The Greek Library Author

Septuaginta

Δανιήλ (Theodotionis versio)

Scientific editors
Henry Barclay Swete D.D.
Edition reference
The Old Testament in Greek · Cambridge · Cambridge University Press · 1905
CTS identifier
urn:cts:greekLit:tlg0527.tlg057.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

κατα Θεοδοτιωνα

En ἔτει τρίτῳ τῆς βασιλείας Ἰωακεὶμ βασιλέως Ἰούδα ἦλθεν Β Ναβουχοδονοσὸρ βασιλεὺς Βαβυλῶνος εἰς Ἰερουσαλὴμ καὶ ἐπολιόρκει αὐτήν.

καὶ ἔδωκεν Κύριος ἐν χειρὶ αὐτοῦ τὸν Ἰωακεὶμ βασιλέα Ἰούδα καὶ ἀπὸ μέρους τῶν σκευῶν οἴκου τοῦ θεοῦ, καὶ ἤνεγκεν αὐτὰ εἰς γῆν Σενναὰρ οἴκου τοῦ θεοῦ αὐτοῦ, καὶ τὰ σκεύη εἰσήνεγκεν εἰς τὸν οἶκον θησαυροῦ θεοῦ αὐτοῦ.

καὶ εἶπεν ὁ βασιλεὺς Ἀσφανὲζ τῷ ἀρχιευνούχῳ αὐτοῦ εἰσαγαγεῖν ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας Ἰσραὴλ καὶ ἀπὸ τοῦ σπέρματος τῆς βασιλείας καὶ ἀπὸ τῶν φορθομμείν,

νεανίσκους οἷς οὐκ ἔστιν αὐτοῖς μῶμος καὶ καλοὺς τῇ ὄψει, καὶ συνιέντας ἐν πάσῃ σοφίᾳ καὶ γιγνώσκοντας γνῶσιν καὶ διανοουμένους φρόνησιν, καὶ οἷς ἐστιν ἰσχὺς ἐν αὐτοῖς ἑστάναι ἐν τῷ οἴκῳ τοῦ βασιλέως, καὶ διδάξαι αὐτοὺς γράμματα καὶ γλῶσσαν Χαλδαίων.

καὶ διέταξεν αὐτοῖς ὁ βασιλεὺς τὸ τῆς ἡμέρας καθ᾿ ἡμέραν ἀπὸ τῆς τραπέζης τοῦ βασιλέως καὶ ἀπὸ τοῦ οἴνου τοῦ πότου αὐτοῦ, καὶ θρέψαι αὐτοὺς ἔτη τρία, καὶ μετὰ ταῦτα στῆναι ἐνώπιον τοῦ βασιλέως.

καὶ ἐγένετο ἐν αὐτοῖς ἐκ τῶν νἱῶν Ἰούδα Δανιὴλ καὶ Ἁνανίας καὶ Μεισαὴλ καὶ Ἀζαρίας.

καὶ ἐπέθηκεν αὐτοῖς ὁ ἀρχιευνοῦχος ὀνόματα, τῷ Δανιὴλ Βαλτασάρ, καὶ τῷ Ἁνανίᾳ Σεδράχ, καὶ τῷ Μεισαὴλ Μεισάχ, καὶ τῷ Ἀζαρίᾳ Ἀβδεναγώ.

καὶ ἔθετο Δανιὴλ ἐπὶ τὴν καρδίαν αὐτοῦ ὡς οὐ μὴ ἀλισγηθῇ B ἐν τῇ τραπέζῃ τοῦ βασιλέως καὶ ἐν τῷ οἴνῳ τοῦ πότου αὐτοῦ, καὶ ἠξίωσε τὸν ἀρχιευνοῦχον ὡς οὐ μὴ ἀλισγηθῇ.

καὶ ἔδωκεν ὁ θεὸς τὸν Δανιὴλ εἰς ἔλεον καὶ οἰκτειρμὸν ἐνώπιον τοῦ ἀρχιευνούχου.

καὶ εἶπεν ὁ ἀρχιευνοῦχος τῷ Δανιήλ Φοβοῦμαι ἐγὼ τὸν κύριόν μου τὸν βασιλέα τὸν ἐκτάξαντα τὴν βρῶσιν ὑμῶν καὶ τὴν πόσιν ὑμῶν, μή ποτε ἴδῃ τὰ πρόσαωπα ὑμῶν σκυθρωπὰ παρὰ τὰ παιδάρια τὰ συνῆλικα ὑμῶν, καὶ καταδικάσητε τὴν κεφαλήν μου τῷ βασιλεῖ

καὶ εἶπεν ¶ Δανιὴλ πρὸς Ἀμελσάδ, ὃν κατέστησεν ὁ ἀρχιευνοῦχος ἐπὶ ¶Γ Δανιήλ, Ἁνανίαν, Μεισαήλ, Ἀζαρίαν

Πείρασον δὴ τοὺς παῖδάς σου ἡμέρας δέκα, καὶ δότωσαν ἡμῖν ἀπὸ τῶν σπερμάτων καὶ φαγόμεθα, καὶ ὕδωρ πιόμεθα·

καὶ ὀφθήτωσαν ἐνώπιόν σου αἱ εἰδέαι ἡμῶν καὶ αἱ εἰδέαι τῶν παιδαρίων τῶν ἐσθόντων τὴν τράπεζαν τοῦ βασιλέως, καὶ καθὼς ἂν ἴδῃς ποίησον μετὰ τῶν παίδων σου.

καὶ εἰσήκουσεν αὐτῶν, καὶ ἐπείρασεν αὐτοὺς ἡμέρας δέκα.

καὶ μετὰ τὸ τέλος τῶν δέκα ἡμερῶν ὡράθησαν αἱ εἰδέαι αὐτῶν ἀγαθαὶ καὶ ἰσχυροὶ ταῖς σαρξὶν ὑπέρ τὰ παιδάρια τὰ ἔσθοντα τὴν τράπεζαν τοῦ βασιλέως.

καὶ ἐγένετο Ἁμελσὰδ ἀναιρούμενος τὸ δεῖπνον αὐτῶν καὶ τὸν οἶνον τοῦ πόματος αὐτῶν, καὶ ἐδίδου αὐτοῖς σπέρματα.

καὶ τὰ παιδάρια ταῦτα, οἱ τέσσαρες αὐτοί, ἔδωκεν αὐτοῖς ὁ θεὸς σύνεσιν καὶ φρόνησιν ἐν πάσῃ γραμματικῇ καὶ σοφίᾳ· καὶ Δανιὴλ συνῆκεν ἐν πάσῃ ὁράσει καὶ ἐνυπνίοις.

καὶ μετὰ τὸ τέλος τῶν ἡμερῶν ὧν εἶπεν ὁ βασιλεὺς εἰσαγαγεῖν αὐτούς, καὶ εἰσήγαγεν αὐτοὺς ὁ ἀρχιευνοῦχος ἐναντίον Ναβουχοδονοσόρ.

καὶ ἐλάλησεν μετʼ αὐτῶν ὁ βασιλεύς, καὶ οὐχ είρέθησαν ἐκ πάντων αὐτῶν ὅμοιοι Δανιὴλ καὶ Ἀνανίᾳ καὶ Μεισαὴλ καὶ Ἀζαρίᾳ· καὶ ἔστησαν ἐνώπιον τοῦ βασιλέως.

