De placitis reliquiae
- Edition reference
- De placitis reliquiae (Stobaei excerpta), ed. H. Diels, Doxographi Graeci, Berlin: Reimer, 1879 (repr. Berlin: De Gruyter, 1965): 275–289, 291–292, 297, 301–383, 386–389, 392–399, 401, 403–411, 414–415, 417–430, 432–435, 438, 440, 442–443.
- CTS identifier
urn:cts:greekLit:tlg0528.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
275
{Περὶ ἀρχῶν καὶ στοιχείων.}
Οἱ μὲν οὖν περὶ <Ἀριστοτέλην καὶ
Πλάτωνα> διαφέρειν ἡγοῦνται ἀρχὴν
καὶ στοιχεῖα.
<Θαλῆς> δ' ὁ Μιλήσιος ταὐτὸν νο-
μίζει ἀρχὴν καὶ στοιχεῖα ...
............
... ἐστι σύνθετα, τὰς δὲ ἀρχάς
φαμεν εἶναι οὔτε συνθέτους οὔτε ἀπο-
τελέσματα· οἷον στοιχεῖα μὲν καλοῦμεν
γῆν ὕδωρ ἀέρα πῦρ, ἀρχὰς δὲ λέγο-
μεν διὰ τὸ οὐδὲν ἔχειν πρότερον ἐξ
οὗ γεννᾶται, ἐπεὶ οὐκ ἔσται ἀρχὴ
〈τοῦτο〉, ἀλλ' ἐκεῖνο ἐξ οὗ γεννᾶται.
τῆς δὲ γῆς καὶ τοῦ ὕδατός ἐστί τινα
πρότερον ἐξ ὧν γέγονεν, ὕλη ἄμορφος
καὶ ἀνείδεος .........
276
{〈Περὶ ἀρχῶν.〉}
<Θαλῆς> ὁ Μιλήσιος ἀρχὴν τῶν ὄν-
των ἀπεφήνατο τὸ ὕδωρ, ἐξ ὕδατος
γάρ φησι πάντα εἶναι καὶ εἰς ὕδωρ
πάντα ἀναλύεσθαι.
στοχάζεται δὲ πρῶτον ἐκ τούτου,
ὅτι πάντων τῶν ζῴων ἡ γονὴ ἀρχή
ἐστιν ὑγρὰ οὖσα. οὕτως εἰκὸς καὶ
τὰ πάντα ἐξ ὑγροῦ τὴν ἀρχὴν ἔχειν.
δεύτερον, 〈ὅτι〉 πάντα φυτὰ ὑγρῷ τρέ-
φεται καὶ καρποφορεῖ, ἀμοιροῦντα δὲ
ξηραίνεται. τρίτον, ὅτι καὶ αὐτὸ τὸ
πῦρ τὸ τοῦ ἡλίου καὶ τῶν ἄστρων
ταῖς τῶν ὑδάτων ἀναθυμιάσεσι τρέ-
φεται καὶ αὐτὸς ὁ κόσμος.
277
ὠκεανός θ' ὅσπερ γένεσις πάντεσσι
τέτυκται.
<Ἀναξίμανδρος> δὲ Πραξιάδου Μι-
λήσιός φησι τῶν ὄντων ἀρχὴν εἶναι
τὸ ἄπειρον· ἐκ γὰρ τούτου πάντα γί-
γνεσθαι καὶ εἰς τοῦτο πάντα φθείρε-
σθαι. διὸ καὶ γεννᾶσθαι ἀπείρους
κόσμους καὶ πάλιν φθείρεσθαι εἰς τὸ
ἐξ οὗ *γίγνεται*. λέγει γοῦν διότι
ἀπέραντόν ἐστιν, ἵνα μηδὲν ἐλλείπῃ
γένεσις ἡ ὑφισταμένη. ἁμαρτάνει δὲ
278
μὴ λέγων τί ἐστι τὸ ἄπειρον. τὸ δ'
ἄπειρον οὐδὲν ἄλλο ἢ ὕλη ἐστίν· οὐ
δύναται δ' ἡ ὕλη εἶναι ἐνέργεια, ἐὰν
μὴ τὸ ποιοῦν ὑποκέηται.
<Ἀναξιμένης> Εὐρυστράτου Μιλή-
σιος ἀρχὴν τῶν ὄντων ἀέρα ἀπεφήνατο,
ἐκ γὰρ τούτου πάντα γίγνεσθαι καὶ
εἰς αὐτὸν πάλιν ἀναλύεσθαι. οἷον ἡ
ψυχή, φησίν, ἡ ἡμετέρα ἀὴρ οὖσα
συγκρατεῖ ἡμᾶς, καὶ ὅλον τὸν κόσμον
πνεῦμα καὶ ἀὴρ περιέχει. λέγεται δὲ
συνωνύμως ἀὴρ καὶ πνεῦμα. ἁμαρτά-
νει δὲ ἐξ ἁπλοῦ καὶ μονοειδοῦς ἀέρος
καὶ πνεύματος δοκῶν συνεστάναι τὰ
ζῷα· ἀδύνατον γὰρ ἀρχὴν μίαν [ἢ]
τὴν ὕλην τῶν ὄντων ὑποστῆναι, ἀλλὰ
καὶ τὸ ποιοῦν αἴτιον χρὴ ὑποτιθέναι·
οἷον ἄργυρος οὐκ ἀρκεῖ πρὸς τὸ ἔκ-
πωμα γενέσθαι, ἐὰν μὴ τὸ ποιοῦν ᾖ,
τουτέστιν ὁ ἀργυροκόπος.
279
<Ἀναξαγόρας> Ἡγησιβούλου ὁ Κλα-
ζομένιος ἀρχὰς τῶν ὄντων τὰς ὁμοιο-
μερείας ἀπεφήνατο.
τροφὴν γοῦν προσφερόμεθα μονοει-
δῆ, ἄρτον καὶ ὕδωρ, καὶ ἐκ ταύτης
τρέφεται φλὲψ ἀρτηρία σὰρξ νεῦρα
ὀστᾶ καὶ τὰ λοιπὰ μόρια. τούτων οὖν
γιγνομένων ὁμολογητέον, ὅτι ἐν τῇ
τροφῇ τῇ προσφερομένῃ πάντα ἐστὶ
τὰ ὄντα, καὶ ἐκ τῶν ὄντων πάντα
αὔξεται ..........
............
............
............
............
............
............
....... ἐν τούτῳ οὖν
ἐστι λόγῳ θεωρητὰ μόρια .....
τὰ μέρη εἶναι ἐν τῇ τροφῇ τοῖς γεν-
νωμένοις, ὁμοιομερείας αὐτὰ ἐκάλεσε
καὶ ἀρχὰς τῶν ὄντων· καὶ τὰς μὲν
280
ὁμοιομερείας ὕλην, τὸ δὲ ποιοῦν αἴ-
τιον νοῦν τὸν πάντα διαταξάμενον.
<Ἀρχέλαος> ἀέρα ἄπειρον, καὶ τὴν
περὶ αὐτὸν πυκνότητα καὶ μάνωσιν.
τούτων δὲ τὸ μὲν εἶναι πῦρ τὸ δ'
ὕδωρ.
Οὗτοι μὲν οὖν ἐφεξῆς ἀλλήλοις ταῖς
διαδοχαῖς γενόμενοι τὴν Ἰωνικὴν ἐκ-
πληροῦσι φιλοσοφίαν, οὕτω προσα-
γορευθεῖσαν διότι Μιλήσιος αὐτῆς
κατῆρξεν ἀνὴρ ὁ Θαλῆς ἀπὸ τῆς τῶν
Ἰώνων μητροπόλεως.
