Ἐκκλησιαστικός
- Scientific editors
- John Henry Arthur Hart
- Edition reference
- Ecclesiasticus · Cambridge · Cambridge University Press · 1909
- CTS identifier
urn:cts:greekLit:tlg0527.tlg034.local002- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
EKKΛHΣIAΣTIKOΣ
Σοφία Ἰησοῦ υἱοῦ Σιράχ:
Ἰησοῦς οὗτος Σιρὰχ μὲν ἦν υἱός, ἔγγονος δὲ Ἰησοῦ ὁμωνύμου αὐτῷ· οὗτος οὖν ἐν χρόνοις κάτω γέγονε μετὰ τὴν αἰχμαλωσίαν καὶ ἀνάκλησιν, καὶ μετὰ τοὺς προφήτας σχεδὸν ἅπαντας· ὁ οὖν πάππος αὐτοῦ Ἰησοῦς, καθὰ καὶ αὐτὸς μαρτυριῶ, φιλόπονός τε γέγονεν ἀνὴρ ἐν Ἑβραίοις καὶ φρονιμώτατος, ὃς οὐ μόνον τὰ ἑτέρων τῶν πρὸ αὐτοῦ συνετῶν ἀνδρῶν ἀποφθέγματα συνήγαγεν, ἀλλὰ καὶ αὐτὸς ἴδιά τινα ἀπεφθέγξατο, πολλῆς συνέσεως καὶ σοφίας γέμοντα· ἐπεὶ οὖν τὴν βίβλον ταύτην ὁ πρῶτος Ἰησοῦς σχεδόν τι συνειλεγμένην καταλιπὼν ἐξ ἀνθρώπων ᾤχετο, Σιρὰχ οὗτος μετ’ αὐτὸν πάλιν λαβὼν τῷ οἰκείῳ παιδὶ κατέλιπεν Ἰησοῦ· ὃς δὴ αὐτῆς λαβόμενος, εἰς ἓν ἅπασαν ἐναρμόνιον σύνταγμα συνήγαγε, σοφίαν ἐπί τε αὐτοῦ καὶ τῷ τοῦ πατρὸς ἀλλὰ μὴν καὶ τᾷ πάππου ὀνόματι ἐκληκώς, ἐξ αὐτοῦ τοῦ τῆς σοφίας ὀνόματος ἀγαπητῶς μᾶλλον ἔχειν τὸν ἀκροατὴν πρὸς τὴν αὐτῆς τῆς βίβλου μελέτην ἐπισπώμενος. λόγους οὖν φρονήσεως αἰνίγματά τε καὶ παραβολὰς περιέχει, καὶ μερικάς τινας παλαιὰς θεοφιλεῖς ἱστορίας, περί τε ἀνδρῶν εὐαρεστησάντων τῷ θεῷ, καὶ εὐχὴν καὶ ὕμνον αὐτοῦ· ἔτι δὲ ὧν ὁ θεὸς εὐεργεσιῶν ἠξίωσε τὸν λαὸν αὐτοῦ, καὶ ὧν ἔπλησε κακῶν τοὺς ἐχθροὺς αὐτῶν. ὀπαδὸς τοῦ Σολόμωντος οὗτος ὁ Ἰησοῦς γέγονεν, οὐδὲν ἧττον ἐκείνου περὶ τὴν σοφίαν καὶ παιδείαν εὐδοκιμήσας, πολυμαθὴς ἀληθῶς καὶ ὢν καὶ καλούμενος.
Chapter 1
Πᾶσα σοφία παρὰ κυρίου, καὶ μετ’ αὐτοῦ ἐστιν εἰς τὸν αἰῶνα.
ἄμμον θαλασσῶν καὶ σταγόνας ὑετοῦ καὶ ἡμέρας αἰῶνος τίς ἐξαριθμήσει;
ὕψος οὐρανοῦ καὶ πλάτος γῆς καὶ ἄβυσσον καὶ σοφίαν τίς ἐξιχνιάσει;
προτέρα πάντων ἔκτισται σοφία, καὶ σύνεσις φρονήσεως ἐξ αἰῶνος.
πηγὴ σοφίας λόγος θεοῦ ἐν ὑψίστοις· καὶ αἱ πορεῖαι αὐτῆς ἐντολαὶ αἰώνιοι.
ῥίζα σοφίας τίνι ἀπεκαλύφθη;
καὶ τὰ πανουργεύματα αὐτῆς τίς ἔγνω;
εἷς ἐστι σοφός, φοβερὸς σφόδρα, καθήμενος ἐπὶ τοῦ θρόνου αὐτοῦ.
κύριος αὐτὸς ἔκτισεν αὐτήν, καὶ εἶδε καὶ ἐξηρίθμησεν αὐτήν, καὶ ἐξέχεεν αὐτὴν ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ,
μετὰ πάσης σαρκὸς κατὰ τὴν δόσιν αὐτοῦ, καὶ ἐχορήγησεν αὐτὴν τοῖς ἀγαπῶσιν αὐτόν.
φόβος κυρίου δόξα καὶ καὶ εὐφροσύνη καὶ στέφανος ἀγαλλιάματος.
φόβος κυρίου τέρψει καρδίαν, καὶ δώσει εὐφροσύνην καὶ χαρὰν καὶ μακροημέρευσιν.
τῷ φοβουμένῳ τὸν κύριον εὖ ἔσται ἐπ’ ἐσχάτων, καὶ ἐν ἡμέρᾳ τελευτῆς αὐτοῦ εὐλογηθήσεται.
ἀρχὴ σοφίας φοβεῖσθαι τὸν κύριον, καὶ μετὰ πιστῶν ἐν μήτρᾳ συνεκτίσθη αὐτοῖς·
μετὰ ἀνθρώπων θεμέλιον αἰῶνος ἐνόσσευσε, καὶ μετὰ τοῦ σπέρματος αὐτῶν ἐμπιστευθήσεται.
πλησμονὴ σοφίας φοβεῖσθαι τὸν κύριον, καὶ μεθύσκει αὐτοὺς ἀπὸ τῶν καρπῶν αὐτῆς·
πάντα τὸν οἶκον αὐτῶν ἐνέπλησεν ἐπιθυμημάτων αὐτῆς, καὶ τὰ ἀποδοχεῖα ἀπὸ τῶν γενημάτων αὐτῆς.
ἀμφότερα δέ ἐστι δῶρα θεοῦ εἰς εἰρήνην.
στέφανος σοφίας φοβεῖσθαι τὸν κύριον, ἀναθάλλων εἰρήνην 147 2 καὶ ὑγίειαν ἰάσεως. πλατύνει δὲ καύχησιν τοῖς ἀγαπῶσιν αὐτόν·
ἐπιστήμην καὶ γνῶσιν συνέσεως ἐξώμβρισεν ἡ σοφία, καὶ δόξαν κρατούντων αὐτὴν ἀνύψωσε.
ῥίζα σοφίας φοβεῖσθαι τὸν κύριον, καὶ οἱ κλάδοι αὐτῆς μακροημέρευσις. φόβος κυρίου ἀπωθεῖται ἁμαρτήματα, παραμένων δὲ ἀποστρέφει ὀργήν·
οὐ δυνήσεται θυμώδης ἀνὴρ δικαιωθῆναι·
ἡ γὰρ ῥοπὴ τοῦ θυμοῦ αὐτοῦ πτῶσις αὐτῷ.
ἕως καιροῦ ἀνέξεται μακρόθυμος, καὶ ὕστερον αὐτῷ ἀναδώσει εὐφροσύνη.
ἕως καιροῦ κρύψει τοὺς λόγους αὐτοῦ, καὶ χείλη πολλῶν ἐκδιηγήσεται σύνεσιν αὐτοῦ.
ἐν θησαυροῖς σοφίας παραβολαὶ ἐπιστήμης, βδέλυγμα δὲ ἁμαρτωλῷ θεοσέβεια.
ἐπιθυμήσας σοφίαν διατήρησον ἐντολάς, καὶ Κύριος χορηγήσει σοι αὐτήν.
σοφία γὰρ καὶ παιδεία φόβος κυρίου, καὶ εὐδοκία αὐτοῦ πίστις καὶ πρᾳότης.
μὴ ἀπειθήσῃς φόβῳ Κυρίου ἐνδεὴς ὤν, καὶ μὴ προσέλθῃς αὐτῷ ἐν καρδίᾳ δισσῇ.
μὴ ὑποκριθῇς ἐν στόμασιν ἀνθρώπων, καὶ ἐν τοῖς χείλεσί σου μὴ πρόσεχε.
μὴ ἐξύψου σεαυτόν, ἵνα μὴ πέσῃς καὶ ἐπαγάγῃς τῇ ψυχῇ σου ἀτιμίαν,
καὶ ἀποκαλύψει κύριος τὰ κρυπτά σου πάντα, καὶ ἐν μέσῳ συναγωγῆς καταβαλεῖ σε. ὅτι οὐ προσῆλθες ἐν ἀληθείᾳ τῷ φόβῳ τοῦ κυρίου, καὶ ἢ καρδία σου πλήρης δόλου.
Περὶ ὑπομονῆς
τέκνον, εἰ προσέρχῃ δουλεύειν τῷ κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν.
εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον, καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς·
κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ’ ἐσχάτων σου.
πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι δέξαι ἀσμένως, καὶ ἐν ἀλλάγματι 148 1 ταπεινώσεως σου μακροθύμησον·
ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσός, καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως.
πίστευσον αὐτῷ καὶ ἀντιλήψεταί σου·
καὶ εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπ’ αὐτόν.
οἱ φοβούμενοι τὸν κύριον, πιστεύσατε αὐτῷ καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν. οἱ φοβούμενοι τὸν κύριον, ἐλπίσατε εἰς ἀγαθά, καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἐλέους.
οἱ φοβούμενοι τὸν κύριον, ἀναμείνατε τὸ ἔλεος αὐτοῦ, καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ πέσητε.
ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε· τίς ἐνεπίστευσε κυρίῳ καὶ κατῃσχύνθη ; ἢ τίς ἐνέμεινε τῷ φόβῳ αὐτοῦ καὶ ἐγκατελείφθη; ἢ τίς ἐπεκαλέσατο αὐτόν, καὶ ὑπερεῖδεν αὐτόν;
διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ κύριος, μακρόθυμος καὶ πολυέλεος, καὶ ἀφίησιν ἁμαρτίας καὶ σώζει ἐν καιρῷ θλίψεως.
