Ἰώβ
- Scientific editors
- Henry Barclay Swete D.D.
- Edition reference
- The Old Testament in Greek · Cambridge · Cambridge University Press · 1896
- CTS identifier
urn:cts:greekLit:tlg0527.tlg032.local002- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Chapter 1
ΑΝΘΡΩΠΟΣ τις ἦν ἐν χῶρᾳ τῇ Αὐσίτιδι ᾧ ὄνομα Ἰὼβ·
καὶ ἣν ὁ ἄνθρωπος ἐκεῖνος ἀληθινός, ἄμεμπτος, δίκαιος.
θεοσεβής,
ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος.
ἐγένοντο δὲ αὐτῷ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς.
καὶ ἣν τὰ κτήνη αὐτοῦ πρόβατα ἑπτακισχίλια,
κάμηλοι τρισχίλιαι,
ζεύγη βοῶν πεντακόσια,
ὄνοι θήλειαι νομάδες πεντακόσιαι.
καὶ ὑπηρεσία πολλὴ σφόδρα
καὶ ἔργα μεγάλα ἦν αὐτῷ ἐπὶ τῆς γῆς·
καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος εὐγενὴς τῶν ἀφʼ ἡλίου ἀνατολῶν.
συμπορευόμενοι δὲ οἱ υἱοὶ αὐτοῦ πρὸς ἀλλήλους
ἐποιοῦσαν πότον καθʼ ἑκάστην ἡμέραν,
συμπαραλαμβάνοντες ἅμα καὶ τὰς τρεῖς ἀδελφὰς αὐτῶν
ἐσθίειν καὶ πίνειν μετʼ αὐτῶν.
καὶ ὡς ἂν συνετελέσθησαν αἱ ἡμέραι τοῦ πότου,
ἀπέστελλεν Ἰὼ καὶ ἐκαθάριζεν αὐτοὺς ἀνιστάμενος τὸ
πρωί,
καὶ προσέφερεν περὶ αὐτῶν θυσίαν κατὰ τὸν ἀριθμὸν αὐτῶν
καὶ μόσχον ἕνα περὶ ἁμαρτίας περὶ τῶν ψυχῶν αὐτῶν·
ἔλεγεν γὰρ Ἰώβ Μή ποτε οἱ υἱοί μου ἐν τῇ διανοίᾳ αὐτῶν
κακὰ ἐνενόησαν πρὸς θεόν.
οὕτως οὖν ἐποίει Ἰὼβ πάσας τὰς ἡμέρας.
Καὶ ὡς ἐγένετο ἡ ἡμέρα αὕτη,
καὶ ἰδοὺ ἦλθον οἱ ἄγγελοι τοῦ θεοῦ παραστῆναι ἐνώπιον
τοῦ κυρίου,
καὶ ὁ διάβολος ἦλθεν μετʼ αὐτῶν.
καὶ εἶπεν ὁ κύριος τῷ διαβόλῳ Πόθεν παραγέγονας ;
καὶ ἀποκριθεὶς ὁ διάβολος τῷ κυρίῳ εἶπεν
Περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπʼ οὐρανὸν
πάρεμι.
καὶ εἶπεν αὐτῷ ὁ κύριος
Προσέσχες τῇ δανοίᾳ σου κατὰ τοῦ παιδός μου Ἰὼβ;
ὅτι οὐκ ἔστιν κατʼ αὐτὸν τῶν ἐπὶ τῆς γῆς,
ἄνθρωπος ἄμεμπτος, ἀληθινός, θεοσεβής,
ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος.
ἀπεκρίθη δὲ ὁ διάβολος καὶ εἶπεν ἐναντίον τοῦ κυρίρυ
Μὴ δωρεὰν σέβεται Ἰὼβ τὸν κύριον;
οὐ σὺ περιἐφραξας τὰ ἔξω αὐτοῦ καὶ τὰ ἕσαν τῆς οἰκἰας αὐτοῦ
καὶ τὰ ἔξω πάντων τῶν ὄντων αὐτῷ κύκλῳ;
τὰ ἔργα τῶν χειρῶν αὐτοῦ εὐλόγησας,
καὶ τὰ κτήνη αὐτοῦ πολλὰ ἐποίησας ἐπὶ τῆς γῆς.
ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου καὶ ἅψαι πάνταον ὧυ ἔχει·
εἰ μὴν εἰς πρόσωπόν σε εὐλογήσει.
τότε εἶπεν ὁ κύρωως τῷ διαβόλῳ
Ἰδοὺ πάντα ὅσα ἐστὶν αὐτῷ δίδαυμι ἐν τῇ χειρί σου,
ἀλλὰ αὐτοῦ μὴ ἅψῃ.
καὶ ἐξῆλθεν ὁ διάβολος παρὰ τοῦ κυρίου.
καὶ ἦν ὡς ἡ ἡμέρα αὕτη,
οἱ υἱρὶ Ἰὼβ καὶ αἱ θυγατέρες αὐτοῦ
ἔπινον οἶνον ἐν τῇ οἰκίᾳ τοῦ ἀδελφοῦ αὐτῶν τοῦ
πρεσβυτέρου.
καὶ ἰδοὸ ἄγγωλος ἦλθεν πρὸς Ἰὼβ καὶ εἶπεν αὐτχῷ
Τὰ ζεύγη τῶν βοῶν ἠροτρία.
καὶ αἱ θήλειαι ὄνοι ἐβόσκοντο ἐχόμεναι αὐτῶν·
καὶ ἐλθόντες οἱ αἰχμαλωτεύοντες ᾐχμαλώτευσαν αὐτάς,
καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις·
σωθεὶς δὲ ἐγὼ μόνος ἦλθον τοῦ ἀπαγγεῖλαί σοι.
ἔτι τούτου λαλοῦντος ἦλθεν ἕτερος ἄγγελος καὶ εἶπεν πρὸς
Ἰώβ
Πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ καὶ κατέκαυσεν τὰ πρόβατα, καὶ
τοὺς ποιμένας κατέφαγεν ὁμοίαος·
σωθεὶς δὲ ἐγὼ μόνος ἦλθον τοῦ ἀπαγγεῖλαί σοι.