<Πυθαγόρας> Μνησάρχου Σάμιος
πρῶτος φιλοσοφίαν τούτῳ τῷ ῥήματι
281
προσαγορεύσας, ἀρχὰς τοὺς ἀριθμοὺς
καὶ τὰς συμμετρίας τὰς ἐν τούτοις, ἅς
τινας ἁρμονίας καλεῖ, τὰ 〈δ'〉 ἐξ ἀμ-
φοτέρων σύνθετα στοιχεῖα. πάλιν δὲ
τὴν μονάδα καὶ τὴν ἀόριστον δυάδα
ἐν ταῖς ἀρχαῖς. σπεύδει δὲ αὐτῷ τῶν
ἀρχῶν ἡ μὲν ἐπὶ τὸ ποιητικὸν αἴτιον
καὶ ἀίδιον, ὅπερ ἐστὶ νοῦς ὁ θεός· ἡ
δὲ ἐπὶ τὸ παθητικόν τε καὶ ὑλικόν,
ὅπερ ἐστὶν ὁ ὁρατὸς κόσμος. εἶναι δὲ
τὴν φύσιν 〈τοῦ ἀριθμοῦ〉 δεκάδα· μέχρι
γὰρ τῶν δέκα πάντες ἀριθμοῦσιν, ἐφ'
ἃ ἐλθόντες πάλιν ἀναποδοῦσιν ἐπὶ
τὴν μονάδα. καὶ τῶν δέκα πάλιν,
φησίν, ἡ δύναμίς ἐστιν ἐν τοῖς τέτ-
ταρσιν. ἐκ γὰρ τῆς τετράδος καὶ τῶν
αὐτῆς μερῶν ἀναπληροῦται· ἐὰν δ'
ὑπερβάλῃ τὸν τῆς τετράδος, καὶ τῶν
δέκα ὑπερεκπεσεῖται.
282
διὸ καὶ ἐπεφθέγγοντο οἱ Πυθαγόρειοι
ὡς μεγίστου 〈ὅρκου〉 ὄντος τῆς τετράδος·
οὐ μὰ τὸν ἁμετέρᾳ κεφαλᾷ παρα-
δόντα τετρακτύν,
παγὰν ἀενάου φύσεως ῥιζώματ'
ἔχουσαν.
283
<Φιλόλαος> ὁ Πυθαγόρειος τὸ πέρας
καὶ τὸ ἄπειρον.
<Ἡράκλειτος> καὶ <Ἵππασος> ἀρχὴν
τῶν ἁπάντων τὸ πῦρ. ἐκ πυρὸς γὰρ
284
τὰ πάντα καὶ εἰς πῦρ πάντα τελευτᾷ.
πρῶτον μὲν γὰρ τὸ παχυμερέστερον
αὐτοῦ εἰς αὑτὸ συστελλόμενον γίγνεται
γῆ, ἔπειτα ἀναχαλωμένην τὴν γῆν ὑπὸ
τοῦ πυρὸς φύσει ὕδωρ ἀποτελεῖσθαι,
ἀναθυμιώμενον δὲ ἀέρα γίγνεσθαι.
πάλιν δὲ τὸν κόσμον καὶ τὰ σώματα
πάντα ὑπὸ τοῦ πυρὸς ἀναλοῦσθαι ἐν
τῇ ἐκπυρώσει.
<Ξενοφάνης> ἀρχὴν τῶν πάντων
εἶναι τὴν γῆν. γράφει γὰρ ἐν τῷ
Περὶ φύσεως·
ἐκ γῆς γὰρ τὰ πάντα καὶ εἰς γῆν
τὰ πάντα τελευτᾷ.
285
<Λεύκιππος> Μιλήσιος ἀρχὰς καὶ
στοιχεῖα τὸ πλῆρες καὶ τὸ κενόν.
<Δημόκριτος> τὰ ναστὰ καὶ κενά.
<Μητρόδωρος> Θεοκρίτου Χῖος τὰ
ἀδιαίρετα καὶ τὸ κενόν.
<Ἐπίκουρος> ἀρχὰς εἶναι τῶν ὄν-
των σώματα λόγῳ θεωρητά, ἀμέτοχα
κενοῦ, ἀγένητα, ἀδιάφθαρτα, [τὰ]
οὔτε θραυσθῆναι δυνάμενα οὔτε ἀλ-
λοιωθῆναι.
286
εἴρηται δὲ ἄτομος οὐχ ὅτι ἐστὶν
ἐλαχίστη, ἀλλ' ὅτι οὐ δύναται τμη-
θῆναι, ἀπαθὴς οὖσα καὶ ἀμέτοχος
κενοῦ.
<Ἔκφαντος> Συρακούσιος εἷς τῶν
Πυθαγορείων πάντων τὰ ἀδιαίρετα
σώματα καὶ τὸ κενόν. τὰς γὰρ Πυ-
θαγορικὰς μονάδας οὗτος πρῶτος ἀπε-
φήνατο σωματικάς.
287
<Πλάτων> Ἀρίστωνος τρεῖς ἀρχάς,
288
τὸν θεὸν τὴν ὕλην τὴν ἰδέαν, ὑφ' οὗ
ἐξ οὗ πρὸς ὅ. ὁ δὲ θεὸς νοῦς ἐστι
τοῦ κόσμου, ἡ δὲ ὕλη τὸ ὑποκείμενον
γενέσει καὶ φθορᾷ, ἰδέα δὲ οὐσία
ἀσώματος ἐν τοῖς νοήμασι καὶ ταῖς
φαντασίαις τοῦ θεοῦ.
<Ἀριστοτέλης> Νικομάχου Σταγει-
ρίτης ἀρχὰς μὲν εἶδος ὕλην στέρησιν·
στοιχεῖα δὲ τέσσαρα, πέμπτον δέ τι
σῶμα τὸ αἰθέριον, ἀμετάβλητον·
στοιχεῖα δὲ τῶν γενητῶν κατὰ μὲν
τὰς δυνάμεις θερμὸν ψυχρὸν ὑγρὸν
ξηρόν, κατὰ δὲ τὰς οὐσίας, ἐν αἷς καὶ
περὶ ἃς ὑπάρχουσιν αὗται, τὰ τέσσαρα.
<Ξενοκράτης> συνεστάναι τὸ πᾶν
ἐκ τοῦ ἑνὸς καὶ τοῦ ἀενάου, ἀέναον
τὴν ὕλην αἰνιττόμενος διὰ τοῦ πλή-
θους.
<Στράτων> στοιχεῖα 〈θερμὸν〉 καὶ
ψυχρόν.
289
<Ζήνων> Μνασαίου Κιτιεὺς ἀρχὰς
τὸν θεὸν καὶ τὴν ὕλην, στοιχεῖα δὲ
τέσσαρα.
<Διογένης> δὲ ὁ Ἀπολλωνιάτης
ἀέρα ἄπειρον.
<Διόδωρος> ἐπίκλην Κρόνος τὰ
ἀμερῆ σώματα ἄπειρα, τὰ δ' αὐτὰ
λεγόμενα καὶ ἐλάχιστα, ἄπειρα μὲν
κατ' ἀριθμὸν ὡρισμένα δὲ κατὰ μέ-
γεθος
291
{Εἰ ἓν τὸ πᾶν.}
<Οἱ μὲν οὖν ἀπὸ τῆς Στοᾶς> ἕνα
κόσμον ἀπεφήναντο, ὃν δὴ καὶ τὸ πᾶν
ἔφασαν εἶναι τὸ σωματικόν.
<Ἐμπεδοκλῆς> κόσμον ἕνα. οὐ μέν-
τοι τὸ πᾶν εἶναι τὸν κόσμον, ἀλλ'
ὀλίγον τι τοῦ παντὸς μέρος, τὸ δὲ
λοιπὸν ὕλην.
292
<Μητρόδωρος> ὁ καθηγητὴς Ἐπι-
κούρου φησὶν ἄτοπον εἶναι ἐν μεγάλῳ
πεδίῳ ἕνα στάχυν γενηθῆναι καὶ ἕνα
κόσμον ἐν τῷ ἀπείρῳ. ὅτι δὲ *ἄπειρος*
κατὰ τὸ πλῆθος, δῆλον ἐκ τοῦ ἄπειρα τὰ
αἴτια εἶναι. εἰ γὰρ ὁ κόσμος πεπερασμέ-
νος, τὰ δ' αἴτια πάντα ἄπειρα ἐξ ὧν
ὅδε ὁ κόσμος γέγονεν, ἀνάγκη ἀπεί-
ρους εἶναι. ὅπου γὰρ τὰ αἴτια *πάντα*,
ἐκεῖ καὶ *ἀποτελέσματα. αἴτια δὲ
ἤτοι αἱ ἄτομοι ἢ τὰ στοιχεῖα.
297
{Περὶ θεοῦ.}
301
<Θαλῆς> νοῦν τοῦ κόσμου τὸν θεόν,
τὸ δὲ πᾶν ἔμψυχον ἅμα καὶ δαιμό-
νων πλῆρες· διήκειν δὲ καὶ διὰ τοῦ
302
στοιχειώδους ὑγροῦ δύναμιν θείαν κι-
νητικὴν αὐτοῦ.
