The Greek Library Author

Septuaginta

Σοφία Σαλομῶντος

Scientific editors
Henry Barclay Swete D.D.
Edition reference
The Old Testament in Greek · Cambridge · Cambridge University Press · 1896
CTS identifier
urn:cts:greekLit:tlg0527.tlg033.local002
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Chapter 1

ΑΓΑΠΗΣΑΤΕ δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν·

φρονήσατε περὶ τοῦ κυρίου ἐν ἀγαθότητι,

καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν.

ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν,

ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ·

σκολοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ θεοῦ,

δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει τοὺς ἄφρονας.

ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία,

οὐδὲ κατοικήσει ἐν σώματι καταχρἐῳ ἁμαρτίας.

ἅγιον γὰρ πνεῦμα παιδεἰας φεύξεται δόλον,

καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων,

καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας.

φιλάνθρωπον γὰρ πνεῦμα σοφία,

καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χελέων αὐτοῦὅτι

τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ θεός,

καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς

καὶ τῆς γλώσσης ἀκουστής·

ὅτι πνεῦμα Κυρίου πεπλήρωκεν τὴν οἰκουμένην,

καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς.

δμὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ λάθῃ,

οὐδὲ μὴν παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δἰκη.

ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται,

όγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἤξει

εἰς λεγχον ἀνομημάτων αὐτοῦ·

ὅτι ὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα,

καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.

φυλάξασθε τοίνυν γογγυσμὸν ἀνωφελῆ,

καὶ ἀπὸ καταλαλιᾶς φείσασθε γλώσσης·

ὅτι φθέγμα λαθραῖον κενὸν οὐ πορεύσεται,

στόμα δὲ καταψευδόμενον ἀναιρεῖ ψυχήν.

μὴ ζηλοῦτε θάνατον ἐν πλάνῃ ζωῆς ὑμῶν,

μηδὲ ἐπισπᾶσθε ὄλεθρον ἔργοις χειρῶν ὑμῶν·

ὅτι ὁ θεὸς θάνατον οὐκ ἐποίγῳεν,

οὐδὲ τέρπεται ἐπʼ ἀπωλείᾳ ζώντων·

ἔκτισεν γὰρ εἰς τὸ εἶναι τὰ πάντα,

καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου,

καὶ οὐκ ἔστιν ἐν αὐταῖς φάρμακον ὀλέθρου,

οδτε Μδοὺ βασίλειον ἐπὶ γῆς·

δικαιοσύνη γὰρ ἀθάνατός ἐστιν·

ἀσεβεῖς δὲ ταῖς χερσὶν καὶ τοῖς λόγοις προσεκαλέσαντο α

φίλον ἡγησάμενοι αὐτὸν ἐτάκησάν,

καὶ συνθήκην ἔθεντο πρὸς αὐτόν,

ὅτι ἰξιοί εἰσιν τῆς ἐκείνου μερίδος εἶναι

Chapter 2

Εἶπον γὰρ ἐν ἑαυτοῖς λογισάμενοι οὐκ ὁρθῶς

Ολίγος ἐστὶν καὶ λυπηρὸς ὁ βίος ἡμῶν,

καὶ οὐκ ἔστιν ἴασις ἐν τελευτῇ ἀνθρώπου,

καὶ οὐκ ἐγνώσθη ὁ ἀναλύσας ἐξ ᾅδου

ὅτι αὐτοσχεδίως ἐγενήθημεν,

καὶ μετὰ τοῦτο ἐσόμεθα ὡς οὐχ ὑπάρξαντες·

ὅτι καπνὸς ἡ πνοὴ ἐν ῥισὶν ἡμῶν,

καὶ ὁ λόγος σπινθὴρ ἐν κινήσει καρδίας ἡμῶν,

οἶ πβεσθέντος τέφρα ἀποβήσεται τὸ σῶμα,

καὶ τὸ πνεῦμα δαχυθήσεται ὡς χαῦνος ἀὴρ.

καὶ τὸ ὄνομα ἡμῶν ἐπιλησθήσεται ἐν χρόνᾳῃ,

καὶ οὐθεὶς μνημονεύσει τῶν ἔργων ἡμῶν·

καὶ παρελεύσεται ὁ βίος ἡμῶν ὡς ἴχνη νεφέλης,

καὶ ὡς ὁμίχλη διασκεδασθήσεται

διωχθεῖσα ὑπὸ ἀκτίνων ἡλίου

καὶ ὑπὸ θερμότητος αὐτοῦ βαρυνθεῖσα.

σκιᾶς γὰρ πάροδος ὁ βίος ἡμῶν.

καὶ οὐκ ἔστιν ἀναποδισμὸς τῆς τελευτῆς ἡμῶν,

ὅτι κατεσφραγίσθη, καὶ οὐδεὶς ἀναστρέφει.

δεῦτε οὖν καὶ ἀπολαύσωμεν τῶν ὄντων ἀγαθῶν,

καὶ χρησώμεθα τῇ κτίσει ὡς νεότητι σπουδαίως·

οἴνου πολυτελοῦς καὶ μύρσων πλησθῶμεν,

καὶ μὴ παροδευσάτω ἡμᾶς ἄνθος ἀέρος·

στεψώμεθα ῥόδων κάλυξιν πρὶν ἢ μαρανθῆναι

μηδεὶς ἡμῶν ἄμοιρος ἔστω τῆς ἡμετέρας ἀγερωχίας,

πανταχῇ καταλίπωμεν σύμβολα τῆς εὐφροσύνης,

ὅτι αὕτη ἡ μερὶς ἡμῶν καὶ ὁ κλῆρος οὗτος.

καταδυναστεύσωμεν πένητα δίκαιον,

μὴ φεισώμεθα χήρας.

μηδέ πρεσβύτου ἐντραπῶμεν πολιὰς πολυχρονίους·

ἔτῶ δὲ ἡμῶυ ἡ ἰσχὺς νόμος τῆς δικαιοσύνης,

τὸ γὰρ ἀσθενές ἄχρηστον ἐλέγχεται.

