Δανιήλ (translatio Graeca)
- Scientific editors
- Henry Barclay Swete D.D.
- Edition reference
- The Old Testament in Greek · Cambridge · Cambridge University Press · 1905
- CTS identifier
urn:cts:greekLit:tlg0527.tlg056.local003- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
κατα τουU+03F2 ο΄
ΕΙΙΙ βασιλέως Ἰωακεὶμ τῆς Ἰουδαίας ἔτους τρίτου παραγενόμένος Ναβουχοδονοσὸρ βασιλεὺς Βαβυλῶνος εἰς Ἰερουσαλὴμ ἐπολιόρκει αὐτήν.
καὶ παρέδωκεν αὐτὴν Κύριος εἰς χεῖρας αὐτοῦ καὶ Ἰωακεὶμ τὸν βασιλέα τῆς Ἰουδαίας καὶ μέρος τι τῶν ἱερῶν σκευῶν τοῦ κνρίου. καὶ ἀπήνεγκεν αὐτὰ εἰς Βαβυλῶνα εἴς γῆν Σεναὰρ εἰς οἶκον τοῦ θεοῦ αὐτοῦ, καὶ τὰ σκεύη· καὶ ἀπηρείσατο αὐτὰ ἐν τῷ εἰδωλείῳ αὐτοῦ.
καὶ εἶπεν ὁ βασιλεὺς Ἀβιεσδρὶ τῷ ἑαυτοῦ ἀρχιευνούχῳ ἀγαγεῖν αὐτῷ ἐκ τῶν υἱῶν τῶν μεγιστάνων τοῦ Ἰσραὴλ καὶ ἐκ τοῦ βασιλικοῦ γένους καὶ ἐκ τῶν ἐπιλέκτων,
νεανίσκους ἀμώμους καὶ εὐειδεῖς καὶ ἐπιστήμονας ἐν πάσῃ σοφίᾳ καὶ γραμματικοὺς καὶ συνετοὺς καὶ σοφούς, καὶ ἰσχύοντας ὥστε εἶναι ἐν τῷ οἴκῳ τοῦ βασιλέως, καὶ διδάξαι αὐτοὺς γράμματα καὶ διάλεκτον Χαλδαικήν
καὶ δίδοσθαι αὐτοῖς ἔκθεσιν ἐκ τοῦ οἵκου τοῦ βασιλέως καθʼ ἑκάστην ἡμέραν καὶ ἀπὸ τῆς βασιλικῆς τραπέζης καὶ ἀπὸ τοῦ οἴνου οὗ πίνει ὁ βασιλεύς, καὶ ἐκπαιδεῦσαι αὐτοὺς ἔτη τρία, καὶ ἐκ τούτων στῆσαι ἔμπροσθεν τοῦ βασιλέως.
καὶ ἦσαν ἐκ τοῦ γένους τῶν υἱῶν Ἰσραὴλ τῶν ἀπὸ τῆς Ἰουδαίας Δανιὴλ, Ἀνανίας, Μισαήλ, Ἀζαρίας.
καὶ ἐπέθηκεν αὐτοῖς ὁ ἀρχιευνοῦχος ὀνόματα, τῷ μέν Δανιὴλ Βαλτασάρ, τῷ δὲ Ἀνανίᾳ Σεδράχ. καὶ τῷ Μισαὴλ Μισάχ, Syr lnscr Δανιηλ κατα τους σ’ 87 προφητεια Δ. κατα την εκδοσιν των ό Syr 1 1 pr tit εκλεγονται οι περι τον Δανιηλ και παραδίδονται τω αρχιευνουχω και σιτουνται σπερματα· και παρασταντες τω βασιλει παντων απεδειχθεισαν σοφωτεροι B7 Syr 2 om εις γην Σενααρ Sγr ?? εις οικον του θεου αυτου και τα σκευη 87 (deest ?? ins ?? post αυτου et post σκευη) Sγr (om εις 4 0) 3 αρχιευνουχω] διδασκαλω ευνουχων Syrmᵍ 4 οικω] αʼσʼ ναω Syrmᵍ | γραμματα] ά βιβλιον Syrᵐg 5 εΚΘCIN Syr mg του βασιλεως] pr παρα (? απο) Syr 87καὶ τῷ Ἀζαρίᾳ Ἀβδεναγώ.
καὶ ἐνεθυμήθη Δανιὴλ ἐν τῇ καρδίᾳ ὅπως μὴ ἀλισγηθῇ ἐν τῷ δείπνῳ τοῦ βασιλέως καὶ ἐν ᾧ πίνει οἵνῳ, καὶ ἠξίωσεν τὸν ἀρχιευνοῦχον ἴνα μὴ συμμολυνθῇ.
καὶ ἔδωκε Κύριος τῷ Δανιὴλ τιμὴν καὶ χάριν ἐναντίον τοῦ ἀρχιευνούχου.
καὶ εἶπεν ὁ ἀρχιευνοῖχος τῷ Δανιὴλ Ἀγωνιῶ τὸν κύριόν μου τὸν βασιλέα τὸν ἐκτάξαντα τὴν βρῶσιν ὑμῶν καὶ τὴν πόσιν ὑμῶν, ἴνα μὴ ἴδῃ τὰ πρόσωπα ὑμῶν διατετραμμένα καὶ ἀσθενῆ παρὰ τοὺς συντρεφομένους ὑμῖν νεανίας τῶν ἀλλογενῶν, καὶ κινδυνεύσω τῷ ἰδίῳ τραχήλῳ.
καὶ εἶπεν Δανιὴλ Ἀβιεσδρὶ τῷ ἀναδειχθέντι ἀρχιευνούχῳ ἐπὶ τὸν Δανιήλ, Ἀνανίαν, Μισαήλ, Ἀζαρίαν
Πείρασον δὴ τοὺς παῖδάς σου ἐφʼ ἡμέρας δέκα, καὶ δοθήτω ἡμῖν ἀπὸ τῶν ὀσπρίων τῆς γῆς, ὥστε κάπτειν καὶ ὑδροποτεῖν·
καὶ ἐὰν φανῇ ἡ ὄψις ἡμῶν διατετραμμένη παρὰ τοὺς ἄλλους νεανίσκους τοὺς ἐσθίοντας ἀπὸ τοῦ βασιλικοῦ δείπνου, καθὼς ἐὰν θέλῃς οὕτω χρῆσαι τοῖς παισί σου.
καὶ ἐχρήσατο αὐτοῖς τὸν τρόπον τοῦτον, καὶ ἐπείρασεν αὐτοὺς ἡμέρας δέκα.
μετὰ δὲ τὰς δέκα ἡμέρας ἐφάνη ἡ ὄψις αὐτῶν καλὴ καὶ ἡ ἕξις τοῦ σώματος κρείσσων τῶν ἄλλων νεανίσκων τῶν ἐσθιόντων τὸ βασιλικὸν δεῖπνον.
καὶ ἦν Ἀβιεσδρὶ ἀναιρούμενος τὸ δεῖπνον αὐτῶν καὶ τὸν οἶνον αὐτῶν, καὶ ἀντεδίδου αὐτοῖς ἀπὸ τῶν ὀσπρίων.
καὶ τοῖς νεανίσκοις ἔδωκεν ὁ κύριος ἐπιστήμην καὶ σύνεσιν καὶ φρόνησιν ἐν πάσῃ γραμματικῇ τέχνῃ. καὶ τῷ Δανιὴλ ἔδωκε σύνεσιν ἐν παντὶ ῥήματι καὶ ὁράματι καὶ ἐνυπνίοις καὶ ἐν πάσῃ σοφίᾳ.
μετὰ δὲ τὰς ἡμέρας ταύτας ἐπέταξεν ὁ βασιλεὺς εἰσαγαγεῖν αὐτούς, καὶ εἰσήχθησαν ἀπὸ τοῦ ἀρχιευνούχου πρὸς τὸν βασιλέα Ναβουχοδονοσόρ.