καὶ ἐν παντὶ ῥήματι σοφίας καὶ ἐπιστήμης ὧν ἐζήτησεν παρʼ αὐτῶν ὁ βασιλεύς, εὗρεν αὐτοὺς δεκαπλασίονας παρὰ πάντας τοὺς ἐπαοιδοὺς καὶ τοὺς μάγους τοὺς ὄντας ἐυ πάσῃ τῇ 8 ηξιωσεν AQΓ 9 οικτειρμον (- κτιρμ. BᵇAQa)] pr εις AQ αρχευνουχ. AQΓ ??* (αρχιευνουχ. BᵃᵇAQΓ vid); item 11, 18 10 om τον βασιλεα Q* (hab Q mg) συνηλικα] συν ηλικεια A 11 Αμελσαδ] Αμερσαρ A Αμεσαδ Q* (Αμελσ. Qa) Ανανιαν] pr και AQ | Μεισαηλ] pr και AQ Αζαριαν] pr και AQ 12 σπερματων] +της γης AQ 13 εσθιοντων AQ αν] εαν A παιδων] παιδαριων A παιδιων Q* (-δων Qᵃ) 15 ωρθησαν Q* (ωραθ. Qᵃ) ισχυραι BᵃᵇQ εσθιοντα AQ 16 Αμελσαδ] Αμερσαρ A 17 και τα παιδαρια ταυτα οι τεσσαρες αυτοι] τοις τεσσαρσιν παιδαριοις· και A και τα παιδαρια ταυτα τα τεσσαρα Q om και 3⁰ Q* (superscr κ Qᵃ) 18 om και 2⁰ B*Q om εισηγαγεν αυτους ??* (hab Bᵃᵇ ᵐᵍ ) om αυτους 2⁰ Q 19 ομοιο A* (superscr ι Aᵃ?) 20 om παση AQ βασιλείᾳ αὐτοῦ.

καὶ ἐγένετο Δανιὴλ ἕως ἔτους ἑνὸς Κύρου τοῦ B βασιλέως.

Chapter 2

Ἐν τῷ ἔτει τῷ δευτέρῳ τῆς βασιλείας ἠνυπνιάσθη Ναβουχοδονοσὸρ ἐνύπνιον, καὶ ἐξέστη τὸ πνεῦμα αὐτοῦ, καὶ ὁ ὕπνος αὐτοῦ ἐγένετο ἀπʼ αὐτοῦ.

καὶ εἶπεν ὁ βασιλεὺς καλέσαι τοὺς ἐπαοιδοὺς καὶ τοὺς μάγους καὶ τοὺς φαρμακοὺς καὶ τοὺς Χαλδαίους τοῦ ἀναγγεῖλαι τῷ βασιλεῖ τὰ ἐνύπνια αὐτοῦ· καὶ ἦλθαν καὶ ἔστησαν ἐνώπιον τοῦ βασιλέως.

καὶ εἶπεν αὐτοῖς ὁ βασιλεύς Ἠνυπνιάσθην, καὶ ἐξέστη τὸ πνεῦμά μου τοῦ γνῶναι τὸ ἐνύπνιον.

καὶ ἐλάλησαν οἱ Χαλδαῖοι τῷ βασιλεῖ Συριστί Βασιλεῦ, εἰς τοὺς αἰῶνας ζῆθι σύ εἰπὸν τὸ ἐνύπνιον τοῖς παισίν σου, καὶ τὴν σύγκρισιν ἀναγγελοῦμεν.

ἀπεκρίθη ὁ βασιλεὺς τοῖς Χαλδαίοις Ὁ λόγος ἀπʼ ἐμοῦ ἀπέστη· ἐὰν μὴ γνωρίσητέ μοι τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν, εἰς ἀπωλίαν ἔσεσθε, καὶ οἱ οἶκοι ὑμῶν διαρπαγήσονται.

ἐὰυ δὲ τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ γνωρίσητέ μοι, δόματα καὶ δωρεὰς καὶ τιμὴν πολλὴν λήμψεσθε παρʼ ἐμοῦ· πλὴν τὸ ἐνύπνιον καὶ τὴν σύγκρισιν αὐτοῦ ἀπαγγείλατέ μοι.

ἀπεκρίθησαν δεύτερον καὶ εἶπαν Ὁ βασιλεὺς εἰπάτω τὸ ἐυύπνιον τοῖς παισὶν αὐτοῦ, καὶ τὴν σύγκρισιν αὐτοῦ ἀναγγελοῦμεν.

καὶ ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἶπεν Ἐπ ἀληθείας οἶδα ἐγὼ ὅτι καιρὸν ὑμεῖς ἐξαγοράζετε, καθότι εἴδετε ὅτι ἀπέστη ἀπʼ ἐμοῦ τὸ άῆμα.

ἐὰν οὗν τὸ ἐνύπνιον μὴ ἀναγγείλητέ μοι, οἶδα ὅτι ῥῆμα ψευδὲς καὶ διεφθαρμένον συνέθεσθε εἰπεῖν ἐνώπιόν μου, ἕως οὗ ὁ καιρὸς παρέλθῃ· τὸ ἐνύπνιόν μου εἵπατέ μοι, καὶ γνώσομαι ὅτι τὴν σύγκρισιν αὐτοῦ ἀναγγελεῖτέ μοι.

ἀπεκρίθησαν οἱ Χαλδαῖοι ἐνώπιον τοῦ βασιλέως καὶ λέγουσιν Οὐκ ἔστιν ἄνθρωπος ἐπὶ τῆς ξηρᾶς ὅστις τὸ ῥῆμα τοῦ βασιλέως δυνήσεται 21 subscr ορασις β΄ A II 1 superscr ορασις γ΄ AQ βασιλειας] AQ +Ναβουχοδονοσορ A ενυπνιασθη AQ εξεστη rescr Aᵃ? 2 καλεσοι] καλεσατε Q* (postea improb ut vid) om τους μαγους και Q* (hab Q(ᵐᵍ) τα ενυπνια] το ενυπνιον Q | ηλθαν] ηλθον AQᵃ 3 ηνυπνιασθην (ενυπν. AQ)] + ενυπνιον Q 4 ελαλησαν] ειπον A ειπαν Q παισι Bᵇ συγκρισιν] not adpinxit Aᵃ? + αυτου Q 5 απεκριθη] + δε Q βασιλευς] + και ειπε] A εαν] +ουν AQ συγκρισιν] +αυτου A + απαγγειλητε μοι Q | απωλειαν BᵃᵇAQ διαρπαγησονται] εις διαρπαγην Q 6 om αυτου 1⁰ Q*ᵛⁱᵈ (hab Q (ᵐᵍ) δοματα και δωρεας] δομ. κ. δωρεαν A δωρα και δοματα Q | ληφεσθε BᵇQᵃ απαγγειλατε] αναγγειλατε Q* (απαγγ. Qᵃ) 7 απεκριθησαν] + οι Χαλδαιοι A δευτερον και ειπαν] + αυτω Bᵃᵇᵐᵍ και ειπαν εκ δευτερου A ?? om και 1⁰ A αληθιας ??* (.θειας Bᵇ) ειδετε] οιδατε AQ 9 αναγγει- λητε] απαγγειληται A μου 1⁰] εμου AQ οτι 2⁰] + και Q om αυτου Q 10 απεκριθησαν] + παλιν A λεγουσιν] ειπαν Q το ρημα του βασιλεως δυνησεται γνωρισαι] δυν. το ρ. του β. γν. A το ρ. του β. γν. δυναται Q γναωρίσαι, καθότι πᾶς βασιλεὺς μέγας καὶ ἄρχων ῥῆμα τοιοῦτο B οὐκ ἐπερωτᾷ ἐπαοιδόν, μάγον καὶ Χαλδαῖον·

ὅτι ὁ λόγος ὃν ὁ βασιλεὺς ἐπερωτᾷ βαρύς, καὶ ἕτερος οὐκ ἔστιν ὃς ἀναγγελεῖ αὐτὸν ἐνώπιον τοῦ βασιλέως ἀλλʼ ἢ θεοί, ὦν οὐκ ἔστιν ἡ κατοικία μετὰ πάσης σαρκός.

τότε ὁ βασιλεὺς ἐν θυμῷ καὶ ὀργῇ εἰπεν ἀπὸλέσαι πάντας τοὺς σοφοὺς Βαβυλῶνος.

καὶ τὸ δόγμα ἐξῆλθεν, καὶ οἱ σοφοὶ ἀπεκτέννοντο· καὶ ἐζήτησαν Δανιὴλ καὶ τοὺς φίλους αὐτοῦ ἀνελεῖν.