ἐνεδρεύσαομεν δὲ τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν,

καὶ ἐναντιοῦται τοῖς ἔργοις ἡμῶν,

καὶ ὀνειδίζει ἡμῖν ἁμαρτῆματα νόμου,

καὶ ἐπιφημίζει ἡμῖν ἁμαρτήματα παιδείας ἡμῶν·

ἐπαγγέλλεται γνῶσιν ἔχειν θεοῦ,

καὶ παῖδα Κυρίου ἑαυτὸν ὀνομάζει·

ἐγένετο ἡμῖν εἰς ἔλεγχον ἐννοιῶν ἡμῶν·

βαρύς ἐστιν ἡμῖν καὶ βλεπόμενος.

ὅτι ἀνόμοιος τοῖς ἄλλοις ὁ βίος αὐτοῦ,

καὶ ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ·

εἰς κίβδηλον ἐλογίσθημεν αὐτῷ,

καὶ ἀπέχεται τῶν ὁδῶν ἡμῶν ὡς ἀπὸ ἀκαθαρσιῶν·

μακαρίζει ἔσχατα δικαίων,

καὶ ἀλαζονεύεται πατέρα θεόν.

ἴδωμεν εἰ οἱ λόγοι αὐτοῦ ἀληθεῖς,

καὶ πειράσαωμεν τὰ ἐν ἐκβάσει αὐτοῦ.

εἰ γάρ ἐστίν ὁ δίκαιος υἱὸς θεοῦ, ἀντιλήμψεται αὐτοῦ,

καὶ ῥύσεται αὐτὸν ἐκ χειρὸς ἀνθεστηκότων.

ὕβρει καὶ βασάνῳ ἐτάσαωμεν αὐτόν,

ἴνα γνῶμεν τὴν ἐπιεικίαν αὐτοῦ

καὶ δικάσωμεν τὴν ἀνεξικακίαν αὐτοῦ·

ανάτῳ ἀσχήμονι καταδικάσαωμεν αὐτόν,

ἔσται γὰρ αὐτοῦ ἐπισκοπὴ ἐκ λόγων αὐτοῦ.

ταῦτα ἐλογίσαντο, καὶ ἐπλανήθησαν·

ἀπετύφλωσεν γὰρ αὐτοὺς ἡ κακία αὐτῶν,

καὶ οὐκ ἔγνωσαν μυστήρια αὐτοῦ,

οὐδὲ μισθὸν ἤλπισαν ὁσιότητος,

οὐδὲ ἔκριναν γέρας ψυχῶν ἀμώμων.

ὅτι ὁ θεὸς ἔκτισεν τὸν ἄνθρωπον ἐπʼ ἀφθαρσίᾳ,

καὶ εἰκόνα τῆς ἰδίας ἰδιότητος ἐποίησεν αὐτόν

φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον,

πειράζουσιν δὲ αὐτὸν οἱ τῆς ἐκεἰνου μερίδος ὄντες.

Chapter 3

Δικαίων δὲ ψυχαὶ ἐν χειρὶ θεοῦ,

καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος.

ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι.

καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν,

καὶ ἡ ἀφʼ ἡμῶν πορεία σύντριμμα·

οἱ δέ εὰσιν ἐν εἰρήνῃ

καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν,

καὶ ἄτιμον ἐπʼ ἐσχάτων τὸ γῆρας αὐτῶν·

ἐάν τε ὀξέως τελευτήσωσιν, οὐκ ἔχουσιν ἐλπίδα

οὐδὲ ἐν ἡμέρᾳ διαγνώσεως παραμύθιον·

γενεᾶς γὰρ ἀδίκου χαλεπὰ τὰ τέλη.

Chapter 4

κρείσσων ἀτεκνία μετὰ ἀρετῆς·

ἀθανασία γάρ ἐστιν ἐν μνήμῃ αὐτῆς,

ὅτι καὶ παρὰ θεῷ γινώσκεται καὶ παρὰ ἀνθρώποις.

παροῦσάν τε μιμοῦνται αὐτήν,

καὶ ποθοῦσιν ἀπελθοῦσαν·

καὶ ἐν τῷ αἰῶνι στεφανηφοροῦσα πομπεύει,

τὸν τῶν ἀμιάντων ἄθλων ἀγῶνα νικήσασα.

πολύγονον δὲ ἀσεβῶν πλῆθος οὐ χρησιμεύσει,

καὶ ἐκ νόθων μοσχευμάτων οὐ δώσει ῥίζαν εἰς βάθος,

οὐδὲ ἀσφαλῆ βάσιν ἑδράσει·

κἂν γὰρ ἐν κλάδοις πρὸς καιρὸν ἀναθάλῃ,

ἐπισφαλῶς βεβηκότα ὑπὸ ἀνέμου σαλευθήσεται,

καὶ ὑπὸ βίας ἀνέμων ἐκριζωθήσεται·

περικλασθήσονται κλῶνες ἀτέλεστοι,

καὶ ὁ καρπὸς αὐτῶν ἄχρηστος, ἄωρος εἰς βρῶσιν

καὶ εἰς οὐθὲν ἐπιτήδειος·

ἐκ γὰρ ἀνόμων ὕπνων τέκνα γεννώμενα

μάρτυρές εἰσιν πονηρίας κατὰ γονέων ἐν ἐξετασμῷ αὐτῶν.

δἰκαιος δὲ ἐὰν φθάσῃ τελευτῆσαι. ἐν ἀναπαύσει ἔται

γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον,

οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται

πολιὰ δέ ἐστιν φρόνησις ἀνθρώποις,

καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος.

εὐάρεστος τῷ θεῷ γενόμενος ἠγαπήθη,

καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη·

ἡρπάγη, μὴ κακία ἀλλάξ σύνεσιν αὐτοῦ,

ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·

βασκανία γὰρ φαυλἁητος ἀμαμροῖ τὰ καλά, ⁷

καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον.

τελεωθεὶς ἐν ὀλίγῳ ἐπλήρπνσεν χρόνοαος ωαρούς·

ἀρεστὴ γὰρ ἧν Κωρίῳ ἡ ψυχὴ αὐτοῦ,

διὰ τοῦτο ἔαπευσεν ἐκ μέσου πονηρόας.

αι δὲ λαοὶ δόντες καὶ μὴ νοήσαντες,

μηδὲ θέντες ἐπὶ δμανοίᾳ τὸ τομοῦτο,

ὅτι χάρις καὶ ἔλεος ἐν ταῖς ἐκλεκτοῖς αὐταῶ

καὶ ἐπισκοπὴ ἐν τοῖς ὁσίοις αὐποῦ.