ἔτι τούτου λαλοῦντος ἦλθεν ἕτερος ἄγγελος καὶ εἶπεν πρὸς
Ἰώβ
ἱ ἱππεῖς ἐποίησαν ἡμῖν κεφαλὰς γ',
καὶ ἐκύκλωσαν τὰς καμήλους καὶ ήχμαλώτευσαν αὐτάς,
καὶ τοὺς παῖδας ἀπέκτειναν μαχαίραις·
ἐσώθην δὲ ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι.
ἔτι τούτου λαλοῦντος ἄλλος ἄγγελος ἔρχεται λέγων τῷ Ἰώβ
Τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων
παρὰ τῷ ἀδελφῷ αὐτῶν τῷ πρεσβυτέρῳ,
ἐξαίφνης πνεῦμα μέγα ἐπῆλθεν ἐκ τῆς ὲτελεύτηησαν· καὶ ἥψατο
τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας·
καὶ ἔπεσεν ἡ οἰκία ἐπὶ τὰ παιδία σου, καὶ ἐτελεύτησαν·
ἐσώθην δὲ ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι.
οὔτως ἀναστὰς Ἰὼβ διέρρηξεν τὰ ἱμάτια ἑαυτοῦ
καὶ ἐκείρατο τὴν κόμηυ τῆς κεφαλῆς,
καὶ πεκὼν χαμαὶ προσεκύνησεν
καὶ εἶπεν
Αὐτὸς γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου·
γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ.
ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλατο·
ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτως ἐγένετο·
εἴη τὸ ὄνομα Κυρἰου εὐλογημένον.
ἐν τούτοις πᾶσιν τοῖς συμβεβηκόσιν αὐτῷ
οὐδὲν ἥμαρτεν Ἰὼβ ἐναντίον τοῦ κυρίου,
καὶ οὐκ ἔδωκεν ἀφροσύνην τῷ θεῷ.
Chapter 2
Ἐγένετο δὲ ὡς ἡ ἡμέρα αὕτη
καὶ ἦλθον οἱ ἄγγελοι τοῦ θεοῦ παραστῆναι ἔναντι Κυρίου,
καὶ ὁ διάβολος ἦλθεν ἐν μέσῳ αὐτῶν
παραστῆναι ἐναντίον τοῦ κυρίου.
καὶ εἶπεν ὁ κύριος τῷ διαβόλῳ Πόθεν σὺ ἔρχῃ;
τότε εἶπεν ὁ διάβολος ἐνώπιον τοῦ κυρίου
Διαπορευθεὶς τὴν ὑπʼ οὐρανὸν καὶ ἐμπεριπατήσας τὴν
σύμπασαν πάρειμι.
εἶπεν δὲ ὁ κύριος πρὸς τὸν διάβολον
Προσέσχες οὖν τῷ θεράποντί μου Ἰὼβ;
ὅτι οὐκ ἔστιν κατʼ αὐτὸν τῶν ἐπὶ τῆς γῆς,
ἄνθρωπος ἄκακος, ἀληθινός, ἄμεμπτος, θεοσεβής,
ἀπεχόμενος ἀπὸ παντὸς κακοῦ.
οὐ δὲ εἶπας τὰ ὑπάρχοντα αὐτοῦ διὰ κενῆς ἀπολέοαι
ἔτι δὲ ἔχεται ἀκακίας·
σὺ δὲ εἶπας τὰ ἁπάρχοντα αὐτοῦ κενῆς ἀπολέσαι.
ὑπολαβὼν δὲ ὁ διάβολος εἶπεν τῷ κυρίῳ
Δἐρμα ὑπέρ δέρματος·
ὅσα ὑπάρχει ἀνθρώπῳ ὑπέρ τῆς ψυχῆς αὐτοῦ ἐκτίσει.
οὐ μὴν δὲ ἀλλὰ ἀποστείλας τὴν χεῖρά σου ἅψαι τῶν ὀστῶν
αὐτοῦ καὶ τῶν σαρκῶν αὐτοῦεἰ
lμὴν εἰς πρόσωπόν σε εὐλογήσει.
εἶνεν δὲ ὁ κύριος τῷ διαβόλῳ Ἰδοὺ παραδίδωμί σοι αὐμόνον
τὴν ψυχὴν αὐτοῦ διαφύλαξον.
ἐξῆλθεν δὲ ὁ διάβολος ἀπὸ τοῦ κυρίου.
καὶ ἔπαισεν τὸν Ἰὼβ ἕλκει πονηρῷ ἀπὸ ποδῶν ἕως
κμὶ ἔλαβεν ὄστρακον ἵνα τὸν χῶρα ξύῃ.
κεφαλῆς.
καὶ ἐκάθητο ἐπὶ τῆς κοπρίας ἔξω τῆς πόλεως.
χρόνου δὲ πολλοῦ προβεβηκότος εἶπεν αὐτῷ ἡ γυνὴ αὐτοῦ
Μέχρι τίνος καρτερήσεις λέγων
ᵃἸδοὺ ἀναμένω χρόνον ἔτι μικρὸν
προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου
bἰβοὺ γὰρ ἠφάνισταί σου τὸ μνημόσυνον ἀπὸ τῆς γῆς.
υἱοὶ καὶ θυγατέρες, ἐμῆς κοιλίας ὠδῖνες καὶ πόνοι.
σὓς εἰς τὸ κενὸν ἐκοπίασα μετὰ μόχθων.
cσύ τε αὐτὸς ἐν σαπρίᾳ σκωλήκων κάθησαι διανυκτερεύων
αἴδριος·
dκἀγὼ πλανωμένη καὶ λάτρις.
τόπον ἐκ τόπου καὶ οἰκίαν ἐξ οἰκίας,
προσδεχομένη τὸν ἥλιον πότε δύσεται,
ἵνα ἀναπαύσωμαι τῶν μόχθων μου καὶ τῶν ὀδυνῶν αἵ με
υῦν συνέχουσιν.