<Ἀναξίμανδρος> ἀπεφήνατο τοὺς
ἀπείρους οὐρανοὺς θεούς.
<Ἀναξιμένης> τὸν ἀέρα. δεῖ δ'
ὑπακούειν ἐπὶ τῶν οὕτως λεγομένων
τὰς ἐνδιηκούσας τοῖς στοιχείοις ἢ τοῖς
σώμασι δυνάμεις.
<Ἀρχέλαος> ἀέρα καὶ νοῦν τὸν
θεόν, οὐ μέντοι κοσμοποιὸν τὸν νοῦν.
<Ἀναξαγόρας> νοῦν κοσμοποιὸν τὸν
θεόν.
<Δημόκριτος> νοῦν τὸν θεὸν ἐν
πυρὶ σφαιροειδεῖ.
<Διογένης> καὶ <Κλεάνθης> καὶ
<Οἰνοπίδης> τὴν τοῦ κόσμου ψυχήν.
<Πυθαγόρας> τῶν ἀρχῶν τὴν [μὲν]
μονάδα θεὸν καὶ τἀγαθόν, ἥτις ἐστὶν
ἡ τοῦ ἑνὸς φύσις, αὐτὸς ὁ νοῦς, καὶ
τὴν ἀόριστον δυάδα καὶ τὸ κακόν,
περὶ ἥν ἐστι τὸ ὑλικὸν πλῆθος.
<Ποσειδώνιος> πνεῦμα νοερὸν καὶ
πυρῶδες, οὐκ ἔχον μὲν μορφὴν μετα-
303
βάλλον δὲ εἰς ὃ βούλεται καὶ συνεξο-
μοιούμενον πᾶσιν.
<Σπεύσιππος> τὸν νοῦν οὔτε τῷ
ἑνὶ οὔτε τῷ ἀγαθῷ τὸν αὐτόν, ἰδιο-
φυῆ δέ.
<Κριτόλαος> καὶ <Διόδωρος> ὁ
Τύριος νοῦν ἀπ' αἰθέρος ἀπαθοῦς.
<Ἡράκλειτος> τὸ περιοδικὸν πῦρ
ἀίδιον, εἱμαρμένην δὲ λόγον ἐκ τῆς
ἐναντιοδρομίας δημιουργὸν τῶν ὄντων.
<Ζήνων> ὁ Στωικὸς νοῦν κόσμου
πύρινον.
<Μνήσαρχος> τὸν κόσμον τὴν πρώ-
την οὐσίαν ἔχοντα ἀπὸ πνεύματος.
<Βόηθος> τὸν αἰθέρα θεὸν ἀπεφή-
νατο.
<Παρμενίδης> τὸ ἀκίνητον καὶ πε-
περασμένον σφαιροειδές.
<Μέλισσος> καὶ <Ζήνων> τὸ ἓν καὶ
πᾶν, καὶ μόνον ἀίδιον καὶ ἄπειρον
τὸ ἕν. καὶ τὸ μὲν ἓν τὴν ἀνάγκην,
ὕλην δὲ αὐτῆς τὰ τέσσαρα στοιχεῖα,
εἴδη δὲ τὸ νεῖκος καὶ τὴν φιλίαν.
λέγει δὲ καὶ τὰ στοιχεῖα θεοὺς καὶ
τὸ μῖγμα τούτων τὸν κόσμον. καὶ
† προστ ἀναλυθήσεται τὸ μονοειδές
καὶ θείας μὲν οἴεται τὰς ψυχάς,
θείους δὲ καὶ τοὺς μετέχοντας αὐτῶν
καθαροὺς καθαρῶς.
<Πολέμων> τὸν κόσμον θεὸν ἀπε-
φήνατο.
304
<Ξενοκράτης> Ἀγαθήνορος Καλχη-
δόνιος τὴν μονάδα καὶ τὴν δυάδα
θεούς, τὴν μὲν ὡς ἄρρενα πατρὸς
ἔχουσαν τάξιν ἐν οὐρανῷ βασιλεύου-
σαν, ἥντινα προσαγορεύει καὶ Ζῆνα
καὶ περιττὸν καὶ νοῦν, ὅστις ἐστὶν
αὐτῷ πρῶτος θεός· τὴν δ' ὡς θή-
λειαν, μητρὸς θεῶν δίκην, τῆς ὑπὸ
τὸν οὐρανὸν λήξεως ἡγουμένην, ἥτις
ἐστὶν αὐτῷ ψυχὴ τοῦ παντός. θεὸν
δ' εἶναι καὶ τὸν οὐρανὸν καὶ τοὺς
ἀστέρας πυρώδεις ὀλυμπίους θεούς,
καὶ ἑτέρους ὑποσελήνους δαίμονας
ἀοράτους. ἀρέσκει δὲ καὶ αὐτῷ
................ καὶ ἐνδιήκειν τοῖς ὑλι-
κοῖς στοιχείοις. τούτων δὲ τὴν μὲν
............... ἀειδῆ προσαγορεύει, τὴν
δὲ διὰ τοῦ ὑγροῦ Ποσειδῶνα, τὴν δὲ
διὰ τῆς γῆς φυτοσπόρον Δήμητρα.
ταῦτα δὲ χορηγήσας τοῖς <Στωικοῖς>
τὰ πρότερα παρὰ τοῦ <Πλάτωνος>
μεταπέφρακεν.
<Πλάτων> δὲ τὸ ἕν, τὸ μονοφυές,
τὸ μοναδικόν, τὸ ὄντως ὄν, τἀγαθόν.
πάντα δὲ τὰ τοιαῦτα τῶν ὀνομάτων
εἰς τὸν νοῦν σπεύδει. νοῦς οὖν ὁ
θεός, χωριστὸν εἶδος· τὸ δὲ χωρι-
στὸν ἀκουέσθω τὸ ἀμιγὲς πάσης
ὕλης καὶ μηδενὶ τῶν σωματικῶν
συμπεπλεγμένον, μηδὲ τῷ παθητῷ
τῆς φύσεως συμπαθές. τούτου δὲ
πατρὸς καὶ ποιητοῦ τὰ ἄλλα θεῖα ἔκ-
305
γονα νοητὰ μέν, ὅ τε νοητὸς λεγό-
μενος κόσμος ***, παραδείγματα
δ' ἐστὶ τοῦ ὁρατοῦ κόσμου, πρὸς
δὲ τούτοις ἐναιθέριοί τινες δυνάμεις
(λόγοι δ' εἰσὶν ἀσώματοι) καὶ ἐναέριοι
καὶ ἔνυδροι, αἰσθητὰ δὲ τοῦ πρώτου
θεοῦ ἔκγονα ἥλιος σελήνη ἀστέρες γῆ
καὶ ὁ περιέχων πάντα κόσμος.
<Ἀριστοτέλης> τὸν μὲν ἀνωτάτω
θεὸν εἶδος 〈χωριστόν〉, ὁμοίως Πλά-
τωνι, ἐπιβεβηκότα τῇ σφαίρᾳ τοῦ παν-
τός, ἥτις ἐστὶν αἰθέριον σῶμα, τὸ
πέμπτον ὑπ' αὐτοῦ καλούμενον.
οἱ <Στωικοὶ> νοερὸν θεὸν ἀποφαί-
306
νονται, πῦρ τεχνικόν, ὁδῷ βαδίζον ἐπὶ
γενέσει κόσμου, ἐμπεριειληφὸς πάντας
τοὺς σπερματικοὺς λόγους καθ' οὓς
ἅπαντα καθ' εἱμαρμένην γίνεται, καὶ
πνεῦμα μὲν ἐνδιῆκον δι' ὅλου τοῦ
κόσμου, τὰς δὲ προσηγορίας μεταλαμ-
βάνον * διὰ ὅλης τῆς ὕλης, δι' ἧς
κεχώρηκε, παραλλάξαν*. θεοὺς δὲ καὶ
τὸν κόσμον καὶ τοὺς ἀστέρας καὶ τὴν
γῆν· ἀνωτάτω δὲ πάντων νοῦν ἐναι-
θέριον εἶναι θεόν.