καὶ ὡμίλησεν αὐτοῖς ὁ βασιλεύς, καὶ οὐχ εἰρέθη ἐν τοῖς σοφοῖς ὅμοιος τῷ Δανιὴλ καὶ Ἀνανίᾳ καὶ Μισαὴλ καὶ Ἀζαρία· καὶ ἦσαν παρὰ τῷ βασιλεῖ,
καὶ ἐν παντὶ λύγῳ καὶ συνέσει καὶ παιδεία, ὅσα ἐζήτησε παρʼ αὐτῶν ὁ βασιλεύς, κατέλαβεν αὐτοὺς σοφωτέρους δεκαπλασίως ὑπέρ τοὺς σοφιστὰς καὶ τοὺς φιλοσόφους τοὺς ἐν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ· καὶ ἐδόξασεν αὐτοὺς ὁ βασιλεὺς καὶ κατέστησεν αὐτοὺς ἄρχοντας, καὶ ἀνέδειξεν αὐτοὺς σοφοὺς παρὰ πάντας τοὺς αὐτοῦ ἐν πράγμασιν Syr 8 οπως μη αλισγηθη εν τω δειπνω τ. βασ.] σʼ ινα μη μιανθη δια της τροφης τ. βασ. Syr mg 10 διατετραμμενα] α κατεστ τραμμενα Syr mg om των αλλσγενων Syr 17 εν παση γραμματικη τεχνη] α εν παντι βιβλιω Syr mg ÷ και εν παση σοφια 87 (deest ) Syr 18 και ειcHXθΗCαN Syr mg 20 ÷ σοφωτερους 87 Syr ÷ και εδοξασεν αυτους.. βασιλεια αυτου 87 (ins ÷ ante εν παση τη γη) Syr 87ἐν πάσῃ τῇ γῇ αὐτοῦ καὶ ἐν τῇ βασιλείᾳ αὐτοῦ.
καὶ ἦν Δανιὴλ ἕως τοῦ πρώτου ἔτους τῆς βασιλείας Κύρου βασιλέως ΙΙερσῶν.
Chapter 2
Καὶ ἐν τῷ ἔτει τῷ δευτέρῳ τῆς βασιλείας Ναβουχοδονοσὸρ συνέβη εἰς ὁράματα καὶ ἐνύπνια ἐμπεσεῖν τὸν βασιλέα καὶ ταραχθῆναι ἐν τῷ ἐνυπνίῳ αὐτοῦ, καὶ ὁ ὕπνος αὐτοῦ ἐγένετο ἀπʼ αὐτοῦ.
καὶ ἐπέταξεν ὁ βασιλεὺς εἰσενεχθῆναι τοὺς ἐπαοιδοὺς καὶ τοὺς μάγους καὶ τοὺς φαρμακοὺς τῶν Χαλδαίων ἀναγγεῖλαι τῷ βασιλεῖ τὰ ἐνύπνια αὐτοῦ· καὶ παραγενόμενοι ἔστησαν παρὰ τῷ βασιλεῖ
καὶ εἰπεν αὐτοῖς ὁ βασιλεύς Ἐυύπνιον ἑώρακα καὶ ἐκινήθη μου τὸ πνεῦμα· ἐπιγνῶναι οὗυ θέλω τὸ ἐνύπνιον.
καὶ ἐλάλησαν οἱ Χαλδαῖοι πρὸς τὸν βασιλέα Συριστί Κύριε βασιλεῦ, τὸν αἰῶνα ζῆθι· ἀνάγγειλον τὸ ἐνύπνιόν σου τοῖς παισί σου, καὶ ἡμεῖς σοι φράσομεν τὴν σύγκρισιν αὐτοῦ.
ἀποκριθεὶς δὲ ὁ βασιλεὺς εἶπε τοῖς Χαλδαίοις λόγος ἀπʼ ἐμοῦ ἀπέστη· διότι ἐὰν μὴ ἀπαγγείλητέ μοι ἐπʼ ἀληθείας τὸ ἐνύπνιον καὶ τὴν τούτου σύγκρισιν δηλώσητέ μοι, παραδειγματισθήσεσθε, καὶ ἀναληφθήσεται ὑμῶν τὰ ὑπάρχοντα εἰς τὸ βασιλικόν.
ἐὰν δὲ τὸ ἐνύπνιον διασαφήσητέ μοι καὶ τὴν τούτου σύγκρισιν ἀναγγείλητε, λήψεσθε δόματα παντοῖα καὶ δοξασθήσεσθε ὑπʼ ἐμοῦ· δηλώσατέ μοι τὸ ἐνύπνιον καὶ κρίνατε.
ἀπεκρίθησαν δὲ ἐκ δευτέρου λέγοντες Βασιλεῦ, τὸ ὅραμα εἰπόν, καὶ οἱ παῖδές σου κρινοῦσι πρὸς ταῦτα.
καὶ εἶπεν αὐτοῖς ὁ βασιλεύς Ἐπ ἀληθείας οἶδα ὅτι καιρὸν ὑμεῖς ἐξαγοράζετε, καθάπερ ἑωράκατε ὅτι ἀπέστη ἀπʼ ἐμοῦ τὸ πρᾶγμα· καθάπερ οὖν προστέταχα, οὕτως ἔσται.
ἐὰν μὴ τὸ ἐνύπνιον ἀπαγγείλητέ μοι ἐπʼ ἀληθείας καὶ τὴν τούτου σύγκρισιν δηλώσητε, θανάτῳ περιπεσεῖσθε· συνείπασθε γὰρ λόγους ψευδεῖς ποιήσασθαι ἐπʼ ἐμοῦ, ἕως ἂν ὁ καιρὸς ἀλλοιωθῇ. νῦν οὗν ἐὰν τὸ δῆμα εἵπητέ μοι ὃ τὴν νύκτα ἑώρακα, γνώσομαι ὅτι καὶ τὴν τούτου κρίσιν δηλώσητε.
καὶ ἀπεκρίθησαν οἱ Χαλδαῖοι ἐπὶ τοῦ βασιλέως ὅτι Οὐδεὶς τῶν ἐπὶ τῆς γῆς Syr 21 Kypoc (sic) Syrᵐᵍ II 1 pr tit ορα το ενυπνιον Ναβουχοδονοσορ και τους μαγους απορησαντας (?ΠΟΡΗC?ΝΤ?C Syr mg) γνωρισαι και επιλυσαι αυτο κελευει σφαγηναι κινδυνευοντας δε και τους περι Δανιηλ εσωσεν ο θεος αποκαλυψας αυτω τω Δανιηλ την ειδησιν του ενυπνιου 87 Syr και ταρα- χθηναι...απ αυτου] σʼ και διηπορει το πνευμα αυτου και υπνος απεστη απ αυ- του αʼ...επ αυτον Syr 3 εκινηθη...ενυπνιον] σ΄ διαπορω εν τη ψ υχη μου του γνωναι το εν. Syrᵐᵍ 5 ?? ο λογος απ εμου (?? 87) απεστη 87 Syr 6 μοι 2⁰] + ουν Syr 7 εκ Δεγτερογ Syrᵐᵍ 8 ÷ καθαπερ ουν (÷ 87) προστεταχα ουτως εσται 87 Syr 9 ÷ και την τουτου συγκρισιν δηλωσητε 87 Syr ÷ ο την νυκτα εωρακα 87 Syr γνωσομαι] pr τοτε Syr 87 δυνήσεται εἰπεῖν τῷ βασιλεῖ ὃ ἑώρακε, καθάπερ σὺ ἐρωτᾷς, καὶ πᾶς βασιλεὺς καὶ πᾶς δυνάστης τοιοῦτο πρᾶγμα οὐκ ἐπερωτᾷ πάντα σοφὸν καὶ μάγον καὶ Χαλδαῖον·
καὶ ὁ λόγος ὃν ζητεῖς, βασιλεῦ, βαρύς ἐστι καὶ ἐπίδοξος, καὶ οὐδείς ἐστιν ὃς δηλώσει ταῦτα τῷ βασιλεῖ, εἰ μὴ τι ἄγγελος, οὗ οὐκ ἔστι κατοικητήριον μετὰ πάσης σαρκός· ὅθεν οὐκ ἐνδέχεται γενέσθαι καθάπερ οἴει.
τότε ὁ βασιεὺς στυγνὸς γενόμενος καὶ περίλυπος προσέταξεν ἐξαγαγεῖν πάντας τοὺς σοφοὺς τῆς Βαβυλωνίας.
καὶ ἐδογματίσθη πάντας ἀποκτεῖναι· ἐζητήθη δὲ ὁ Δανιὴλ καὶ πάντες οἱ μετʼ αὐτοῦ χάριν τοῦ συναπολέσθαι
τότε Δανιὴλ εἶπε βουλὴν καὶ γνώμην ἣν εἶχεν Ἀριώχῃ τῷ ἀρχιμαγείρῳ τοῦ βασιλέως, ᾧ προσέταξεν ἐξαγαγεῖν τοὺς σοφιστὰς τῆς Βαβυλωνίας,
καὶ ἐπυνθάνετο αὐτοῦ λέγων Ἄρχων τοῦ βασιλέως, περὶ τίνος δογματίζεται πικρῶς παρὰ τοῦ βασιλέως; τότε τὸ πρόσταγμα ἐσήμανεν ὁ Ἀριώχης τῷ Δανιήλ.