τότε Δανιὴλ ἀπεκρίθη βουλὴν καὶ γνώμην τῷ Ἀριὼχ τῷ ἀρχιμαγείρῳ τοῦ βασιλέως, ὃς ἐξῆλθεν ἀναιρεῖν τοὺς σοφοὺς Βαβυλῶνος

Ἄρχων τοῦ βασιλέως, περὶ τίνος ἐξῆλθεν ἡ γνώμη ἡ ἀναιδὴς ἐκ προσώπου τοῦ βασιλέως; ἐγνώρισεν δὲ τὸ. ῥῆμα Ἀριὼχ τῷ Δανιήλ.

καὶ Δανιὴλ ἠξίωσεν τὸν βασιλέα ὅπως χρόνον δῷ αὐτῷ, καὶ τὴν σύγκρισιν αὐτοῦ ἀναγγείλῃ τῷ βασιλεῖ.

Καὶ εἰσῆλθεν Δανιὴλ εἰς τὸν οἶκον αὐτοῦ, καὶ τῷ Ἁνανίᾳ καὶ τῷ Μεισαὴλ καὶ τῷ Ἀζαρία τοῖς φίλοις αὐτοῦ ἐγνωρισεν τὸ ῥῆμα.

καὶ οἰκτειρμοὺς ἐζήτουν παρὰ τοῦ θεοῦ τοῦ οὐρανοῦ ὑπέρ τοῦ μυστηρίου τούτου, ὅπως ἂν μὴ ἀπόλωνται Δανιὴλ καὶ οἱ φίλοι αὐτοῦ μετὰ τῶν ἐπιλοίπων σοφῶν Βαβυλῶνος.

τότε τῷ Δανιὴλ ἐν ὁράματι τῆς νυκτὸς τὸ μυστήριον ἀπεκαλύφθη. καὶ εὐλόγησεν τὸν θεὸν τοῦ οὐρανοῦ Δανιὴλ

καὶ εἶπεν Εἴη τὸ ὄνομα τοῦ θεοῦ εὐλογημένον ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος, ὅτι ἡ σοφία καὶ ἡ σύνεσις αὐτοῦ ἐστιν·

καὶ αὐτὸς ἀλλοιοῖ καιροὺς καὶ χρόνους, καθιστᾷ βασιλεῖς καὶ μεθιστᾷ, διδοὺς σοφίαν τοῖς σοφοῖς καὶ φρόνησιν τοῖς εἰδόσιν σύνεσιν·

αὐτὸς ἀποκαλύπτει βαθέα καὶ ἀπόκρυφα, γινώσκων τὰ ἐν τῷ σκότει, καὶ τὸ φῶς μετʼ αὐτοῦ ἐστιν.

σοί, ὁ θεὸς τῶν πατέρων μου, ἐξομολογοῦμαι καὶ αἰνῶ, ὅτι σοφίαν καὶ δύναμιν δέδωκάς μοι, καὶ ἐγνώρισάς μοι ἃ ἠξιώσαμεν 10 om και 3⁰ AQ 12 οργη] + πολλη BᵃᵇQ 14 τω Αριωχ] om τω AQ Q αναιρειν] ανελειν A (αναιλ.) Q τους σοφους] pr παντας Q 15 αρχων] pr και επυνθανετο ( + παρ Q) αυτου λεγων AQ) περι τινος bis scr (usquc τιν) ??* γνωμη] ανομια Q αναιδης] + αυτη AQ Δανιηλ] βασιλει A 16 Δανιηλ ηξιωσεν τον βασιλεα] εισηλθεν Δ. και ηξ. απο του βασιλεως A om αυτου Q* (hab Q mᵍ) τω βασιλει αναγγειλη Q αναγγειλη] απαγγ. A 17 Μισαηλ BᵇAQ το ρημα εγνωρισεν A 18 οικτρμους BᵇQᵃ υπερ] περι Q om αν AQ 19 τοτε τω Δ.] τω δε Δ. A (improb. vid Aᵃ?) ηυλογησεν AQ Δανιηλ τον θν του ουρανου Q 20 του θεου] κυ Q συνεσις] δυναμις Q αυτοο] pr και η ισχυς A 21 ειδοσι BᵇAQ 23 δεδωκας] εδωκας AQ και 3⁰] +νυν A παρὰ σοῦ, καὶ τὸ ὅραμα τοῦ βασιλέως ἐγνώρισάς μοι.

καὶ ἦλθεν B Δανιὴλ πρὸς Ἀριώχ, ὃν κατέστησεν ὁ βασιλεὺς ἀπολέσαι τοὺς σοφοὺς Βαβυλῶνος, καὶ εἶπεν αὐτῷ Τοὺς σοφοὺς Βαβυλῶνος μὴ ἀπολέσῃς, εἰσάγαγε δέ με ἐνώπιον τοῦ βασιλέως, καὶ τὴν σύγκρισιν τῷ βασιλεῖ ἀναγγελῶ.

Τότε Ἀριὼχ ἐν σπουδῇ εἰσήγαγεν τὸν Δανιὴλ ἐνώπιον τοῦ βασιλέως καὶ εἶπεν αὐτῷ Εὕρηκα ἄνδρα ἐκ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῆς Ἰουδαίας, ὅστις τὸ σύγκριμα τῷ βασιλεῖ ἀναγγελεῖ

καὶ ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἶπεν τῷ Δανιήλ, οὗ τὸ ὄνομα Βαλτασάρ Εἰ δύνασαί μοι ἀναγγεῖλαι τὸ ἐνύπνιον ὃ ἴδον καὶ τὴν σύγκρισιν αὐτοῦ;

καὶ ἀπεκρίθη Δανιὴλ ἐνώπιον τοῦ βασιλέως καὶ λέγει Τὸ μυστήριον ὃ ὁ βασιλεὺς ἐρωτῷ οὐκ ἔστιν σοφῶν, μάγων, ἐπαοιδῶν, γαζαρηνῶν ἀναγγεῖλαι τῷ βασιλεῖ

Bλλ᾿ ἢ ἔστιν θεὸς ἐν οὐρανῷ ἀποκαλύπτων μυστήρια, καὶ ἐγνώρισεν τῷ βασιλεῖ Ναβουχοδονοσὸρ ἃ δεῖ γενέσθαι ἐπʼ ἐσχάτων τῶν ἡμερῶν. τὸ ἐνύπνιόν σου καὶ αἱ ὁράσεις τῆς κεφαλῆς σου ἐπὶ τῆς κοίτης σου τοῦτό ἐστιν.

βασιλεῦ, οἱ διαλογισμοί σου ἐπὶ τῆς κοίτης σου ἀνέβησαν τί δεῖ γενέσθαι μετὰ ταῦτα, καὶ ὁ ἀποκαλύπτων μυστήρια ἐγνώρισέν σοι ἄ δεῖ γενέσθαι.

καὶ ἐμοὶ δὲ οὐκ ἐν σοφίᾳ τῇ οὔσῃ ἐν ἐμοὶ παρὰ πάντας τοὺς ζῶντας τὸ μυστήριον τοῦτο ἀπεκαλύφθη, ἀλλʼ ἕνεκεν τοῦ τὴν σύγκρισιν γνωρίσαι τῷ βασιλεῖ, ἴνα τοὺς διαλογισμοὺς τῆς καρδίας σου γνῷς.

σύ, βασιλεῦ, ἐθεώρεις, καὶ ἰδοὺ εἰκὼν μία, μεγάλη ἡ εἰκὼν ἐκείνη, καὶ ἡ πρόσοψις αὐτῆς ὑπερφερής, ἑστῶσα πρὸ προσώπου σου· καὶ ἡ ὅρασις αὐτῆς φοβερά.

εἰκὼν ἧς ἡ κεφαλὴ χρυσίου χρηστοῦ, αἱ χεῖρες καὶ τὸ στῆθος καὶ οἱ βραχίονες αὐτῆς ἀργυροῖ, ἡ κοιλία καὶ οἱ μηροὶ χαλκοῖ,

αἱ κνῆμαι σιδηραῖ, οἱ πόδες μέρος τι σιδηροῦν καὶ μέρος ὀστράκινον.

ἐθεώρεις ἕως ἀπεσχίσθη λίθος ἐξ ὄρους ἄνευ χειρῶν, καὶ ἐπάταξεν τὴν εἰκόνα ἐπὶ τοὺς πόδας τοὺς σιδηροῦς καὶ ὀστρακίνους, καὶ ἐλέπτυνεν εἰς τέλος.