κατακρινεῖ δὲ δίκαιος καμὼν τοὺς ζῶντας ἀπεβεῖς,

καὶ νεότης τελεσθεῖσα ταχέως πολυετὴς γῆρας ἀδίκου.

ὄψονται γὰρ τελευτὴν σοφὸν,

καὶ οὐ νοήσουπα τί ἐβουλεύαατο περὶ αὐτοῦ,

καὶ εἰς τί ἠσφαλίσατο αὐτόν ὁ κύρος·

ὄψονται καὶ ἐξουβενήσοωαισ,

αὐτοὺς δὲ ὁ κύριος ἐκγελάσεται·

καὶ ἔσονται μετὰ τοῦτο εἰς πτῶμα ἄτιμον

καὶ εἰς ὅβριν ἐν νεκροῖς δι᾿ αἰῶνος.

ὅτι ῥήξει αὐτοὺς ἀφώνους πρηνεῖς,

καὶ σαλεύσει αὐτοὺς ἐκ θεμελίων·

καὶ ἕως ἐσχάτου χερσποθήσονται,

καὶ ἔσονται ἐν ὀδύνῃ,

καὶ ἡ μνήμη αὐτῶν ἀπαλεῖται.

ἐλεύσονται ἐν συλλογισμῷ ἁμαρτημάπνν αὐτῶν δειλοί,

καὶ ἐλέγξει αὐτὸς ἐξ ἐναντίας τὰ ἀνομήματα αὐτῶν.

Τότε στήσεται ἐν παρρησίὰ πολλῇ ὁ δίκαιος

καπὰ πρόσωπον τῶν θλιψάντων αὐτὸ

Chapter 5

καὶ τῶν ἀθετούυτων τοὺς πόνους αὐτοῦ.

ἰδόντες ταραχθήσονται φόβῳ δπινῷ,

καὶ ἐκστήσονται ἐπὶ τῷ παραδόξῳ τῆς σωτηρίας·

ἐροῦσιν ἐν ἑαυτοῖς μετανοοῦντες,

καὶ διὰ στενοχωρίαν πνεύματος στενάξονται

Ὀὓτος ἦν ὃν ἔσχομέν ποτε εἰς γέλωτα

καὶ εἰς παραβολὴν ὀνειδισμοῦ, ⁴οἱ ἄφρονες·

τὸν βίον αὐτοῦ ἐλογισάμεθα μανίαν

καὶ τὴν τελευτὴν αὐτοῦ ἄτιμον·

πῶς κατελογίσθη ἐν υἱοῖς θεοῦ,

καὶ ἐν ἁγίοις ὁ κλῆρος αὐτοῦ ἐστιν;

ἄρα ἐπλανήθημεν ἀπὸ ὁδοῦ ἀληθείας,

καὶ τὸ τῆς δικαρσύνης φῶς οὐκ ἔλαμψεν ἡμῖν.

καὶ ὁ ἥλιος οὐκ ἀνέτεθλεν ἡμῖν·

ἀνομίας ἐνεπλήσθημεν τρίβοις καὶ ἀπωλείας,

καὶ διωδεύσαμεν ἐρήμους ἀβάτους,

τὴν δὲ ὁδὸν Κυρίου οὐκ ἔγνωμεν.

τί ὠφέλησεν ἡμᾶς ἡ ὑπερηφανία;

καὶ τί πλοῦτος μετὰ ἀλαζονίας συμβέβληται ἡμῖν;

παρῆλθεν ἐκεῖνα πάντα ὡς σκιὰ

καὶ ὡς ἀγγελία παρατρέχουσα·

ὼς ναῦς διερχομένη κυμαινόμενον ὕδωρ,

ἧς διαβάσης οὐκ ἔστιν ἴχνος εὑρεῖν,

οὐδὲ ἀτραπὸν τρόπιος αὐτῆς ἐν κύμασιν·

ἡ ὡς ὀρνέου διιπτάντος ἀέρα

οὐθὲν εὑρίσκεται τεκμήριον πορείας,

πληγῇ δέ μαστιζόμενον ταρσῶν πνεῦμα κοῦφον

καὶ σχιζόμενον βἰᾳ ῥοἰζου.

κινουμένων πτερύγων διωδεύθη,

καὶ μετὰ τοῦτο οὐχ εὑρέθη σημεῖον ἐπιβάσεως ἐν αὐτῷ·

ἢ ὡς βέλους βληθέντος ἐπὶ σκοπὸν

τμηθεὶς ὁ ἀὴρ εὐθέως εἰς ἑαυτὸν ἀνελύθη,

ὡς ἀγνοῆσαι τὴν δίδον αὐτοῦ·

οὕτως καὶ ἡμεῖς γενηθέντες ἐξελίπομεν,

καὶ ἀρετῆς μὲν σημεῖον οὐδὲν ἔσχομεν δεῖξαι,

ἐν δέ τῇ κακίᾳ ἡμῶν κατεδαπανήθημεν.

ὅτι ἐλπὶς ἀσεβοῦς ὡς φερόμενος χνοῦς ὑπὸ ἀνέμου,

καὶ ὡς πάχνη ὑπὸ λαίλαπος διωχθεῖσα λεπτή,

καὶ ὡς καπνὸς ὑπὸ ἀνέμου διεχύθη,

καὶ ὡς μνεία καταλύτου μονοημέρου παρώδευσεν.

δίκαιοι δὲ εἰς τὸν αἰῶνα ζῶσιν,

καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν,

καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ.

διὰ τοῦτο λήμψονται τὸ βασίλειον τῆς εὐπρεπείας

καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου,

ὅτι τῇ δεξιἄ σκεπάσει αὐτούς,

καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν.

λήμψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ,

καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· |

ἐνδύσεται θώρακα δικαιοσύνην,

καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον·

λήμψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα,

ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν,

συνεκπολεμήσει δέ αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας.

πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν,

καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπὶ σκοπὸν

ἁλοῦνται,

καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι

ἀγανακτήσει κατʼ αὐτῶν ὕδωρ θαλάσσης,

ποταμοὶ δὲ συνκλύσουσιν ἀποτόμαας·

ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεος,

καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς·

καὶ ἐρημώσει πᾶσα τὴν γῆν ἀνομία,

καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν.