<Ἐπίκουρος>· ἀνθρωποειδεῖς μὲν
τοὺς θεούς, λόγῳ δὲ πάντας θεωρη-
τοὺς διὰ τὴν λεπτομέρειαν τῆς τῶν
εἰδώλων φύσεως. ὁ δ' αὐτὸς ἄλλας
τέτταρας φύσεις κατὰ γένος ἀφθάρ-
307
τους τάσδε, τὰ ἄτομα τὸ κενὸν τὸ
ἄπειρον τὰς ὁμοιότητας· αὗται δὲ λέ-
γονται ὁμοιομέρειαι καὶ στοιχεῖα.
{Περὶ ὕλης.}
<Ὕλη> ἐστὶ τὸ ὑποκείμενον πάσῃ γε-
νέσει καὶ φθορᾷ καὶ ταῖς ἄλλαις με-
ταβολαῖς.
Οἱ ἀπὸ <Θάλεω> καὶ <Πυθαγόρου,>
λέγω δὲ τοὺς μέχρι τῶν <Στωικῶν>
καταβεβηκότας σὺν <Ἡρακλείτῳ,>
τρεπτὴν καὶ ἀλλοιωτὴν καὶ μεταβλη-
308
τὴν καὶ ῥευστὴν ὅλην δι' ὅλης τὴν
ὕλην ἀπεφήναντο.
Οἱ ἀπὸ <Δημοκρίτου> ἀπαθῆ τὰ
πρῶτα, τὴν ἄτομον καὶ τὸ κενόν.
<Πλάτων> τὴν ὕλην σωματοειδῆ
ἄμορφον ἀνείδεον ἀσχημάτιστον ἄποιον
ὅσον ἐπὶ τῇ ἰδίᾳ φύσει, δεξαμενὴν
δὲ τῶν εἰδῶν καὶ οἷον τιθήνην καὶ
ἐκμαγεῖον καὶ μητέρα γίγνεσθαι.
Οἱ δὲ ὕδωρ λέγοντες ἢ πῦρ ἢ ἀέρα
ἢ γῆν τὴν ὕλην, οὐκέτι ἄμορφον
αὐτὴν λέγουσιν ἀλλὰ σῶμα· οἱ δὲ
τἀμερῆ καὶ τὰς ἀτόμους ἄμορφον.
Οἱ <Στωικοὶ> σῶμα τὴν ὕλην ἀπο-
φαίνονται.
{Περὶ ἰδέας.}
Ἰδέα ἐστὶν οὐσία ἀσώματος, αἰτία
τῶν οἵα ἐστὶν αὐτή, καὶ παράδειγμα
τῆς τῶν κατὰ φύσιν ἐχόντων αἰσθη-
τῶν ὑποστάσεως, αὐτὴ μὲν ὑφεστῶσα
καθ' ἑαυτήν, ἐνεικονίζουσα δὲ τὰς
ἀμόρφους ὕλας καὶ αἰτία γινομένη
309
τῆς τούτων διατάξεως, πατρὸς ἐπέ-
χουσα τοῖς αἰσθητοῖς τάξιν.
<Πυθαγόρας> τὰ λεγόμενα εἴδη καὶ
τὰς ἰδέας ἐν τοῖς ἀριθμοῖς καὶ ταῖς
ἁρμονίαις αὐτῶν καὶ τοῖς καλουμένοις
γεωμετρικοῖς ἐτίθετο ἀχώριστα τῶν
σωμάτων.
{Περὶ αἰτίων.}
Αἴτιόν ἐστι δι' ὃ τὸ ἀποτέλεσμα ἢ
δι' ὃ συμβαίνει τι. ἀρκεῖ γὰρ ὑπο-
γραφικῶς.
<Πλάτων> τριχῶς τὸ αἴτιον, ὑφ' οὗ
ἐξ οὗ πρὸς ὅ· κυριώτατον δ' ἡγεῖται
τὸ ὑφ' οὗ, τοῦτο δ' ἦν τὸ ποιοῦν.
310
<Πυθαγόρας> τὰ μὲν πρῶτα αἴτια
ἀσώματα, τὰ δὲ κατὰ μετοχὴν ἢ
κατὰ συμβεβηκὸς τῆς σωματικῆς ὑπο-
στάσεως εἶναι.
<Ἀριστοτέλης> ἔφησε δηλοῦν ἕκα-
στον χρώμενον σχήμασι τῆς ἑρμη-
νείας τοιούτοις, τό τε ἐξ οὗ λέγοντα
τὴν ὕλην, καὶ τὸ ὑφ' οὗ τὸ ποιοῦν, τὸ
δὲ καθ' ὃ τὸ εἶδος, τὸ δὲ δι' ὃ τὸ τέλος.
<Θαλῆς> καὶ οἱ ἐφεξῆς τὸ πρῶτον
αἴτιον ἀκίνητον ἀπεφήναντο.
〈Οἱ〉 <Στωικοὶ> τὸ πρῶτον αἴτιον
ὡρίσαντο κινητόν.
<Οἱ Περιπατητικοὶ> τῶν αἰτίων
εἶναι τὰ μὲν αἰσθητά, τὰ δὲ νοητά.
{Περὶ σωμάτων.}
Σῶμα εἶναι τὸ τριχῇ διαστατόν,
πλάτει βάθει μήκει. ὄγκον ἀντίτυπον
ὅσον ἐπ' αὐτῷ.
<Πλάτων> μήτε βαρὺ μήτε κοῦφον
εἶναί τι φύσει ἐν τῷ οἰκείῳ τόπῳ
ὑπάρχον, ἐν δὲ τῷ ἀλλοτρίῳ γενόμε-
νον τότε νεῦσιν ἴσχειν, ἐκ δὲ τῆς
νεύσεως ῥοπὴν ἤτοι πρὸς βαρύτητα ἢ
κουφότητα.
<Ἀριστοτέλης> βαρύτατον μὲν εἶναι
τὴν γῆν, κουφότατον δὲ τὸ πῦρ,
ἀέρα δὲ καὶ ὕδωρ ἄλλοτε ἄλλως.
311
μηδὲν δὲ πῦρ κυκλοτερῶς φύσει κι-
νεῖσθαι, μόνον δὲ τὸ πέμπτον σῶμα.
<Οἱ Στωικοὶ> δύο μὲν ἐκ τῶν τεσ-
σάρων στοιχείων κοῦφα, πῦρ καὶ
ἀέρα· δύο δὲ βαρέα, ὕδωρ καὶ γῆν.
κοῦφον γὰρ ὑπάρχει φύσει ὃ νεύει
ἀπὸ τοῦ ἰδίου μέσου, βαρὺ δὲ τὸ εἰς
μέσον. καὶ τὸ μὲν περίγειον φῶς κατ'
εὐθεῖαν, τὸ δ' αἰθέριον περιφερῶς
κινεῖται.
<Ἐπίκουρος> ἀπερίληπτα εἶναι* τὰ
σώματα καὶ τὰ πρῶτα δὲ ἁπλᾶ*, τὰ
δὲ ἐξ ἐκείνων συγκρίματα βάρος ἔχειν.
κινεῖσθαι δὲ τὰ ἄτομα τότε μὲν κατὰ
στάθμην τότε δὲ κατὰ παρέγκλισιν,
τὰ δὲ ἄνω κινούμενα κατὰ πληγὴν
καὶ ἀποπαλμόν.
<Δημόκριτος> τὰ πρῶτά φησι σώ-
ματα, ταῦτα δ' ἦν τὰ ναστά, βάρος
μὲν οὐκ ἔχειν, κινεῖσθαι 〈δὲ〉 κατ' ἀλ-
ληλοτυπίαν ἐν τῷ ἀπείρῳ. δυνατὸν
〈δ'〉 εἶναι κοσμιαίαν ὑπάρχειν ἄτομον.
<Στράτων> μὲν προσεῖναι τοῖς σώ-
μασι φυσικὸν βάρος, τὰ δὲ κουφό-
τερα τοῖς βαρυτέροις ἐπιπολάζειν οἷον
ἐκπυρηνιζόμενα.
312
{Περὶ ἐλαχίστου.}
<Ἐμπεδοκλῆς> ἔφη πρὸ τῶν τεττά-
ρων στοιχείων θραύσματα ἐλάχιστα,
οἱονεὶ στοιχεῖα πρὸ τῶν στοιχείων
ὁμοιομερῆ.
<Ἡράκλειτος> πρὸ τοῦ ἑνὸς δοκεῖ
τισι ψήγματα καταλείπειν.
<Ξενοκράτης> καὶ <Διόδωρος>
ἀμερῆ τὰ ἐλάχιστα ὡρίζοντο.