ἀλλὰ εἰπόν τι ῥῆμα εἰς Κύριον, καὶ τελεύτα.
ὁ δὲ ἐμβλέψας εἶπεν αὐτῇ
Ὤσπερ μία τῶν ἀφρόναν γυναικῶν ἐλάλησας·
εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὐποί
σομεν ;
ἐν πᾶσιν τούτοις τοῖς συμβεβηκόσαὶ αὐτῷ
οὐδὲν ἥμαρτεν Ἰὼβ τοῖς χείλεσιν ἐναντίν τοῦ θεοῦ.
Ἀκούσαντες δὲ οἱ πρεῖς φίῦλοι αὐτοῦ τὰ κακὰ πάντα τὰ
ἐπελθόντα αὐτῷ,
παρεγένοντο ἕκαστος ἐκ τῆς ἰδίας χώρας πρὸς αὐτόν,
Ἐλειφὰζ ὁ Θιμανῶν βασιλεύς,
Βαλδὰδ ὁ Σαυχαίων τύραννος,
Σωφὰρ ὁ Μειναίων βασιλεὺς·
καὶ παρεγένοντο πρὸς αὐτὸν ὁμοθυμαδὸν
τοῦ παρακαλέσαι καὶ ἐπισκέψασθαι αὐτόν.
ἰδόντες δὲ αὐτὸν πόρρωθεν οὐκ ἐπέγνωσαν,
καὶ βοήσαντες φωνῇ μεγάλῃ ἔκλαυσαν,
§ῥήξαντες ἕκαστος τὴν ἑαυτοῦ στολήν,
καὶ καταπασάμενοι γῆν.
παρεκάθισαν αὐτῷ ἑπτὰ ἡμέρας καὶ ἑπτὰ νύκτας,
καὶ οὐδεὶς αὐτῶν ἐλάλησεν·
ἑώρων γὰρ τὴν πληγὴν δεινοὴν οὖσαν καὶ μεγάλην σφόδρα.
Chapter 3
Μετὰ τοῦτο ἤνοιξεν Ἰὼβ τὸ στόμα αὐτοῦ
καὶ κατηράσατο τὴν ἡμέραν αὐτοῦ
λέγων
Ἀπόλοιτο ἡ ἡμέρα ἐν ἧ ἐγεννήθην,
καὶ ἡ νὺξ ἐκείνη ᾗ εἶπαν Ἰδοὺ ἄρσεν.
ἡ νὺξ ἐκείνη εἴη σκότος,
καὶ μὴ ἀναζητήσαι αὐτὴν ὁ κύριος ἄνωθεν,
μηδὲ ἔλθοι εἰς αὐτὴν φέγγος·
ἐκλάβοι δέ αὐτὴν σκότος καὶ σκιὰ θανάτου,
ἐπέλθοι ἐπʼ αὐτὴν γνόφος.
καταραθείη ἡ ἡμέρα ⁶καὶ ἡ νὺξ ἐκείνη,
ἀπενέγκαιτο αὐτὴν σκότος·
μὴ εἴη εἰς ἡμέρας ἐνιαυτοῦ,
μηδέ ἀριθμηθείη εἰς ἡμέρας μηνῶν.
ἀλλὰ ἡ νὺξ ἐκείνη εἴη) ὀδύνη,
καὶ μὴ ἔλθοι ἐπʼ αὐτὴν εὐφροσύνη μηδέ χαρμονή·
ἀλλὰ καταράσαιτο αὐτὴν ὁ καταρώμενος τὴν ἡμέραν ἐκείνην,
ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι
σκοτωθείη τὰ ἄστρα τῆς νυκτὸς ἐκείνης·
ὑπομείναι, καὶ εἰς φωτισμὸν μὴ ἔλθοι,
καὶ μὴ ἴδοι ἑωσφόρον ἀνατέλλοντα.
ὅτι οὐ συνέκλεισεν πύλας γαστρὸς μητρός μου·
ἀπήλλαξεν γὰρ ἂν πόνον ἀπὸ ὀφθαλμῶν μου.
δμὰ τί γὰρ ἐν κοιλίᾳ οὐκ ἐτελεύτησας
ἐκ γαστρὸς δὲ ἐξῆλθον καὶ οὐκ εὐθὺς ἀπωλόρην
ἵνα τί δὲ συνήντησάν μοι τὰ γόνατα
ἵνα τί δὲ μαστοὺς ἐθήλασα
νῦν ἂν κοιμηθεὶς ἡσύχασα,
ὑπνώσας δὲ ἀνεπαυσάμην
μετὰ βασιλέων βουλευτῶν γῆς.
οἳ ἠγαυριῶντο ἐπὶ ξίφεσιν,
ἢ μετὰ ἀρχόντων, ὧν πολὺς ὁ χρυσός,
οἳ ἔπλησαν τοὺς οἴκους αὐτῶν ἀργυρίου,
ἢ ὣσπερ ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρός.
ἢ ὥσπερ νήπιοι οἱ οὐκ εἶδον φῶς.
ἐκεῖ ἀσεβεῖς ἐξέκαυσαν θυμὸν ὀργῆς.
ἐκεῖ ἀνεπαύσαντο κατάκοποι τῷ σώματι·
ὁμοθυμαδὸν δὲ οἱ αἰώνιοι
οὐκ ἤκουσαν φωνὴν φορολόγου.
μικρὸς καὶ μέγας ἐκεῖ ἐστιν,
καὶ θεράπων δεδοικὼς τὸν κύριον αὐτοῦ.
ἵνα τί γὰρ δέδοται τοῖς ἐν πικρίᾳ φῶς,
ζωὴ δὲ ταῖς ἐν ὀδύναις ψυχαῖς ;
οἳ ὀμείρονται τοῦ θανάτου καὶ οὐ τυγχάνουσιν,
ἀνορύσσοντες ὥσπερ θησαυρούς·
περιχαρεῖς δέ ἐγένοντο ἐὰν κατατύχωσιν.