Chapter 6

Ἀκούσατε οὗν, βασιλεῖς, καὶ σύνετε·

μάθετε, δικασταὶ περάτων γῆς·

ἐνωτίσασθε, οἱ κρατοῦντες πλήθους

καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν.

ὅτι ἐδόθη παρὰ τοῦ κυρίου ἡ κράτησις ὑμῖν.

καὶ ἡ δυναστεία παρὰ Ὑψίστου,

ὃς ἐξετάσει ὑμῶν τὰ ἔργα καὶ τὰς βουλὰς διεραυνήσει·

ὅτι ὑπηρέται ὄντες τῆς αὐτοῦ βασιλείας οὐκ ἐκρίνατε ὀρθῶς,

οὐδὲ ἐφυλάξατε νόμον,

οὐδὲ κατὰ τὴν βουλὴν τοῦ θεοῦ ἐπορεύθητε

φρικτῶς καὶ ταχέως ἐπιστήσεται ὑμῖν,

ὅτι κρίσις ἀπότομος ἐν τοῖς ὑπερέχουσιν γίνεται.

ὁ γὰρ ἐλάχιστος συγγνωστός ἐστιν ἐλέους,

δυνατοὶ δὲ δυνατῶς ἐτασθήσονται·

οὐ γὰρ ὑποστελεῖται πρόσωπον ὁ πάντων δεσπότης,

οὐδὲ ἐντραπήσεται μέγεθος·

ὅτι μικρὸν καὶ μέγαν αὐτὸς ἐποίησεν,

ὁμοίως τε προνοεῖ περὶ πάντων·

τοῖς δὲ κραταιοῖς ἰσχυρὰ ἐφίσταται ἔραυνᾷ.

πρὸς ὑμᾶς οὖν, ὦ τύραννοι, οἱ λόγοι μου,

ἴνα μάθητε σοφίαν καὶ μὴ παραπέσητε.

οἱ γὰρ φυλάξαντες ὁσίως τὰ ὅσια ὁσιωθήσονται,

καὶ οἱ διδαχθέντες αὐτὰ εὑρήσουσιν ἀπολογίαν.

ἐπιθυμήσατε οὗν τῶν λόγων μου,

ποθήσατε καὶ παιδευθήσεσθε.

Λαμπρὰ καὶ ἀμάραντός ἐστιν ἡ σοφία,

καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν·

φθάνει τοὺς ἐπιθυμοῦντας προγνωσθῆναι.

ὁ ὀρθρίσας ἐπʼ αὐτὴν οὐ κοπιάσει,

πάρεδρον γὰρ εὑρήσει τῶν πυλῶν αὐτοῦ.

τὸ γὰρ ἐνθυμηθῆναι περὶ αὐτῆς φρονήσεως τελειότης,

καὶ ὁ ἀγρυπνήσας δι᾿ αὐτὴν ταχέως ἀμέριμνος ἔσται·

ὅτι τοὺς ἀξίους αὐτῆς αὕτη περιέρχεται ζητοῦσα,

καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς,

καὶ ἐν πάσῃ ἐπινοίᾳ ὑπαντῶ αὐτοῖς.

ἀρχὴ γὰρ αὐτῆς ἡ ἀληθεστάτη παιδείας ἐπιθυμία,

φροντὶς δὲ παιδείας ἀγάπη,

ἀγάπη δὲ τήρησις νόμων αὐτῆς,

προσοχὴ δέ νόμων βεβαίωσις ἀφθαρσίας,

ἀφθαρσία δὲ ἐγγὺς εἶναι ποιεῖ θεοῦἐπιθυμία

ἄρα σοφίας ἀνάγει ἐπὶ βασιλείαν.

εἰ οὖν ἥδεσθε ἐπὶ θρόνοις καὶ σκήπτροις, τύραννοι λαῶν,

τιμήσατε σοφίαν, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε.

τί δέ ἐστιν σοφία καὶ πῶς ἐγένετο ἀπαγγελῶ,

καὶ οὐκ ἀποκρύψω ὑμῖν μυστήρια,

ἀλλὰ ἀπʼ ἀρχῆς γενέσεως ἐξιχνιάσω

καὶ θήσω εἰς τὸ ἐμφανές τὴν γνῶσιν αὐτῆς,

καὶ οὐ μὴ παροδεύσω τὴν ἀλήθειαν·

οὔτε μὴν φθόνῳ τετηκότι συνοδεύσαα,

ὅτι οὗτος οὐ κοινανήσει σοφίᾳ.

πλῆθος δὲ σοφῶν σαντηρία κόσμου,

καὶ βασιλεὺς φρόνιμος εὐσταθίᾳ δήμου.

ὥστε παιδεύεσθε τοῖς ῥήμασίν μου, καὶ ὠφεληθήσεσθε.

Chapter 7

Εἰμὶ μέν κἀγὼ θνητὸς ἴσος ἄπασιν,

καὶ γηγενοῦς ἀπόγονος πρωτοπλάστου·

καὶ ἐν κοιλίᾳ μητρὸς ἐγλύφην σὰρξ

δεκαμηνιαίῃ χρόνῳ, παγεὶς ἐν αἵματι

ἐκ σπέρματος ἀνδρὸς καὶ ἡδονῆς ὕπνῳ συνελθούσης·

καὶ ἐγὼ δέ γενόμενος ἔσπασα τὸν κοινὸν ἀέρα,

καὶ ἐπὶ τὴν ὁμοιοπαθῆ κατέπεσον γῆν,

πρώτην φωνὴν τὴν ὁμοίαν πᾶσιν ἴσα κλαίων·

ἐν σπαργάνοις ἀνετράφην καὶ ἐν φροντίσιν.

οὐδεὶς γὰρ βασιλεὺς ἑτέραν ἔσχεν γενέσεως ἀρχήν·

μια δὲ πάντων εἴσοδος εἰς τὸν βίον ἔξοδός τε ἴση.

διὰ τοῦτο εὐξάμην, καὶ φρόνησις ἐδόθη μοι·

ἐπεκαλεσάμην, καὶ ἦλθέν μοι πνεῦμα σοφίας.