ό δὲ Δανιὴλ εἰσἡλθε ταχέως πρὸς τὸν βασιλέα, καὶ ἠξίωσεν ἵνα δοθῇ αὐτῷ χρονος παρὰ τοῦ βασιλέως, καὶ δηλώσῃ πάντα ἐπὶ τοῦ βασιλέως.
Τότε ἀπελθὼν Δανιὴλ εἰς τὸν οἶκον αὐτοῦ τῷ Ἀνανίᾳ καὶ Μισαὴλ καὶ Ἀζαρία τοῖς συνεταίροις ὑπέδειξε πάντα,
καὶ παρήγγειλε νηστείαν καὶ δέησιν καὶ τιμαωρίαν ζητῆσαι παρὰ τοῦ κυρίου τοῦ ὑψίστου περὶ τοῦ μυστηρίου τούτου, ὅπως μὴ ἐκδοθῶσι Δανιὴλ καὶ οἱ μετʼ αὐτοῦ εἰς ἀπώλειαν ἄμα τοῖς σοφισταῖς Βαβυλῶνος.
τότε τῷ Δανιὴλ ἐν ὁράματι ἐν αὐτῇ τῇ νυκτὶ τὸ μυστήριον τοῦ βασιλέως ἐξεφάνθη εὐσήμως. τότε Δανιὴλ εὐλόγησε τὸν κύριον τὸν ὕψιστον, καὶ ἐκφωνήσας εἶπεν
Ἔσται τὸ ὄνομα τοῦ κυρίου τοῦ μεγάλου εὐλογημένον εἰς τὸν αἰῶνα, ὅτι ἡ σοφία καὶ ἡ μεγαλωσύνη αὐτοῦ ἐστι
καὶ αὐτὸς ἀλλοιοῖ καιροὺς καὶ χρόνους, μεθιστῶν βασιλεῖς καὶ καθιστῶν, διδοὺς σοφοῖς σοφίαν καὶ σύνεσιν τοῖς ἐν ἐπιστήμῃ οὖσιν·
ἀνακαλύπτων τὰ βαθέα καὶ σκοτεινὰ καὶ γινώσκων τὰ ἐν τῷ σκότει καὶ τὰ ἐν τῷ φωτί, καὶ παρʼ αὐτῷ κατάλυσις.
σοί, κύριε τῶν πατέρων μου, ἐξομολογοῦμαι καὶ αἰνῶ, ὅτι σοφίαν καὶ φρόνησιν ἔδωκάς μοι, καὶ νῦν ἐσήμανάς μοι ὅσα ἠξίωσα, τοῦ δη- Syr 10 και πας βασιλευς...ουκ επερωτα] σ΄ αλλ ουδε τις βασιλευς η μεγας η εξουσιαστης ρημα τοιουτον ερωτα Syr mg 11 ÷ και επιδοξος 87 Syr 13 εΔοΓmαTIcθΗ Syrᵐᵍ 14 τω αρχιμαγειρω| α΄ διδασκαλω σφακτων Syr mg 15 και επυνθανετο...του βασιλεως] σ΄ ειπε δε τω Αριωχ ω επετραπη η εξουσια παρα του βασ. Sγrᵐᵍ ?? αρχων του βασιλεως 87 Syr 16 δη. λωσει Syr 18 και παρηγγειλε...ζητησαι] ό υπερ του ερωτησαι οικτιρμους Syr mg ÷ και τιμωριαν (superscr ÷ 87) ζητησαι 87 Syr 19 και εκφω- νησας ειπεν] σ΄ και λαιων Δανιηλ ειπεν Syrᵐᵍ 21 διδους] pr και Syr 22 KαTαλΥCIC0 Sγr mg 87 λῶσαι τῷ βασιλεῖ πρὸς ταῦτα.
εἰσελθὼν δὲ Δανιὴλ πρὸς τὸν Ἀριὼχ τὸν κατασταθέντα ὑπὸ τοῦ βασιλέως ἀποκτεῖναι πάντας τοὺς σοφιστὰς τῆς Βαβυλωνίας εἶπεν αὐτῷ Τοὺς μὲν σοφιστὰς τῆς Βαβυλωνίας μὴ ἀπολέσῃς, εἰσάγαγε δέ με πρὸς τὸν βασιλέα, καὶ ἕκαστα τῷ βασιλεῖ δηλώσω.
Τότε Ἀριὼχ κατὰ σπουδὴν εἰσήγαγεν τὸν Δανιὴλ πρὸς τὸν βασιλέα καὶ εἶπεν αὐτῷ ὅτι Εὕρηκα ἄνθρωπον σοφὸν ἐκ τῆς αἰχμαλωσίας τῶν υἱῶν τῆς Ἰουδαίας, ὃς τῷ βασιλεῖ δηλώσει ἕκαστα.
ἀποκριθεὶς δὲ ὁ βασιλεὺς εἶπε τῷ Δανιήλ, ἐπικαλουμένῳ δὲ Χαλδαιστὶ Βαλτασάρ Δυνήσῃ δηλῶσαί μοι τὸ ὄραμα ὃ εἶδον καὶ τὴν τούτου σύγκρισιν;
ἐκφωνήσας δὲ ὁ Δανιὴλ ἐπὶ βασιλέως εἶπεν Τὸ μυστήριον ὃ ἑώρακεν ὁ βασιλεύς, οὐκ ἔστι σοφῶν καὶ φαρμακῶν καὶ ἐπαοιδῶν καὶ γαζαρηνῶν ἡ δήλωσις·
άλλʼ ἔστι θεὸς ἐν οὐρανῷ ἀνακαλύπτων μυστήρια, ὃς ἐδήλωσε τῷ βασιλεῖ Ναβουχοδονοσὸρ ἄ δεῖ γενέσθαι ἐπʼ ἐσχάτων τῶν ἡμερῶν·
καὶ ἀνακαλύπτων μυστήρια ἐδήλωσέ σοι ἃ δεῖ γενέσθαι.
κἀμοὶ δέ οὐ παρὰ τὴν σοφίαν τὴν οὗσαν ἐν ἐμοὶ ὑπὲρ πάντας τοὺς ἀνθρώπους τὸ μυστήριον τοῦτο ἐξεφάνθη, ἀλλ᾿ ἕνεκεν τοῦ δηλωθῆναι τῷ βασιλεῖ ἐσημάνθη μοι ἃ ὑπέλαβες τῇ καρδίᾳ σου ἐν γνώσει.
καὶ σύ, βασιλεῦ, ἑώρακας, καὶ ἰδοὺ εἰκὼν μία, καὶ ἦν ἡ εἰκὼν ἐκείνη μεγάλη σφόδρα, καὶ ἡ πρόσοψις αὐτῆς ὑπερφερὴς ἑστήκει ἐναντίον σου· καὶ ἡ πρόσοψις τῆς εἰκόνος φοβερά.
καὶ ἦν ἡ κεφαλὴ αὐτῆς ἀπὸ χρυσίου χρηστοῦ, τὸ στῆθος καὶ οἱ βραχίονες ἀργυροῖ, ἡ κοιλία καὶ οἱ μηροὶ χαλκοῖ
τὰ δὲ σκέλη σιδηρᾶ, οἱ πόδες μέρος μέν τι σιδήρου, μέρος δέ τι ὀστράκινον.
ἑώρακας ἕως ὅτου ἐτμήθη λίθος ἐξ ὄρους ἄνευ χειρῶν, καὶ ἐπάταξε τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς σιδηροῦς καὶ ὀστρακίνους καὶ κατήλεσεν αὐτά.
τότε λεπτὰ ἐγένετο ἄμα ὁ σίδηρος καὶ τὸ ὄστρακον καὶ ὁ χαλκὸς καὶ ὁ ἄργυρος Syr 26 προς] κατα Syrᵛⁱᵈ 24 εισελθων δε Δανιηλ] σ΄ εκ τουτου Δανιηλ εισηλθε Syrᵐᵍ 25 post ευρηκα ras aliq 87 τω βασιλει δηλωσει εκαστα] σ΄ την επιλυσιν σου βασιλευ δηλωσει Syrᵐᵍ 27 ΓαΖαΡΗΝωΝ σ΄ ουδε θυτων Syrᵐᵍ 28 μυστηρια] α sup ras 87 ημερων] + βασιλευ εις τον αιωνα ζηθι· το ενυπνιον και το οραμα της κεφαλης σου επι της κοιτης σου τουτο εστι· (29) συ βασιλευ κατακλιθεις επι της κοιτης σου εωρακας (εορακακαc Syr mg πανια οσα δει γενεσθαι επ εσχατων των ημερων· Syr (pro κατακλιθεις ...σου σ΄ εν μεριμνη εγενου επι της κοιτης σου Syrmg) 30 α υπελαβες...εν γνωσει] α΄ και η βουλη (?εννοια) της καρδιας σου ινα γνως Syr mg 31 και ιδου εικων...σφοδρα] σ΄ και ην ως ανδριας εις μεγας ο ανδριας Syr mg 87 καὶ τὸ χρυσίον, καὶ ἐγένετο ὡσεὶ λεπτότερον ἀχύρου ἐν ἄλωνι, καὶ ἐρρίπισεν αὐτὰ ὁ ἄνεμος ὥστε μηδέν καταλειφθῆναι ἐξ αὐτῶν, καὶ ὁ λίθος ὁ πατάξας τὴν εἰκόνα ἐγένετο ὄρος μέγα, καὶ ἐπάταξε πᾶσαν τὴν γῆν.