θάνατος ἀνδρὶ ἀνάπαυμα,
συνέκλεισεν γὰρ ὁ θεὸς κατʼ αὐτοῦ.
πρὸ γὰρ τῶν σίταων μου στεναγμὸς ἤκει,
δακρύω δὲ ἐγὼ συνεχόμενος φόβῳ.
φόβος γὰρ ὃν ἐφρόντισα ἦλθέν μοι,
καὶ ὃν ἐδεδοίκειν, συνήντησέν μοι.
οὔτε εἰρήνευσα οὔτε ἡσύχασα οὔτε ἀνεπαυσάμην,
ἦλθεν δέ μοι ὀργή.
Chapter 4
Ὑπολαβὼν δὲ Ἐλειφὰς ὁ Θαιμανείτης λέγει
Μὴ πολλάκις σοι λελάληται ἐν κόπῳ;
ἰσχὺν δὲ όημάτων σου τίς ὑποίσεις
εἰ γὰρ σὺ ἐνουθέτησας πολλούς,
καὶ χεῖρας ἀσθενοῦς παρεκάλεσας,
ἀσθενοῦντάς τε ἐξανέστησας ῥήμασιν,
γόνασίν τε ἀδυνατοῦσιν θάρσος περιέθηκας·
ωῦν δὲ ἥκει ἐπὶ σέ πόνος καὶ ἥψατό σου, σὺ ἐσπούδασας.5
πότερον οὐχ ὁ φόβος σού ἐστιν ἐν ἀφροσύνῃ,
καὶ ἡ ἐλπίς σου καὶ ἡ κακία τῆς ὁδοῦ σου;
μνήσθητι οὖν τίς καθαρὸς ὧν ἀπώλετο,
ἢ πότε ἀληθινοὶ ὁλόριζοι ἀπώλοντο
καθʼ ὃν τρόπον ἴδον τοὺς ἀροτριῶντας τὰ ἄτοπα·
οἱ δὲ σπείροντες αὐτὰ ὀδύνας θεριοῦσιν ἑαυτοῖς.
ἀπὸ προστάγματος Κυρίου ἀπολοῦνται,
ἀπὸ δὲ πνεύματος ὀργῆς αὐτοῦ ἀφανισθήσονται.
σθένος λέοντος, φωνὴ δὲ λεαίνης,
γαυρίαμα δέ δρακόντων ἐσβέσθη.
μυρμηκολέων ὤλετο· παρὰ τὸ μὴ ἔχειν βοράν,
σκύμνοι δὲ λεόντων ἔλιπον ἀλλήλους.
εἰ δέ τι ῥῆμα ἀληθινὸν ἐγεγόνει ἐν λόγοις σου,¶
οὐθὲν ἄν σοι τούτων κακὸν ἀπήντησεν.
πότερον οὐ δέξεταί μου τὸ οὖς ἐξαίσια παρʼ αὐτοῦ
φόβος δὲ καὶ ἠχὼ νυκτερινή.
ἐπιπίπτων φόβος ἐπʼ ἀνθρώπους,
φρίκη μοι συνήντησεν καὶ τρόμος,
καὶ μεγάλως μου τὰ ὀστᾶ διέσεσεν,
καὶ πνεῦμα ἐπὶ πρόσωπόν μου ἐπῆλθεν,
ἔφριξαν δέ μου τρίχες καὶ σάρκες.
ἀνέστην, καὶ οὐκ ἐπέγνων·
ἴδον, καὶ οὐκ ἦν μορφὴ πρὸ ὀφθαλμῶν μου.
ἀλλ᾿ ἣ αδραν καὶ φωνὴν ἤκουον
Τί γάρ ; μὴ καθαρὸς ἔσται βροτὸς ἐναντίον τοῦ κυρίου
ἣ ἀπὸ τῶν ἔργων αὐτοῦ ἄμεμπτος ἀνήρ;
εἰ κατὰ παίδων αὐτοῦ οὐ πιστεύει,
κατὰ δὲ ἀγγέλων αὐτοῦ σκολιόν τι ἐπενόησεν·
τοὺς δὲ κατοικοῦντας οἰκίας πηλίνας,
ἐξ ὦν καὶ αὐτοὶ ἐκ τοῦ αὐτοῦ πηλοῦ ἐσμεν,
ἔπαισεν αὑτοὺς σητὸς τρόπον.
καὶ ἀπὸ πρωίθεν μέχρι ἑσπέρας οὐκέτι εἰσίν,
παρὰ τὸ μὴ δύνασθαι αὐτοὺς ἑαυτοῖς βοηθῆσαι ἀπώλοντο.
ἐνεφύσησεν γὰρ αὐτοῖς καὶ ἐξηράνθησαν,
ἀπώλοντο παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σοφίαν.
Chapter 5
ἐπικάλεσαι δέ, εἴ τίς σοι ὑπακούσεται,
ἢ εἲ τινα ἀγγέλων ἁγίων ὄψῃ.
καὶ γὰρ ἄφρονα ἀναιρεῖ ὀργή.
πεπλανημένον δὲ θανατοῖ ζῆλος.
ἐγὼ δὲ ἑώρακα ἄφρονας ῥίζαν βάλλοντας.
ἀλλ᾿ εὐθέως ἐβρώθη αὐτῶν ἡ δίαιτα.
πόρρω γένοιντο οἱ υἱοὶ αὐτῶν ἀπὸ σωτηρίας,
κολαβρισθείησαν δὲ ἐπὶ θύραις ἡσσόνων, καὶ οὐκ ἔσται ὁ
ἐξαιρούμενος.
ἃ γὰρ ἐκεῖνοι συνήγαγον, δίκαιωρι ἔδονται,
αὐτοὶ δὲ ἐκ κακῶν οὐκ ἐξαίρετοι ἔσσυται·
ἐκσιφωνισθείη αὐτῶν ἡ ἰσχύς.