προέκρινα αὐτὴν σκήπτρων καὶ θρόνων,

καὶ πλοῦτον οὐδὲν ἡγησάμην ἐν συγκρίσει αὐτῆς·

οὐδὲ ὡμοίωσα αὐτῇ λίθον ἀτίμητον,

ὅτι ὁ πᾶς χρυσὸς ἐν ὄψει αὐτῆς ψάμμος ὀλίγη,

καὶ ὡς πηλὸς λογισθήσεται ἄργυρος ἐναντίον αὐτῆς·

ὑπέρ ὑγείαν καὶ εὐμορφίαν ἠγάπησα αὐτήν,

καὶ προειλόμην αὐτὴν ἀντὶ φωτὸς ἔχειν,

ὅτι ἀκοίμητον τὸ ἐκ ταύτης φέγγος.

ἦλθεν δέ μοι τὰ ἀγαθὰ ὁμοῦ πάντα μετ᾿ αὐτῆς.

καὶ ἀναρίθμητος πλοῦτος ἐν ταῖς χερσὶν αὐτῆς·.

εὐφράνθην δὲ ἐπὶ πάντων, ὅτι αὐτῶν ἡγεῖται σοφία,

ἠγνόουν δὲ αὐτὴν γένεσιν εἶναι τούτων.

ἀδόλως τε ἔμαθον, ἀφθόνως τε μεταδίδωμι.

τὸν πλοῦτον αὐτῆς οὐκ ἀποκρύπτομαι·

ἀνεκλιπὴς γὰρ θησαυρός ἐστιν ἀνθρώποις,

ὃν οἱ χρησάμενοι πρὸς θεὸν ἐστείλαντο φιλίαν,

διὰ τὰς ἐκ παιδείας δωρεὰς συσταθέντες.

ἐμοὶ δὲ δῴη ὁ θεὸς εἰπεῖν κατὰ γνώμην

καὶ ἐνθυμηθῆναι άξίως τῶν δεδομένων.

ὅτι αὐνὸς καὶ τῆς σοφίας ὁδηγός ἐστιν

καὶ τῶν σοφῶν διορθωτής.

ἐν γὰρ χειρὶ αὐτοῦ καὶ ἡμεῖς καὶ οἱ λόγοι ἡμῶν.

πᾶσά τε φρόνησις καὶ ἐργατειῶν ἐπιστήμη.

αὐτὸς γάρ μοι ἔδωκεν τῶν ὄντων γνῶσιν ἀψευδῆ,

εἰδέναι σύστασιν κόσμου καὶ ἐνέργειαν.στοιχείων,

ἀρχὴν καὶ τέλος καὶ μεσότητα χρόνων,

τροπῶν ἀλλαγὰς καὶ μεταβολὰς καιρῶν.

ἐνιαυτῶν κύκλους καὶ ἀστέρων θέσεις.

φύσεις ζώων καὶ θυμοὺς θηρίων,

πνευμάτῳν βίας καὶ διαλογισμοὺς ἀνθρώπων,

διαφορὰς φυτῶν καὶ δυνάμεις ῥιζῶν.

ὅσα τέ ἐστιν κρυπτὰ καὶ ἐμφανῆ ἔγνων·

ἡ γὰρ πάντων τεχνῖτις ἐδίδαξέν με σοφία.

Ἔοτιν γὰρ ἐν αὐτῇ πνεῦμα νοερόν, ἅγιον,

μονογενές, πολυμερές, λεπτόν,

εὐκίνητον, τρανόν, ἀμόλυντον,

σαφές, ἀπήμαντον, φιλάγαθον, ὀξύ,

ἀκώλυτον, εὐεργετικόν,

φιλάνθραοπον,

βέβαιον, ἀσφαλές, ἀμέριμνον.

παντοδύυαμον, πανεπίσκοπον,

καὶ διὰ πάντων χωροῦν πνευμάτων

νοερῶν καθαρῶν λεπτοτάτων.

πάσης γὰρ κινήσεως κινητικώτερον σοφία,

διήκει δὲ καὶ χωρεῖ διὰ πάντων διὰ τὴν καθαρότητα.

ἀτμὶς γάρ ἐστιν τῆς τοῦ θεοῦ δυνάμεως,

καὶ ἀπόρροια τῆς τοῦ παντοκράτορος δόξης εἰλικρινής·

δμὼ τοῦτο οὐδέν μεμιαμμένον εἰς αὐτὴν παρεμπίπτει.

ἀπαύγασμα γάρ ἐστιν φωτὸς ἀιδίου,

καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ θεοῦ ἐνεργείας,

καί εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ.

μια δὲ οὖσα πάντα δύναται,

καὶ μένουσα ἐν αὑτῇ τὰ πάντα καινίζει,

καὶ κατὰ γενεὰς εἰς ψυχὰς ὁσίας μεταβαίνουσα

φίλους θεοῦ καὶ προφήτας κατασκευάζει·

σύθὲν γὰρ ἀγαπῷ ὁ θεὸς εἰ μὴ τὸν σοφίᾳ συνοικοῦντα.

ἔστιν γὰρ αὕτη εὐπρεπεστέρα ἡλίου,

καὶ ὑπέρ πᾶσαν ἄστρων θέσιν.

φωτὶ συνκρινομένη εὺρίσκεται προτέρα·

τοῦτο μέν γὰρ διαδέχεται νύξ,

σοφίας δὲ οὐκ ἀντισχύει κακία.

Chapter 8

διατείνει δὲ ἀπὸ πέρατος εἰς πέρας εὐρώστως,

καὶ διοικεῖ τὰ πάντα χρηστῶς.

Ταύτην ἐφίλησα καὶ ἐξεζήτησα ἐκ νεότητός μου,

καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ,

καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς.

εὐγένειαν δοξάζει συμβίωσιν θεοῦ ἔχουσα,

καὶ ὁ πάντων δεσπότης ἠγάπησεν αὐτήν·

μύστις γάρ ἐστιν τῆς τοῦ θεοῦ ἐπιστήμης.

καὶ αἱρετὶς τῶν ἔργων αὐτοῦ.