τότε ἐλεπτύνθησαν εἰς ἅπαξ τὸ ὄστρα- 24 τω βασιλει] του βασιλέως Bᵃᵇ 25 τω βασιλει αναγγελει] ερει τω AQ βασ. Q 26 Βαλτασαρ] Βαρτασαρ A om ο ιδον A ειδον Bᵃb 27 Δανιηλ] + και ειπεν Q και λεγει] και ειπεν Bᵃᵇ AQmg om Q* | ερωτα] επερωτα AQ εστι Qᵃ 28 om η A θεος] pr ο A 29 βασιλευ] συ βασιλευ εθεωρεις A ανεβησαν επι της κοιτης σου Q 30 om δε A | om τουτο A τω βασ. γνωρισαι AQ διαλογισμου (sic) A 31 om η εικων εκεινη Q* (hab Q mᵍ) προσοψις] οψ εις A αυτης 1⁰] της εικονος εκεινης Q* (αυτης Q mᵍ) 32 εικων] pr η A χρηστου] καθαρου Bᵃᵐᵍ non nist b) A 33 αι κνημαι] pr και Q* (improb Q?) μερος 1⁰] + μεν AQ και μερος] μερος δε τι A κααι μερος τι Q (τι Q mg) 34 εως] + ου A απεσχ·σθη] ετμηθη AQ εξ] απο Q | ελεπτυνεν] +αυτους BᵃᵇAQᵐᵍ κον, ὁ σίδηρος, ὁ χαλκός, ὁ ἄργυρος, ὁ χυυσός, καὶ ἐγένετο ὡσεὶ B κονιορτὸς ἀπὸ ἄλωνος θερινῆς· καὶ ἐξῆρεν τὸ πλῆθος τοῦ πνεύματος, καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς· καὶ ὁ λίθος ὁ πατάξας τὴν εἰκόνα ἐγενἤθη ὄρος μέγα, καὶ ἐπλήρωσεν πᾶσαν τὴν γῆν.

τοῦτό ἐστιν τὸ ἐνύπνιον· καὶ τὴν σύγκρισιν αὐτοῦ ἐροῦμεν ἐνώπιον τοῦ βασιλέως.

σύ, βασιλεῦ, βασιλεὺς βασιλέων, ᾧ ὁ θεὸς τοῦ οὐρανοῦ βασιλείαν ἰσχυρὰν καὶ κραταιὰν καὶ ἔντιμον ἔδωκεν

ἐν παντὶ τόπῳ ὅπου κατοικοῦσιν οἱ υἱοὶ τῶν ἀνθρώπων· θηρία τε ἀγροῦ καὶ πετεινὰ οὐρανοῦ ἔδωκεν ἐν τῇ χειρί σου, καὶ κατέστησεν κύριον πάντων· σὺ εἶ ἡ κεφαλὴ ἡ χρυσῆ.

καὶ ὀπίσω σου ἀναστήσεται ἑτέρα βασιλεία ἥττων σου, καὶ βασιλεία τρίτη ἥτις ἐστὶν ὁ χαλκός, ἡ κυριεύσει πάσης τῆς γῆς·

καὶ βασιλεία τετάρτη ἔσται ἰσχυρὰ ὡς ὁ σίδηρος· ὃν τρόπον ὁ σίδηρος λεπτύνει καὶ δαμάζει πάντα, οὕτως πάντα λεπτυνεῖ καὶ δαμάσει.

καὶ ὅτι ἴδες τοὺς πόδας καὶ τοὺς δακτύλους μέρος μέν τι ὀστράκινον, μέρος δέ τι σιδηροῦν, βασιλεία διῃρημένη ἔσται, καὶ ἀπὸ τῆς ῥίζης τῆς σιδηρᾶς ἔσται ἐν αὐτῇ, ὃν τρόπον ἴδες τὸν σίδηρον ἀναμεμιγμένον τῷ ὀστράκῳ.

καὶ οἱ δάκτυλοι τῶν ποδῶν μέρος μέν τι σιδηροῦν, μέρος δέ τι ὀστράκινον, μέρος τι τῆς βασιλείας ἔσται ἰσχυρόν, καὶ ἀπʼ αὐτῆς ἔσται συντριβόμενον.

ὅτι ἴδες τὸν σίδηρον ἀναμεμιγμένον τῷ ὀστράκῳ, συνμιγεῖς ἔσονται ἐν σπέρματι ἀνθρώπων· καὶ οὐκ ἔσονται προσκολλώμενοι οὗτος μετὰ τούτου, καθὼς ὁ σίδηρος οὐκ ἀναμίγνυται μετὰ τοῦ ὀστράκου.

καὶ ἐν ταῖς ἡμέραις τῶν βασιλέων ἐκείνων ἀναστήσει ὁ θεὸς τοῦ οὐρανοῦ βασιλείαν, ἥτις εἰς τοὺς αἰῶνας οὐ διαφθαρήσεται, καὶ ἡ βασιλεία αὐτοῦ λαῷ ἑτέρῳ οὐχ ὑπολειφθήσεται· λεπτυνεῖ καὶ λικμήσει πάσας τὰς βασιλείας, καὶ αὐτὴ ἀναστήσεται εἰς τοὺς αἰῶνας·

ὃν τρόπον ἴδες ὅτι ἀπὸ ὄρους ἐτμήθη λίθος ἄνευ χειρῶν, καὶ ἐλέπτυνεν τὸ ὄστρακον τὸν σίδηρον, τὸν χαλκόν, τὸν ἄργυρον, τὸν χρυσόν. ὁ θεὸς ὁ μέγας ἐγνώρισεν τῷ βασιλεῖ ἃ δεῖ γενέσθαι μετὰ ταῦτα· καὶ ἀληθινὸν τὸ 35 ο σιδηρος το οστρακο A εγενετο| εγενοντο AQ εξηρεν] + αυτα AQ | AQ εγενηθη] + εις Q 36 εστι Qa 38 ουρανου] pr του A + και ιχθυας της θαλασσης AQ mᵍ κατεστησεν] + σε AQ κυριον plene scr B? (κν ut vid B*) 39 βασιλεια ετερα AQ σου 2 0] + ητις (η Q) εστιν ο αργυρος AQ | ητις] η ΛQ 40 πανια 1⁰| + επι της γης Q* + τα ε.τ. γ.Qa δαμασει] δαμαζει A 41 ειδες bis Bᵃᵇ (itcns 43, 45) A (item 43) οστρακινον] + κεραμεου Aᵃ?(ᵐᵍ) σιδηρουν Q σιδηρουν] οστρακινον Q 42 μερος 3⁰] + δε Q* (improb Q?) | απ] επ A 43 συμμιγεις BᵇQ προσκολλωμενος A μετα του οστρακου] τω οστρακω A 44 τους αιωνας 1⁰] τον αιωνα A | λεπτυνει] + δε A¹ fortQ ἐνύπνιον, καὶ πιστὴ ἡ σύγκρισις αὐτοῦ.

Τότε ὁ βασιλεὺς Ναβουχοδονοσὸρ B ἔπεσεν ἐπὶ πρόσωπον καὶ τῷ Δανιὴλ προσεκύνησεν καὶ μαννὰ καὶ εὐωδίας εἶπεν σπεῖσαι αὐτῷ.

καὶ ἀποκριθεὶς ὁ βασιλεὺς εἶπεν τῷ Δανιήλ Ἐπ ἀληθείας ὁ θεὸς ὑμῶν αὐτός ἐστιν θεὸς θεῶν καὶ κύριος τῶν βασιλέων καὶ ἀποκαλύπτων μυστήρια· ὅτι ἠδυνήθης ἀποκαλύψαι τὸ μυστήριον τοῦτο.

καὶ ἐμεγάλυνεν ὁ βασιλεὺς τὸν Δανιὴλ, καὶ δόματα μεγάλα καὶ πολλὸ ἔδωκεν αὐτῷ, καὶ κατέστησεν αὐτὸν ἐπὶ πάσης χώρας Βαβυλῶνος καὶ ἄρχοντα σατραπων ἐπὶ πάντας τοὺς σοφοὺς Βαβυλῶνος.