<Ἡρακλείδης> θραύσματα.
{Περὶ σχημάτων.}
Σχῆμά ἐστιν ἐπιφάνεια καὶ περι-
γραφὴ καὶ πέρας σώματος.
<Οἱ ἀπὸ Πυθαγόρου> τὸν κόσμον
σφαῖραν κατὰ σχῆμα τῶν τεττάρων
στοιχείων· μόνον δὲ τὸ ἀνώτατον πῦρ
κωνοειδές.
<Οἱ ἀπὸ Λευκίππου> τὰ ἄτομα
πολυσχήμονα.
<Ἀναξαγόρας> τὰ ὁμοιομερῆ πολυ-
σχήμονα.
<Κλεάνθης> μόνος τῶν Στωικῶν τὸ
πῦρ ἀπεφήνατο κωνοειδές.
313
<Ζήνων> ἔφασκε τὸ πῦρ κατ' εὐ-
θεῖαν κινεῖσθαι.
{Περὶ χρωμάτων.}
Χρῶμά ἐστι ποιότης σώματος
ὁρατὴ προηγουμένως.
〈Οἱ〉 <Πυθαγόρειοι> χροιὰν ἐκάλουν
τὴν ἐπιφάνειαν τοῦ σώματος.
<Ἐμπεδοκλῆς> χρῶμα εἶναι ἀπε-
φαίνετο τὸ τοῖς πόροις τῆς ὄψεως
ἐναρμόττον. τέτταρα δὲ τοῖς στοι-
χείοις ἰσάριθμα, λευκὸν μέλαν ἐρυ-
θρὸν *ὠχρόν.*
<Πλάτων> φλόγα ἀπὸ τῶν σωμά-
των σύμμετρα μόρια ἔχουσαν πρὸς
τὴν ὄψιν.
<Ἀρίσταρχος> Σάμιος μαθηματικὸς
ἀκουστὴς <Στράτωνος> φῶς εἶναι τὸ
χρῶμα τοῖς ὑποκειμένοις ἐπιπῖπτον.
<Ζήνων> ὁ Στωικὸς τὰ χρώματα
πρώτους εἶναι σχηματισμοὺς τῆς ὕλης.
(<Οἱ Πυθαγόρειοι>) τὰ δὲ γένη τῶν
χρωμάτων λευκόν τε καὶ μέλαν ἐρυ-
θρόν τε καὶ *ὡχρόν*· τὰς δὲ δια-
φορὰς τῶν χρωμάτων παρὰ τὰς ποιὰς
μίξεις τῶν στοιχείων, τὰς δὲ τῶν
ζῴων παρὰ τὰς ποικιλίας τῶν τρο-
φῶν καὶ τῶν ἀέρων.
314
<Δημόκριτος> φύσει μὲν μηδὲν
εἶναι χρῶμα, τὰ μὲν γὰρ στοιχεῖα
ἄποια, τά τε ναστὰ καὶ τὸ κενόν· τὰ
δ' ἐξ αὐτῶν συγκρίματα κεχρῶσθαι
διαταγῇ τε καὶ ῥυθμῷ καὶ προτροπῇ,
ὧν ἡ μέν ἐστι τάξις ὁ δὲ σχῆμα ἡ
δὲ θέσις· παρὰ ταῦτα γὰρ αἱ φαντα-
σίαι. τούτων δὲ τῶν πρὸς τὴν φαν-
τασίαν χρωμάτων τέτταρες αἱ διαφο-
ραί, λευκοῦ μέλανος ἐρυθροῦ *ὠχροῦ.*
<Ἐπίκουρος καὶ Ἀρίσταρχος> τὰ
ἐν τῷ σκότῳ χρώματα χρόαν οὐκ
ἔχειν.
<Ἀριστοτέλης> πέρας ἐν ὡρισμένῳ
διαφανεῖ, διαφανὲς δὲ ὕλην εἶναι † δι-
ηθημένην καθαρὰν καὶ ἀμιγῆ, τούτου
δὲ αὐτοῦ τὸ κινητικὸν χρῶμα ὑπάρ-
χειν· ἐν δὲ τῷ σκότῳ τὰ χρώματα
χρόαν δυνάμει μὲν ἔχειν, ἐνεργείᾳ δὲ
μηδαμῶς· πολὺ δὲ τὸ μεταξὺ τοῦ τε
μὴ ἔχειν καὶ μὴ ὁρᾶσθαι.
Οἱ μὲν ἄλλοι τὰ στοιχεῖα κεχρῶ-
σθαι φυσικῶς, οἱ δὲ τὰ ὁμοιομερῆ
ποιότητος μετέχειν τὰ πρῶτα, οἱ δὲ
τὰ ἄτομα πάντα συλλήβδην ἄχροα,
ἐξ ἀποίων δὲ τῶν λόγῳ θεωρητῶν
τὰς αἰσθητὰς ἀποφαίνονται γίνεσθαι
ποιότητας.
{Περὶ τῆς σωμάτων τομῆς.}
Οἱ ἀπὸ <Θάλεω> καὶ <Πυθαγόρου>
παθητὰ σώματα καὶ τμητὰ εἰς ἄπειρον.
315
καὶ πάντα τὰ συνεχῆ, γραμμὴν ἐπιφά-
νειαν στερεὸν σῶμα τόπον χρόνον.
<(Δημόκριτος)> ⟦ὁ δ' αὐτὸς ἔλεγε⟧
περὶ τἀμερῆ ἵστασθαι τὴν τομήν.
<(Ἀριστοτέλης)> ⟦καὶ⟧ δυνάμει μὲν
εἰς ἄπειρον τέμνεσθαι, ἐντελεχείᾳ δὲ
μηδαμῶς.
<Χρύσιππος> ἔφασκε τὰ σώματα
εἰς ἄπειρον τέμνεσθαι καὶ τὰ τοῖς σώ-
μασι προσεοικότα, οἷον ἐπιφάνειαν
γραμμὴν τόπον κενὸν χρόνον· εἰς
ἄπειρόν τε τούτων τεμνομένων οὔτε
σῶμα ἐξ ἀπείρων σωμάτων συνέστη-
κεν οὔτ' ἐπιφάνεια οὔτε γραμμὴ οὔτε
τόπος 〈οὔτε κενὸν οὔτε χρόνος〉.
{Περὶ μίξεως καὶ κράσεως.}
<Θαλῆς> καὶ οἱ ἀπ' αὐτοῦ κράσεις
εἶναι τὰς τῶν στοιχείων μίξεις κατ'
ἀλλοίωσιν.
〈Οἱ περὶ <Ἀναξαγόραν> καὶ <Δημό-
κριτον〉> τὰς κράσεις κατὰ παράθεσιν
γίγνεσθαι τῶν στοιχείων.
<Ἐμπεδοκλῆς> καὶ <Ξενοκράτης>
ἐκ μικροτέρων ὄγκων τὰ στοιχεῖα συγ-
κρίνει, ἅπερ ἐστὶν ἐλάχιστα καὶ οἱονεὶ
στοιχεῖα στοιχείων.
<Πλάτων> τὰ μὲν τρία σώματα
τρεπτὰ εἰς ἄλληλα, πῦρ ἀέρα ὕδωρ,
τὴν δὲ γῆν εἴς τι τούτων ἀμετάβλη-
τον.
{Περὶ κενοῦ.}
Οἱ ἀπὸ <Θάλεω> φυσικοὶ πάντες τὸ
κενὸν ὡς ὄντως κενὸν ἀπέγνωσαν.
316
<Ἐμπεδοκλῆς·>
οὐδέ τι τοῦ παντὸς κενεὸν πέλει
οὐδὲ περιττόν.
<Δημόκριτος> καὶ ἕτεροι <Λεύκιπ-
πος Μητρόδωρος Ἐπίκουρος> τὰ
μὲν ἄτομα ἄπειρα τῷ πλήθει, τὸ δὲ
κενὸν ἄπειρον τῷ μεγέθει.
<Στράτων> ἐξωτέρω μὲν ἔφη τοῦ
κόσμου μὴ εἶναι κενόν, ἐνδοτέρω δὲ
δυνατὸν γενέσθαι.
<Ζήνων> καὶ οἱ ἀπ' αὐτοῦ ἐντὸς
μὲν τοῦ κόσμου μηδὲν εἶναι κενόν,
ἔξω δ' αὐτοῦ ἄπειρον.