τοῦτο τὸ ὅραμα· καὶ τὴν κρίσιν δὲ ἐροῦμεν ἐπὶ τοῦ βασιλέως.
σύ, βασιλεῦ, βασιλεὺς βασιλέων, καὶ σοὶ ὁ κύριος τοῦ οὐρανοῦ τὴν ἀρχὴν καὶ τὴν βασιλείαν καὶ τὴν ἰσχὺν καὶ τὴν τιμὴν καὶ τὴν δόξαν ἔδωκεν·
ἐν πάσῃ τῇ οἰκουμένῃ ἀπὸ ἀνθρώπων καὶ θηρίων ἀγρίων καὶ πετεινῶν οὐρανοῦ καὶ τῶν ἰχθύων τῆς θαλάσσης παρέδωκεν ὑπὸ τὰς χεῖράς σου, κυριεύειν πάντων· σὺ εἶ ἡ κεφαλὴ ἡ χρυσῆ.
καὶ μετὰ σέ ἀναστήσεται βασιλεία ἐλάττων σου, καὶ τρίτη βασιλεία ἄλλη χαλκῆ ἣ κυριεύσει πάσης τῆς γῆς·
καὶ βασιλεία τετάρτη ἰσχυρὰ ὡς ὁ σίδηρος, ὥσπερ ὁ σίδηρος ὃ δαμάζων πάντα, καὶ ὡς ὁ σίδηρος πᾶν δένδρον ἐκκόπτων· καὶ σεισθήσεται πᾶσα ἡ γῆ.
καὶ ὡς ἑώρακας τοὺς πόδας αὐτῆς καὶ τοὺς δακτύλους μέρος μέν τι ὀστράκου κεραμικοῦ, μέρος δέ τι σιδήρου, βασιλεία ἄλλη διμερὴς ἔσται ἐν αὐτῇ, καθάπερ εἶδες τὸν σίδηρον ἀναμεμιγμένον ἄμα τῷ πηλίνῳ ὀστράκῳ.
καὶ οἱ δάκτυλοι τῶν ποδῶν μέρος μέν τι σιδηροῦν, μέρος δέ τι ὀστράκινον· μέρος δέ τι τῆς βασιλείας ἔσται ἵσχυρόν, καὶ μέρος τι ἔσται συντετριμμένον.
καὶ ὡς εἶδες τὸν σίδηρον ἀναμεμιγμένον ἄμα τῷ πηλίνῳ ὀστράκῳ, καὶ συμμιγεῖς ἔσονται εἰς γένεσιν ἀνθρώπων· οὐκ ἔσονται δὲ ὁμονοοῦντες οὕτε εὐνοοῦντες ἀλλήλοις, ὥσ περ οὐδὲ ὁ σίδηρος δύναται συγκραθῆναι τῷ ὀστράκῳ.
καὶ ἐν τοῖς χρόνοις τῶν βασιλέων τούτων στήσει ὁ θεὸς τοῦ οὐρανοῦ βασιλείαν ἄλλην, ἥτις ἔσται εἰς τοὺς αἰῶνας καὶ οὐ φθαρήσεται· καὶ αὕτη ἡ βασιλεία ἄλλο ἔθνος οὐ μὴ ἐάσῃ, πατάξει δὲ καὶ ἀφανίσει τὰς βασιλείας ταύτας, καὶ αὐτὴ στήσεται εἰς τὸν αἰῶνα·
καθάπερ ἑώρακας ἐξ ὄρους τμηθῆναι λίθον ἄνευ χειρῶν, καὶ συνηλόησε τὸ ὄστρακον τὸν σίδηρον καὶ τὸν χαλκὸν καὶ τὸν ἄργυρον καὶ τὸν χρυσόν. ὁ θεὸς ὁ μέγας ἐσήμανε τῷ βασιλεῖ τὰ ἐσόμενα ἐπʼ ἐσχάτων τῶν ἡμερῶν· καὶ ἀκριβές τὸ ὄραμα, Syr 35 ωσει λεπτοτερον αχυρου...ο ανεμος] ά ως αχνη απο αλωνος θερινης και ηρεν αυτα το πνευμα Syr mg και επαταξε] και επληρωσε Syr mg 38 ÷ και των ( ÷ 87) ιχθυων της θαλασσης 87 Syr κυριευειν παντων] ά και εκυριευσε παντων Syrᵐᵍ 40 ως ο σιδηρος (1⁰) 87 Syr και ως ο σιδηρος (2⁰) 87 (deest ??) ?? και ο σιδηρος Syr 41 ?? και τους δακτυλους 87 (deest ??) Syr κεραμεικου 87 εν αυτη] pr απο της ριζης της σιδηρας εσται Syr ά σ΄ και εκ του φυτου του σιδηρου Syrᵐᵍ 42 om δε 2⁰ Syr 43 om και 2° Byr εις γενεσιν] εν σπερματι Syr mg 44 τους αιωνας] τον αιωνα Syr 45 συνηλοησε] CY NHλολΗCεΝ (sic) + ωσει αλοησις η εν αλωνι Syr mᵍ 87 καὶ πιστὴ ἡ τούτου κρίσις.
Τότε Ναβουχοδονοσὸρ ὁ βασιλεὺς πεσὼν ἐπὶ πρόσαωπον χαμαὶ προσεκύνησεν τῷ Δανιήλ, καὶ ἐπέταξε θυσίας καὶ σπονδὰς ποιῆσαι αὐτῷ.
καὶ ἐκφωνήσας ὁ βασιλεὺς πρὸς τὸν Δανιὴλ εἶπεν Ἐπ᾿ ἀληθείας ἐστὶν ὁ θεὸς ὑμῶν θεὸς τῶν θεῶν καὶ κύριος τῶν βασιλέων, ὁ ἐκφαίνων μυστήρια κρυπτὰ μόνος· ὅτι ἐδυνάσθης δηλῶσαι τὸ μυστήριον τοῦτο.
τότε ὁ βασιλεὺς Ναβουχοδονοσὸρ Δανιὴλ μεγαλύνας καὶ δοὺς δωρεὰς μεγάλας καὶ πολλὰς κατέστησεν ἐπὶ τῶν πραγμάτων τῆς Βαβυλωνίας, καὶ ἀπέδειξεν αὐτὸν ἄρχοντα καὶ ἡγούμενον πάντων τῶν σοφιστῶν Βαβυλωνίας.
καὶ Δανιὴλ ἠξίωσε τὸν βασιλέα ἴνα κατασταθῶσιν ἐπὶ τῶν πραγμάτων τῆς Βαβυλωνίας Σεδράχ, Μισάχ, Ἀβδεναγώ· καὶ Δανιὴλ ἦν ἐν τῇ βασιλικῇ αὐλῇ.
Chapter 3
Ἔτους ὀκτωκαιδεκάτου Ναβουχοδονοσὸρ βασιλεὺς διοικῶν πόλεις καὶ χώρας καὶ πάντας τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς ἀπὸ Ἰνδικῆς ἕως Αἰθιοπίας ἐποίησεν εἰκόνα χρυσῆν, τὸ ὕψος αὐτῆς πηχῶν ἑξήκοντα, καὶ τὸ πλάτος αὐτῆς πηχῶν ἕξ καὶ ἔστησεν αὐτὴν ἐν πεδίῳ τοῦ περιβόλου χώρας Βαβυλωνίας.
καὶ Ναβουχοδονοσὸρ βασιλεὺς βασιλέων καὶ κυριεύων τῆς οἰκουμένης ὅλης ἀπέστειλεν ἐπισυναγαγεῖν πάντα τὰ ἔθνη καὶ φυλὰς καὶ γλώσσας, σατράπας, στρατηγούς, τοπάρχας καὶ ὑπάτους, ,διοικητὰς καὶ τοὺς ἐπʼ ἐξουσιῶν κατὰ χώραν, καὶ πάντας τοὺς κατὰ τὴν οἰκουμένην, ἐλθεῖν εἰς τὸν ἐγκαινισμὸν τῆς εἰκόνος τῆς χρυσῆς ἣν ἔστησεν Ναβουχοδονοσὸρ ὁ βασιλεύς.