καὶ Δανιὴλ ᾐτήσατο παρὰ τοῦ βασιλέως, καὶ κατέστησεν ἐπὶ τὰ ἔργα τῆς χώρας Βαβυλῶνος τὸν Σεδράχ, Μεισάχ, Ἀβδεναγώ· καὶ Δανιὴλ ἣν ἐν τῇ αὐλῇ τοῦ βασιλέως.

Chapter 3

Ἔτους ὀκτωκαιδεκάτου Ναβουχοδονοσὸρ ὁ βασιλεὺς ἐποίησεν § Γ εἰκόνα χρυσῆν, ὕψος αὐτῆς πήχεων ἑξήκοντα, εὖρος αὐτῆς πήχεων ἕξ καὶ ἔστησεν αὐτὴν ἐν πεδίῳ Δειρὰ ἐν χὠρᾳ Βαβυλῶνος.

καὶ ἀπέστειλεν συναγαγεῖν τοὺς ὑπάτους καὶ τοὺς στρατηγοὺς καὶ τοὺς τοπάρχας. ἡγουμένους καὶ τυράννους καὶ τοὺς ἐπʼ ἐξουσιῶν καὶ πάντας τοὺς ἄρχοντας τῶν χωρῶν, ἐλθεῖν εἰς τὰ ἐνκαίνια τῆς εἰκόνος ἧς ἔστησεν.

καὶ συνήχθησαν οἱ τοπάρχαι, ὕπατοι, στρατηγοί, ἡγούμενοι, τύραννοι μεγάλοι οἱ ἐπʼ ἐξουσιῶν, καὶ πάντες οἱ ἄρχοντες τῶν χωρῶν, εἰς τὸν ἐνκαινισμὸν τῆς εἰκόνος ἧς ἔστησεν Ναβουχοδονοσὸρ ὁ βασιλεύς. καὶ ἱστήκεισαν ἐνώπιον τῆς εἰκόνος.

καὶ ὁ κῆρυξ ἐβόα ἐν ἰσχύι Ὑμῖν λέγεται λαοῖς, φυλαί, γλῶσσαι,

ᾖ ἂν ὥρᾳ ἀκούσητε φωνῆς σάλπιγγος, σύριγγός τε καὶ κιθάρας, B σαμβύκης καὶ ψαλτηρίου καὶ παντὸς γένους μουσικῶν, πίπτοντες προσκυνεῖτε τῇ εἰκόνι ¶ τῇ χρυσῇ ἦ ἔστησεν Ναβουχοδονοσὸρ ὁ βασιλεύς·

καὶ ὃς ἂν μὴ προσκυνήσῃ, αὐτῇ τῇ ὥρᾳ ἐμβληθήσεται εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην.

καὶ ἐγένετο ὅταν ἤκουον οἱ λαοὶ τῆς φωνῆς τῆς σάλπιγγος, σύριγγός τε καὶ κιθάρας, σαμβύκης καὶ ψαλτηρίου καὶ παντὸς γένους μουσικῶν, πίπτοντες πάντες οἱ λαοί, φυλαί, γλῶσσαι, προσεκύνουν τῇ εἰκόνι τῇ χρυσῇ ἣν ἔστηκεν Ναβουχοδονοσὸρ ὁ βασιλεύς.

τότε προσήλθοσαν ἄνδρες Χαλδαῖοι καὶ διέβαλλον τοὺς Ἰουδαίους

τῷ βασιλεῖ Ναβουχοδονοσόρ Βασιλεῦ, εἰς τοὺς αἰῶνας ζῆθι

σύ, βασιλεῖ, ἔθηκας δόγμα, πάντα ἄνθρωπον ὃς ἂν ἀκούσῃ τῆς φωνῆς τῆς σάλπιγγος. σύριγγός τε καὶ κιθάρας, σαμβύκης καὶ ψαλτηρίου καὶ παντὸς γένους μουσικῶν,

καὶ μὴ πεσὼν προσκυνήσῃ τῇ εἰκόνι τῇ χρυσῇ, ἐμβληθήσεται εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην.

κἰσὶν ἄνδρες Ἰουδαῖοι, οὓς κατέστησας ἐπὶ τὰ ἔργα τῆς χώρας Βαβυλῶνος, Σεδράχ, Μεισάχ. Ἀβδεναγώ, οἳ οὐχ ὑπήκουσαν, βασιλεῦ, τῷ δόγματί σου, τοῖς θεοῖς σου οὐ λατρεύουσιν καὶ τῇ εἰκόνι τῇ χρυσῇ ἦ ἔστησας οὐ προσκυνοῦσιν.

τότε Ναβουχοδονοσὸρ ἐν θυμῷ καὶ ἀργῇ εἶπεν ἀγαγεῖν τὸν Σεδράχ, Μισάχ, καὶ Ἀβδεναγώ· καὶ ἤχθησαν ἐνώπιον τοῦ βασιλέως.

καὶ ἀπεκρίθη Ναβουχοδονοσὸρ καὶ εἶπεν αὐτοῖς Εἰ ἀληθῶς, Σεδράχ, Μισάχ, Ἀβδεναγώ, τοῖς θεοῖς μου οὐ λατρεύετε καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾖ ἔστησα οὐ προσκυνεῖτε;

νῦν οὗν εἰ ἔχετε ἑτοίμως ἴνα ὡς ἂν ἀκούσητε τῆς φωνῆς τῆς σάλπιγγος. σύριγγός τε καὶ κιθάρας, σαμβύκης καὶ ψαλτηρίου καὶ συμφωνίας καὶ παντὸς γένους μουσικῶν, πεσόντες προσκυνήσητε τῇ εἰκόνι ᾖ ἐποίησα· ἐ ν δὲ μὴ προσκυνήσητε, αὐτῇ τῇ ὥρᾳ ἐμβληθήσεσθε εἰς 5 φωνης σαλπιγγος] της φ. της σ. AQΓ και 2⁰] pr τε AQΓ ψαλτηριου] AQΓ +και συμφωνιας AΓ om τη χρυση A* (hab Aᵃ?(ᵐᵍ) ο βασιλευς] om ο Q* (superscr Qᵃ) 6 αν] εαν Q 7 οταν] οτε Q ηκουον] ηκουσαν AQ om συριγγος Q* (hab Qmg) και 3⁰] pr τε AQ ψαλτηριου] + και συμφωνιας AQ om φυλαι γλωσσαι A om τη κρυση Q* (hab Qmᵍ) ην] η AQ εστησεν] εποιησεν Q* (εστ. Qmᵍ) ?? προσηλθαν A προσελθον Q διεβαλον Bᵃᵇ 9 τω βασιλει Ν.] και υποβα λοντες ειπον Ν . τω βασ. A τω βασ. Ν. (Ναβουχοδοσορ Q*) και ειπαν Q 10 και 2⁰] pr τε A ψαλτηριου] + και συμφωνιας A 11 εμβληθησετα Q* (superscr ι Q?) 12 Σεδρακ A item 13. 14, 16, 19, 20, 23 Μισαχ BᵇQ Μισακ A item 13, 4, 16. 19, 20, 23 οι] οι ανδρες εκεινοι A τοις θεσις] pr και A προσκυνουσι Qᵃ 13 om και 2 0 Q | Αβδεναγω] pr τον A 14 Αβδεναγω] pr και A 15 ακουητε Β?ᵛⁱᵈ και 2⁰] pr τε A om και παντος γενους μουσικων A προσκυνησητε 1⁰] προσκυνειτε A προσκυνησετε Q εικονι] +τη χρυση A III. τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην· καὶ τίς ἐστιυ θεὸς ὃς ἐξελεῖται B ὑμᾶς ἐκ χειρός μου;

καὶ ἀπεκρίθησαν Σεδράχ, Μεισάχ. Ἀβδεναγώ, λέγοντες τῷ βασιλεῖ Ναβουχοδονοσόρ Φὐ χρείαν ἔχομεν ἡμεῖς περὶ τοῦ ῥήματος τούτου ἀποκριθῆναί σοι.