<Ἀριστοτέλης> ἐν τετάρτῳ Φυσι-
κῆς ἀκροάσεως γράφει ‘εἶναι δέ φασιν
οἱ <Πυθαγόρειοι> κενὸν καὶ ἐπεισιέναι
αὐτὸ τῷ οὐρανῷ ἐκ τοῦ ἀπείρου πνεύ-
ματος ὡς ἀναπνέοντι’. ἐν δὲ τῷ περὶ
τῆς <Πυθαγόρου> φιλοσοφίας πρώτῳ
317
γράφει τὸν μὲν οὐρανὸν εἶναι ἕνα,
ἐπεισάγεσθαι δ' ἐκ τοῦ ἀπείρου χρό-
νον τε καὶ πνοὴν καὶ τὸ κενόν, ὃ
διορίζει ἑκάστων τὰς χώρας ἀεί. καὶ
ἐν ἄλλοις λέγει τόπον εἶναι τὸ τοῦ
περιέχοντος πέρας ἀκίνητον, ἢ ἐν ᾧ
μένει τε καὶ κινεῖται τὰ σώματα,
πλήρη μὲν ὅταν πανταχόθεν περιέχῃ
τὸ σῶμα, κενὸν δὲ ὅταν μηθὲν ἔχῃ
τὸ παράπαν ἐν ἑαυτῷ. τόπον μὲν οὖν
ἀναγκαῖον ὑπάρχειν καὶ σῶμα, κενὸν
δὲ οὐδαμῶς εἰ μὴ μόνον πρὸς νόησιν·
ἀναιρετικὴν γὰρ εἶναι τὴν κατ' ἐνδε-
λέχειαν αὐτοῦ φύσιν τῆς τε τῶν ὄν-
των συμπαθείας καὶ τῆς τῶν σωμάτων
ἀλληλουχίας· τὰς δὲ κινήσεις γίνεσθαι
τὰς κατὰ τόπον [κατὰ τὸ πρότερον]
ἀντιπεριισταμένων ἀλλήλοις τῶν σω-
μάτων· ἄπειρον δὲ οὐθὲν ἀπολείπει
οὔτε κατὰ τὸ πλῆθος οὔτε κατὰ τὸ
μέγεθος.
{Περὶ τόπου.}
<Πλάτων> τόπον εἶναι τὸ μεταληπτι-
κὸν τῶν εἰδῶν, ὅπερ εἴρηκε μεταφο-
ρικῶς τὴν ὕλην καθάπερ τινὰ τιθήνην
καὶ δεξαμενήν.
<(Στράτων)> τόπον ⟦δὲ⟧ εἶναι τὸ
μεταξὺ διάστημα τοῦ περιέχοντος καὶ
τοῦ περιεχομένου.
{Περὶ χώρας.}
<(Ζήνων> καὶ οἱ ἀπ' αὐτοῦ) διαφέ-
ρειν ⟦δὲ⟧ κενὸν τόπον χώραν· καὶ τὸ
μὲν κενὸν εἶναι ἐρημίαν σώματος, τὸν
δὲ τόπον τὸ ἐπεχόμενον ὑπὸ σώμα-
τος, τὴν δὲ χώραν τὸ ἐκ μέρους
ἐπεχόμενον.
318
<Ἐπίκουρος> ὀνόμασιν [πᾶσιν] πα-
ραλλάττειν κενὸν τόπον χώραν.
{Περὶ χρόνου.}
<Πυθαγόρας> τὴν σφαῖραν τοῦ
περιέχοντος.
<Πλάτων> αἰῶνος εἰκόνα κινητὴν ἢ
διάστημα τῆς τοῦ κόσμου κινήσεως.
<Ἐρατοσθένης> τὴν τοῦ ἡλίου πο-
ρείαν.
{Περὶ οὐσίας χρόνου.}
(<Πλάτων>) οὐσίαν ⟦δὲ⟧ χρόνου τὴν
οὐρανοῦ κίνησιν.
<Ξενοκράτης> μέτρον τῶν γενητῶν
καὶ κίνησιν ἀίδιον.
<Ἑστιαῖος> ὁ Περίνθιος φυσικὸς
φορὰν ἄστρων πρὸς ἄλληλα.
<Στράτων> τῶν ἐν κινήσει καὶ ἠρε-
μίᾳ ποσόν.
<Ἐπίκουρος> σύμπτωμα 〈συμπτω-
μάτων〉, τοῦτο δ' ἐστὶ παρακολούθημα
κινήσεων.
<Ἀντιφῶν> καὶ <Κριτόλαος> νόημα
ἢ μέτρον τὸν χρόνον, οὐχ ὑπόστασιν.
<Οἱ Στωικοὶ> χρόνου οὐσίαν αὐτὴν
τὴν κίνησιν.
Οἱ πλείους ἀγένητον τὸν χρόνον.
(<Πλάτων>) γενητὸν ⟦δὲ⟧ κατ' ἐπί-
νοιαν.
{Περὶ κινήσεως.}
<Πυθαγόρας>· κίνησίς ἐστι διαφο-
319
ρότης ἢ ἑτερότης ἐν ὕλῃ ᾗ ἐστιν ὕλη.
οὗτος πάσης κινήσεως κοινὸς ὅρος.
<Ἀριστοτέλης> τὴν κίνησιν ἐνέρ-
γειαν εἶναι τοῦ δυνάμει κινητοῦ ᾗ κι-
νητόν· τῶν δὲ κινήσεων τὰς μὲν εἶναι
κατὰ τὸ ποσόν, τὰς δὲ κατὰ τὸ ποιόν,
τὰς δὲ κατὰ τόπον. κατὰ μὲν τὸ πο-
σὸν αὔξησιν καὶ μείωσιν, ἐν προσθέσει
τινὶ θεωρουμένην καὶ ἀφαιρέσει· κατὰ
δὲ τὸ ποιὸν ἀλλοίωσιν καὶ μεταβολήν,
ὡς τὴν ἐκ θερμοῦ εἰς ψυχρόν, ἐκ
γλυκέος εἰς πικρόν· κατὰ δὲ τόπον,
ἣν ἰδιώτερον φορὰν ὠνόμασε, καθ'
ὃν ἐξ οὗ εἰς ὃ μεταβαίνει τὰ κινού-
μενα. ταύτης δὲ τρεῖς εἶναι διαφοράς,
ὧν δύο μὲν ἁπλᾶς, τήν τε κατ' εὐ-
θεῖαν καὶ τὴν ἐν κύκλῳ, μίαν δὲ
μικτήν· εὐθεῖαν μὲν τὴν ἄνω καὶ
κάτω κατά τε κουφότητα καὶ βαρύ-
τητα τῶν σωμάτων, ἐν κύκλῳ δὲ τὴν
περιφερῆ, μικτὴν δὲ τὴν κατ' ἔγκλι-
σιν. τῆς δὲ κατὰ τόπον κινήσεως τὴν
μὲν ἀπὸ τοῦ μέσου γίνεσθαι τὴν δὲ
ἐπὶ τὸ μέσον τὴν δὲ περὶ τὸ μέσον.
πυρὸς μὲν οὖν καὶ ἀέρος ἀπὸ τοῦ
μέσου, γῆς 〈δὲ〉 καὶ ὕδατος ἐπὶ τὸ μέ-
σον, τοῦ δὲ ὅλου περὶ τὸ μέσον.
τούτοις δὲ † κληροῦσθαι τὸν ὅλον
κόσμον.
<Δημόκριτος> ἓν γένος κινήσεως
τὸ κατὰ παλμὸν ἀπεφαίνετο.
<Ἐπίκουρος> δύο εἴδη κινήσεως, τὸ
320
κατὰ στάθμην καὶ τὸ κατὰ παρέγκλι-
σιν *** εἰσὶ δέ τινες οἳ καὶ τέ-
ταρτον εἶδος εἰσάγουσι τὸ κατ' οὐσίαν,
ὅπερ ἐστὶ τὸ κατὰ γένεσιν. ἄλλοι δὲ
καὶ τὴν διανοητικὴν προστιθέασι,
μέχρι γὰρ τῶν πέντε προὔβησαν.
<Διόδωρος> ὁ Κρόνος κεκινῆσθαι
μέν τι, κινεῖσθαι δὲ μηδέν.
<Ἡρόφιλος> κινήσεως τὴν μὲν λόγῳ
θεωρητήν, τὴν δὲ αἰσθητήν.