οὐαὶ καρδίαις δειλαῖς καὶ χερσὶ παρειμέναις, καὶ ἁμαρτωλῷ ἐπιβαίνοντι δύο τρίβους.
οὐαὶ καρδίᾳ παρειμένη, ὅτι οὐ πιστεύει· διὰ τοῦτο οὐ σκεπασθήσεται.
οὐαὶ ὑμῖν τοῖς ἀπολωλεκόσι τὴν ὑπομονήν· καὶ τί ποιήσετε ὅταν ἐπισκέπτηται κύριος;
οἱ φοβούμενοι κύριον οὐκ ἀπειθήσουσι ῥήμασιν αὐτοῦ, καὶ οἱ ἀγαπῶντες αὐτὸν συντηρήσουσι τὰς ὁδοὺς αὐτοῦ.
οἱ φοβούμενοι Κύριον ζητήσουσιν εὐδοκίαν παρ’ αὐτοῦ, καὶ οἱ ἀγαπῶντες αὐτὸν πλησθήσονται τοῦ νόμου.
οἱ φοβούμενοι κύριον ἑτοιμάσουσι καρδίας αὐτῶν, καὶ ἐνώπιον αὐτοῦ ταπεινώσουσι τὰς ψυχὰς αὐτῶν.
ἐμπεσούμεθα εἰς χεῖρας θεοῦ καὶ οὐκ εἰς χεῖρας ἀνθρώπων· ὡς γὰρ ἡ μεγαλωσύνη αὐτοῦ, οὕτως καὶ τὸ ἔλεος αὐτοῦ.
Chapter 3
ἐμοῦ τοῦ πατρὸς ἀκούσατε, τέκνα, καὶ οὕτως ποιήσατε, ἵνα σωθῆτε.
ὁ γὰρ κύριος ἐδόξασε πατέρα ἐπὶ τέκνοις, καὶ κρίσιν μητρὸς ἐστεπρέωσεν 148 2 ἐφ’ υἱούς.
ὁ τιμῶν πατέρα ἐξιλάσεται ἁμαρτίας· καὶ ὡς ἀποθησαυρίζων ὁ δοξάζων μητέρα αὐτοῦ.
ὁ τιμῶν πατέρα εὐφρανθήσεται ἐπὶ τέκνοις,
καὶ ἐν ἡμέρᾳ προσευχῆς αὐτοῦ εἰσακουσθήσεται.
ὁ δοξάζων πατέρα μακροημερεύσει, καὶ ὁ εἰσακούων κυρίου ἀναπαύσει μητέρα αὐτοῦ.
ὁ φοβούμενος Κύριον τιμήσει πατέρα, 3 Cod. ἐξιλάσκεται καὶ ὡς δεσπόταις δουλεύσει τοῖς γεννήσασιν αὐτόν.
ἐν ἔργῳ καὶ λόγῳ τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, ἵνα ἐπέλθῃ σοι εὐλογία παρ’ αὐτῶν·
εὐλογία γὰρ πατρὸς στηρίζει οἴκους τέκνων, κατάρα δὲ μητρὸς ἐκριζοῖ θεμέλια.
μὴ δοξάζου ἐν ἀτιμίᾳ πατρός σου, οὐ γάρ ἐστί σοι δόξα πατρὸς ἀτιμία·
ἡ γὰρ δόξα ἀνθρώπου ἐκ τιμῆς πατρὸς αὐτοῦ, καὶ ὄνειδος τέκνοις μήτηρ ἐν ἀδοξίᾳ.
τέκνον ἀντιλαβοῦ ἐν γήρᾳ πατρός σου, καὶ μὴ λυπήσῃς αὐτὸν ἐν ζωῇ σου.
καὶ ἐὰν ἀπολείπῃ σύνεσιν, συγγνώμην ἔχε, καὶ μὴ ἀτιμάσῃς αὐτὸν ἐν πάση ἰσχύι σου·
ἐλεημοσύνη γὰρ πατρός σου οὐκ ἐπιλησθήσεται, καὶ ἀντὶ ἁμαρτιῶν προσανοικοδομηθήσεταί σοι·
ἐν ἡμέρᾳ θλίψεως ἀναμνησθήσεταί σου· ὡς εὐδία ἐπὶ παγετῷ, οὕτως ἀναλυθήσονταί σου αἱ ἁμαρτίαι.
ὡς βλάσφημος ὁ ἐγκαταλείπων πατέρα αὐτοῦ, καὶ κεκατηραμένος ὑπὸ κυρίου ὁ παροργίζων μητέρα αὐτοῦ.
τέκνον, τὰ ἔργα σου ἐν πρᾳότητι διεξάγαγε, καὶ ὑπὸ ἀνθρώπου δεκτοῦ ἀγαπηθήσῃ.
ὅσῳ μέγας εἶ, τοσούτῳ ταπείνου σεαυτόν, καὶ ἔναντι κυρίου εὑρήσεις χάριν.
πολλοί εἰσιν ὑψηλοὶ καὶ ἐπίδοξοι· ἀλλὰ πρᾳέσιν ἀποκαλύπτεται μυστήρια.
ὅτι μεγάλη ἡ δυναστεία Κυρίου, καὶ ὑπὸ τῶν ταπεινῶν δοξάζεται.
χαλεπώτερά σου μὴ ζήτει ἀναισθήτως, καὶ ἰσχυρότερά σου μὴ ἐξέταζε ἀφροσύνῃ.
ἃ προσετάγη σοι, ταῦτα διανοοῦ ὁσίως· οὐ γάρ ἐστί σοι χρεία τῶν κρυπτῶν βλέπειν ὀφθαλμοῖς.
ἐν τοῖς περισσοῖς τῶν λόγων σου μὴ περιεργάζου· πλείονα γὰρ συνέσεως ἀνθρώπων ὑπεδείχθη σοι.
πολλοὺς ἐπλάνησεν ἡ ὑπόληψις αὐτῶν ἡ ματαία, καὶ ὑπόνοια πονηρὰ ὠλίσθησε διανοίας αὐτῶν.
κόρας μὴ ἔχων ἀπορήσεις φωτός, γνώσεως δὲ ἀμοιρῶν μὴ ἐπαγγέλλου. καρδία σκληρὰ κακωθήσεται ἐπ’ ἐσχάτων,
καὶ ὁ ἀγαπῶν κίνδυνον ἐν αὐτῷ ἀπολεῖται.
καρδία σκληρὰ βαρυνθήσεται πόνοις, καὶ ὁ ἁμαρτωλὸς προσθήσει ἁμαρτίας ἐφ’ ἁμαρτίας.
ἐν ἐπαγωγῆ ὑπερηφάνου οὐκ ἔστιν ἴασις,
ὁδοιπορίαι αὐτοῦ ἐκριζωθήσονται, φυτὸν γὰρ πονηρίας ἐρρίζωκεν ἐν αὐτῷ.
καρδία συνετοῦ διανοηθή- σεται παραβολήν, καὶ οὖς ἀκροατοῦ ἐπιθυμία σοφοῦ.
πῦρ φλογιζόμενον ἀποσβέσει ὕδωρ, καὶ ἐν ἐλεημοσύναις ἐξιλάσεται ἁμαρτίας.
καὶ Κύριος ὁ ἀνταποδιδοὺς χάριτας μέμνηται εἰς τὰ μετὰ ταῦτα, καὶ ἐν καιρῷ πτώσεως αὐτοῦ εὑρήσει στήριγμα.
Chapter 4
τέκνον, τὴν ζωὴν τοῦ πτωχοῦ μὴ ἀποστερήσῃς, καὶ μὴ παρελκύσῃς ὀφθαλμοὺς ἐπιδεεῖς.
ψυχὴν πεινῶσαν μὴ λυπήσῃς, καὶ μὴ παρελκύσῃς ἄνδρα ἐν ἀπορίᾳ αὐτοῦ.
καρδίαν παρωρηισμένην μὴ προσταράξῃς, καὶ μὴ παρελκύσῃς δόσιν προσδεομένου.
ἱκέτην θλιβόμενον μὴ ἀπαναίνου, καὶ μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ πτωχοῦ.
ἀπὸ δεομένου μὴ ἀποστρέψῃς ὀφθαλμόν, καὶ μὴ δῷς τόπον ἀνθρώπῳ καταράσασθαί σε.
καταρωμένου γάρ σε ἐν πικρίᾳ ψυχῆς αὐτοῦ, τῆς δεήσεως αὐτοῦ εἰσακούσεται ὁ ποιήσας αὐτόν.
προσφιλῆ σεαυτὸν ποίει συναγωγῇ, καὶ μεγιστᾶνι ταπείνου τὴν κεφαλήν σου.
κλῖνον τὸ οὖς σου πτωχῷ ἀλύπως, καὶ ἀποκρίθητι αὐτῷ εἰρηνικὰ ἐν πρᾳότητι.
ἐξελοῦ ἀδικούμενον ἐκ χειρὸς ἀδικοῦντος, καὶ μὴ ὀλιγοψυχήσῃς ἐν τῷ κρίνειν σε.
γίνου ὀρφανῷ ὡς πατήρ, ἀντὶ ἀνδρὸς τῇ μητρὶ αὐτῶν· καὶ ἔση ὡς υἱὸς Ὑψίστου, καὶ ἀγαπήσει σε μᾶλλον ἡ μήτηρ σου.
ἡ σοφία υἱοὺς ἑαυτῆς ἀνύψωσε, καὶ ἐπιλαμβάνεται ζητούντων αὐτήν.
ὁ ἀγαπῶν αὐτὴν ἀγαπᾷ ζωήν, καὶ οἱ ὀρθρίζοντες πρὸς αὐτὴν ἐμπλησθήσονται εὐφροσύνης·
ὁ κρατῶν αὐτῆς κληρονομήσει δόξαν, καὶ οὗ εἰσπορεύεται εὐλογεῖ Κύριος.