ἔστιν γὰρ θεός, ᾧ ἡμεῖς λατρεύομεν, δυνατὸς ἐξελέσθαι ἡμᾶς ἐκ τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης· καὶ ἐκ τῶν χειρῶν σου, βασιλεῦ, ῥύσεται ἡμᾶς.

καὶ ἐὸν μή, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν καὶ τῇ εἰκόνι ἦ ἔστησας οὐ προσκυνοῦμεν.

τότε Ναβουχοδονοσὸρ ἐπλήσθη θυμοῦ, καὶ ἡ ὄψις τοῦ προσώπου αὐτοῦ ἠλλοιώθη ἐπὶ Σεδράχ, Μεισάχ, καὶ Ἀβδεναγώ, καὶ εἶπεν ἐκκαῦσαι τὴν κάμινον ἑπταπλασίως, ἕως οὗ εἰς τέλος ἐκκαῇ.

καὶ ἄνδρας ἰσχυροὺς ἰσχύι εἶπεν πεδήσαντας τὸν Σεδράχ, Μεισάχ. καὶ Ἀβδε. ναγώ, ἐμβαλεῖν εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην.

τότε οἱ ἄνδρες ἐκεῖνοι ἐπεδήθησαν σὺν τοῖς σαραβάροις αὐτῶν καὶ τιάραις καὶ περικνημῖσι, καί ἐβλήθησαν εἰς τὸ μέσον τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης,

ἐπεὶ τὸ ῥῆμα τοῦ βασιλέως ὑπερίσχυεν· καὶ ἡ κάμινος ἐξεκαύθη ἐκ περισσοῦ.

καὶ οἱ τρεῖς οὗτοι, Σεδράχ. Μεισάχ, καὶ Ἀβδεναγώ, ἔπεσον εἰς μέσον τῆς καμίνου τῆς καιομένης πεπεδημένοι.

Καὶ περιεπάτουν ἐν μέσῳ τῆς φλογὸς ὑμνοῦντες τὸν θεὸν καὶ εὐλογοῦντες τὸν κύριον.

καὶ συνστὰς Ἀζαρίας προσηύξατο οὕτως καὶ ἀνοίξας τὸ στόμα ἑαυτοῦ ἐν μέσῳ τοῦ πυρὸς εἶπευ

Εὐλογητὸς εἶ, Κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετός, καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας.

ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν οἷς ἐποίησας, καὶ πάντα τὰ ἔργα σου ἀληθινά, καὶ εὐθεῖαι αἱ ὁδοί σου, καὶ πᾶσαι αἱ 15 θεος] pr ο AQ ος] ο Q* (ς superscr Qa) χερος] των χειρων AQ 17 θεος] + ημων εν ουρανοις Bᵃᵇ ᵐᵍ ο θς ημων εν ουνδις A λατρευομεν ημεις Q εκ της καμινου...ρυσεται ημας] εκ της χειρος σου· και εκ της καμινου του πυρος της καιομενης ρυσεται ημας Q των χειρων] της χειρος A 18 εστω] εσται Q εικονι] + τη χρυση ΑQ 19 Ναβουχοδονοσορ] + ο βασιλευς A οψις] ορασις Q om και 2⁰ AQ | om ου A εκαη] εκκαυθη Q 20 om και 2⁰ Q 21 τοτε] οτε A | περικνημισι (-μεσι BQ* -μισι B 1)] + και ενδυ- μασιν ουτων A εμβληθησαν (sic) A το μεσον] om το AQ 22 υπερι- σχυσεν AQ καμινος] + του πυρος Q περισσου] + και τους ανδρας εκεινους τους βαλοντας Σεδρακ Μισακ Αβδεναγω απεκτεινεν η φλοξ του πυρος A 23 om και 2⁰ AQ καμινου] + του πυρος AQ 25 συστας B ? AQ εαυτου] αυτου Bᵃᵇ AQ 26 αινετον A δεδοξασμενον το ονομα σου] δεδοξασ- μενος Q 27 εποιησας] + ημιν AQ κρίσεις σου ἀλήθεια.

καὶ κρίματα ἀληθείας ἐποίησας κατὰ πάντα ἃ B ἐπήγαγες ἡμῖν καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν τὴν τῶν πατέρων ἡμῶν Ἰερουσαλήμ· ὅτι ἐν ἀληθείᾳ καὶ κρίσει ἐπήγαγες πάντα ταῦτα διὰ τὰς ἁμαρτίας ἡμῶν.

ὅτι ἡμάρτομεν καὶ ἠνομήσαμεν ἀποστῆναι ἀπὸ σοῦ, καὶ ἐξημάρτομεν ἐν πᾶσιν·

καὶ τῶν ἐντολῶν σου οὐκ ἠκούσαμεν οὐδὲ συνετηρήσαμεν, οὐδὲ ἐποιήσαμεν καθὼς ἐνετείλω ἡμῖν ἵνα εὗ ἡμῖν γένηται.

καὶ πάντα ὅσα ἡμῖν ἐπήγαγες καὶ πάντα ὅσα ἐποίησας ἡμῖν, ἐν ἀληθινῇ κρίσει ἐποίησας.

καὶ παρέδωκας ἡμᾶς εἰς χεῖρας ἐχθρῶν ἀνόμων καὶ ἐχθίστων ἀποστατῶν, καὶ βασιλεῖ ἀδίκῳ καὶ πονηροτάτῳ παρὰ πᾶσαν τὴν γῆν.

καὶ νῦν οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα ἡμῶν· αἰσχύνη καὶ ὄνειδος ἐγενήθη τοῖς δούλοις σου καὶ τοῖς σεβομένοις σε.

μὴ δὴ παραδοῖς ἡμᾶς εἰς τέλος διὰ τὸ ὄνομά σου, καὶ μὴ διασκεδάσῃς τὴν διαθήκην σου,

καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφʼ ἡμῶν, ὄι Ἀβραὰμ τὸν ἠγαπημένον ὑπὸ σοῦ καὶ διὰ Ἰσαὰκ τὸν δοῦλόν σου καὶ Ἰσραὴλ τὸν ἅγιόν σου,

οἶς ἐλάλησας πληθῦναι τὸ σπέρμα αὐτῶν ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης.

ὅτι, δέσποτα, ἐσμικρύνθημεν παρὰ πάντα τὰ ἔθνη, καί § ἐσμεν ταπεινοὶ ἐν πάσῃ τῇ γῇ σήμερον διὰ τὰς ἁμαρτίας ἡμῶν.

καὶ οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ ἄρχων καὶ προφήτης καὶ ἡγούμενος, οὐδὲ ὁλοκαύτωσις οὐδὲ θυσία οὐδὲ προσφορὰ οὐδὲ θυμίαμα, οὐ τόπος τοῦ καρπῶσαι ἐναντίον σου καὶ εὑρεῖν ἔλεος.

ἀλλʼ ἐυ ψυχῇ συντετριμμένῃ καὶ πνεύματι ταπεινώσεως προσδεχθείημεν·

ὡς ἐυ ὁλοκαυτώσει κριῶν καὶ ταύρων καὶ ἐν μυριάσιν ἀρνῶν πιόνων, οὕτως γενέσθω θυσία ἡμῶν ἐνώπιόν σου σήμερον καὶ ἐκτελέσαι ὄπισθέν σου, ὅτι οὐκ ἔσται αἰσχύνη τοῖς πεποιθόσιν ἐπὶ σοί.

καὶ νῦν ἐξακολουθοῦμεν ἐν ὅλῃ καρδίᾳ, καὶ φοβούμεθά σε καὶ ζητοῦμεν τὸ πρόσωπόν σου.

μὴ καταισ χύνῃς ἡμᾶς, ἀλλὰ ποί ησον μεθʼ ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου καὶ κατὰ τὸ πλῖθος τοῦ ἐλέους σου.