οὐ γὰρ μὴ ἐξέλθῃ ἐκ τῆς γῆς κόπος,
οὐδὲ ἐξ ὀρέων ἀναβλαστήσει πόνος·
ἀλλὰ ἄνθρωπος γεννᾶται κόπῳ,
νεοσσοὶ δὲ γυπὸς τὰ ὑψηλὰ πέτονται.
οὐ μὴν δὲ ἀλλὰ ἐγὼ δεηθήσομαι Κυρίου,
Κύριον δὲ τὸν πάντων δεσπότην ἐπικαλέσομαι,
τὸν ποιοῦντα μεγάλα καὶ ἀυεξιχνίὼμσπα,
ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀρθμός·
τὸν διδόντα ὑετὸν ἐπὶ τὴν γῆν,
ἀποστέλλοντα ὕδωρ ἐπὶ τὴν ὑπʼ οὐρανόν·
τὸν ποιοῦντα ταπεινοὺς εἰς ὕψος,
καὶ ἀπολωλότας ἐξεγείροντα·
διαλλάσσοντα βουλὰς πανούργων,
καὶ οὐ μὴ ποιήσουσιν αἱ χεῖρες αὐτῶν ἀληθές.
ὁ καταλαμβάνων σοφοὺς ἐν τῇ φρονήσει.
βουλὴν δὲ πολυπλόκων ἐξέστησεν·
ἡμέρας συναντήσεται αὐτοῖς σκότος,
τὸ δέ μεσημβρινὸν ψηλαφήσαισαν ἴσα νυκτί
ἀπόλοιντο δὲ ἐν πολέμῳ,
ἀδύνατος δὲ ἐξέλθοι ἐκ χειρὸς δυνάστου·
εἴη δὲ ἀδυνάτῳ ἐλπίς,
ἀδίκου δὲ στόμα ἐμφραχθείη.
μακάριος δὲ ἄνθρωπος ὃν ἤλεγξεν ὁ κύριος·
νουθέτημα δέ Παντοκράτορος μὴ ἀπαναίνου.
αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ καὶ πάλιν ἀποκαθίστησιν·
ἔπαισεν, καὶ αἱ χεῖρες αὐτοῦ ἰάσαντο.
ἑξάκις ἐξ ἀναγκῶν σε ἐξελεῖται,
ἐν δὲ τῷ ἑβδόμῳ οὐ μὴ ἅψηταί σου κακόν.
ἐν λιμῷ ῥύσεταί σε ἐκ θανάτου,
ἐν πολέμῳ δέ ἐκ χειρὸς σιδήρου λύσει σε.
ἀπὸ μάστιγος γλώσσης σε κρύψει,
καὶ οὐ μὴ φοβηθῇς ἀπὸ κακῶν ἐρχομένων.
ἀοίκων καὶ ἀνόμων καταγελάσῃ,
ἀπὸ δὲ θηρίων ἀγρίων οὐ μὴ φοβηθῇς·
θῆρες γὰρ ἄγριοι εἰρηνεύσουσίν σοι.
εἶτα γνώσῃ ὅτι εἰρηνεύσει σου ὁ οἶκος,
ἡ δὲ δίαιτα τῆς σκηνῆς σου οὐ μὴ ἁμάρτῃ.
γνώσῃ δὲ ὅτι πολὺ τὸ σπέρμα σου,
πὰ δὲ τέκνα σου ἔσται ὥσπερ τὸ παμβότανον τοῦ ἀγροῦ.
ἐλεύσῃ δὲ ἐν τάφῳ ὥσπερ σῖτος ὥριμος κατὰ καιρὸν θεριζόμενος,
ἣ ὥσπερ θιμονιὰ ἄλωνος καθʼ ὥραν συνκομισθεῖσα.
ἰδοὺ ταῦτα οὕτως ἐξιχνιάσαμεν,
ταῦτά ἐστιν ἃ ἀκηκόαμεν·
§σὺ δὲ γνῶθι σεαυτῷ εἵ τι ἔπραξας.
Chapter 6
Ὑπολαβὼν δὲ Ἰὼβ λέγει
Εἰ γάρ τις ἱστῶν στήσαι μου τὴν ἀργήν,
τὰς δὲ ὀδύνας μου ἄραι ἐν ζυγῷ ὁμοθυμαδόν,
καὶ δὴ ἄμμου παραλίας βαρυτέρα ἔσται·
ἀλλ᾿ ὡς ἔοικεν τὰ ῥήματά μού ἐστιν φαῦλα.
βέλη γὰρ Κυρίου ἐν τῷ σώματί μού ἐστιν,
ὧν ὁ θυμὸς αὐτῶν ἐκπίνει μου τὸ αἷμα,
ὅταν ἄρξωμαι λαλεῖνἵκεντοῦσί με.
τί γάρ; μὴ διὰ κενῆς κεκράξεται ὄνος ἄγριος, ἀλλ ἡ τὰ σῖτα
ζητῶνς
εἰ δὲ καὶ ῥήξει φωνὴν βοῦς ἐπὶ φάτνης ἔχων τὰ βρώματα;
εἰ βρωθήσεται ἄρτος ἄνευ ἁλός;
εἰ δὲ καὶ ἔστιν γεῦμα ἐν ῥήμασιν κενοῖς;
οὐ δύναται γὰρ παύσασθαί μου ἡ ὄργή·
βρόμον γὰρ ὁρῶ τὰ σῖτά μου ὥσπερ ὀσμὴν λέοντος.
εἰ γὰρ δῴη, καὶ ἔλθοι μου ἡ αἴτησις,
καὶ τὴν ἐλπίδα μου δῴη ὁ κύριος.
ἀρξάμενος ὁ κύριος τρωσάταν με,
εἰς τέλος δὲ μή με ἀνελέτω.
εἴη δέ μου πόλις τάφος, ἐφʼ ἧς ἐπὶ τειχέων ἡλλόμην ἐπʼ αὐτῆς.
