησον, μὴ χρονίσῃς ἐν τῷ τόπῳ,

αηδὲ ἐπιστήσῃς τὸ σὸν ὄμμα πρὸς αὐτὴν·

οὕτως γὰρ διαβήσῃ ὕδωρ ἀλλότριον·

ᵇἀπὸ δὲ ὕδατος ἀλλοτρίου ἀπόσχου,

καὶ ἀπὸ πηγῆς ἀλλοτρίας μὴ πίης.

cἵνᾷ πολὺν ζήσῃς χρόνον,

προστεθῇ δέ σοι ἔτη ζωῆς.

Chapter 10

Υἱὸς σοφὸς εὐφραίνει πατέρα,

υἱὸς δὲ ἄφρων λύπη τῇ μητρί

οὐκ ὠφελήσουσιν θησαυροὶ ἀνόμους,

δικαιοσύνη δὲ ῥύσεται ἐκ θανάτου.

οὐ λιμοκτονήσει Κύριος ψυχὴν δικαίαν,

ζωὴν δὲ ἀσεβῶν ἀνατρέψει.

πενία ἄνδρα ταπεινοῖ,

χεῖρες δὲ ἀνδρείων πλουτίζουσιν.

aυἱὸς πεπαιδευμένος σοφὸς ἔσται,

τῷ δὲ ἄφρονι διακόνῳ χρήσεται.

διεσώθη ἀπὸ καύματος υἱὸς νοήμων,

ἀνεμόφθορος δὲ γίνεται ἐν ἀμήτῳ υἱὸς παράνομος.

εὐλογία Κυρίου ἐπὶ κεφαλὴν δικαίου,

στόμα δὲ ἀσεβῶν καλύψει πένθος ἄωρον.

μνήμη δικαίων μετʼ ἐγκωμίων,

ὄνομα δὲ ἀσεβοῦς σβέννυται.

σοφὸς καρδίᾳ δέξεται ἐντολάς,

ὁ δὲ ἄστεγος χείλεσιν σκολιάζων ὑποσκελισθήσεται.

ὃς πορεύεται ἁπλῶς, πορεύεται πεποιθώς·

ὁ δὲ διαστρέφων τὰς ὁδοὺς αὐτοῦ γνωσθήσεται.

ὁ ἐννεύων ὀφθαλμοῖς μετὰ δόλου συνάγει ἀνδράσι λύπας,

ὁ δὲ ἐλέγχων μετὰ παρρησίας εἰρηνοποιεῖ.

πηγὴ ζωῆς ἐν χειρὶ δικαίου,

στόμα δὲ ἀσεβοῦς καλύψει ἀπώλεια.

μῖσος ἐγείρει νεῖκος,

πάντας δὲ τοὺς μὴ φιλονεικοῦντας καλύπτει φιλία·

ῥάβδῳ τύπτει ἄνδρα ἀκάρδιον.

σοφοὶ κρύψουσιν αἴσθησιν,

στόμα δὲ προπετοῦς ἐγγίζει συντριβῇ.

κτῆσις πλουσίων πόλις ὀχυρά,

συντριβὴ δὲ ἀσεβῶν πενία.

ἔργα δικαίων ζωὴν ποιεῖ,

καρποὶ δὲ ἀσεβῶν ἁμαρτίας.

ὁδοὺς δικαίας ζωῆς φυλάσσει παιδεία,

παιδεία δὲ ἀνεξέλεγκτος πλανᾶται.

καλύπτουσιν ἔχθραν χείλη δίκαια,

οἱ δὲ ἐκφέροντες λοιδορίας ἀφρονέστατοί εἰσιν.

ἐκ πολυλογίας οὐκ ἐκφεύξῃ ἁμαρτίαν,

φειδόμενος δὲ χειλέων νοήμων ἔσῃ.

ἄργυρος πεπυρωμένος γλῶσσα δικαίου,

καρδία δὲ ἀσεβοῦς ἐκλείψει.

χείλη δικαίων ἐπίσταται ὑψηλά,

οἱ δὲ ἄφρονες ἐν ἐνδείᾳ τελευτῶσιν.

εὐλογία Κυρίου ἐπὶ κεφαλὴν δικαίου·

αὕτη πλουτίζει, καὶ οὐ μὴ προστεθῇ αὐτῇ λύπη ἐν καρδίᾳ.

ἐν γέλωτι ἄφρων πράσσει κακά,

ἡ δὲ σοφία ἀνδρὶ τίκτει φρόνησιν.

ἐν ἀπωλείᾳ ἀσεβὴς περιφέρεται,

ἐπιθυμία δὲ δικαίου δεκτή.

παραπορευομένης καταιγίδος ἀφανίζεται ἀσεβής,

δίκαιος δὲ ἐκκλίνας σώζεται εἰς τὸν αἰῶνα.

ὥσπερ ὄμφαξ ὀδοῦσι βλαβερὸν καὶ καπνὸς ὄμμασιν,

οὕτως παρανομία τοῖς χρωμένοις αὐτὴν.

φόβος Κυρίου προστίθησιν ἡμέρας,

ἔτη δὲ ἀσεβῶν ὀλιγωθήσεται.

ἐνχρονίζει δικαίοις εὐφροσύνη,

ἐλπὶς δὲ ἀσεβῶν ἀπολεῖται.

ὀχύρωμα ὁσίου φόβος Κυρίου,

συντριβὴ δὲ τοῖς ἐργαζομένοις κακά.

δίκαιος τὸν αἰῶνα οὐκ ἐνδώσει,

ἀσεβεῖς δὲ οὐκ οἰκήσουσιν γῆν.

στόμα δικαίου ἀποστάζει σοφίαν,

γλῶσσα δὲ ἀδίκου ἐξολεῖται.

χείλη ἀνδρῶν δικαίων ἀποστάζει χάριτας,

στόμα δὲ ἀσεβῶν ἀποστρέφεται.

Chapter 11

The complete text is available when the reading interface loads.