οἱ λατρεύοντες αὐτῇ λειτουργήσουσιν ἁγίῳ, καὶ τοὺς ἀγαπῶντας αὐτὴν ἀγαπᾷ Κύριος·
ὁ ἐπακούων αὐτῆς κρινεῖ ἔθνη, καὶ ὁ προσέχων αὐτῇ
κατασκηνώσει πεποιθώς. ἐὰν ἐμπιστεύσῃ, κατακληρονομήσει αὐτήν, καὶ ἐν κατασχέσει ἔσονται αἱ γενεαὶ αὐτῶν.
ὅτι διεστραμμένως πορεύσεται μετ’ αὐτοῦ ἐν πρώτοις, φόβον καὶ δειλίαν ἐπάξει ἐπ’ αὐτόν, καὶ βασανίσει αὐτὸν ἐν παιδείᾳ αὐτῆς,
ἕως οὗ ἐμπιστεύσῃ τῆ ψυχῇ αὐτοῦ, καὶ πειράσῃ αὐτὸν ἐν τοῖς δικαιώμασιν αὐτῆς.
καὶ πάλιν ἐπανήξει κατ’ εὐθεῖαν 31 Cod. μεταταῦτα 17 Cod. δικαιώμασιν αὐτοῖς πρὸς αὐτὸν καὶ εὐφρανεῖ αὐτόν, καὶ ἀποκαλύψει αὐτῷ τὰ κρυπτὰ αὐτῆς.
ἐὰν ἀποπλανηθῇ, ἐγκαταλείψει αὐτόν, καὶ παραδώσει αὐτὸν εἰς χεῖρας πτώσεως αὐτοῦ.
συντήρησον καιρὸν καὶ φύλαξαι ἀπὸ πονηροῦ, καὶ μὴ αἰσχυνθῇς περὶ τῆς ψυχῆς σου·
ἔστι γὰρ αἰσχύνη ἐπάγουσα ἁμαρτίαν, καὶ ἔστιν αἰσχύνη δόξα καὶ χάρις.
μὴ λάβης πρόσωπον κατὰ 150 1 τῆς ψυχῆς σου, καὶ μὴ ἐντραπῇς εἰς πτῶσίν σου.
μὴ κωλύσῃς λόγον ἐν καιρῷ σωτηρίας· καὶ μὴ κρύψῃς τὴν σοφίαν σου εἰς καλλονήν.
ἐν γὰρ λόγῳ γνωσθήσεται σοφία, καὶ παιδεία ἐν ῥήμασι γλώσσης.
μὴ ἀντίλεγε τῇ ἀληθείᾳ κατὰ μηδὲ ἕν, καὶ περὶ ψεύσματος τῆς ἀπαιδευσίας σου ἐντράπηθι·
μὴ αἰσχυνθῇς ὁμολογῆσαι ἐφ’ ἁμαρτίαις σου, καὶ μὴ βιάζου ἄζου ῥοῦν ποταμοῦ.
μὴ ὑποστρώσῃς ἀνθρώπῳ μωρῷ σεαυτόν, καὶ μὴ λάβης πρόσωπον δυνάστου.
ἕως θανάτου ἀγώνισαι περὶ τῆς ἀληθείας, καὶ κύριος ὁ θεὸς πολεμήσει ὑπέρ σου.
μὴ γίνου θρασὺς ἐν τῆ γλώσσῃ σου, καὶ νωθρὸς καὶ παρειμένος ἐν τοῖς ἔργοις σου.
μὴ ἴσθι ὡς λέων ἐν τῇ οἰκίᾳ σου, καὶ φαντασιοκοπῶν ἐν τοῖς οἰκέταις σου.
μὴ ἔστω ἡ χείρ σου ἐκτεταμένη εἰς τὸ λαβεῖν, καὶ ἐν τῷ ἀποδιδόναι συνεσταλμένη.
Chapter 5
μὴ ἔπεχε ἐπὶ τοῖς χρήμασίν σου, καὶ μὴ εἴπῃς· αὐτάρκη μοί ἐστιν εἰς ζωήν.
μὴ ἐξακολούθει τῇ ψυχῇ σου καὶ τῇ ἰσχύι σου, τοῦ πορεύεσθαι ἐν ὁδοῖς καρδίας σου·
μὴ εἴπῃς· τίς με δυναστεύσει διὰ τὰ ἔργα μου; ὁ γὰρ κύριος ἐκδικῶν ἐκδικήσει σου τὴν ὕβριν.
μὴ εἴπῃς· ἥμαρτον, καὶ τί μοι ἐγένετο λυπηρόν ; ὁ γὰρ κύριός ἐστι μακρόθυμος· οὐ μή σε ἀνῇ.
περὶ ἐξιλασμοῦ μὴ ἄφοβος γίνου, ἐν πλεονασμῷ προσθεῖναι ἁμαρτίας ἐφ’ ἁμαρτίαις·
καὶ μὴ εἴπῃς· ὁ οἰκτιρμὸς αὐτοῦ πολύς, τὸ πλῆθος τῶν ἁμαρτιῶν μου ἐξιλάσεται. ἔλεος γὰρ καὶ ὀργὴ παρ’ αὐτῷ ταχυνεῖ, καὶ ἐπὶ τοὺς ἁμαρτωλοὺς καταπαύσει ὁ θυμὸς αὐτοῦ.
μὴ ἀναμείνῃς ἐπιστρέψαι ἐπὶ κύριον, καὶ μὴ ὑπερβάλλου ἡμέραν ἐξ ἡμέρας.
ἐξαπίνης γὰρ ἐξελεύσεται ὀργὴ Κυρίου, καὶ ὡς ἀμελήσεις ἐκτριβήσῃ, καὶ ἐν καιρῷ ἐκδικήσεως ἐξολῇ.
μὴ ἔπεχε ἐπὶ χρήμασιν ἀδικοῖς· οὐδὲν γὰρ ὠφελήσει ἐν ἡμέρᾳ ἑπαγωγῆς.
μὴ λίκμα ἐν πἀντὶ ἀνέμῳ, καὶ μὴ πορεύου ἐν πάσῃ ἀτραπῷ· οὕτως ὁ ἁμαρτωλὸς ὁ δίγλωσσος.
ἴσθι ἐστηριγμένος ἐν συνέσει σου ἀσφαλεῖ, καὶ εἷς ἔστω ὁ σου.
γίνου ταχὺς ἐν ἀκροάσει σου ἀγαθῇ, καὶ ἔστω ἐν ἡ ζωή σου, καὶ ἐν μακροθυμίᾳ φθέγγου ἀπόκρισιν ὀρθήν.
εἰ ἔστι σοι σύνεσις, ἀποκρίθητι τῷ πλησίον· εἰ δὲ μή, ἡ χείρ σου ἔστω ἐπὶ τῷ στόματί σου.
δόξα κοὶ ἀτιμία ἐν λαλιᾷ, καὶ γλῶσσα ἀνθρώπου πτῶσις αὐτῷ.
μὴ κληθήσῃς ψίθυρος, καὶ τῇ γλώσση σου μὴ ἐνέδρευε·
ἐπὶ γὰρ τῷ κλέπτῃ ἐστὶν αἰσχύνη μοχθηρά, καὶ κατάγνωσις πονηρὰ ἐπὶ διγλώσσῳ.
Chapter 6
ἐν μεγάλῳ καὶ ἐν μικρῷ μὴ ἀγνόει μηδὲ ἕν, καὶ ἀντὶ φίλου μὴ γίνου ἐχθρός·
ὄνομα γὰρ πονηρὸν αἰσχύνην καὶ ὄνειδος κληρονομήσει·
οὕτως ὁ ἁμαρτωλὸς δίγλωσσος ἀτιμίαν ἕξει.
μὴ ἐπάρης σεαυτὸν ἐν βουλῇ ψυχῆς σου, ἵνα μὴ διαρπαγῇ ὡς ταῦρος ἡ ψυχή σου·
τὰ φύλλα σου καταφάγεσαι καὶ τοὺς καρπούς σου ἀπολέσεις, καὶ ἀφήσεις σεαυτὸν ὡς ξηρὸν ξύλον.
ψυχὴ πονηρὰ ἀπολεῖ τὸν κτησάμενον αὐτήν, καὶ ἐπίχαρμα ἐχθρῶν ποιήσει αὐτήν.
λάρυγξ γλυκὺς πληθυνεῖ φίλους αὐτοῦ, καὶ γλῶσσα εὔλαλος πληθυνεῖ εὐπροσήγορα.
οἱ εἰρηνεύοντές σοι ἔστωσαν πολλοί, οἱ δὲ σύμβουλοί σου εἷς ἀπὸ χιλίων.
εἰ κτᾶσαι φίλον, ἐν περισπασμῷ κτῆσαι αὐτόν, καὶ μὴ ταχὺ ἐμπιστεύσῃς αὐτῷ σεαυτόν.
ἔστι γὰρ φίλος ἐν καιρῷ αὐτοῦ, καὶ οὐ μὴ παραμείνῃ ἐν ἡμέρᾳ θλίψεως σου.
καὶ ἔστι φίλος μετατιθέμενος εἰς ἔχθραν, καὶ μάχην ὀνειδισμοῦ σου ἀποκαλύψει·
καὶ ἔστι φίλος κοινωνὸς τραπεζῶν, καὶ οὐ μὴ παραμείνῃ ἐν ἡμέρᾳ θλίψεως σου.
καὶ ἐν τοῖς ἀγαθοῖς σου ὡς σύ, καὶ ἐπὶ τοὺς οἰκέτας σου παρρησιάσεται·
ἐὰν ταπεινωθῇς, ἔσται κατὰ σοῦ· καὶ ἀπὸ προσώπου σου κρυβήσεται.
ἀπὸ τῶν ἐχθρῶν σου διαχωρίσθητι, καὶ ἀπὸ τῶν φίλων σου πρόσεχε.
φίλος πιστὸς σκέπη κραταιά· ὁ δὲ εὑρὼν αὐτὸν εὗρε θη- 5 Cod. πληθύνει σαῦρόν.
φίλου πιστοῦ οὐκ ἔστιν ἀντάλλαγμα, καὶ οὐκ ἔστι σταθμὸς τῆς καλλονῆς αὐτοῦ.
φίλος πιστὸς φάρμακον ζωῆς, καὶ οἱ φοβούμενοι τὸν κύριον εὑρήσουσιν αὐτόν.