<Ἡράκλειτος> ἠρεμίαν μὲν καὶ
στάσιν ἐκ τῶν ὅλων ἀνῄρει, κίνησιν
δὲ τοῖς πᾶσιν ἀπεδίδου.
<Ἀσκληπιάδης> πᾶσαν κίνησιν αἰ-
σθητὴν ἀπεφήνατο.
{Περὶ γενέσεως καὶ φθορᾶς.}
<Παρμενίδης> καὶ <Μέλισσος> ἀνῄ-
ρουν γένεσιν καὶ φθορὰν διὰ τὸ νο-
μίζειν τὸ πᾶν ἀκίνητον.
<Ἐμπεδοκλῆς Ἀναξαγόρας Δη-
μόκριτος Ἐπίκουρος> καὶ πάντες
ὅσοι κατὰ συναθροισμὸν τῶν λεπτο-
μερῶν σωμάτων κοσμοποιοῦσι συγκρί-
σεις μὲν καὶ διακρίσεις εἰσάγουσι, γε-
νέσεις δὲ καὶ φθορὰς οὐ κυρίως· οὐ
γὰρ κατὰ τὸ ποιὸν ἐξ ἀλλοιώσεως,
κατὰ δὲ τὸ ποσὸν ἐκ συναθροισμοῦ
ταύτας γίνεσθαι.
<Πυθαγόρας> καὶ πάντες ὅσοι πα-
θητὴν τὴν ὕλην ὑποτίθενται, κυρίως
γενέσεις καὶ φθορὰς γίνεσθαι· ἐκ γὰρ
ἀλλοιώσεως τῶν στοιχείων καὶ τροπῆς
καὶ ἀναλύσεως [γενέσεως καὶ φθορᾶς]
παράθεσιν καὶ μῖξιν κρᾶσίν τε καὶ
σύγχυσιν γίγνεσθαι.
321
{Περὶ ἀνάγκης.}
<⟦Θαλῆς> ἐρωτηθεὶς τί ἰσχυρότατον
εἶπεν ‘ἀνάγκη, κρατεῖ γὰρ πάντων’.⟧
<Πυθαγόρας> ἀνάγκην ἔφη περι-
κεῖσθαι τῷ κόσμῳ.
⟦<Παρμενίδου> καὶ <Δημοκρίτου.>
οὗτοι⟧ πάντα κατ' ἀνάγκην· τὴν δ'
αὐτὴν εἶναι εἱμαρμένην καὶ δίκην καὶ
πρόνοιαν καὶ κοσμοποιόν.
<Λεύκιππος> πάντα κατ' ἀνάγκην,
τὴν δ' αὐτὴν ὑπάρχειν εἱμαρμένην·
λέγει γὰρ ἐν τῷ Περὶ νοῦ ‘οὐδὲν
χρῆμα μάτην γίνεται, ἀλλὰ πάντα
ἐκ λόγου τε καὶ ὑπ' ἀνάγκης’.
(<Πλάτων>) ⟦καὶ⟧ τὰ μὲν εἰς πρό-
νοιαν ἀνάγει τὰ δὲ εἰς ἀνάγκην.
<Ἐμπεδοκλῆς> αἰτίαν χρηστικὴν
τῶν ἀρχῶν καὶ τῶν στοιχείων.
<Πλάτων> ὁτὲ μὲν τὴν ὕλην ὁτὲ δὲ
τὴν τοῦ ποιοῦντος πρὸς τὴν ὕλην σχέσιν.
322
{Περὶ εἱμαρμένης.}
(<Ἡράκλειτος>) πάντα ⟦δὲ⟧ καθ'
εἱμαρμένην, τὴν δ' αὐτὴν ὑπάρχειν
ἀνάγκην· γράφει γοῦν· ἔστι γὰρ εἱμαρ-
μένη πάντως ...
〈<Χρύσιππος>〉 μὴ διαφέρειν τοῦ
εἱμαρμένου τὸ κατηναγκασμένον ***
κατ' ἐπιπλοκὴν μερῶν συνηρτημένην.
<Ζήνων> ὁ Στωικὸς ἐν τῷ Περὶ
φύσεως, δύναμιν κινητικὴν τῆς ὕλης
κατὰ ταὐτὰ καὶ ὡσαύτως, ἥντινα μὴ
διαφέρειν πρόνοιαν καὶ φύσιν καλεῖν.
<Ἀντίπατρος> ὁ Στωικὸς θεὸν ἀπε-
φαίνετο τὴν εἱμαρμένην.
323
<Ἡράκλειτος> οὐσίαν εἱμαρμένης
ἀπεφαίνετο λόγον τὸν διὰ οὐσίας τοῦ
παντὸς διήκοντα. αὕτη δ' ἐστὶ τὸ
αἰθέριον σῶμα, σπέρμα τῆς τοῦ παν-
τὸς γενέσεως καὶ περιόδου μέτρον
τεταγμένης.
<Πλάτων> λόγον ἀίδιον τὴν οὐσίαν
τῆς εἱμαρμένης καὶ νόμον ἀίδιον τῆς
τοῦ παντὸς φύσεως.
<Χρύσιππος> δύναμιν πνευματικὴν
τὴν οὐσίαν τῆς εἱμαρμένης, τάξει τοῦ
παντὸς διοικητικήν. τοῦτο μὲν οὖν ἐν
τῷ δευτέρῳ Περὶ κόσμου· ἐν δὲ τῷ
δευτέρῳ Περὶ ὅρων καὶ ἐν τοῖς Περὶ
τῆς εἱμαρμένης καὶ ἐν ἄλλοις σπορά-
δην πολυτρόπως ἀποφαίνεται λέγων·
εἱμαρμένη ἐστὶν ὁ τοῦ κόσμου λόγος,
ἢ λόγος τῶν ἐν τῷ κόσμῳ προνοίᾳ
διοικουμένων, ἢ λόγος, καθ' ὃν τὰ
μὲν γεγονότα γέγονε τὰ δὲ γινόμενα
γίνεται τὰ δὲ γενησόμενα γενήσεται.
μεταλαμβάνει δ' ἀντὶ τοῦ λόγου τὴν
ἀλήθειαν τὴν αἰτίαν τὴν φύσιν τὴν
ἀνάγκην, προστιθεὶς καὶ ἑτέρας ὀνο-
μασίας ὡς ἐπὶ τῆς αὐτῆς οὐσίας
τασσομένας καθ' ἑτέρας καὶ ἑτέρας
ἐπιβολάς. Μοίρας δὲ καλεῖσθαι ἀπὸ
τοῦ κατ' αὐτὰς διαμερισμοῦ Κλωθὼ
καὶ Λάχεσιν καὶ Ἄτροπον. Λάχεσιν
μέν, ὅτι ὃν κλῆρον λελόγχασιν ἕκα-
324
στοι κατὰ τὸ δίκαιον ἀπονέμεται·
Ἄτροπον δέ, ὅτι ἀμετάθετος καὶ
ἀμετάβλητός ἐστιν ὁ καθ' ἕκαστα
διορισμὸς ἐξ ἀιδίων χρόνων· Κλωθὼ
δέ, ὅτι ἡ κατὰ τὴν εἱμαρμένην
διανέμησις καὶ τὰ γεννώμενα τοῖς
κλωθομένοις παραπλησίως διεξάγεται,
κατὰ τὴν ἐτυμολογικὴν ἐξήγησιν τῶν
ὀνομάτων ἅμα καὶ τῶν πραγμάτων
συμπαρισταμένων εὐχρήστως.
<Ποσειδώνιος> τρίτην ἀπὸ Διός.
πρῶτον μὲν γὰρ εἶναι τὸν Δία, δεύ-
τερον δὲ τὴν φύσιν, τρίτην δὲ τὴν
εἱμαρμένην.