οὐ φείσομαι
οὐ γὰρ ἐψευσάμην ῥήματα ἅγια θεοῦ μου.
τίς γάρ μου ἡ ἰσχύς, ὅτι ὑπομένω;
ἢ τίς μου ὁ χρόνος, ὅτι ἀνέχεταί μου ἡ ψυχή
μὴ ἰρχὺς λἰθων ἡ ἰσχύς μους;
ἢ αἱ σάρκες μού εἰσιν χαλκεῖαι;
ἢ οὐκ ἐπʼ αὐτῷ ἐπεποίθεν·;
βοήθεα δὲ ἀπʼ ἐμοῦ ἄπεστιν.
ἀπείπατό με ἔλεος,
ἐπισκοπὴ δὲ Κυρίου ὑπερεῖδέν με.
οὐ προσεῖδόν με οἱ ἐγγύτατοί μου· ὥσσερ χειμάρρους ἐκλείπων.
ἢ ὥσπερ κῦμα παρῆλθόν με·
οἵτινές με διευλαβοῦντο, νῦν ἐπιπεπτώκασίν μοι ὥσπερ χιὼν
ἢ κρύσταλλος πεπηγώς·
καθὼς τακεῖσα θέρμης γενομένης οὐκ ἐπεγνώσθη ὅπερ ἦν·
οὓτως κἀγὼ κατελείφθην ὑπὸ πάντων,
ἀπωλόμην δὲ καὶ ἔξοικος ἐγενόμην.
ἴδετε ὁδοὺς Θαιμανῶν.
ἀτραποὐς Σαβῶν οἱ διορῶντες·
καὶ αἰσχύνην ὀφειλήσουσιμν
οἱ ἐπὶ πόλεσιν καὶ χρήμασιν πεποιθότες.
ἀτὰρ δὲ καὶ ὑμεῖς ἐπέβητέ μοι ἀνελεημόνως.
ὥστε ἰδόντες τὸ ἐμὸν τραῦμα φοβήθητε.
τί γάρ; μή τι ὑμᾶς ἤτησα.
ἢ τῆς παρʼ ὑμῶν ἰσχύος ἐπιδέομαι, ²³ὥστε σῶσαί με ἐξ
ἐχθρῶν,
ἢ ἐκ χειρὸς δυναστῶν ῥύσασθαί με;
διδάξατέ με. ἐγὼ δὲ κωφεύσω·
εἰ τι πεπλάνημαι, φράσατέ μοι.
ἀλλ᾿ ὡς ἔοικεν φαῦλα ἀληθινοῦ ῥήματα,
οὐ γὰρ παρʼ ὑμῶν ἰσχὺν αἰτοῦμαι
οὐδὲ ὁ ἔλεγχος ὑμῶν ῥήμασίν με παύσει,
οὐδὲ γὰρ ὑμῶν φθέγμα ῥήματος ἀνέξομαι.
πλὴν ὅτι ἐπʼ ὀρφανῷ ἐπιπίπτετε,
ἐνάλλεσθε δὲ ἐπὶ φίλῳ ὑμῶν.
νυνὶ δὲ εἰσβλέψας εἰς πρόσανπα ὑμῶν οὐ ψεύσομαι.
καθίσατε δὴ καὶ μὴ εἲη ἄδικον,
καὶ πάλιν τῷ δικαίῳ συνέρχεσθε.
οὐ γάρ ἐστν ἐν γλώσσῃ μου ἄδικον·
ἢ ὁ λάρυγξ μου οὐχὶ σύνεσιν μελετᾷ;
Chapter 7
πότερον οὐχὶ πειρατήριόυ ἐστιν ὁ βἰος ἀνθρώπου ἐπὶ τῆς γῆς,
καὶ ὥσπερ μισθίου αὐθημερινοῦ ἡ ζωὴ αὐτοῦ;
ἢ ὥσπερ θεράπων δεδοικὼς τὸν κύριον αὐτοῦ καὶ τετευχὼς
σκιᾶς,
ἢ ὤσπερ μισθωτὸς ἀναμένων τὸν μισθὸν αὐτοῦ;
οὕτως κἀγὼ ὑπέμεινα μῆνας κενούς,
νύκτες δὲ ὀδυνῶν δεδομέναι μοί εἰσιν.
ἐὰν κοιμηθῶ, λέγω Πότε ἡμέρα;
ὧς δʼ ἂν ἀναστῶ, πάλιν Πότε ἐσπέρας
πλήρης δέ γίνομαι ὀδυνῶν ἀπὸ ἑσπέρας ἕως πρωί.
φύρεται δέ μου τὸ σῶμα ἐν σαπρίᾳ σκωλήκων,
τήκω δὲ βώλακας γῆς ἀπὸ ἰχῶρος ξύων.
ὁ δὲ βίος μού ἐστιν ἐλαφρώτερος λαλιᾶς,
ἀπόλωλεν δὲ ἐν κενῇ ἐλπίδι.
μνήσθητι οὖν ὅτι πνεῦμά μου ἡ ζωή,
καὶ οὐκ ἔτι ἐπανελεύσεται ὀφθαλμός μου ἰδεῖν ἀγαθόν.¶
οὐ περιβλέψεταί με ὀφθαλμὸς ὁρῶντός με·
oἱ ὀφθαλμοοί σου ἐν ἐμοί, καὶ οὐκ ἔτι εἰμί,
ὥσπερ νέφος ἀποκαθαρθὲν ἀπʼ οὐρανοῦ.
ἐὰν γὰρ ἄνθρωπος καταβῇ εἰς ᾅ δην, οὐκ ἔτι μὴ ἀναβῇ,
οὐδ᾿ οὐ μὴ ἐπιστρέψῃ εἰς τὸν ἴδιον οἶκον,
οὐδʼ οὐ μὴ ἐπιγνῷ αὐτὸν ἔτι ὁ τόπος αὐτοῦ.
ἀτὰρ οὖν οὐδὲ ἐγὼ φείσομαι τῷ στόματί μου.