ὁ φοβούμενος Κύριον εὐθυνεῖ φιλίαν αὐτοῦ, ὅτι κατ’ αὐτὸν οὕτως καὶ οἱ πλησίον αὐτοῦ.
τέκνον, ἐκ νεότητός σου ἐπίλεξαι παιδείαν, καὶ ἕως πολιῶν εὑ ῥήσεις σοφίαν·
καὶ ἀνάμενε τοὺς ἀγαθοὺς καρποὺς αὐτῆς. ἐν γὰρ τῆ ἐργασίᾳ αὐτῆς ὀλίγον κοπιάσεις, καὶ ταχὺ φάγεσαι ἀπὸ τῶν γενημάτων αὐτῆς.
ὡς τραχεῖά ἐστι σφόδρα τοῖς ἀπαιδεύτοις, καὶ οὐκ ἐμμενεῖ ἐν αὐτῇ ἀκάρδιος.
ὡς λίθος δοκιμασίας ἰσχυρὸς ἔσται ἐπ’ αὐτῷ· καὶ οὐ χρονιεῖ ἀπορρίψαι αὐτήν.
σοφία γὰρ κατὰ τὸ ὄνομα αὐτῆς ἐστι, καὶ οὐ πολλοῖς ἐστι φανερά.
ἄκουσον, τέκνον, καὶ ἔκλεξαι γνώμην μου, καὶ μὴ ἀπαναίνου τὴν συμβουλίαν μου·
καὶ εἰσένεγκαι τοὺς πόδας σου εἰς τὰς πέδας αὐτῆς, καὶ εἰς τὸν κλοιὸν αὐτῆς τὸν τράχηλόν σου·
ὑπόθες τὸν ὦμόν σου καὶ βάσταξον αὐτήν, καὶ μὴ προσοχθίσῃς τοῖς δεσμοῖς αὐτῆς.
ἐν πάσῃ ψυχῇ σου πρόσελθε αὐτῇ, καὶ ἐν ὅλη δυνάμει σου συντήρησον τὰς ὁδοὺς αὐτῆς.
ἐξίχνευσον καὶ ζήτησον, καὶ γνωσθήσεταί σοι· καὶ ἐγκρατὴς 151 2 γενόμενος μὴ ἀφῇς αὐτήν·
ἐπ’ ἐσχάτων γὰρ εὑρήσεις τὴν ἀνάπαυσιν αὐτῆς, καὶ στραφήσεταί σοι εἰς εὐφροσύνην·
καὶ ἔσονταί σοι αἱ πέδαι αὐτῆς εἰς σκέπην ἰσχύος, καὶ οἱ κλοιοὶ αὐτῆς εἰς στολὴν δόξης.
κόσμος γὰρ χρύσεος ἐστιν ἐπ’ αὐτῆς, καὶ οἱ δεσμοὶ αὐτῆς κλῶσμα ὑακίνθινον·
στολὴν δόξης ἐνδύσῃ αὐτήν, καὶ στέφανον ἀγαλλιάματος περιθήσεις σεαυτῷ.
ἐὰν θέλῃς, τέκνον, παιδευθήσῃ, καὶ ἐὰν ἐπιδῷς τὴν ψυχήν σου, πανοῦργος ἔση.
ἐὰν ἀγαπήσῃς ἀκούειν, ἐκδέξῃ σύνεσιν, καὶ ἐὰν κλίνης τὸ οὖς σου, σοφὸς ἔση.
ἐν πλήθει πρεσβυτέρων στῆθι· καὶ τίς σοφός; αὐτῷ προσκολλήθητι.
πᾶσαν διήγησιν θείαν θέλε ἀκροᾶσθαι, καὶ παροιμίαι συνέσεως μὴ ἐκΦευγέτωσάν σε.
ἐὰν ἴδῃς ἄνδρα συνετόν, ὄρθριζε πρὸς αὐτόν, καὶ βαθμοὺς θυρῶν αὐτοῦ ἐκτριβέτω ὁ ποὺς σου.
διανοοῦ ἐν τοῖς προστάγμασι κυρίου τελείως, καὶ ἐν ταῖς ἐντολαῖς 28 Cod. ἐπεσχάτων 34 Cod. prima manu σοὶ : secunda σοφ ο αὐτοῦ μελέτα διὰ παντός. αὐτὸς στηριεῖ τὴν καρδίαν σου, καὶ ἡ ἐπιθυμία τῆς σοφίας δοθήσεταί σοι.
Chapter 7
μὴ ποίει κακά, καὶ οὐ μή σε καταλάβη κακά·
ἀπόστηθι ἀπὸ ἀδίκου, καὶ ἐκκλινεῖ ἀπὸ σοῦ ἁμαρτία.
υἱέ, μὴ σπεῖρε ἐπ’ αὔλακας ἀδικίας, καὶ οὐ μὴ θερίσῃς αὐτὰ ἑπταπλάσια.
μὴ ζήτει παρὰ Κυρίου ἡγεμονίαν, μηδὲ παρὰ βασιλέως καθέδραν δόξης.
μὴ δικαιοῦ ἔναντι κυρίου, καὶ παρὰ βασιλεῖ μὴ σοφίζου.
μὴ ζήτει γενέσθαι κριτής, καὶ οὐκ ἰσχύσεις ἐξᾶραι ἀδικίας·
μήποτε εὐλαβηθῇς ἀπὸ προσώπου δυνάστου, καὶ θήσεις σκάνδαλον ἐν εὐθύτητί σου.
μὴ ἁμάρτανε εἰς πλῆθος πόλεως, καὶ οὐ μὴ καταβάλῃς σεαυτὸν ἐν ὄχλῳ.
μὴ καταδεσμεύσῃς δὶς ἁμαρτίαν, ἐν γὰρ μιᾷ οὐκ ἀθῷος
ἔσῃ. μὴ εἴπῃς· τῷ πλήθει τῶν δώρων μου ἐπόψεται, καὶ ἐν τῷ προσενέγκαι με θεῷ ὑψίστῳ προσδέξεται.
μὴ ὀλιγοψυχήσῃς ἐν τῇ προσευχῇ σου, καὶ ἐλεημοσύνην ποιῆσαι μὴ παρίδης.
μὴ καταγέλα ἄνθρωπον ὄντα ἐν ψυχῆς αὐτοῦ· ἔστι γὰρ ὁ ταπεινῶν καὶ ἀνυψῶν.
μὴ ἀροτρία ψεῦδος ἐπ’ ἀδελφῷ σου, μηδὲ φίλῳ τὸ ὅμοιον ποίει.
μὴ θέλε ψεύδεσθαι πᾶν ψεῦδος· ὁ γὰρ ἐνδελεχισμὸς αὐτοῦ οὐκ εἰς ἀγαθόν.
μὴ ἀδολέσχει ἐν πλήθει πρεσβυτέρων, καὶ μὴ δευτερώσῃς λόγον ἐν προσευχῇ σου.
μὴ μισήσῃς ἐπίπονον ἐργασίαν καὶ γεωργίαν ὑπὸ Ὑψίστου ἐκτισμένην.
μὴ προσλογίζου σεαυτὸν ἐν πλήθει ἁμαρτωλῶν·
μνήσθητι ὅτι ὀργὴ οὐ χρονιεῖ. ταπείνωσον σφόδρα τὴν ψυχήν σου· ὅτι ἐκδίκησις ἀσεβοῦς πῦρ καὶ σκώληξ.
μὴ ἀλλάξῃς φίλον ἀδιαφόρου κατὰ μηδὲ ἕν, μηδὲ ἀδελφὸν γνήσιον ἐν χρυσίῳ ΣουΦείρ.
μὴ ἀστόχει γυναικὸς σοφῆς καὶ ἀγαθῆς, ἡ γὰρ χάρις αὐτῆς ὑπὲρ τὸ χρυσίον.
μὴ κακώσῃς οἰκέτην ἐργαζόμενον ἐν ἀληθείᾳ, μηδὲ μίσθιον διδόντα τὴν ψυχὴν αὐτοῦ·
οἰκέτην συνετὸν ἀγαπάτω σου ἡ ψυχή· μὴ στερήσης αὐτὸν ἐλευθερίας. κτήνη σοί ἐστιν;
ἐπισκέπτου αὐτά, καὶ εἰ ἐστί σοι χρήσιμα, ἐμμενέτω σοι·
τέκνα σοί ἐστι; παίδευσον αὐτά, καὶ κάμψον ἐκ νεότητος 2 Cod. ἑκκλίνει τὸν τράχηλον αὐτῶν. θυγατέρες σοί εἰσι;
πρόσεχε τῷ σώματι αὐτῶν, καὶ μὴ ἰλαρύνῃς πρὸς αὐτὰς τὸ πρόσωπόν σου.
ἔκδου θυγατέρα, καὶ ἔσῃ τετελεκὼς ἔργον μέγα, καὶ ἀνδρὶ συνετῷ δώρησαι αὐτήν. γυνή σοι ἐστὶ κατὰ ψυχήν ;
μὴ ἐκβάλῃς αὐτήν. μισουμένη δὲ μὴ ἐκδῷς σεαυτόν.
ἐν ὄλῃ καρδίᾳ δόξασον τὸν πατέρα σου, καὶ μητρὸς ὠδῖνας μὴ ἐπιλάθῃ.
μνήσθητι ὅτι δι’ αὐτῶν ἐγεννήθης, καὶ τί ἀνταποδώσεις 152 2 αὐτοῖς καθὼς αὐτοὶ σοί;
ἐν ὅλῃ ψυχῇ σου εὐλαβοῦ τὸν κύριον, καὶ τοὺς ἱερεῖς αὐτοῦ θαύμαζε·
ἐν ὅλη δυνάμει ἀγάπησον τὸν ποιήσαντά σε, καὶ τοὺς λειτουργοὺς αὐτοῦ μὴ ἐγκαταλίπῃς.
φοβοῦ τὸν κύριον καὶ δόξασον ἱερέα, καὶ δὸς τὴν μερίδα αὐτῷ καθὼς ἐντέταλταί σοι, ἀπ’ ἀρχὴν καὶ περὶ πλημμελείας καὶ δόσιν βραχιόνων καὶ θυσίαν ἁγιασμοῦ καὶ ἀπαρχὴν ἁγίων.