εἰ δὲ πλοῦτός ἐστιν ἐπιθυμητὸν κτῆμα ἐν βίῳ,

τί σοφίας πλουσιώτερον τῆς τὰ πάντα ⁸ἐργαζομένης;

εἰ δὲ φρόνησις ἐργάζεται,

τίς αὐτῆς τῶν ὄντων μᾶλλόν ἐστιν τεχνῖτις;

καὶ εἰ δικαιοσύνην ἀγαπῷ τις,

οἱ πόνοι ταύτης εἰσὶν ἀρεταί

σωφροσύνην γὰρ καὶ φρόνησιν ἐκδιδάσκει,

δικαιοσύνην καὶ ἀνδρείαν,

ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις.

εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις,

οἶδεν τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν,

ἐπίσταται στροφὰς λόγων καὶ λύσεις αἰνιγμάτων,

σημεῖα καὶ τέρατα προγινώσκει

καὶ ἐκβάσεις καιρῶν καὶ χρόνον.

ἕκρινα τοίνυν ταύτηυ ἀγαγέσθαι πρὸς συμβίαοσιν,

εἰδὼς ὅτι ἔσται μοι σύμβουλος ἀγαθῶν,

καὶ παραίνεσις φροντίδαωων καὶ λύπης.

ἔξω δι᾿ αὐτὴν δόξαν ἐν ὄχλοις.

καὶ τιμὴν παρὰ πρεσβυτέροις ὁ νέος·

ὀξὺς εὑρεθήσομαι ἐν κρίσει,

καὶ ἐν ὄψει δυναστῶν θαυμασθήσομαι

σιγῶντά με περιμενοῦσιν, καὶ φθεγγομένῳ προσέξουσιν,

καὶ λαλοῦντος ἐπὶ πλεῖον

χεῖρα ἐπιθήσουσιν ἐπὶ στόμα αὐτῶν.

ἔξω δι᾿ αὐτὴν ἀθανασίαν,

καὶ μνήμην αἰώνιον τοῖς μετʼ ἐμέ ἀπολείψω.

διοικήσω λαούς, καὶ ἔθνη ὑποταγήσεταί μοι·

φοβηθήσονταί με ἀκούσαντες τύραννοι φρικτοί

ἐν πλήθει φανοῦμαι ἀγαθὸς καὶ ἐν πολέμῳ ἀνδρεῖος.

κἰσελθὼν εἰς τὸν οἶκόν μου προσαναπαύσομαι αὐτῇ·

οὐ γὰρ ἔχει πικρίαν ἡ συναναστροφὴ αὐτῆς,

οὐδὲ ὀδύνην ἡ συμβίωσις αὐτῆς,

ἀλλὰ εὐφροσύνην καὶ χαράν.

ταῦτα λογισάμενος ἐν ἐμαυτῷ

καὶ φροντίσας ἐν καρδίᾳ μου

ὅτι ἔστιν ἀθανασία ἐν συγγενείᾳ σοφίας,

καὶ ἐν φιλίᾳ αὐτῆς τέρψις ἀγαθή,

καὶ ἐν πόνοις χειρῶν αὐτῆς πλοῦτος ἀνεκλιπής,

καὶ ἐν συνγυμνασίᾳ ὁμιλίας αὐτῆς φρόνησις,

καὶ εὔκλεια ἐν κοινωνίῷ λόγων αὐτῆς,

περιῄειν ζητῶν ὅπως λάβω αὐτὴν εἰς ἐμαυτόν.

παῖς δὲ ἤμην εὐφυής,

ψυχῆς τε ἔλαχον ἀγαθῆς,

μᾶλλον δὲ ἀγαθὸς ὢν ἦλθον εἰς σῶμα ἀμίαντον.

γνοὺς δὲ ὅτι οὐκ ἄλλως ἔσομαι ἐγκρατὴς ἐὰν μὴ ὁ θεὸς δῷ.

καὶ τοῦτο δʼ ἦν φρονήσεως τὸ εἰδέναι τίνος ἡ χάρις.

ἐνέτυχον τῷ κυρίῳ καὶ ἐδεήθην αὐτοῦ,

καὶ εἶπον ἐξ ὅλης τῆς καρδίας μου

Chapter 9

θεὲ πατέρων καὶ Κύριε τοῦ ἐλέους σου,

ὁ ποιήσας τὰ πάντα ἐυ λόγῳ σου,

καὶ τῇ σοφίᾳ σου κατεσκεύασας ἄνθρωπον

ἴνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων,

καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ,

καὶ ἐν εὐθύτητι ψυχῆς κρίσιν κρίνῃ·

δός μοι τὴν τῶν σῶυ θρόνων πάρεδρον σοφίαν,

καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου.

ὅτι ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου,

ἄνθρωπος ἀσθενὴς καὶ ὀλιγοχρόνιος

καὶ ἐλάσσαων ἐν συνέσει κρίσεαως καὶ νόμων·

κἂν γάρ τις ᾖ τέλειος ἐν υἱοῖς ἀνθρώπων,

τῆς ἀπὸ σοῦ σοφίας ἀπδὐισης εἰς οὐδὲν λογισθήσεται

σύ με προείλω βασιλέα λαοῦ σου

καὶ δικαστὴν υἱῶν σου καὶ θυγατέρων·

εἶπας οἰκοδομῆσαι ναὸν ἐν ὄρει ἁγίῳ σου,

καὶ ἐν πόλει κατασκηνώσεώς σου θυσιαστήριον,

μίμημα σκηνῆς ἁγίας ἣν προητοίμασας ἀπʼ ἀρχῆς.

καὶ μετὰ σοῦ ἡ σοφία ἡ εἰδυῖα τὰ ἔργα σου,

καὶ παροῦσα ὅτε ἐποίεις τὸν κόσμον,

καὶ ἐπισταμένη τί ἀρεστὸν ἐν ὀφθαλμοῖς σου

καὶ τί εὐθὲς ἐν ἐντολαῖς σου.

ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίων οὐρανῶν,

καὶ ἀπὸ θρόνου δόξης σου πέμψον αὐτήν·

ἴνα συνπαροῦσά μοι κοπιάσῃ,

καὶ γνῶ τί εὐάρεστόν ἐστιν παρὰ σοί.

οἶδε γὰρ ἐκείνη πάντα καὶ συνίει,

καὶ ὁδηγήσει με ἐν ταῖς πράξεσί μου σωφρόνως.