λαλήσω ἐν ἀνάγκῃ ὤν,
ἀνοίξω πικρίαν ψυχῆς μου συνεχόμενος.
πότερον θάλασσά εἰμι ἢ δράκων,
ὅτι κατέταξας ἐπʼ ἐμέ φυλακήν
εἶπα ὅτι Μαρακαλέσει με ἡ κλίνη μου.
ἀνοίσω δέ πρὸς ἐμαυτὸν ἰδἰᾳ λόγον τῇ κοίτῃ μου·
ἐκφοβεῖς με ἐνυπνίοις, καὶ ἐν ὁράμασίν με καταπλήσσεις.
ἀπαλλάξεις ἀπὸ πνεύματός μου τὴν ψυχήν μου.
ἀπὸ δὲ θανάτου τὰ ὀστᾶ μου.
οὐ γὰρ εἰς τὸν αἰῶνα ζήσομαι, ἴνα μακροθυμήσω-
ἀπόστα ἀπʼ ἐμοῦ, κενὸς γάρ μου ὁ βἰος.
τί γάρ ἐστιν ἄνθρωπος ὅτι ἐμεγάλυνας αὐτόν;
ἢ ὅτι προσέχεις τὸν νοῦν εἰς αὐτόν;
ἢ ἐπισκοπὴν αὐτοῦ ποιήσῃ ἕως τὸ πρωί,
καὶ εἰς ἀνάπαυσιν αὐτὸν κρινεῖς;
ἔως τἰνος οὐκ ἐᾷς με
οὐδὲ προίῃ με, ἕως ἂν καταπίω τὸν πτύελόν μου ἐν ὀδύνῃς
εἰ ἐγὼ ἥμαρτον, τί δυνήσομαι πρᾶξαι,
ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων;
διὰ τἰ ἔθου με κατεντευκτὴν σου,
εἱμὶ δὲ ἐπὶ σοὶ φορτίον;
καὶ διὰ τί οὐκ ἐποιαὴσαν τῆς ἀνομίας μου λήθην
καὶ καθαρμσμὸν τῆς ἁμαρτίὼς μου;
νυνὶ δὲ εἰς γῆν ἀπελεύσομαι,
ὀρθρίζων δὲ οὐκ ἔτι εἰμί.
Chapter 8
Ὑπολαβὼν δὲ Βαλδὰδ ὁ Σαυχείκτης λέγει
Μέχρι τίνος λαλήσεις ταῦτα;
πνεῦμα πολυρῆμον τοῦ στόματός σου.
μὴ ὁ κύριος ἀδικήσει κρίννν;
ἢ ὁ τὰ πάντα ποιήσας ταράξει τὸ δίκαωων;
εἰ οἱ υἱοί σου ἥμαρτον ἐνανπίον αὐτοῦ,
ἀπέσπειεν ἐν χειρὶ ἀνομίς αὐτῶν.
σὺ δὲ ὄρθριζε πρὸς Κύρων Παντοκράτορα δεόμενος.
εἰ καθαρὸς εἶ καὶ ἀληθινός, δεήσενς ἐπακούσεταί σου,
ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνηπ·
ἔσται οὗν τὰ μέν πρῶτά σου ὀλίγα,
τὸ δὲ ἔσχατά σου ἀμύθητα.
ἐπερώτησον γὰρ γενεὰν πρώτην,
ἐξιχνίασον δὲ κατὰ γένος πατέρων·
χθιζοὶ γάρ ἐσμεν καὶ οὐκ οἴδαμεν,
σκιὰ γάρ ἐστιν ἡμῶν ἐπὶ τῆς γῆς ὁ βὰὡς.
ἢ οὐχ οὗτοί σε διδάξουσιν καὶ ἀναγγελονσιν,
καὶ ἐκ καρδίας ἐξάξουσιν ῥήματα ;
μὴ θάλλει πάπυρος ἄνευ ὕδατος;
ἢ ὑψανθήσεται βάύτομον ἄνευ πότου;
ἔτι ὃν ἐπὶ ῥίζης. καὶ οὐ μὴ θερωρθῆ
πρὸ τοῦ πιεῖν πᾶσα βοτάνη οὐχὶ ξηραίνεται;
οὕτως τοίνυν ἔσται τὰ ἔσχατα πάντων τῶν ἐπιλανθανομένων
τοῦ κυρὰυ·
ἐλπὶς γὰρ ἀσεβοῦς ἀπολεἰται.
ἀοίκητος γὰρ αὐτοῦ ἔσται ὁ οἶκος,
ἀράχνη δὲ αὐτοῦ ἀποβήσεται ἡ σκηνή.
ἐὰν ὑπερείσῃ τὴν οἰκίαν αὐτοῦ, οὐ μὴ στῇ·
ἐπιλαβομένου δὲ αὐτοῦ οὐ μὴ ὑπομείνῃ·
ὑγρὸς γάρ ἐστιν ὑπὸ ἡλίου,
καὶ ἐκ σαπρίας αὐτοῦ ὁ ῤάδαμνος αὐτοῦ ἐξελεύσεται.
ἐπὶ συναγωγὴν λίθων κοιμᾶται,
ἐν δὲ μέσῳ χαλίκων ζήσεται.
ἐὰν καταπίῃ, ὁ τόπος ψεύσεται αὐτόν·
οὐχ ἑόρακας τοιαῦτα.
ὅτι καταστροφὴ ἀσεβοῦς τοιαύτη,
ἐκ δὲ γῆς ἄλλον ἀναβλαστήσει
ὁ γὰρ κύριος οὐ μὴ ἀποποιήσηται τὸν ἄκακον,
πᾶν δὲ δῶρον ἀσεβοῦς οὐ δέξεται.
ἀληθινῶν δὲ στόμα ἐμπλήσει γέλωτος,
τὰ δὲ χείλη αὐτῶν ἐξομολογήσεως·
οἱ δὲ ἐχθροὶ αὐτῶν ἐνδύσονται αἰσχύνην.