καὶ πτωχῷ ἔκτεινον τὴν χεῖρά σου, ἵνα τελειωθῇ
ἡ εὐλογία σου. χάρις δόματος ἔναντι παντὸς ζῶντος, καὶ ἐπὶ νεκρῷ μὴ ἀποκωλύσῃς χάριν.
μὴ ὑστέρει ἀπὸ κλαιόντων, καὶ μετὰ πενθούντων πένθησον.
μὴ ὄκνει ἐπισκέπτεσθαι ἄρρωστον· ἐκ γὰρ τῶν τοιούτων ἀγαπηθήσῃ.
ἐν πᾶσι τοῖς λόγοις σου μιμνήσκου τὰ ἔσχατά σου, καὶ εἰς τὸν αἰῶνα οὐχ ἁμαρτήσεις.
Chapter 8
μὴ διαμάχου μετὰ ἀνθρώπου δυνάστου, μή ποτε ἐμπέσῃς εἰς τὰς χεῖρας αὐτοῦ.
μὴ ἔριζε μετὰ ἀνθρώπου πλουσίου, μή ποτε ἀντιστήσει σου τὴν ὁλκήν·
πολλοὺς γὰρ ἀπώλεσε τὸ χρυσίον, καὶ καρδίας βασιλέων ἐξέκλινε.
μὴ διαμάχου μετὰ ἀνθρώπου γλωσσώδους, καὶ μὴ ἐπιστοιβάσῃς ἐπὶ τὸ πῦρ αὐτοῦ ξύλα.
μὴ πρόσπαιζε ἀπαιδεύτῳ, ἵνα μὴ ἀτιμάζωνται οἱ πρόγονοί σου.
μὴ ὀνείδιζε ἄνθρωπον ἐπιστρέφοντα ἀπὸ ἁμαρτίας· μνήσθητι ὅτι πάντες ἐσμὲν ἐν ἐπιτιμίοις.
μὴ ἀτιμάσῃς ἄνθρωπον ἐν γήρᾳ αὐτοῦ, καὶ γὰρ ἐξ ἡμῶν γηράσκουσι.
μὴ ἐπίχαιρε ἐπὶ νεκρῷ τῷ ἐχθροτάτῳ σου· μνήσθητι ὅτι πάντες τελευτῶμεν.
μὴ παρίδης διήγημα σοφῶν, καὶ ἐν ταῖς παροιμίαις αὐτῶν ἀναστρέφου·
ὅτι παρ’ αὐτῶν μαθήσῃ παιδείαν καὶ λειτουργῆσαι μεγιστᾶσιν εὐμαρῶς.
μὴ ἀστόχει διηγήματος γερόντων, καὶ γὰρ αὐτοὶ ἔμαθον παρὰ τῶν πατέρων αὐτῶν· ὅτι παρ’ αὐτῶν μαθήση 153 1 σύνεσιν· καὶ ἐν καιρῷ χρείας δοῦναι ἀπόκρισιν.
μὴ ἔκκαιε ἄνθρακας ἁμαρτωλοῦ, μὴ ἐμπυρισθῇς ἐν πυρὶ φλογὸς αὐτοῦ.
μὴ ἐξαναστῇς ἀπὸ προσώπου ἵνα μὴ ἐγκαθίσῃ ὡς ἔνεδρον τῷ στόματί σου.
μὴ δανείσῃς ἀνθρώπῳ ἰσχυροτέρῳ σου, καὶ ἐὰν δανείσῃς, ὡς ἀπολωλεκὼς γίνου.
μὴ ἐγγυήσῃ ὑπὲρ δύναμίν σου, καὶ ἐὰν ἐγγυήσῃ, ὡς ἀποτίσων φρόντισον.
μὴ δικάζου κατὰ κριτοῦ· κατὰ γὰρ τὴν δόξαν αὐτοῦ κρινοῦσιν αὐτόν.
μετὰ τολμηροῦ μὴ πορεύου ἐν ὁδῷ, ἵνα μὴ βαρύνηται κατά σου. αὐτὸς γὰρ κατὰ τὸ θέλημα αὐτοῦ ποιήσει, καὶ τῇ ἀφροσύνῃ αὐτοῦ συναπολῇ.
μετὰ θυμώδους μὴ ποιήσῃς μάχην, καὶ μὴ πορεύου μετ’ αὐτοῦ τὴν ἔρημον. οὕτως οὐδὲν ἐν ὀφθαλμοῖς αὐτοῦ αἷμα, καὶ ὅπου οὐκ ἔστι βοήθεια καταβαλεῖ σε ἐκεῖ.
μετὰ μωροῦ μὴ συμβουλεύου, οὐ γὰρ δυνήσεται λόγον στέξαι.
ἐνώπιον ἀλλοτρίου μὴ ποιήσης κρυπτόν, οὐ γὰρ γινώσκεις τίτέξεται.
παντὶ ἀνθρώπῳ μὴ ἔκφαινε τὴν καρδίαν σου, καὶ μὴ ἀναφερέτω σοι χάριν ψευδῆ.
Chapter 9
μὴ ζήλου γυναῖκα τοῦ κόλπου σου, μηδὲ διδάξῃς ἐπὶ σεαυτὸν παιδείαν πονηράν.
μὴ δῷς γυναικὶ τὴν ψυχήν σου, ἐπιβῆναι αὐτὴν ἐπὶ τὴν ἰσχύν σου.
μὴ ἀπάντα γυναικὶ ἑταιριζομένη, μή ποτε ἐμπέσῃς εἰς τὰς παγίδας αὐτῆς.
μετὰ ψαλλούσης μὴ ἐνδελέχιζε, μήποτε ἁλῶς ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῆς.
παρθένον μὴ καταμάνθανε, μήποτε σκανδαλισθῇς ἐν τοῖς ἐπιτιμίοις αὐτῆς.
μὴ δῷς πόρναις τὴν ψυχήν σου, ἵνα μὴ ἀπολέσῃς τὴν κληρονομίαν σου.
μὴ περιβλέπου ἐν ῥύμαις πόλεως, καὶ ἐν τοῖς ἐρήμοις αὐτῆς μὴ πλανῶ.
ἀπόστρεψον ὀφθαλμὸν ἀπὸ γυναικὸς εὐμόρφου, καὶ μὴ καταμάνθανε κάλλος ἀλλότριον·
ἐν γὰρ κάλλει γυναικὸς πολλοὶ ἐπλανήθησαν, καὶ ἐκ τούτου φιλία ὡς πῦρ ἀνακαίεται. καὶ μὴ κατακλιθῇς ἐπ’ ἀγκαλῶν μετ’ αὐτῆς.
μετὰ ὑπάνδρου γυναικὸς μὴ κάθου τὸ σύνολον, καὶ μὴ συμβολοκοπήσῃς μετ’ αὐτῆς ἐν οἴνῳ·
μήποτε ἐκκλίνῃ ἡ ψυχή σου ἐπ’ αὐτήν, καὶ τῷ πνεύματί σου ὀλίσθῃς εἰς ἀπώλειαν.
μὴ ἐγκαταλίπῃς φίλον ἀρχαῖον, ὁ γὰρ πρόσφατος οὐκ ἔστιν ἑ ’π’ ἴσης αὐτῷ·
οἶνος νέος φίλος νέος· ἐὰν παλαιωθῇ, μετ’ εὐφροσύνης πίεσαι αὐτόν.
μὴ ζηλώσῃς δόξαν ἁμαρτωλοῦ· οὐ γὰρ τίς ἐστιν ἡ καταστροφὴ αὐτοῦ.
μὴ εὐδοκήσῃς εὐδοκίαις ἀσεβῶν, μνήσθητι ὅτι ἕως ᾅδου οὐ μὴ δικαιωθῶσι.
μακρὰν ἄπεχε ἀπὸ ἀνθρώπου ὃς ἐξουσίαν ἔχει τοῦ φονεύειν, καὶ οὐ μὴ ὑποπτεύσῃς φόβον θανάτου.
καὶ ἐὰν προσέλθῃς, μὴ πλημμελήσῃς, ἵνα μὴ ἀφέληται τὴν ζωήν σου παραχρῆμα. ἐπίγνωθι ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις, καὶ ἐπὶ ἐπάλξεων πόλεως περιπατεῖς.
κατὰ τὴν ἰσχύν σου στόχασαι τοῦ πλησίον, καὶ μετὰ σοφῶν βουλεύου.
μετὰ συνετῶν ἔστω ὁ διαλογισμός σου, καὶ πᾶσα διήγησίς σου ἐν νόμῳ Ὑψίστου.
ἄνδρες δίκαιοι ἔστωσαν σύνδειπνοί σου, καὶ ἐν φόβῳ κυρίου ἔστω τὸ καύχημά σου.
ἐν χειρὶ τεχνιτῶν ἔργον ἐπαινεθήσεται, καὶ ὁ ἡγούμενος λαοῦ σοφὸς ἐν λόγῳ αὐτοῦ.
φοβερὸς ἐν πόλει αὐτοῦ ἀνὴρ γλωσσώδης, καὶ ὁ προπετὴς ἐν λόγῳ αὐτοῦ μισηθήσεται.
Chapter 10
κριτὴς σοφὸς παιδεύει τὸν λαὸν αὐτοῦ, καὶ ἡγεμονία συνετοῦ τεταμένη ἔσται·
κατὰ τὸν κριτὴν τοῦ λαοῦ, οὕτως καὶ οἱ λειτουργοὶ αὐτοῦ, καὶ κατὰ τὸν ἡγούμενον τῆς πόλεως πάντες οἱ κατοικοῦντες αὐτήν.
βασιλεὺς ἀπαίδευτος ἀπολεῖ τὸν λαὸν αὐτοῦ, καὶ πόλις οἰκισθήσεται ἐν συνέσει δυναστῶν.
ἐν χειρὶ Κυρίου ἡ ἐξουσία τῆς γῆς, καὶ τὸν χρήσιμον ἐγερεῖ εἰς καιρὸν ἐπ’ αὐτῆς.
ἐν χειρὶ κυρίου εὐοδία ἀνδρός, καὶ προσώπῳ γραμματέως ἐπιθήσει δόξαν αὐτοῦ.
ἐπὶ παντὶ ἀδικήματι μὴ μηνίσῃς τῷ πλησίον, καὶ μὴ πρᾶσσε μηδὲν ἐν ἔργοις ὕβρεως.