τότε συνήχθησαν ὕπατοι, στρατηγοί, τοπάρχαι, ἡγούμενοι, τύραννοι μεγάλοι ἐπʼ ἐξουσιῶν, καὶ πάντες οἱ ἄρχοντες τῶν χωρῶν, τοῦ ἐλθεῖν εἰς τὸν ἐγκαινισμὸν τῆς εἰκόνος ἧς ἔστησε Ναβουχοδονοσὸρ ὁ βασιλεύς. καὶ ἔστησαν οἱ προσγεγραμμένοι κατέναντι τῆς εἰκόνος ἧς ἔστησε Ναβουχοδονοσόρ.
καὶ ὁ κήρυξ ἐκήρυξε τοῖς ὄχλοις Ὑμῖν παραγγέλλεται, Syr 46 om επι προσωπον Syr θυσιας.. αυτω] σ΄ και δωρα και θρησκειας (α και δωρα ευωδιας) συντελεσαι αυτω Syr mg 47 επ αληθει 87 κυριος] βασι- λευς Sγr mg μυστηρια] ΘρΗcΚΙαc Syrᵐᵍ 48 Ναβουχοδονοσορ 87 Syr αρχοντα..δαβυλωνιας (2⁰)] σ΄ υπαρχον των στρατηγων των επι των σορων Βα- βυλωνος Syr mg III 1 ÷ ετους οκτωκαιδ. 87 Syr ÷ διοικων πολεις ( ÷ 87) και χωρας και παντας τους κατοικ. (superscr ÷ 87) Αιθιοπιας 87 Syr περιβολου] ΠερΙΒολoΝ (sic) Syrᵐᵍ 2 βασιλεων (-λευων Syr) και κυριευων της οικ. ( ÷ 87 ) ολης 87 Syr ÷ πανια τα εθνη και φυλας (φυ ÷ λας 87) και γλωσσας 87 Syr τοπαρχας...την οικουμενην] σ΄ και τους αρχοντας τους επι της γνωσεως τους γαβδαρηνους τους θαβδαρηνους τους θαβθαιους και παντας τους εξουσιαζοντας των ποιεων Syr mᵍ επι εξουσιων 87 (επεξ. sic 87¹(vid) 3 ?? τοτε συνηχθησαν.. του ελθειν (om τ. ελθ. Syr)...ο βασιλευς 87 Syr επεξ. sic 87 ÷ και εστησαν οι προγεγρ. 87 (deest ??) ÷ οι προγεγρλ seq ??) και εστησαν Syr ?? ης εστησε Ναβ. (2⁰) 87 Syr 87 ἔθνη καὶ χῶραι, λαοὶ καὶ γλῶσσαι,
ὅταν ἀκούσητε τῆς φωνῆς τῆς σάλπιγγος, σύριγγος, καὶ κιθάρας, σαμβύκης καὶ ψαλτηρίου, συμφωνίας καὶ παντὸς γένους μουσικῶν, πεσόντες προσκυνήσατε τῆ εἰκόνι τῇ χρυσῇ ἣν ἔστησε Ναβουχοδονοσὸρ βασιλεύς·
καὶ πᾶς ὃς ἂν μὴ πεσὼν προσκυνήσῃ, αὐτῇ τῇ ὥρᾳ ἐμβαλοῦσιν αὐτὸν εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην.
καὶ ἐν τῷ καιρῷ ἐκείνῳ, ὅτε ἤκουσαν πάντα τὰ ἔθνη τῆς φωνῆς τῆς σάλπιγγος, σύριγγός τε καὶ κιθάρας, σαμβύκης τε καὶ ψαλτηρίου καὶ παντὸς ἤχου μουσικῶν, πίπτοντα πάντα τὰ ἔθνη, φυλαί, καὶ γλῶσσαι προσεκύνησαν τῇ εἰκόνι τῇ χρυσῇ ἣν ἔστησε Ναβουχοδονοσὸρ ὁ βασιλεύς, κατέναντι τούτου.
ἐν ἐκείνῳ τῷ καιρῷ προσελθόντες ἄνδρες Χαλδαῖοι διέβαλον τοὺς Ἰουδαίους·
καὶ ὑπολαβόντες εἶπον Ναβουχοδονοσὸρ τῷ βασιλεῖ Κύριε βασιλεῦ, εἰς τὸν αἰῶνα ζῆθι.
σύ, βασιλεῦ, προσέταξας καὶ ἔκρινας, ἵνα πᾶς ἄνθρωπος ὃς ἂν ἀκούσῃ τῆς φωνῆς τῆς σάλπιγγος. σύριγγός τε καὶ σαμβύκης, κιθάρας καὶ ψαλτηρίου καὶ παντὸς ἤχου μουσικῶν, πεσὼν προσκυνήσῃ τῇ εἰκόνι τῇ χρυσῇ,
καὶ ὃς ἂν μὴ πεσὼν προσκυνήσῃ, ἐμβληθήσεται εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην.
εἰσὶ δέ τινες ἄνδρες Ἰουδαῖοι, οὓς κατέστησας ἐπὶ τῆς χώρας τῆς Βαβυλωνίας. Σεδράχ, Μισάχ, Ἀβδεναγώ· οἱ ἄνθρωποι ἐκεῖνοι οὐκ ἐφοβήθησάν σου τὴν ἐντολὴν καὶ τῷ εἰδώλῳ σου οὐκ ἐλάτρευσαν καὶ τῇ εἰκόνι σου τῇ χρυσῇ ᾖ ἔστησας οὐ προσεκύνησαν.
τότε Ναβουχοδονοσὸρ θυμωθεὶς ὀργῇ προσέταξεν ἀγαγεῖν τὸν Σεδράχ, Μισάχ, Ἀβδεναγώ· τότε οἱ ἄνθρωποι ἤχθησαν πρὸς τὸν βασιλέα.
οὓς καὶ συνιδὼν Ναββουχοδονοσὸρ ὁ βασιλεὺς εἶπεν αὐτοῖς Διὰ τί, Σεδράχ, Μισάχ, Ἀβδεναγώ, τοῖς θεοῖς μου οὐ λατρεύετε καὶ τῇ εἰκόνι τῇ χρυσῇ ἣν ἔστησα οὐ προσκυνεῖτε;
καὶ νῦν εἰ μὲν ἔχετε ἑτοίμως ἄμα τῷ ἀκοῦσαι τῆς σάλπιγγος, σύριγγός τε καὶ κιθάρας, σαμβύκης τε καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς ἤχου μουσικῶν, πεσόντες προσκυνῆσαι τῇ εἰκόνι τῇ χρυσῇ ᾖ ἔστησα· εἰ δέ μή γε, γινώσκετε ὅτι μὴ προσκυνη- Sγr 5 CΑMBYKHC Syrᵐᵍ 6 ?? αυτη τη ωρα 87 (deest ??) Syr 7 ?? συριγγος τε (om τε Syr) και κιθαρας σαμβυκης (?? 87) τε και ψαλτηριου 87 Syr ?? ο βασιλευς 87 (deest ??) Syr 9 ?? Ναβ. τω βασιλει 87 (deest ??) Syr 10 ?? συριγγος τε και σαμβυκης ( 87) κιθαρας και ψαλτηριου 87 Sγr 11 εις την καμινον] α΄ εις μεσον της καμινου Syr mᵍ 12 επι της χωρας] α΄ επι το εργον τ. χ. σ΄ επι την διοικησιν τ. πολεως Syr mg ουκ εφοβηθησαν σου την εντολην] α΄ ουκ εθεντο επι σε βασιλεν γνωμην Syr mᵍ 14 και τη εικονι] σ΄ ουδε τω ανδριαντι Sγr ᵐᵍ 15 ?? συριγγος τε και...συμφωνιας 87 Syr ÷ (om 87) τη χρυση 87vid Syr om γε Sγr 87 σάντων ὑμῶν αὐθωρὶ ἐαβληθήσεσθε εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην· καὶ ποῖος θεὸς ἐξελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου;
ἀποκριθέντες δὲ Σεδράχ, Μισάχ, Ἀβδεναγώ, εἶπαν τῷ βασιλεῖ Ναβουχοδονοσόρ Βασιλεῦ, οὐ χρείαν ἔχομεν ἡμεῖς ἐπὶ τῇ ἐπιταγῇ ταύτῃ ἀποκριθῆναί σοι
ἔστι γὰρ θεὸς ἐν οὐρανοῖς εἶς κύριος ἡμῶν, ὃν φοβούμεθα, ὅς ἐστι δυνατὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης· καὶ ἐκ τῶν χειρῶν σου, βασιλεῦ, ἐξελεῖται ἡμᾶς.