καὶ φυλάξει με ἐν τῆ δόξῃ αὐτῆς·

καὶ ἔσται προσδεκτὰ τὰ ἔργα μου,

καὶ διακρινῶ τὸν λαόν σου δικαίως,

καὶ ἔσομαι ἄξιος θρόνων πατρός μου.

τίς γὰρ ἄνθρωπος γνώσεται βουλὴν θεοῦ;

ἢ τίς ἐνθυμηθήσεται τί θέλει ὁ κύριος

λογισμοὶ γὰρ θνητῶν δειλοί,

καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι ἡμῶν·

φθαρτὸν γὰρ σῶμα βαρύνει ψυχήν.

καὶ βρίθει τὸ γεῶδες σκῆνος νοῦν πολυφρόντιδα.

καὶ μόλις εἰκάζομεν τὰ ἐπὶ γῆς.

καὶ τὰ ἐν χερσὶν εὑρίσκομεν μετὰ πόνου·

τὰ δὲ ἐν οὐρανοῖς τίς ἐξιχνίασεν;

βουλὴν δέ σου τίς ἔγνω, εἰ μὴ σὺ ἔδωκας σοφίαν

καὶ ἔπεμψας τὸ ἅγιόν σου πνεῦμα ἀπὸ ὐψίσταων

καὶ οὕτως διωρθώθησαν αἱ τρὰβοι τῶν ἐπὶ γῆς.

καὶ τὰ ἀρεστά σου ἐδιδάχθησαν ἄνθρωποι,

καὶ τῇ σοφίᾳ ἐσώθησαν.

Chapter 10

Αὕτη πρωτόπλαστον πατέρα κόσμου

μόνον κτισθέντα διεφύλαξεν,

καὶ ἐξείλατο αὐτὸν ἐκ παραπτώματος ἰδίου,

ἔδωκέν τε αὐτῷ ἰσχὺν κρατῆσαι ἁπάντων.

ἀποστὰς δὲ ἀπʼ αὐτῆς ἄδικος ἐν ὀργῇ αὐτοῦ

ἀδελφοκτόνοις συναπώλετο θυμοῖς·

δι ὃν κατακλυζομένην γῆν πάλιν διέσωσεν σοφία,

δι εὐτελοῦς ξύλου τὸν δίκαιον κυβερνήσασα.

αὕτη καὶ ἐν ὁμονοίᾳ πονηρίας ἐθνῶν συγχυθέντων

εὗρεν τὸν δίκαιον, καὶ ἐτήρησεν αὐτὸν ἄμεμπτον θεῷ,

καὶ ἐπὶ τέκνου σπλάγχνοις ἰσχυρὸν ἐφύλαξεν.

αὕτη δίκαιον ἐξαπολλυμένων ἀσεβῶν ἐρρύσατο

φυγόντα πῦρ καταβάσιον Πενταπόλεως·

ἧς ἔτι μαρτύριον τῆς πονηρίας

καπνιζομένη καθέστηκε χέρσος,

καὶ ἀτελέσιν ὥραις καρποφοροῦντα φυτά,

ἀπιστούσης ψυχῆς μνημεῖον ἑστηκυῖα στήλη ἁλός.

σοφίαν γὰρ παροδεύσαντες

οὐ μόνον ἐβλάβησαν τοῦ μὴ γνῶναι τὰ καλά,

ἀλλὰ καὶ τῆς ἀφροσύνης ἀπέλιηον τῷ βίῳ μνημόσυνον,

ἵνα ἐν οἷς ἐσφάλησαν μηδὲ λαθεῖν δυνηθῶσιν.

σοφία δὲ τοὺς θεραπεύσαντας αὐτὴν ἐκ πόνων ἐρρύσατο.

αὕτη φυγάδα ὀργῆς ἀδελφοῦ δίκαιον

ὡδήγησεν ἐν τρίβοις εὐθείαις·

ἔδειξεν αὐτῷ βασιλείαν θεοῦ,

καὶ ἔδωκεν αὐτῷ γνῶσιν ἁγίων·

εὐπόρησεν αὐτὸν ἐν μόχθοις,

καὶ ἐπλήθυνεν τοὺς πόνους αὐτοῦ·

ἐν πλεονεξίᾳ κατισχυόντων αὐτὸν παρέστη,

καὶ ἐπλούτισεν αὐτόν·

δεφύλαξεν αὐτὸν ἀπὸ ἐχθρῶν,

καὶ ἀπὸ ἐνεδρευόντων ἠσφαλίσατο,

καὶ ἀγῶνα ἰσχυρὸν ἐβράβευσεν αὐτῷ,

ἵνα γνῷ ὅτι παντὸς δυνατωτέρα ἐστὶν εὐσέβεια.

αὕτη πραθέντα δίκαιον οὐκ ἐγκατέλιπεν,

ἀλλὰ ἐξ ἁμαρτίας ἐρρύσατο αὐτόν·

συνκατέβη αὐτῷ εἰς λάκκον.

καὶ ἐν δεσμοῖς οὐκ ἀφῆκεν αὐτόν,

ἕως ἤνεγκεν αὐτῷ σκῆπτρα βασιλείας

καὶ ἐξουσίαν τυραννούντων αὐτοῦ·

ψευδεῖς τε ἔδεξεν τοὺς μωμησαμένους αὐτόν,

καὶ ἔδωκεν αὐτῷ δόξαν αἰώνιον.

αὕτη λαὸν ὅσιον καὶ σπέρμα ἄμεμπτον ἐρρύσατο ἐξ ἔθνους

θλβόντων.

εἰσῆλθεν εἰς ψυχὴν θεράποντος Κυρίου,

καὶ ἀντέστη βασιλεῦσιν φοβεροῖς ὀν τέρασι καὶ σημείοις.

ἀπέδωκεν ὁσίοις μισθὸν κόπων αὐτῶν,

ὡδήγησεν αὐτοὺς ἐν ὁδῷ θαυμαστῇ,

καὶ ἐγένετο αὐτοῖς εἰς σκέπην ἡμέρας

καὶ εἰς φλόγα ἄστρων τὴν νύκτα.

διεβίβασεν αὐτοὺς θάλασσαν ἐρυθράν,

καὶ διήγαγεν αὐτοὺς δι᾿ ὕδατος πολλοῦ·

τοὺς δὲ ἐχθροὺς αὐτῶν κατέκλυσεν,

καὶ ἐκ βάθους ἀβύσσου ἀνέβρασεν αὐτούς.