μισητὴ ἔναντι κυρίου καὶ ἀνθρώπων ὑπερηφανία, καὶ ἐξ ἀμφοτέρων πλημμέλεια ἀδικίας.
βασιλεία ἀπὸ ἔθνους εἰς ἔθνος μετάγεται διὰ ἀδικίας καὶ ὕβρεις καὶ χρήματα δόλια.
τί ὑπερηφανεύεται γῆ καὶ σποδός;
φιλαργύρου μὲν γὰρ οὐδὲν ἀνομώτερον· οὗτος γὰρ καὶ τὴν ἑαυτοῦ ψυχὴν ἔκπρακτον ποιεῖ, ὅτι ἐν ζωῇ αὐτοῦ ἔρριψαν τὰ ἐντόσθια αὐτοῦ.
μακρὸν ἀρρώστημα, κόπτει ἰατρός· καὶ βασιλεὺς σήμερον, καὶ αὔριον τελευτήσει.
ἐν γὰρ τῷ ἀποθανεῖν ἄνθρωπον κληρονομήσει ἑρπετὰ καὶ θηρία καὶ σκώληκας.
ἀρχὴ ὑπερηφανίας ἀνθρώπου ἀφισταμένου ἀπὸ Κυρίου, καὶ ἀπὸ τοῦ ποιήσαντος αὐτὸν ἀπέστη ἡ 17 Cod. τεχνητῶν καρδία αὐτοῦ.
ὅτι ἀρχὴ ἁμαρτίας ὑπερηφανία, καὶ ὁ κρατῶν αὐτῆς ἐξυβρίσει βδέλυγμα, καὶ καταστρα- φήσεται εἰς τέλος. διὰ τοῦτο παρεδόξασε Κόριος τὰς ἐπαγωγάς, καὶ κατέστρεψεν εἰς τέλος αὐτούς.
θρόνους ἀρχόντων καθεῖλεν ὁ κύριος, καὶ ἐκάθισε πρᾳεῖς ἀντ’ αὐτῶν ἔνδοθεν.
ῥίζας ἐθνῶν ὑπερηφάνων ἐξεῖλε κύριος, καὶ ἐφύτευσεν ἀντ’ αὐτῶν ἐν δόξῃ ταπεινούς·
χώρας ἐθνῶν κατέστρεψε κύριος, καὶ ἀπώλεσεν αὐτὰς ἕως θεμελίων γῆς.
ἐξῆρεν ἐξ αὐτῶν καὶ ἀπώλεσεν αὐτούς, καὶ κατέπαυσεν ἀπὸ γῆς τὸ μνημόσυνον αὐτῶν.
οὐκ ἔκτισται ἀνθρώποις ὑπερηφανία, οὐδὲ ὀργὴ θυμοῦ γεννήμασι γυναικῶν.
σπέρμα ἀσφαλείας οἱ φοβούμενοι Κύριον· καὶ 154 2 ἔντιμον φύτευμα οἱ ἀγαπῶντες αὐτόν. σπέρμα ἀτιμίας οἱ μὴ προσέχοντες τῷ νόμῳ· σπέρμα πλανήσεως οἱ παραβαίνοντες ἐντολάς.
ἐν μέσῳ ἀδελφῶν ὁ ἡγούμενος αὐτῶν ἔντιμος, καὶ οἱ φοβούμενοι κύριον ἐν ὀφθαλμοῖς αὐτοῦ.
πρὸ λήξεως ἀρχὴ φόβος κυρίου· ἐκβολὴ δὲ ἀρχῆς σκληρισμὸς καὶ ὑπερηφανία.
πλούσιος καὶ ἔνδοξος καὶ πτωχός, τὸ καύχημα αὐτῶν φόβος κυρίου.
οὐ δίκαιον ἀτιμάσαι πτωχὸν συνετόν, καὶ οὐ καθήκει δοξάσαι ἄνδρα ἁμαρτωλόν.
μεγιστᾶνες καὶ κριταὶ καὶ δυνάσται δοξασθήσονται, καὶ οὐκ ἔστι τις αὐτῶν μείζων τοῦ φοβουμένου τὸν κύριον.
οἰκέτῃ συνετῷ ἐλεύθεροι λειτουργήσουσι, καὶ ἀνὴρ ἐπιστήμων οὐ γογγύσει παιδευόμενος.
μὴ σοφίζου ποιῆσαι τὸ ἔργον σου, καὶ μὴ δοξάζου ἐν καιρῷ στενοχωρίας σου.
κρεῖσσον γὰρ ὁ ἐργαζόμενος καὶ περισσεύων ἐν πᾶσιν ἢ ὁ δοξαζόμενος καὶ ἀπορῶν ἄρτου.
τέκνον, ἐν πρᾳΰτητί σου δόξασον τὴν ψυχήν σου, καὶ δὸς αὐτῇ τιμὴν κατὰ τὴν ἀξίαν αὐτῆς. τὸν ἁμαρτάνοντα εἰς τὴν ψυχὴν αὐτοῦ τίς δικαιώσει;
καὶ τίς δοξάσει τὸν ἀτιμάζοντα τὴν ζωὴν αὐτοῦ;
πτωχὸς δοξάζεται δι’ ἐπιστήμην αὐτοῦ, καὶ πλούσιος δοξάζεται διὰ τὸν πλοῦτον αὐτοῦ.
ὁ δεδοξασμένος ἐν πτωχείᾳ, καὶ ἐν πλούτῳ ποσαχῶς; καὶ ὁ ἄδοξος ἐν πλούτῳ,
Chapter 11
ἐν πτωχείᾳ ποσαχῶς; σοφία ταπεινοῦ ἀνυψώσει κεφαλὴν αὐτοῦ, καὶ ἐν μέσῳ μεγιστάνων καθίσει αὐτόν.
μὴ αἰνέσῃς ἄνδρα ἐν κάλλει αὐτοῦ, καὶ μὴ βδελύξῃ ἄνθρωπον ἐν ὁράσει αὐτοῦ.
μικρὰ ἐν πετεινοῖς ἡ μέλισσα, καὶ ἀρχὴ γλυκασμάτων ὁ καρπὸς αὐτῆς.
ἐν περιβολῇ ἱματίων μὴ καυχήσῃ, καὶ ἐν ἡμέρᾳ δόξης 155 1 μὴ ἐπαίρου· ὅτι θαυμαστὰ τὰ ἔργα Κυρίου ἐστι, καὶ κρυπτὰ τὰ ἔργα αὐτοῦ ἀνθρώποις.
πολλοὶ τύραννοι ἐκάθισαν ἐπ’ ἐδάφους, ὁ δὲ ἀνυπονόητος ἐφόρεσε διάδημα.
πολλοὶ δυνάσται ἠτιμάσθησαν σφόδρα, καὶ ἔνδοξοι παρεδόθησαν εἰς χεῖρας ἑτέρων.
πρὶν ἢ ἐξετάσῃς μὴ μέμψῃ, νόησον πρῶτον καὶ τότε ἐπιτίμα.
πρὶν ἢ ἀκοῦσαι μὴ ἀποκρίνου, καὶ ἐν μέσῳ λόγων μὴ παρέμβαλλε ῥῆμα.
περὶ πράγματος οὗ οὐκ ἔστι σοι μὴ ἔριζε, καὶ ἐν κρίσει ἁμαρτωλῶν μὴ συνέδρευε.
τέκνον, μὴ περὶ πολλὰ ἔστωσαν αἱ πράξεις σου· ἐὰν γὰρ πληθύνῃς, οὐκ ἀθῳωθήσῃ· καὶ ἐὰν διώκῃς, οὐ μὴ καταλάβῃς, καὶ οὐ μὴ ἐκφύγῃς διαδράς.
ἔστι κοπιῶν καὶ πονῶν καὶ σπεύδων, καὶ τοσούτῳ μᾶλλον ὑστερεῖται.
ἔστι νωθρὸς προσδεόμενος ἀντιλήψεως, ὑστερῶν ἰσχύι καὶ περισσεύων πτωχείᾳ· καὶ ὀφθαλμὸς κυρίου ἐπέβλεψεν αὐτῷ εἰς ἀγαθά· καὶ ἀνώρθωσεν αὐτὸν ἐκ ταπεινώσεως αὐτοῦ,
καὶ ἀνύψωσεν κεφαλὴν αὐτοῦ ἀπὸ συντριβῆς, καὶ ἀθαύμασαν ἐπ’ αὐτῶ πολλοὶ θεωρήσαντες.
ἀγαθὰ καὶ κακά, ζωὴ καὶ θάνατος, πτωχεία καὶ πλοῦτος παρὰ Κυρίου ἐστί. σοφία καὶ ἐπιστήμη καὶ γνῶσις νόμου παρὰ κυρίου.
ἀγάπησις καὶ ὁδοὶ καλῶν ἔργων παρ’ αὐτοῦ εἰσί·
πλάνη καὶ σκότος ἁμαρτωλοῖς συνέκτισται, τοῖς δὲ γαυριῶσιν ἐπὶ κακὰ συγγηρᾷ κακία.
δόσις κυρίου παραμένει εὐσεβέσι, καὶ ἡ εὐδοκία αὐτοῦ εὐοδοῖ εἰς τὸν αἰῶνα.
ἔστι πλουτῶν ἀπὸ προσοχῆς καὶ σφιγγίας αὐτοῦ, καὶ αὕτη ἡ μερὶς αὐτοῦ ἀπὸ τοῦ μισθοῦ αὐτοῦ.
ἐν τῷ εἰπεῖν αὐτόν· εὗρον ἀνάπαυσιν, καὶ νῦν φάγωμαι ἀπὸ τῶν ἀγαθῶν μου ἀδιαλείπτως,
καὶ οὐκ οἶδε τίς καιρὸς παρελεύσεται αὐτόν, καὶ καταλείψει αὐτὰ ἑτέροις καὶ ἀποθανεῖται.
στῆθι ἐν διαθήκῃ σου καὶ ὁμίλει ἐν αὐτῇ, καὶ ἐν τῷ ἔργῳ σου παλαιώθητι.
μὴ θαύμαζε ἐν ἔργοις ἁμαρτωλοῦ· πίστευε δὲ κυρίῳ καὶ ἔμμενε τῷ πόνῳ σου, ὅτι κοῦφον ἐν ὀφθαλμοῖς 7 Cod. πρινὴ 20 Cod. αὐτῷ Κυρίου διὰ τάχους ἐξάπινα πλουτίσαι πένητα.