καὶ τότε φανερόν σοι ἔσται, βασιλεῦ, ὅτι οὔτε τῷ εἰδώλῳ σου λατρεύομεν οὕτε τῇ εἰκόνι σου τῆ χρυσῇ, ἣν ἔστησας, οὐ προσκυνοῦμεν.
τότε Ναβουχοδονοσὸρ ἐπλήσθη θυμοῦ, καὶ ἡ μορφὴ τοῦ προσώπου αὐτοῦ ἠλλοιώθη ἐπὶ Σεδράχ, Μισάχ. καὶ Ἀβδεναγώ, καὶ ἐπέταξε καῆναι τὴν κάμινον ἑπταπλασίως παρʼ ὃ ἔδει αὐτὴν καῆναι,
καὶ ἄνδρας ἰσχυροτάτους τῶν ἐν τῇ δυνάμει ἐπέταξε συμποδίσαντας τὸν Σεδράχ, Μισάχ, Ἀβδεναγώ, ἐμβαλεῖν εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην.
τότε οἱ ἄνδρες ἐκεῖνοι συνεποδίσθησαν, ἔχοντες τὰ ὑποδήματα αὐτῶν καὶ τὰς τιάρας αὐτῶν ἐπὶ τῶν κεφαλῶν αὐτῶν, σὺν τῷ ἱματισμῷ αὐτῶν, καὶ ἐβλήθησαν εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην.
ἐπειδὴ τὸ πρόσταγμα τοῦ βασιλέως ἤπειγεν καὶ ἡ κάμινος ἐξεκαύθη ὑπέρ τὸ πρότερον ἑπταπλασίως, καὶ οἱ ἄνδρες οἱ προχειρισθέντες συμποδίσαντες αὐτοὺς καὶ προσαγαγόντες τῇ καμίνῳ ἐνεβάλοσαν εἰς αὐτήν.
τοὺς μὲν οὗν ἄνδρας τοὺς συμποδίσαντας τοὺς περὶ τὸν Ἀζαρίαν ἐξελθοῦσα ἡ φλὸξ ἐκ τῆς καμίνου ἐνεπύρισε καὶ ἀπέκτεινεν, αὐτοὶ δὲ συνετηρήθησαν.
Οὕτως οὗν προσηύξατο Ἀνανίας καὶ Ἀζαρίας καὶ Μισαήλ, καὶ ὕμνησαν τῷ κυρίῳ, ὅτε αὐτοὺς ὁ βασιλεὺς προσέταξεν ἐμβληθῆναι εἰς τὴν κάμινον.
στὰς δὲ Ἀζαρίας προσηύξατο οὕτως, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐξωμολογεῖτο τῷ κυρίῳ ἄμα τοῖς συνεταίροις αὐτοῦ ἐν μέσῳ τῷ πυρί, ὑποκαιομένης τῆς καμίνου ὑπὸ τῶν Χαλδαίων σφόδρα. καὶ εἶπαν
Εὐλογητὸς εἶ, Κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας,
ὅτι δίκαιος εἶ πᾶσιν οἷς ἐποίησας ἡμῖν, καὶ πάντα τὰ ἔργα σου ἀληθινὰ καὶ αἱ ὁδοί Syr 15 εμβηθησεσθε 87 16 εΠΙΤΑΓΗ Syrᵐᵍ 17 ÷ εν ουρανοις εις κυριος 87 Syr ?? της καιομενης 87 Syr 18 ?? βασιλευ 87 Syr | om ου Syr 19 Σεδρ. Μισ. και Αβδ. Syr 20 ?? τον Σεδρ. Μισ. (+ και Syr) Αβδ. 87 Syr 21 εχοντες τα υποδηματα αυτων] σ΄ εν τοις υποδημασιν (? ταις αναξυρισιν cf Hieron) ουτων Syr mᵍ ?? του πυρος την καιο- μενην 87 vid (deest ??) του πυρ. ?? την καιομ. Syr 22 επειδη...ηπειγεν] σ΄ δια το ρημα του βασ. απαρακλητον ειναι Syrᵐᵍ 23 om μεν Syr εξελθουσα] λ sup ras 87 24 προσηυξαντο Syr εμβληθηναι] εμβαλειν Syr vid 26 αινετος Syr 87 σου εὐθεῖαι καὶ πᾶσαι αἱ κρίσεις σου ἀληθιναί.
καὶ κρίματα ἀληθείας ἐποίησας κατὰ πάντα ἃ ἐπήγαγες ἡμῖν καὶ ἐπὶ τὴν πόλιν σου τὴν ἁγίαν τὴν τῶν πατέρων ἡμῶν Ἰερουσαλήμ· διότι ἐν ἀληθείᾳ καὶ κρίσει ἐποίησας πάντα ταῦτα διὰ τὰς ἁμαρτίας ἡμῶν.
ὅτι ἡμάρτομεν ἐν πᾶσι καὶ ἠνομήσαμεν ἀποστῆναι ἀπὸ σοῦ καὶ ἐξημάρτομεν ἐν πᾶσι·
καὶ τῶν ἐντολῶν τοῦ νόμου σου οὐχ ὑπηκούσαμεν οὐδὲ συνετηρήσαμεν, οὐδὲ ἐποιήσαμεν καθὼς ἐνετείλω ἡμῖν ἵνα εὖ ἡμῖν γένηται.
καὶ νῦν πάντα ὅσα ἡμῖν ἐπήγαγες καὶ πάντα ὅσα ἐποίησας ἡμῖν, ἐν ἀληθινῇ κρίσει ἐποίησας,
καὶ παρέδωκας ἡμᾶς εἰς χεῖρας ἐχθρῶν ἡμῶν ἀνόμων καὶ ἐχθίστων ἀποστατῶν, καὶ βασιλεῖ ἀδίκῳ καὶ πονηροτάτῳ παρὰ πᾶσαν τὴν γῆν.
καὶ νῦν οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα· αἰσχύνη καὶ ὄνειδος ἐγενήθη τῶν δούλων σου καὶ τῶν σεβομένων σε.
μὴ παραδῷς ἡμᾶς εἰς τέλος διὰ τὸ ὄνομά σου, καὶ μὴ διασκεδάσῃς σου τὴν διαθήκην.
καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφʼ ἡμῶν, διὰ Ἀβραὰμ τὸν ἠγαπημένον ὑπὸ σοῦ καὶ διὰ Ἰσαὰκ τὸν δοῦλόν σου καὶ Ἰσραὴλ τὸν ἅγιόν σου·
ὡς ἐλάλησας πρὸς αὐτοὺς λέγων πολυπληθῦναι τὸ σπέρμα αὐτῶν ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης.
ὅτι, δέσποτα, ἐσμικρύνθημεν παρὰ πάντα τὰ ἔθνη, καί ἐσμεν ταπεινοὶ ἐν πάσῃ τῇ γῇ σήμερον διὰ τὰς ἁμαρτίας ἡμῶν·
καὶ οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ ἄρχων καὶ προφήτης οὐδὲ ἡγούμενος, οὐδὲ ὁλοκαύτωσις οὐδὲ θυσία οὐδὲ προσφορὰ οὐδὲ θυμίαμα, οὐδὲ τόπος τοῦ καρπῶσαι ἐνώπιόν σου καὶ εὑρεῖν ἔλεος.
ἀλλʼ ἐν ψυχῇ συντετριμμένῃ καὶ πνεύματι τεταπεινωμένῳ προσδεχθείημεν·
ὡς ἐν ὁλοκαυτώμασι κριῶν καὶ ταύρων καὶ ὡς ἐν μυριάσιν ἀρνῶν πιόνων, οὕτω γενέσθω ἡμῶν ἡ θυσία ἐνώπιόν σου σήμερον καὶ ἐξιλάσαι ὄπισθέν σου, ὅτι οὐκ ἔστιν αἰσχύνη τοῖς πεποιθόσιν ἐπὶ σοί, καὶ τελειῶσαι ὄπισθέν σου.
καὶ νῦν ἐξακολουθοῦμεν ἐν ὅλῃ καρδίᾳ ἡμῶν καὶ φοβούμεθά σε καὶ ζητοῦμεν τὸ πρόσωπόν σου.