δἰαιτα δὲ ἀσεβοῦς οὐκ ἔσται
Chapter 9
῾γπολαβὼν δὲ Ἰὼβ λέγει
Ἐπ᾿ ἀληθεἰς οἶδα ὅτι οὕτως ἐστίν.
πῶς γὰρ ἔσται δίκαιος βροτὸς παρὰ Κυρίῳ;
ἐὰν γὰρ βούληται κριθῆναι αὐτῷ,
οὐ μὴ ὑπακούσῃ αὐτῷ,
ἳνα μὴ ἀντείπῃ πρὸς ἔνα λόγον αὐτοῦ ἐκ χιλίων.
σοφὸς γάρ ἐστιν διανοίᾳ, κραταιός τε καὶ μέγας·
τίς σκληρὸς γενόμενος ἐναντίον αὐτοῦ ὑπέμεινεν;
ὁ παλαιῶν ὄρη, οὐκ οἴδασιν,
ὁ καταστρέφων αὐτὰ ὀργῇ·
ὁ σείων τὴν ὑπʼ οὐρανὸν ἐκ θεμελίων,
οἱ δὲ στύλοι αὐτῆς σαλεύονται·
ὁ λέγων τῷ ἡλίῳ καὶ οὐκ ἀνατέλλει,
κατὰ δὲ ἄστρων κατασφραγίζει,
κατὰ δὲ ἀγγέλων αὐτοῦ σκόλιόν τι ἐπενόησεν,
ὁ τανύσας τὸν οὐρανὸν μόνος,
περιπατῶν ὡς ἐπʼ ἐδάφους ἐπὶ θαλάσσης·
ὁ ποιῶν Πλειάδα καὶ Ἕσπερον καὶ Ἀρκτοῦρον καὶ ταμεῖα
Νότου·
ὁ ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα,
ἔνδοξά τε καὶ ἐξαίσια, ὦν οὐκ ἔστιν ἀριθμός.
ἐὸν ὑπερβῇ με. οὐ μὴ ἴδω·
καὶ ἐὰν παρέλθῃ με, οὐδʼ ὣς ἔγνων.
ἐὰν ἀπαλλάξῃ, τίς ἀποστρέψεις
ἤ τίς ἐρεῖ αὐτῷ Τί ἐποίησας;
αὐτὸς γὰρ ἀπέστραπται ὀργήν,
ὑπʼ αὐτοῦ ἐκάμφθησαν κήτη τὰ ὑπʼ οὐρανόν.
ἐὸν δέ μου ὑπακούσεται, ἦ διακρινεῖ τὰ ῥήματά μου.
ἐὰν γὰρ δίκαιος, οὐκ εἰσακούσεταί μου,
τοῦ κρίματος αὐτοῦ δεηθήσομαι·
ἐάν τε καλέσαν καὶ μὴ ὑπακούσῃ,
οὐ πιστεύω ὅτι εἰσακήκοεν μου.
μὴ γνόφῳ με ἐκτρίψῃς
πολλὰ δέ μου τὰ συντρίμματα πεποίηκεν διά κενῆς.
οὐκ ἐῷ γάρ με ἀναπνεῦσαι,
ἐνέπλησεν δέ με πικρίας.
ὅτι μέν γὰρ ἰσχύει, κρατεῖ
τίς οὗν κρίματι αὐτοῦ ἀντιστήσεται;
ἐὰν γὰρ ὦ δίκαιος, τὸ στόμα μου ἀσεβήσει·
ἐάν τε ὦ ἄμεμπτος, σκολιὸς ἀποβήσομαι.
εἴτε γὰρ ἠσέβησα, οὐκ οἶδα τῆ ψυχῇ.
πλὴν ἀφαιρεῖταί μου ἡ ζωή.
διὸ εἶπον Μέγαν καὶ δυνάστην ἀπολλύει ὀργή,
ὅτι φαῦλοι ἐν θανάτῳ ἐξαισίῳ,
ἀλλὰ δίκαιοι καταγελῶνται·
παραδέδονται γὰρ εἰς χεῖρας ἀσεβοῦς.
πρόσωπα κριτῶν αὐτῆς συνκαλύπτει·
εἰ δὲ μὴ αὐτός ἐστιν, τίς ἐστιν;
ὁ δὲ βίος μού ἐστιν ἐλαφρώτερος δρομέως·
ἀπέδρασαν, καὶ οὐκ εἴδοσαν.
ἢ καὶ ἔστιν ναυσὶν ἴχνος ὁδοῦ,
ἢ ἀετοῦ πετομένου ζητοῦντος βοράν
ἐάν τε γὰρ εἴπω, ἐπιλήσομαι λαλῶν,
συνκύψας τῷ προσώπῳ στενάξω.
σείομαι πᾶσιν τοῖς μέλεσιν,
οἶδα γὰρ ὅτι οὐκ ἀθῷόν με ἐάσεις.
ἐπειδὴ δέ εἰμι ἀσεβῆς, διὰ τί οὐκ ἀπέθανον;
ἐὰν γὰρ ἀπολούσωμαι χιόνι,
καὶ ἀποκαθάρωμαι χερσὶν καθαραῖς,
ἱκανῶς ἐν ῥύπῳ με ἔβαψας,
ἐβδελύξατο δέ με ἡ στολή.
οὐ γὰρ εἶ ἄνθρωπος κατʼ ἐμὲ ᾧ ἀντικρινομαι,
ἳνα ἔλθωμεν ὁμοθυμαδὸν εἰς κρίσιν.
εἲθε ἦν ὁ μεσίτης ἡμῶν καὶ ἐλέγχων
καὶ διακούων ἀνὰ μέσον ἀμφοτέρων·
ἀπαλλαξάτω ἀπʼ ἐμοῦ τὴν ῥάβδον,
ὁ δὲ φόβος αὐτοῦ μή με στροβείτω,
καὶ οὐ μὴ φοβηθῶ ἀλλὰ λαλήσω·
οὐ γὰρ οὕτω συνεπίσταμαι,
Chapter 10
κάμ…
The complete text is available when the reading interface loads.