διὰ τοῦτο δίκαιοι ἐσκύλευσαν ἀσεβεῖς,

καὶ ὕμνησαν, Κύριε, τὸ ὄνομα τὸ ἅγιόν σου,

τήν τε ὑπέρμαχόν σου χεῖρα ᾔνεσαν ὁμοθυμαδόν·

ὅτι ἡ σοφία ἤνοιξεν στόμα κωφῶν,

καὶ γλώσσας νηπίων ἔθηκεν τρανάς.

Chapter 11

Εὐόδωσεν τὰ ἔργα αὐτῶν ἐν χειρὶ προφήτου ἁγίου.

διώδευσαν ἔρημον ἀοίκητον,

καὶ ἐν ἀβάτοις ἔπηξαν σκηνάς·

ἀντέστησαν πολεμίοις, καὶ ἠμύναντο ἐχθρούς.

ἐδίψησαν καὶ ἐπεκαλέσαντό σε,

καὶ ἐδόθη αὐτοῖς ἐκ πέτρας ἀκροτόμου ὕδωρ,

καὶ ἴαμα δίψης ἐκ λίθου σκληροῦ.

δι᾿ ὧν γὰρ ἐκολάσθησαν οἱ ἐχθροὶ αὐτῶν,

(⁶)διὰ τούτων αὐτοὶ ἀποροῦντες εὐεργετήθησαν.

ἀντὶ μὲν πηγῆς ἀενάου ποταμοῦ

αἵματι λυθρώδει ταραχθέντες

εἰς ἔλεγχον νηπιοκτόνου διατάγματος,

ἔδωκας αὐτοῖς δαψιλὲς ὕδωρ ἀνελπίστως, 8 δείξας

διὰ τοῦ τότε δίψους πῶς τοὺς ὑπεναντίους ἐκόλασας.

ὅτε γὰρ ἐπειράσθησαν, καίπερ ἐν ἐλέει παιδευόμενοι,

ἔγνωσαν πῶς ἐν ὀργῇ κρινόμενοι ἀσεβεῖς ἐβασανίζοντο·

τούτους μὲν γὰρ ὡς πατὴρ νουθετῶν ἐδοκίμασας,

ἐκείνους δὲ ὡς ἀπότομος βασιλεὺς καταδικάζων ἐξήτασας.

καὶ ἀπόντες δὲ καὶ παρόντες ὁμοίως ἐτρύχοντο·

διπλῆ γὰρ αὐτοὺς ἔλαβεν λύπη

καὶ στεναγμὸς μνημῶν τῶν παρελθουσῶν.

ὅτε γὰρ ἤκουσαν διὰ τῶν ἰδίων κολάσεων

εὐεργετουμένους αὐτούς, ᾔσθοντο τοῦ κυρίου.

τὸν γὰρ ἐν ἐκθέσει πάλαι ῥιφέντα ἀπεῖπον χλευάζοντες·

ἐπὶ τέλει τῶν ἐκβάσεων ἐθαύμασαν,

οὐχ ὅμοια δικαίοις διψήσαντες.

ἀντὶ δὲ λογισμῶν ἀσυνέτων ἀδικίας αὐτῶν,

ἐν οἷς πλανηθέντες ἐθρήσκευον ἄλογα ἑρπετὰ καὶ κνώδαλα

εὐτελῆ,

ἐπαπέστειλας αὐτοῖς πλῆθος ἀλόγων ζῴων εἰς ἐκδίκησιν,

ἵνα γνῶσιν ὅτι δι᾿ ὧν τις ἁμαρτάνει, διὰ τούτων

κολάζεται.

οὐ γὰρ ἠπόρει ἡ παντοδύναμός σου χεὶρ

καὶ κτίσασα τὸν κόσμον ἐξ ἀμόρφου ὕλης

ἐπιπέμψαι αὐτοῖς πλῆθος ἄρκων ἢ θρασεῖς λέοντας.

ἢ νεοκτίστους θυμοῦ πλήρεις θῆρας ἀγνώστους,

ἤτοι πυρπνόον φυσῶντας ἆσθμα,

ἢ βρόμους λικμωμένους καπνοῦ,

ἢ δεινοὺς ἀπʼ ὀμμάτων σπινθῆρας ἀστράπτοντας,

ὧν οὐ μόνον ἡ βλάβη ἠδύνατο συνεκτρῖψαι αὐτούς,

ἀλλὰ καὶ ἡ ὄψις ἐκφοβήσασα διολέσαι.

καὶ χωρὶς δὲ τούτων ἑνὶ πνεύματι πεσεῖν ἐδύναντο

ὑπὸ τῆς δίκης διωχθέντες,

καὶ λικμηθέντες ὑπὸ πνεύματος δυνάμεώς σου·

ἀλλὰ πάντα μέτρῳ καὶ ἀριθμῷ καὶ σταθμῷ διέταξας.

τὸ γὰρ μεγάλως ἰσχύειν πάρεστίν σοι πάντοτε,

καὶ κράτει βραχίονός σου τίς ἀντιστήσεται;

ὅτι ὡς ῥοπὴ ἐκ πλαστίγγων ὅλος ὁ κόσμος ἐναντίον σου,

καὶ ὡς ῥανὶς δρόσου ὀρθρινὴ κατελθοῦσα ἐπὶ γῆν.

ἐλεεῖς δὲ πάντας, ὅτι πάντα δύνασαι,

καὶ παρορᾷς ἁμαρτήματα ἀνθρώπων εἰς μετάνοιαν.

ἀγαπᾷς γὰρ τὰ ὄντα πάντα, καὶ οὐδὲν βδελύσσῃ ὧν

ἐποησας,

οὐδέ γὰρ ἂν μισῶν τι κατεσκεύασας.

πῶς δὲ ἔμεινεν ἄν τι εἰ μὴ σὺ ἠθέλησας,

ἢ τὸ μὴ κληθὲν ὑπὸ σοῦ διετηρήθη;

φείδῃ δὲ πάντων, ὅτι σά ἐστιν, Δέσποτα φιλόψυχε.

Chapter 12

τ…

The complete text is available when the reading interface loads.