καὶ ἐξελοῦ ἡμᾶς κατὰ τὰ θαυμάσιαά σου, καὶ δὸς 27 κρίσις ??* (κρεισ.) A αληθεια ( θια ??* -θεια Bᵃᵇ)] αληθιναι Q 28 α. AQΓ γιαν] + σου A επηγαγες 2⁰] επηγαγας Q ταυτα πανια AQ 29 απο- στηναι] αποσταντες AQ 30 ημιν 1⁰] υμιν A 31 om και πανια οσα ημιν επηγαγες AQ* (hab Qmᵍ) 32 χειρας] χειρα Bᵇ? om και 2° AQ 33 om ημων A?Q 24 παραδως AQ 35 δι] δια AQ om δια Q 36 ελαλησας] + προς αυτους A 38 και 2⁰] ουδε Q και 3⁰] ουδε Q | ουδε quater] ουτε Q ολοκαυτωμα Q* (τωσις Q mg) om ουδε προσφορα ουδε θυμίαμα A* (hab ουδε πρσσηφορʼ (sic) ουδε θ. Aᵃ? (ᵐᵍ) ου] ουδε Bᵃᵇ εναντιον] ενωπιον A 40 ολοκαυτωσει] ολοκαυτωμασιν ΑQ | και 2⁰] + ως AΓ ουτω Qᵃ θυσια] pr η QΓ οπισθεν] οπισω Q εσται] εστιν ΑQ 42 επιεικιαν AQ* (-κειαν Qᵃ) δόξαν τῷ ὀνόματι σου, Κύριε.

καὶ ἐντραπείησαν πάντες οἱ ἐνδεικνύμενοι Β τοῖς δούλοις σου κακά, καὶ καταισχυνθείησαν ἀπὸ πάσης τῆς δυναστείας, καὶ ἡ ἰσχὺς αὐτῶν συντριβείη,

γνώτωσαν ὅτι σὺ κἶ Κύριος θεὸς μόνος καὶ ἔνδοξος ἐφʼ ὅλην τὴν οἰκουμένην.

Καὶ οὐ διέλειπον οἱ ἐμβάλλοντες αὐτοὺς ὑπηρέται τοῦ βασιλέως καίοντες τὴν κάμινον νάφθαν καὶ πίσσαν καὶ στιππύον καὶ κληματίδα.

καὶ διεχεῖτο ἡ φλὸξ ἐπάνω τῆς καμίνου ἐπὶ πήχεις τεσσεράκοντα ἐννέα,

καὶ διώδευσεν καὶ ἐνεπύρισεν οὓς εὗρεν περὶ τὴν κάμινον τῶν Χαλδαίων.

ὁ δὲ ἄγγελος Κυρίου συνκατέβη ἄμα τοῖς περὶ τὸν Ἀζαρίαν εἰς τὴν κάμινον, καὶ ἐξετίναξεν τὴν φλόγα τοῦ πυρὸς ἐκ τῆς καμίνου,

καὶ ἐποίησεν τὸ μέσον τῆς καμίνου ὡς πνεῦμα δρόσου διασυρίζον· καὶ οὐχ ἥψατο αὐτῶν τὸ καθόλου τὸ πῦρ, καὶ οὐκ ἐλύπησεν οὐδὲ παρηνώχλησεν αὐτοῖς.

Τότε οἱ τρεῖς ὡς ἐξ ἑνὸς στόματος ὕμνουν καὶ ἐδόξαζον καὶ εὐλόγουν τὸν θεὸν ἐν τῇ καμίνῳ λέγοντες

⁵²Εὐλογητὸς εἶ, Κύριε ὁ θ??ὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας· καὶ εὐλογημένον τὸ ὄνομα τῆς δόξης σου τὸ ἅγιον, καὶ ὑπεραινετὸν καὶ ὑπερυψούμενον¶ εἰς πάντας τοὺς αἰῶνας.

⁵³εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς ἁγίας δόξης σου, καὶ ὑπερυμνητὸς καὶ ὑπερένδοξος εἰς τοὺς αἰῶνας.

⁵⁴εὐλογημένος εἶ ὁ ἐπιβλέπων ἀβύσσους, καθήμενος ἐπὶ χερου- βείν, καὶ αἰνετὸς καὶ ὑπερυψαωμένος εἰς τοὺς αἰῶνας.

⁵⁵εὐλογημένος εἶ ἐπὶ θρόνου τῆς βασιλείας σου, καὶ ὑπερυμνητὸς καὶ ὑπερυψαωμένος εἰς τοὺς αἰῶνας.

⁵⁶εὐλογητὸς εἶ ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, καὶ ὑμνητὸς καὶ δεδοξασμένος εἰς τοὺς αἰῶνας.

⁵⁷εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

⁵⁹εὐλογεῖτε, οὐρανοί, τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

59 εὐλογεῖτε, ἄγγελοι Κυρίου, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

⁶0χὐλογεῖτε, ὕδατα καὶ πάντα τὰ ἐπάνω τοῦ οὐρανοῦ, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

⁶¹εὐλογείτω πᾶσα ἡ δύναμις τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

⁶²εὐλογεῖτε, ἥλιος καὶ σελήνη, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

⁶³εὐλογεῖτε, ἄστρα τοῦ οὐρανοῦ, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

⁶4εὐλογείτω πᾶς ὄμβρος καὶ δρόσος τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

⁶⁵εὐλογεῖτε, πάντα τὰ πνεύματα, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

⁶⁶τὐλογεῖτε, πῦρ καὶ καῦμα, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

67εὺλογεῖτε, νύκτες καὶ ἡμέραι, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

68εὐλογεῖτε, φῶς καὶ σκότος, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

⁶9εὐλογεῖτε, ψῦχος καὶ καῦμα, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

⁷⁰εὐλογεῖτε, πάχνη καὶ χιόνες, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

⁷³εὐλογεῖτε, ἀστραπαὶ καὶ νεφέλαι, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

⁷⁴εὐλογείτω ἡ γῆ τὸν κύριον· ὑμνείτω καὶ ὑπερυψούτω αὐτὸν εἰς τοὺς αἰῶνας.

⁷⁵εὐλογεῖτε, ὄρη καὶ βουνοί, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

7⁶εὐλογεῖτε, πάντα τὰ φυόμενα ἐν τῇ γῇ, τὸν κύριον· B ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

7⁸κὺλογεῖτε, θάλασσαι καὶ ποταμοί, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

⁷⁷εὐλογεῖτε, αἱ πηγαί, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

⁷⁹εὐλογεῖτε, κήτη καὶ πάντα τὰ κινούμενα ἐν ὕδασιν, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

80κὐλογεῖτε, πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

8¹εὐλογεῖτε, πάντα τὰ θηρία καὶ τὰ κτήνη, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

8²τὐλογεῖτε, οἱ υἱοὶ τῶν ἀνθρώπων, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

8³εὐλογεῖτε, Ἰσραήλ, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

8⁴εὐλογεῖτε, ἱερεῖς, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

8⁵εὐλογεῖτε, δοῦλοι, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

86κὺλογεῖτε, πνεύματα καὶ ψυχαὶ δικαίων, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

8⁷εὐλογεῖτε, ὅσιοι καὶ ταπεινοὶ τῇ καρδία, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

88εὐλογεῖτε, Ἀνανία, Ἀζαρία, Μεισαήλ, τὸν κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας· ὅτι ἐξείλατο ἡμᾶς ἐξ ᾄδου, καὶ ἐκ χειρὸς θανάτου ἔσωσεν ἡμᾶς. καὶ ἐρύσατο ἡμᾶς ἐκ μέσου καμίνου καιομένης φλογός, καὶ ἐκ μέσου πυρὸς ἐρύσατο ἡμᾶς.

89ἐξομολοόεῖσθε τῷ κυρίᾳ. ὅτι χρηστός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

90εὐλογεῖτε, πάντες οἱ σεβόμενοι τὸν κύριον, τὸν θεὸν τῶν θεῶν· ὑμνεῖτε καὶ ἐξομολογεῖσθε· ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

Καὶ Ναβουχοδονοσὸρ ἤκουσεν ὑμνούντων αὐτῶν καὶ ἐθαύμασεν, B καὶ ἐξανέστη ἐν σπουδῇ καὶ εἶπεν τοῖς μεγιστᾶσιν αὐτοῦ Οὐχὶ ἄνδρας τρεῖς ἐβάλομεν εἰς μέσον τοῦ πυρὸς πεπεδημένους; καὶ εἶπαν τῷ βασιλεῖ Ἀληθῶς, βασιλεῦ.