εὐλογία Κυρίου ἐν μισθῷ εὐσεβοῦς, καὶ ἐν ὥρᾳ ταχινῇ ἀναθάλλει εὐλογίαν αὐτοῦ.
μὴ εἴπῃς· τίς ἐστί μου χρεία ἀρεσκείας, καὶ τίνι ἀπὸ τοῦ νῦν ἔσται μοι τὰ ἀγαθά;
μὴ εἴπῃς· αὐτάρκη μοί ἐστι καὶ πολλά μοι ἃ ἔχω, καὶ τί ἀπὸ τοῦ νῦν κακωθήσομαι ἐν ζωῇ;
ἐν ἡμέρᾳ ἀγαθῶν ἀμνησία κακῶν, καὶ ἐν ἡμέρᾳ κακῶν οὐ μνησθήσεται ἀγαθῶν·
ὅτι κοῦφον ἔναντι κυρίου ἐν ἡμέρᾳ τελευτῆς ἀποδοῦναι ἀνθρώπῳ κατὰ τὰ ἔργα αὐτοῦ.
κάκωσις ὥρας ἐπιλησμονὴν ποιεῖ τρυφῆς, καὶ συντέλειαν ἀνθρώπου ἀποκάλυψις ἔργων αὐτοῦ.
πρὸ τελευτῆς μὴ μακάριζε μηδένα, καὶ ἐν τέκνοις αὐτοῦ γνωσθήσεται ἀνήρ.
μὴ πάντα ἄνθρωπον εἴσαγε εἰς τὸν οἶκόν σου· πολλὰ γὰρ τὰ ἔνεδρα τοῦ διαβόλου.
πέρδιξ θηρευτὴς ἐν καρτάλλῳ· οὕτως καρδία ὑπερηφάνου, καὶ ὡς κατάσκοπος ἐπιβὰς ἐπὶ πτῶσιν.
τὰ γὰρ ἀγαθὰ εἰς κακὰ μεταστρέφων ἐνεδρεύει, καὶ ἐν τοῖς αἱρετικοῖς ἐπιθήσει μῶμον.
ἀπὸ σπινθῆρος μικρᾶς πληθύνεται ἀνθρακία, καὶ ἄνθρωπος ἁμαρτωλὸς εἰς αἷμα ἐνεδρεύει.
πρόσεχε ἀπὸ κακούργου, πονηρὰ γὰρ τεκταί- νεται, μήποτε δῷ σοι μῶμον εἰς τὸν αἰῶνα.
ἐνοίκισον ἀλλότριον, καὶ διαστρέψει σε ἐν ταραχῇ· καὶ ἀπαλλοτριώσει σε ἐκ τῶν ἰδίων σου.
Chapter 12
ἐὰν εὖ ποιῇς, γνῶθι ποιεῖς, καὶ ἔσται χάρις τοῖς ἀγαθοῖς σου.
εὖ ποίησον εὐσεβῆ, καὶ εὑρήσεις ἀνταπόδομα· καὶ εἰ μὴ παρ’ αὐτοῦ, ἀλλὰ παρὰ τοῦ ὑψίστου.
οὐκ ἔσται ἀγαθὰ τῷ ἐνδελεχίζοντι εἰς κακὰ καὶ τῷ ἐλεημοσύνης μὴ χαριζομένῳ.
δὸς τῷ εὐσεβεῖ, καὶ μὴ ἀντιλάβῃ 156 1 ἁμαρτωλοῦ.
εὖ ποίησον ταπεινῷ καὶ μὴ δῷς ἀσεβεῖ· ἐμπόδισον τοὺς ἄρτους σου καὶ μὴ δῷς αὐτῷ, ἵνα μὴ ἐν αὐτοῖς σε δυναστεύσῃ· διπλάσια γὰρ κακὰ εὑρήσει σοι ἐν πᾶσιν ἀγαθοῖς οἷς ἃν ποιῆς αὐτῷ.
ὅτι καὶ ὁ ὕψιστος ἑ μίσησεν ἁμαρτωλούς, καὶ τοῖς ἀσεβέσιν ἀποδώσει ἐκδίκησιν·
φυλάσσει δὲ αὐτοὺς εἰς ἡμέραν ἐκδικήσεως αὐτῶν κραταιάν.
δὸς τῷ ἀγαθῷ καὶ μὴ ἀντιλάβῃ ἁμαρτωλοῦ.
οὐκ ἐκβληθήσεται ἐν ἀγαθοῖς ὁ φίλος, καὶ οὐ κρυβήσεται ἐν κακοῖς ὁ ἐχθρός.
ἐν ἀγαθοῖς ἀνδρὸς οἱ ἐχθροὶ αὐτοῦ ἐν 21 Cod. διατάχους 3 Cod. χωριζομένῳ λύπῃ, καὶ ἐν τοῖς κακοῖς αὐτοῦ καὶ ὁ φίλος διαχωρισθήσεται.
μὴ πιστεύσης τῷ ἐχθρῷ σου εἰς τὸν αἰῶνα· ὡς γὰρ ὁ χαλκὸς ἰοῦται, οὕτως ἡ πονηρία αὐτοῦ.
καὶ ἐὰν ταπεινωθῇ καὶ πορεύηται συγκεκυφώς, ἐπίστησον τὴν ψυχήν σου καὶ φύλαξαι ἀπ’ αὐτοῦ, καὶ ἔσῃ αὐτῷ ὡς ἐκμεμαχὼς ἔσοπτρον, καὶ γνώσῃ ὅτι οὐκ εἰς τέλος κατίωσε.
μὴ στήσῃς αὐτὸν παρὰ σεαυτῷ, μήποτε ποτε καταστρέψας σε στῆ ἐπὶ τὸν τόπον σου·
μὴ καθίσῃς αὐτὸν ἐκ δεξιῶν σου, μήποτε ζητήσῃ τὴν καθέδραν σου λαβεῖν, καὶ ἐπ’ ἐσχάτων ἐπιγνώσῃ τοὺς λόγους μου, καὶ ἐπὶ τῶν ῥημάτων μου κατανυγήσῃ.
τίς ἐλεήσει ἐπαοιδὸν ὀφιόδηκτον· καὶ πάντας τοὺς προσάγοντας θηρίοις;
οὕτως τὸν προσπορευόμενον ἀνδρὶ ἁμαρτωλῷ καὶ συμφυρόμενον ἐν ταῖς ἁμαρτίαις αὐτοῦ.
ὥραν μετά σου διαμενεῖ ἐν στάσει δικαίᾳ, καὶ ἐὰν ἐκκλίνῃς, οὐ μὴ καρτερήσῃ.
καὶ ἐν τοῖς χείλεσιν αὐτοῦ γλυκανεῖ ὁ ἐχθρός, καὶ ἐν τῇ καρδίᾳ αὐτοῦ βουλεύσεται ἀναστρέψαι σε εἰς βόθρον·
ἐν ὀφθαλμοῖς αὐτοῦ δακρύσει, καὶ ἐὰν εὕρῃ καιρὸν οὐκ ἐμ. πλησθήσεται ἀφ’ αἵματος· κακὰ ἐὰν ὑπαντήσῃ σοι, εὑρήσεις αὐτὸν πρότερόν σου ἐκεῖ, καὶ ὡς ἄνθρωπος βοηθῶν 156 2 ὑποσχάσει πτέρναν σου·
τὴν κεφαλὴν αὐτοῦ κινήσει καὶ ἐπικροτήσει ταῖς χερσί, καὶ πολλὰ διαψιθυριεῖ καὶ ἀλλοιώσει τὸ πρόσωπον αὐτοῦ.
Chapter 13
ὁ ἁπτόμενος πίσσης μολυνθήσεται ἐν αὐτῇ, καὶ κοινωνῶν ὑπερηφάνῳ ὁμοιωθήσεται αὐτῷ.
βάρος ὑπέρ σε μὴ ἄρῃς ἐν ζωῇ σου, καὶ ἰσχυροτέρῳ σου καὶ πλουσιωτέρῳ μὴ κοινώνει.
τί κοινωνήσει χύτρα πρὸς λέβητα; αὐτὴ προσκρούσει, καὶ αὐτὴ συντ ριβήσεται.
πλούσιος ἠδίκησε, καὶ αὐτοῦ προσδεηθήσονται. πτωχὸς ἠδίκησε, καὶ αὐτὸς προσαπειληθήσεται.
ἐὰν χρησιμεύσῃς, ἐργᾶται ἐν σοί, καὶ ἐὰν ὑστερήσῃς, καταθλίψει σε.
καὶ ἐὰν ἔχῃς, συμβιώσεταί σοι καὶ ἀποκενώσει σε, καὶ αὐτὸς οὐ πονέσει.
χρείαν ἔσχηκέ σου, καὶ ἀποπλανήσει σε, καὶ προσγελάσεταί σοι καὶ δώσει σοι ἐλπίδα· λαλήσει σοι καλά· καὶ ἐρεῖ· τίς ἡ χρεία σου;
καὶ αἰσχυνεῖ σε τοῖς βρώμασιν αὐτοῦ,
ἕως οὗ ἀποκενώσει σε δὶς ἢ τρίς, καὶ ἐπ’ ἐσχάτων καταμωκήσεταί σου·
καὶ μετὰ ταῦτα ὄψεταί σε καὶ καταλείψει σε, καὶ τὴν κεφαλὴν αὐτοῦ κινήσει ἐπί σοι.
πρόσεχε μὴ ἀποπλανηθῇς τῆ διανοίᾳ, καὶ μὴ ταπεινωθῇς ἐν εὐφροσύνῃ καρδίας σου.
προσκαλεσαμένου σε δυνάστου ὑποχωρῶν γίνου, καὶ τοσούτῳ μᾶλλόν σε προσκαλέσεται πλεονάζων·
μὴ ἔμπιπτε, ἵνα μὴ ἀπωσθῇς ἀκρίτως, καὶ μὴ μακρὰν ἀφιστῶ, ἵνα μὴ ἐπιλησθῇς.