μὴ καταισχύνῃς ἡμᾶς, ἀλλὰ ποίησον μεθʼ ἡμῶν ἔλεος κατὰ τὴν ἐπιείκειάν σου καὶ κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου,
καὶ ἐξελοῦ ἡμᾶς κατὰ τὰ θαυμάσιά Syr 27 αληθιναι] αληθεια Syr txt (.θιναι Syrᵐᵍ) 31 post και 2⁰ ras aliq 87? 32 και 4⁰] κ sup ras 87? 33 τοις δουλοις σου κ. τοις σεβομενοις σε Syr 35 υπο] απο 87* (corr υπο) | om δια 2⁰ Sγr txt (hab Syrᵐᵍ) | αγιον] λαον Syr txt (αγιον Syr mg) 36 πολυπληθυναι] πολὺ πλ 87 θ΄ ?? πολυ ?? πλ. Syr | θ΄ ?? τω πληθει Syr 39 τεταπεινωμενω] τ 2⁰ sup ras 87 θ΄ ταπεινωσεως Syrᵐᵍ 40 και εξιλασαι] θ΄ και εκτελεσαι Syr mg| ÷ (?? 87) και τελειωσοι οπισθεν σου 87 Syr 41 θ΄ ?? ημων Syr 42 (om 87) ελεος 87 et (sub θ΄) Syr 87 σου καὶ δὸς δόξαν τῷ ὀνόματί σου, Κύριε·
καὶ ἐντραπείησαν πάντες οἱ ἐνδεικνύμενοι τοῖς δούλοις σου κακά, καὶ καταισχυνθείησαν ἀπὸ πάσης δυναστείας, καὶ ἡ ἰσχὺς αὐτῶν συντριβείη·
γνώτωσαν ὅτι σὺ εἶ μόνος Κύριος ὁ θεὸς καὶ ἔνδοξος ἐφʼ ὅλην τὴν οἰκουμένην.
Καὶ οὐ διέλιπον οἱ ἐμβάλλοντες αὐτοὺς ὑπηρέται τοῦ βασιλέως καίοντες τὴν κάμινον. καὶ ἡνίκα ἐνεβάλοσαν τοὺς τρεῖς εἰς ἅπαξ εἰς τὴν κάμινον, καὶ ἡ κάμινος ἦν διάπυρος κατὰ τὴν θερμασίαν αὐτῆς ἑπταπλασίως· καὶ ὅτε αὐτοὺς ἐνεβάλοσαν, οἱ μὲν ἐμβάλλοντες αὐτοὺς ἦσαν ὑπεράνω αὐτῶν, οἱ δὲ ὑπέκαιον ὑποκάτωθεν αὐτῶν νάφθαν καὶ στιππύον καὶ πίσσαν καὶ κληματίδα.
καὶ διεχεῖτο ἡ φλὸξ ἐπάνω τῆς καμίνου ἐπὶ πήχεις τεσσαράκοντα ἐννέα,
καὶ διεξώδευσε καὶ ἐνεπύρισεν οὓς εὗρεν περὶ τὴν κάμινον τῶν Χαλδαίων.
ἄγγελος δὲ Κυρίου συγκατέβη ἄμα τοῖς περὶ τὸν Ἀζαρίαν εἰς τὴν κάμινον καὶ ἐξετίναξε τὴν φλόγα τοῦ πυρὸς ἐκ τῆς καμίνου,
καὶ ἐποίησε τὸ μέσον τῆς καμίνου ὁὡσεὶ πνεῦμα δρόσου διασυρίζον, καὶ οὐχ ἥψατο αὐτῶν καθόλου τὸ πῦρ, καὶ οὐκ ἐλύπησε καὶ οὐ παρηνώχλησεν αὐτοὺς.
Ἀναλαβόντες δὲ οἱ τρεῖς ὡς ἐξ ἑνὸς στόματος ὕμνουν καὶ ἐδόξαζον καὶ εὐλόγουν καὶ ἐξύψουν τὸν θεὸν ἐν τῇ καμίνῳ λέγοντες
5²Εὐλογητὸς εἶ, Κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας· καὶ εὐλογημένον τὸ ὄνομα τῆς δόξης σου τὸ ἅγιον, καὶ ὑπεραινετὸν καὶ ὑπερυψαωμένον εἰς πάντας τοὺς αἰῶνας.
⁵³εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς ἁγίας δόξης σου, καὶ ὑπερυμνητὸς καὶ ὑπερένδοξος εἰς τοὺς αἰῶνας.
⁵³εὐλογητὸς εἶ ἐπὶ θρόνου δόξης τῆς βασιλείας σου, καὶ ὑμνητὸς καὶ ὑπερυψωμένος εἰς τοὺς αἰῶνας.
⁵⁵εὐλογητὸς εἶ ὁ βλέπων ἀβύσσους, καθήμενος ἐπὶ χερουβίμ, καὶ αἰνετὸς καὶ δεδοξασμένος εἰς τοὺς αἰῶνας.
⁵⁶τὐλογητὸς εἶ ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, καὶ ὑμνητὸς καὶ δεδοξασμένος εἰς τοὺς αἰῶνας.
⁵⁷εὺλογεῖτε, πάντα τὰ ἔργα τοῦ κυρίου, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
⁵⁸εὐλογεῖτε, ἅγγελοι Κυρίου, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
⁵⁹εὺλογεῖτε, οὐρανοί, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
60εὐλογεῖτε, ὕδατα καὶ πάντα τὰ ἐπάνω τοῦ οὐρανοῦ, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
⁶¹εὐλογεῖτε, πᾶσαι αἱ δυνάμεις Κυρίου, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
⁶²τὐλογεῖτε, ἥλιος καὶ σελήνη, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
⁶³τὐλογεῖτε, ἄστρα τοῦ οὐρανοῦ, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
⁵40ὐλογεῖτε, πᾶς ὄμβρος καὶ δρόσος, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶ νας.
⁶5εὐλογεῖτε, πάντα τὰ πνεύματα, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
66τὐλογεῖτε, πῦρ καὶ καῦμα, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
⁶7εὐλογεῖτε, ῥῖγος καὶ ψῦχος, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
68εὐλογεῖτε, δρόσοι καὶ νιφετοί, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
⁶9εὐλογεῖτε, πάγοι καὶ ψῦχος, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
⁷⁰εὐλογεῖτε, πάχναι καὶ χιόνες, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
7¹εὐλογεῖτε, νύκτες καὶ ἡμέραι, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
⁷²εὐλογεῖτε, φῶς καὶ σκότος, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
⁷³εὐλογεῖτε, ἀστραπαὶ καὶ νεφέλαι, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
⁷⁴εὐλογείτω ἡ γῆ τὸν κύριον· ὑμνείτω καὶ ὑπερυψούτω αὐτὸν εἰς τοὺς αἰῶνας.
⁵εὐλογεῖτε, ὄρη καὶ βουνοί, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
7⁶εὐλογεῖτε, πάντα τὰ φυόμενα ἐπὶ τῆς γῆς, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
⁷⁷εὐλογεῖτε, ὄμβροι καὶ αἱ πηγαί, τὸν κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
7⁸κὐλογεῖτε, θάλασσαι καὶ ποταμοί, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
⁷⁹εὐλογεῖτε, κήτη καὶ πάντα τὰ κινούμενα ἐν τοῖς ὕδασι, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
τὐλογεῖτε, πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
8¹εὐλογεῖτε, τετράποδα καὶ θηρία τῆς γῆς, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
8²εὐλογεῖτε, οἱ υἱοὶ τῶν ἀνθρώπων, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
8³εὐλογεῖτε, Ἰσραήλ, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
84εὺλογεῖτε, ἱερεῖς, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
85εὐλογεῖτε, δοῦλοι, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
86τὸλογεῖτε, πνεύματα καὶ ψυχαὶ δικαίων, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
8⁷κὺλογεῖτε, ὅσιοι καὶ ταπεινοὶ καρδίᾳ, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
88εὐλογεῖτε, Ἀνανία, Ἀζαρία, Μισαήλ, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας· ὅτι ἐξείλετο ἡμᾶς ἐξ ἅδοῦ, καὶ ἔσωσεν ἡμᾶς ἐκ χειρὸς θανάτου, καὶ ἐρρύσατο ἡμᾶς ἐκ μέσου καιομένης φλογός, καὶ ἐκ τοῦ πυρὸς ἐλυτρώσατο ἡμᾶς.
ἐξομολογεῖσθε τῷ κυρίῳ, ὅτι χρηστός. ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
90εὐλογεῖτε, πάντες οἱ σεβόμενοι τὸν κύριον, τὸν θεὸν τῶν θεῶν· ὑμνεῖτε καὶ ἐξομολογεῖσθεὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, καὶ εἰς τὸν αἰῶνα τῶν αἰώνων.
Καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαι τὸν βασιλέα ὑμνούντων αὐτῶν καὶ ἑστὼς ἐθεώρει αὐτοὺς ζῶντας· τότε Ναβουχοδονοσὸρ ὁ βασιλεὺς ἐθαύμασε, καὶ ἀνέστη σπεύσας καὶ εἶπεν τοῖς φίλοις αὐτοῦ Οὐχὶ ἄνδρας τρεῖς ἐβάλομεν εἰς μέσον τοῦ πυρὸς πεπεδημένους; καὶ εἶπον τῷ βασιλεῖ Ἀληθῶς, βασιλεῦ.
καὶ εἶπεν ὁ βασιλεὺς Ἰδοὺ ἐγὼ ὁρῶ ἄνδρας τέσσαρας λελυμένους περιπατοῦντας ἐν τῷ πυρί, καὶ φθορὰ οὐδεμία ἐγενήθη ἐν αὐτοῖς, καὶ ἡ ὅρασις τοῦ τετάρτου ὁμοίωμα ἀγγέλου θεοῦ.
καὶ προσελθὼν ὁ βασιλεὺς πρὸς τὴν θύραν τῆς καμίνου καιομένης τῷ πυρὶ ἐκάλεσεν αὐτοὺς ἐξ ὀνόματος Σεδράχ, Μισάχ. Ἀβδε. ναγώ, οἱ παῖδες τοῦ θεοῦ τῶν θεῶν τοῦ ὑψίστου, ἐξέλθετε ἐκ τοῦ πυρός. οὕτως οὗν ἐξῆλθον οἱ ἄνδρες ἐκ μέσου τοῦ πυρός.
καὶ συνήχθησαν οἱ ὕπατοι, τοπάρχαι, καὶ ἀρχιπατριῶται, καὶ οἱ φίλοι τοῦ βασιλέως, καὶ ἐθεώρουν τοὺς ἀνθρώπους ἐκείνους, ὅτι οὐχ ἥψατο τὸ πῦρ τοῦ σώματος αὐτῶν, καὶ αἱ τρίχες αὐτῶν οὐ κατεκάησαν καὶ τὰ σαράβαρα αὐτῶν οὐκ ἠλλοιώθησαν, οὐδὲ ὀσμὴ τοῦ πυρὸς ἦν ἐν αὐτοῖς.
ὑπολαβὼν δὲ Ναβουχοδονοσὸρ ὁ βασιλεὺς εἶπεν Εὐλογητὸς Κύριος τοῦ Σεδράχ, Μισάχ, Ἀβδε. ναγώ, ὅς ἀπέστειλε τὸν ἄγγελον αὐτοῦ καὶ ἔσωσε τοὺς παῖδας αὐτοῦ τοὺς ἐλπίσαντας ἐπʼ αὐτόν· τὴν γὰρ προσταγὴν τοῦ βασιλέως ἠθέτησαν καὶ παρέδωκαν τὰ σώματα αὐτῶν εἰς ἐμπυρισμόν, ἴνα μὴ λατρεύσωσι μηδέ προσκυνήσωσι θεῷ ἑτέρῳ ἀλλ ἡ τῷ θεῷ αὐτῶν.
καὶ νῦν ἐγὼ κρίνω ἴνα πᾶν ἔθνος καὶ πᾶσαι φυλαὶ καὶ πᾶσαι γλῶσσαι, ὃς ἂν βλασφημήσῃ εἰς τὸν κύριον τὸν θεὸν Σεδράχ, Μισάχ, Ἀβδεναγώ, διαμελισθήσεται καὶ ἡ οἰκία αὐτοῦ δημευθήσεται· διότι οὐκ ἔστιν θεὸς ἕτερος ὃς δυνήσεται ἐξελέσθαι οὕτως.
οὗτως οὖν ὁ βασιλεὺς τῷ Σεδράχ. Μισάχ, Ἀβδεναγώ, ἐξουσίαν δοὺς ἐφʼ ὅλης τῆς χώρας κατέστησεν αὐτοὺς ἄρχοντας.
Ναβουχοδονοσὸρ ὁ βασιλεὺς πᾶσι τοῖς λαοῖς, φυλαῖς, καὶ γλώσσαις τοῖς οἰκοῦσιν ἐν πάσῃ τῇ γῇ· εἰρήνη ὑμῖν πληθυνθείη.
τὰ σημεῖα καὶ τὰ τέρατα ἃ ἐποίησεν μετʼ ἐμοῦ ὁ θεὸς ὁ ὕψιστος ἤρεσεν ἐναντίον μου ἀναγγεῖλαι ὑμῖν.
ὡς μεγάλα καὶ ἰσχυρά· ἡ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος, ἡ ἐξουσία αὐτοῦ εἰς γενεὰν καὶ γενεάν.
Chapter 4
Ἔτους ὀκτωκαιδεκάτου τῆς βασιλείας Ναβουχοδονοσὸρ εἶπεν Εἰρηνεύων ἤμην ἐν τῷ οἴκῳ μου, καὶ εὐθηνῶν ἐπὶ τοῦ θρόνου μου.
ἐνύπνιον εἶδον καὶ εὐλαβήθην, καὶ φόβος μοι ἐπέπεσεν.
ἐπὶ τῆς κοίτης μου ἐκάθευδον, καὶ ἰδοὺ δένδρον ὑψηλὸν φυόμενον ἐπὶ τῆς γῆς, καὶ ἡ ὅρασις αὐτοῦ μεγάλη, καὶ οὐκ ἦν ἄλλο ὅμοιον αὐτῷ.
οἱ κλάδοι αὐτοῦ τῷ μήκει ὡς σταδίων τριάκοντα, καὶ ὑποκάταω αὐτοῦ ἐσκίαζον πάντα τὰ θηρία τῆς γῆς, καὶ ἐν αὐτῷ τὰ πετεινὰ τοῦ οὐρανοῦ ἐνόσσευον· ὁ καρπὸς αὐτοῦ πολὺς καὶ ἀγαθός, καὶ ἐχορήγει πᾶσι τοῖς ζῴοις.
καὶ ἡ ὅρασις αὐτοῦ μεγάλη, ἡ κορυφὴ αὐτοῦ ἤγγιζεν ἕως τοῦ οὐρανοῦ καὶ τὸ κύτος αὐτοῦ ἕως τῶν νεφελῶν, πληροῦν τὰ ὑποκάτω τοῦ οὐρανοῦ· ὁ ἥλιος καὶ ἡ σελήνη ἦν, ἐν αὐτῷ ᾧκουν καὶ ἐφώτιζον πᾶσαν τὴν γῆν.
ἐθεώρουν ἐν τῷ ὕπνῳ μου, καὶ ἰδοὺ ἄγγελος ἀπεστάλη ἐν ἰσχύι ἐκ τοῦ οὐρανοῦ,
καὶ ἐφώνησεν καὶ εἶπεν αὐτῷ Ἐκκόψατε αὐτὸ καὶ καταφθεί ρατε αὐτό· προστέτακται γὰρ ἀπὸ τοῦ ὑψίστου ἐκριζῶσαι καὶ Sγr 98 ζαβουχοδονοσορ] pr αρχη της επιστολης 87ᵐᵍ 98 100 ?? Να. βουχοδονοσορ...εις γενεαν καί γενεαν 87 Sγr 100 ως μεγαλη και ισχυρα ως μεγαλα και ισχυρα 87 bis scr η βασιλεια αυτου 87 εις γενεαν κ. γενεαν] α΄ συν γενεα κ. γενεα σ΄ εν παση γενεα Syrmg |V 1 pr αρχη ενυπνιου περι του δενδρου 87ᵐg ÷ ετους οκτωκαιδ. της βασ. 87 (deest ) Syr ειρη- νευων] σ΄ εν ησυχια pr θ΄ εγω Syrᵐᵍ 7 θ΄ ?? επι της κοιτης μου Syr om και 2⁰ Syr ορασις] κομη Syr txt vid θΡACIC Syrᵍm 8 ÷ και η ορασις...ουρανου 87 (deest ??) ÷ και η ορασις...η σεληνη ην Syr om εν 87 ἀχρειῶσαι αὐτό.
καὶ οὕτως εἶπεν Ῥίζαν μίαν ἄφετε αὐτοῦ ἐν τῇ γῇ, ὅπως μετὰ τῶν θηρίων τῆς γῆς ἐν τοῖς ὄρεσι χόρτον ὡς βοῦς νέμηται,
καὶ…
The complete text is available when the reading interface loads.