Ὄδε ἐγὼ ὁρῶ ἄνδρας τέσσαρες λελυμένους καὶ περιπατοῦντας ἐν μέσῳ τοῦ πυρός, καὶ δαφθορὰ οὐκ ἔστιν ἐν αὐτοῖς, καὶ ἡ ὅρασις τοῦ τετάρτου ὁμοία υἱῷ θεοῦ.

τότε προσῆλθεν Ναβουχοδονοσὸρ πρὸς τὴν θύραν τῆς καμίνου τοῦ πυρὸς τῆς καιομένης καὶ εἶπεν Σεδράχ, Μεισάχ, Ἀβδεναγώ, οἱ δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστου, ἐξέλθετε καὶ δεῦτε. καὶ ἐξῆλθον Σεδράχ, Μεισάχ, Ἀβδεναγώ, ἐκ μέσου τοῦ πυρός.

καὶ συνάγονται οἱ σατράπαι καὶ οἱ στρατηγοὶ καὶ οἱ τοπάρχαι καὶ οἱ δυνάσται τοῦ βασιλέως, καὶ ἐθεώρουν τοὺς ἄνδρας ὅτι οὐκ ἐκυρίευσεν τὸ πῦρ τοῦ σώματος αὐτῶν, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτῶν οὐκ ἐφλογίσθη, καὶ τὰ σαράβαρα αὐτῶν οὐκ ἠλλοιώθη, καὶ ὀσμὴ πυρὸς οὐκ ἦν ἐν αὐτοῖς.

καὶ ἀπεκρίθη Ναβουχοδονοσὸρ καὶ εἶπεν Εὐλογητὸς ὁ θεὸς τοῦ Σεδρὰχ καὶ Μεισὰχ καὶ Ἀβδεναγώ, ὃς ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ καὶ ἐξείλατο τοὺς παῖδας αὐτοῦ, ὅτι ἐπεποίθεισαν ἐπʼ αὐτῷ· καὶ τὸ ῥῆμα τοῦ βασιλέως ἠλλοίωσαν καὶ παρέδωκαν τὰ σώματα αὐτῶν εἰς πῦρ, ὅπως μὴ λατρεύσαωσιν μηδέ προσκυνήσωσιν παντὶ θεῷ ἀλλ᾿ ἤ τῷ θεῷ αὐτῶν.

καὶ ἐγὼ ἐκτίθεμαι τὸ δόγμα Πᾶς λαός, φυλή, γλῶσσα, ἐὰν εἴπῃ βλασφημίαν κατὰ τοῦ θεοῦ Σεδράχ, Μεισάχ, Ἀβδεναγώ, εἰς ἀπώλειαν ἔσονται καὶ οἱ οἶκοι αὐτῶν εἰς διαρπαγήν· καθότι οὐκ ἔστιν θεὸς ἕτερος ὅστις δυνήσεται ῥύσασθαι οὕτως.

τότε ὁ βασιλεὺς κατεύθυνεν τὸν Σεδράχ, Μεισάχ, Ἀβδεναγώ, ἐν τῇ χώρᾳ Βαβυλῶνος, καὶ ἠξίωσεν αὐτοὺς ἡγεῖσθαι πάντων τῶν Ἰουδαίων τῶν ἐν τῇ βασιλείᾳ αὐτοῦ.

Νπββουχοδονοσὸρ ὁ βασιλεὺς πᾶσι τοῖς λαοῖς, φυλαῖς, καὶ B γλώσσαις τοῖς οἰκοῦσιν ἐν πάσῃ τῇ γῇ Εἰρήνη ὑμῖν πληθυνθείη.

τὰ σημεῖα καὶ τὰ τέρατα ἃ ἐποίησεν μετ᾿ ἐμοῦ ὁ θεὸς ὁ ὕψιστος ἤρεσεν ἐναντίον ἐμοῦ ἀναγγεῖλαι ὑμῖν.

ὡς μεγάλα καὶ ἰσχυρά· ἡ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος, ἡ ἐξουσία αὐτοῦ εἰς γενεὰν καὶ γενεάν.

Chapter 4

Ἐγὼ Ναβουχοδονοσὸρ εὐθηνῶν ἥμην ἐν τῷ οἴκῳ μου καὶ εὐθαλῶν.

ἐνύπνιον ἴδον καὶ ἐφοβέρισέν με, καὶ ἐταράχθην ἐπὶ τῆς κοίτης μου, καὶ αἱ ὁράσεις τῆς κεφαλῆς μου συνετάραξάν με.

καὶ δι᾿ ἐμοῦ ἐτέθη δόγμα τοῦ εἰσαγαγεῖν ἐνώπιόν μου πάντας τοὺς σοφοὺς Βαβυλῶνος ὅπως τὴν σύγκρισιν τοῦ ἐνυπνίου γνωρίσωσίν μοι.

καὶ· εἰσεπορεύοντο οἱ ἐπαοιδοί, μάγοι, γαζαρηνοί, Χαλδαῖοι, καὶ τὸ ἐνύπνιον εἶπα ἐγὼ ἐνώπιον αὐτῶν· καὶ τὴν σύγκρισιν αὐτοῦ οὐκ ἐγνώρισάν μοι,

ἕως ἥλθεν Δανιήλ, οὗ τὸ ὄνομα Βαλτασὰρ κατὰ τὸ ὄνομα τοῦ θεοῦ μου, ὃς πνεῖμα θεοῦ ἅγιον ἐν ἑαυτῷ ἔχει. ᾧ εἶπα

Βαλτασὰρ ὁ ἄρχων τῶν ἐπαοιδῶν, ὃν ἐγὼ ἔγνων ὅτι πνεῦμα θεοῦ ἅγιον ἐν σοί, καὶ πᾶν μυστήριον οὐκ ἀδυνατεῖ σε, ἄκουσον τὴν ὅρασιν τοῦ ἐνυπνίου οὗ εἶδον, καὶ τὴν σύγκρισιν αὐτοῦ εἰπόν μοι.

ἐπὶ τῆς κοίτης μου ἐθεώρουν, καὶ ἰδοὺ δένδρον ἐν μέσῳ τῆς γῆς, καὶ τὸ ὕψος αὐτοῦ πολύ.

ἐμεγαλύνθη τὸ δένδρον καὶ ἴσχυσεν, καὶ τὸ ὕψος αὐτοῦ ἔφθασεν ἕως τοῦ οὐρανοί, καὶ τὸ κύτος αὐτοῦ εἰς τὸ πέρας ἁπάσης τῆς γῆς·

τὰ φύλλα αὐτοῦ ὡραῖα, καὶ ὁ καρπὸς αὐτοῦ πολύς, καὶ τροφὴ πάντων ἐν αὐτῷ· καὶ ὑποκάτω αὐτοῦ κατεσκήνουν τὰ θηρία τὰ ἄγρια, καὶ ἐν τοῖς κλάδοις αὐτοῦ κατῴκουν τὰ ὄρνεα τοῦ οὐρανοῦ, καὶ ἐξ αὐτοῦ ἐτρέφετο πᾶσα σάρξ.

ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς ἐπὶ τῆς κοίτης μου, καὶ ἰδοὺ εἴρ καὶ ἅγιος ἀπʼ οὐρανοῦ κατέβη

καὶ ἐφώνησεν ἐν ἰσχύι, καὶ οὕτως εἶπεν Ἐκκόψατε τὸ θέν. δρον, καὶ ἐκτίλατε τοὺς κλάδους αὐτοῦ καὶ ἐκτινάξατε τὰ φύλλα 98 superscr ορασις ε AQ ο βασιλευς] om ο Q om και AQ 100 η AQ εξουσια] pr και AQ γενεαν και γενεαν] γενεος γενεω | A IV 1 ευ- θαλων]…

πλ…

The complete text is available when the reading interface loads.