μὴ ἔπεχε εἰσηγορεῖσθαι μετ’ αὐτοῦ, καὶ μὴ πιστεύσης τοῖς πλείοσι λόγοις αὐτοῦ.
ἐκ πολλῆς γὰρ λαλιᾶς πειράσει σε, καὶ ὡς προσγελῶν ἐξετάσει τὰ κρυπτά σου.
ἀνελεήμων ὁ μὴ συντηρῶν λόγους, καὶ οὐ μὴ φείσηται περὶ κακώσεως σου καὶ δεσμῶν.
συντήρησον καὶ πρόσεχε σφοδρῶς τοῦ ἀκούειν, ὅτι μετὰ τῆς πτώσεως σου περιπατεῖς.
ἀκούων ταῦτα ἐν ὕπνῳ σου γρηγόρησον 157 1 πάσῃ ζωῇ. ἀγάπα τὸν κύριον καὶ ἐπικαλοῦ αὐτὸν εἰς σωτηρίαν σου.
πᾶν ζῶον ἀγαπᾷ τὸ ὅμοιον αὐτῷ, καὶ πᾶς ἄνθρωπος ἀγαπᾷ τὸν πλησίον αὐτοῦ.
πᾶσα σὰρξ κατὰ γένος συνάγεται, καὶ τῷ ὁμοίῳ αὐτοῦ προσκολληθήσεται ἀνήρ. τί κοινωνήσει λύκος ἀμνῷ;
οὕτως ἁμαρτωλὸς πρὸς εὐσεβῆ. τίς εἰρήνη ὑαίνῃ πρὸς κύνα;
καὶ τίς εἰρήνη πλουσίῳ πρὸς πένητα;
κυνηγία λεόντων ὄναγροι ἐν ἐρήμῳ· οὕτως νομαὶ πλουσίων πτωχοί.
βδέλυγμα ὑπερηφάνων ταπεινότης, οὕτως βδέλυγμα πλουσίῳ πτωχός.
πλούσιος σαλευόμενος στηρίζεται ὑπὸ φίλων, πτωχὸς δὲ πεσὼν προσ απωθεῖται ὑπὸ φίλων.
πλουσίου σφαλέντος πολλοὶ ἀντιλήπτορες, ἐλάλησεν ἀπόρρητα καὶ ἐδικαίωσαν αὐτόν. ταπεινὸς ἔσφαλε καὶ προσεπτίμησαν αὐτῷ· ἐφθέγξατο σύνεσιν καὶ οὐκ ἐδόθη αὐτῷ τόπος.
πλούσιος ἐλάλησε καὶ πάντες ἐσίγησαν, καὶ τὸν λόγον αὐτοῦ ἀνύψωσαν ἕως τῶν νεφελῶν.
πτωχὸς ἐλάλησε καὶ εἶπαν· τίς οὗτος; καὶ ἐὰν προσκόψῃ, προσανατρέψουσιν αὐτόν.
ἀγαθὸς ὁ πλοῦτος ᾧ μὴ πρόσεστιν ἁμαρτία, καὶ πονηρὰ ἡ πτωχεία ἐν στόματι ἀσεβοῦς.
καρδία ἀνθρώπου ἀλλοιοῖ τὸ πρόσωπον αὐτοῦ, ἐάν τε εἰς ἀγαθὰ ἐάν τε εἰς κακά· καὶ ἀγαθύνει πρόσωπον ἐν τέρψει καρδία θάλλουσα.
ἴχνος καρδίας ἐν ἀγαθοῖς πρόσωπον θάλλον, καὶ εὕρεσις παραβολῶν διαλογισμὸς μετὰ κόπου.
Chapter 14
μακάριος ἀνὴρ ὃς οὐκ ὠλίσθησεν ἐν τῷ στόματι αὐτοῦ, καὶ οὐ κατενύγη ἐν πλήθει ἁμαρτιῶν·
μακάριος οὗ οὐ κατέγνω ἡ ψυχὴ αὐτοῦ, καὶ ὃς οὐκ ἔπεσεν ἀπὸ τῆς ἐλπίδος αὐτοῦ τῆς ἐπὶ κύριον.
ἀνδρὶ μικρολόγῳ οὐ καλὸς ὁ πλοῦτος, καὶ ἀνδρὶ βασκάνῳ ἱνατί χρήματα;
ὁ συνάγων ἀπὸ τῆς ψυχῆς αὐτοῦ συνάγει ἄλλοις, καὶ ἐν τοῖς ἀγαθοῖς αὐτοῦ τρυφήσουσιν ἕτεροι.
ὁ πονηρὸς ἑαυτῷ τίνι ἔσται ἀγαθός; καὶ οὐκ εὐφρανθήσεται ἐν τοῖς χρήμασιν αὐτοῦ.
τοῦ βασκαίνοντος ἑαυτὸν οὐκ ἔστι πονηρότερος, καὶ τοῦτο ἀνταπόδομα τῆς κακίας αὐτοῦ·
καὶ ἐὰν εὖ ποιήσῃ, οὐχ ἑκὼν ποιεῖ, καὶ ἐπ’ ἐσχάτων ἐκφανεῖ τὴν κακίαν αὐτοῦ.
πονηρὸς ὁ βασκαίνων ἰδεῖν ὀφθαλμῷ, ἀποστρέφων πρόσωπον καὶ ὑπερορῶν ψυχάς.
πλέον ἕκτου ὀφθαλμὸς οὐ πίμπλαται μερίδος, καὶ ἀδικία πονηροῦ ἀναξηραίνει ψυχὴν αὐτοῦ.
ὀφθαλμὸς πονηρὸς φθονερὸς ἐπ’ ἄρτῳ, καὶ ἐλλιπὴς ἐπὶ τῆς τραπέζης αὐτοῦ.
τέκνον, καθὼς ἐὰν ἔχῃς εὖ ποίει σεαυτῷ, καὶ προσφορὰς κυρίῳ ἀξίως πρόσαγε·
μνήσθητι ὅτι θάνατος οὐ χρονιεῖ, καὶ διαθήκη ᾅδου οὐχ ὑπεδείχθη σοι·
πρίν σε τελευτῆσαι εὖ ποίει φίλῳ, καὶ κατὰ τὴν ἰσχύν σου ἔκτεινον καὶ δὸς αὐτῷ.
μὴ ἀφυστερήσῃς ἀπὸ ἀγαθῆς ἡμέρας, καὶ μερὶς ἐπιθυμίας ἀγαθῆς μή σε παρελθέτω.
οὐχὶ ἑτέρῳ καταλείψεις τοὺς πόνους σου, καὶ τοὺς κόπους σου εἰς διαιρέσεις κλήρου;
δὸς καὶ λάβε, καὶ ἁγίασον τὴν ψυχήν σου, ὅτι οὐκ ἔστιν ἐν ᾅδου ζητῆσαι τροφήν.
πᾶσα σὰρξ ὡς ἱμάτιον παλαιοῦται· ἡ γὰρ διαθήκη ἡ ἀπ’ αἰῶνος θανάτῳ ἀποθανῇ.
ὡς φύλλον θάλλον ἐπὶ δένδρου δασέος, τὰ μὲν καταβάλλει, ἄλλα δὲ φύει· οὕτως καὶ γενεὰ σαρκὸς καὶ αἵματος, ἡ μὲν τελευτᾷ, ἑτέρα δὲ γεννᾶται.
πᾶν ἔργον σηπόμενον ἐκλείπει, καὶ ὁ ἐργαζόμενος αὐτὸ μετ’ αὐτοῦ ἀπελεύσεται.
μακάριος ἀνὴρ ὃς ἐν σοφίᾳ μελετήσει καλά, καὶ ὃς ἐν συνέσει αὐτοῦ διαλεχθήσεται ἅγια·
ὁ διανοούμενος τὰς ὁδοὺς αὐτοῦ ἐν καρδίᾳ αὐτοῦ, καὶ ἐν 158 1 τοῖς ἀποκρύφοις αὐτῆς ἐννοηθήσεται
ἔξελθε ὀπίσω αὐτῆς ὡς ἰχνευτής, καὶ ἐν ταῖς ὁδοῖς αὐτῆς ἐνέδρευε.
ὁ παρακύπτων διὰ τῶν θυρίδων αὐτῆς, καὶ ἐπὶ τῶν θυρωμάτων αὐτῆς ἀκροάσεται·
ὁ καταλύων σύνεγγυς τοῦ οἴκου αὐτῆς, καὶ ἐν τοῖς τοίχοις αὐτῆς πήξει πάσσαλον.
στήσει τὴν σκηνὴν αὐτοῦ κατὰ χεῖρα αὐτῆς, καὶ καταλύσει ἐν καταλύματι ἀγαθῶν·
θήσει τὰ τέκνα αὐτοῦ ἐν τῇ σκέπῃ αὐτῆς, καὶ ὑπὸ τοὺς κλάδους αὐτῆς αὐλισθήσεται.
σκεπασθήσεται ἀπ’ αὐτῆς ἀπὸ καύματος, καὶ ἐν τῇ δόξῃ αὐτῆς καταλύσει.
Chapter 15
ὁ φοβούμενος τὸν κύριον ποιήσει αὐτά, καὶ ὁ ἐγκρατὴς γνώσεως εὑρήσει αὐτήν·
καὶ ὡς μήτηρ ὑπαντήσει αὐτῷ, καὶ ὡς γυνὴ παρθενίας προσδέξεται αὐτόν·
ψωμιεῖ αὐτὸν ἄρτον συνέσεως, καὶ ὕδωρ σοφίας ποτιεῖ αὐτόν·
στηριχθήσεται ἐπ’ αὐτὴν καὶ οὐ μὴ κλιθῇ, καὶ ἐπ’ αὐτῆς ἐφέξει καὶ οὐ μὴ καταισχυνθῇ·
καὶ ὑψώσει αὐτὸν παρὰ τοὺς πλησίον αὐτοῦ, καὶ ἐν μέσῳ ἐκκλησίας ἀνοίξει στόμα αὐτοῦ·
εὐφροσύνην καὶ στέφανον ἀγαλλιά- ματος εὑρήσει· καὶ ὄνομα αἰῶνος κατακληρονομήσει αὐτόν.
καὶ οὐ μὴ καταλήψωνται αὐτὴν ἄνθρωποι ἀσύνετοι, καὶ…
μακ…
The complete text is available when the reading interface loads.