{Περὶ τύχης.}
<Πλάτων> τὴν τύχην ἀπεφαίνετο
αἰτίαν ἐν ἀπροαιρέτοις κατὰ συμβε-
βηκὸς καὶ παρακολούθημα καὶ σύμ-
πτωμα καὶ προαιρέσεως κατὰ τὴν
πρὸς τὸ τέλος πρόθεσιν ἐναλλακτικὴν
σχέσιν
325
<Ἀριστοτέλης> αἰτίαν κατὰ συμβε-
βηκὸς ἐν τοῖς καθ' ὁρμὴν ἕνεκά τινος
γινομένοις ἄστατον καὶ ἄδηλον. καὶ
ὑποθέσεις μὲν δύο ταῖς ἀρχαῖς ἐνυ-
πάρχειν, τάξιν τε καὶ ἀταξίαν, αἰτίας
δὲ τέτταρας ἐν τοῖς ὅλοις καθ' ἃς
ἅπαντα συνίσταται, νοῦν φύσιν ἀνάγκην
τύχην· καὶ τούτων διπλῆν ἑκάστην,
τὴν μὲν ἐν τοῖς ἀνθρωπίνοις πράγμασι
τὴν δ' ἐν ἄλλοις· τελεῖσθαι δὲ τὰ
μὲν πάντως τὰ δὲ κατὰ τὸ πλεῖστον
τὰ δ' ἄλλοτε ἄλλως. τὴν δ' εἱμαρ-
μένην οὐκ αἰτίαν μέν, τρόπον δέ τινα
αἰτίας, συμβεβηκότα πως τοῖς τῆς
ἀνάγκης τεταγμένοις.
<Ἀριστοτέλης> διαφέρειν τῆς τύχης
τὸ αὐτόματον· τὸ μὲν γὰρ ἀπὸ τύχης
καὶ τοῦ αὐτομάτου εἶναι ἐν τοῖς
πρακτικοῖς πάντως· τὸ δ' αὐτόματον
οὐκ ἀπὸ τύχης, ἐν γὰρ τοῖς ἔξω
πράξεως· καὶ τὴν μὲν τύχην τῶν λο-
γικῶν, τὸ δ' αὐτόματον καὶ τῶν λο-
γικῶν καὶ τῶν ἀλόγων καὶ ἀψύχων·
καὶ τὴν μὲν τύχην προαιρέτως συμ-
βαίνειν, τὸ δ' αὐτόματον ἀπροαιρέτως·
καὶ τὴν μέν τινος ὑπάρχοντος γίνε-
σθαι, τὸ δὲ ἀλόγως, μηδενὸς ἔξω
βουλευθέντος.
<Θεόφραστος> προσδιαρθροῖ ταῖς
αἰτίαις τὴν κατὰ προαίρεσιν· φέρεται
δέ πως εἰς τὸ εἱμαρμένην εἶναι τὴν
ἑκάστου φύσιν. ἐν ᾗ τόπον τεττάρων
326
αἰτιῶν ποικίλων, προαιρέσεως * τύχης
καὶ ἀνάγκης.
<Ἐπίκουρος> κατ' ἀνάγκην, κατὰ
προαίρεσιν, κατὰ τύχην.
<Ἐπίκουρος> ἄστατον αἰτίαν προσ-
ώποις χρόνοις τρόποις.
〈<Ἀναξαγόρας>〉 καὶ <οἱ Στωικοὶ>
ἄδηλον αἰτίαν ἀνθρωπίνῳ λογισμῷ·
ἃ μὲν γὰρ εἶναι κατ' ἀνάγκην, ἃ δὲ
καθ' εἱμαρμένην, ἃ δὲ κατὰ προαί-
ρεσιν, ἃ δὲ κατὰ τύχην, ἃ δὲ κατὰ
τὸ αὐτόματον. τύχη ἀτάκτου ἐνεργείας
ἐστὶ προσηγορία.
{Περὶ φύσεως.}
327
{Περὶ κόσμου.}
<(Πυθαγόρας)> ⟦ὃς καὶ⟧ πρῶτος
ὠνόμασε τὴν τῶν ὅλων περιοχὴν κό-
σμον ἐκ τῆς ἐν αὐτῷ τάξεως.
<Θαλῆς Πυθαγόρας Ἐμπεδο-
κλῆς Ἔκφαντος Παρμενίδης Μέ-
λισσος Ἡράκλειτος Ἀναξαγόρας
Πλάτων Ἀριστοτέλης Ζήνων> ἕνα
τὸν κόσμον.
<Ἀναξίμανδρος Ἀναξιμένης
Ἀρχέλαος Ξενοφάνης Διογένης
Λεύκιππος Δημόκριτος Ἐπί-
κουρος> ἀπείρους κόσμους ἐν τῷ
ἀπείρῳ κατὰ πᾶσαν περιαγωγήν.
328
<Ἐμπεδοκλῆς> τὸν τοῦ ἡλίου περί-
δρομον εἶναι περιγραφὴν τοῦ πέρατος
τοῦ κόσμου.
<Σέλευκος> ὁ Ἐρυθραῖος καὶ <Ἡρα-
κλείδης> ὁ Ποντικὸς ἄπειρον τὸν κό-
σμον.
<Διογένης> καὶ <Μέλισσος> τὸ μὲν
πᾶν ἄπειρον, τὸν δὲ κόσμον πεπε-
ράνθαι.
Οἱ <Στωικοὶ> διαφέρειν τὸ πᾶν καὶ
τὸ ὅλον· πᾶν μὲν γὰρ εἶναι σὺν τῷ
κενῷ τῷ ἀπείρῳ, ὅλον δὲ χωρὶς τοῦ
κενοῦ τὸν κόσμον.
329
Τῶν ἀπείρους ἀποφηναμένων τοὺς
κόσμους <Ἀναξίμανδρος> τὸ ἴσον
αὐτοὺς ἀπέχειν ἀλλήλων, <Ἐπίκου-
ρος> ἄνισον εἶναι τὸ μεταξὺ τῶν κό-
σμων διάστημα.
<Οἱ Στωικοὶ> σφαιροειδῆ τὸν κόσμον
ἀπεφήναντο.
<Λεύκιππος> καὶ <Δημόκριτος>
σφαιροειδῆ τὸν κόσμον.
{Εἰ ἔμψυχος καὶ προνοίᾳ
διοικούμενος.}
Οἱ μὲν ἄλλοι πάντες ἔμψυχον τὸν
κόσμον 〈καὶ〉 προνοίᾳ διοικούμενον.
330
<Λεύκιππος> δὲ καὶ <Δημόκριτος>
καὶ <Ἐπίκουρος> οὐδέτερα τούτων,
φύσει δὲ ἀλόγῳ ἐκ τῶν ἀτόμων συν-
εστῶτα.
<Ἔκφαντος> ἐκ μὲν τῶν ἀτόμων
συνεστάναι τὸν κόσμον, διοικεῖσθαι δὲ
ὑπὸ προνοίας.
<Ἀριστοτέλης> οὔτε ἔμψυχον ὅλον
δι' ὅλου οὔτε λογικὸν οὔτε νοερὸν
οὔτε προνοίᾳ διοικούμενον. τὰ μὲν
γὰρ οὐράνια πάντων τούτων κοινωνεῖν,
σφαίρας γὰρ περιέχειν ἐμψύχους καὶ
ζωτικάς, τὰ δὲ περίγεια μηδενὸς αὐ-
τῶν, τῆς δ' εὐταξίας κατὰ συμβεβη-
κὸς οὐ προηγουμένως μετέχειν.
<Πυθαγόρας> φησὶ γενητὸν κατ'
ἐπίνοιαν τὸν κόσμον, οὐ κατὰ χρόνον.
<Πλάτων> φθαρτὸν μὲν τὸν κόσμον
331
ὅσον ἐπὶ τῇ φύσει, αἰσθητὸν γὰρ
εἶναι, διότι καὶ σωματικόν· οὐ μὴν
φθαρησόμενόν γε προνοίᾳ καὶ συνοχῇ
θεοῦ.
<Ἡράκλειτος> οὐ κατὰ χρόνον εἶναι
γενητὸν τὸν κόσμον, ἀλλὰ κατ' ἐπί-
νοιαν.
<Ἐπίδικος> ὑπὸ φύσεως γεγενῆσθαι
τὸν κόσμον.
<Ἀρχέλαος> ὑπὸ θερμοῦ καὶ ἐμψυ-
χρίας συστῆναι τὸν κόσμον.
<Ἀναξίμανδρος Ἀναξιμένης
Ἀναξαγόρας Ἀρχέλαος Διογέ-
νης Λεύκιππος> φθαρτὸν τὸν κό-
σμον.
⟦Καὶ⟧ οἱ <Στωικοὶ> φθαρτὸν τὸν
κόσμον, κατ' ἐκπύρωσιν δέ.
<Ἐμπεδοκλῆς> τὸν κόσμον 〈γίνεσθαι
καὶ〉 φθείρεσθαι κατὰ τὴν ἀντεπικρά-
τειαν τοῦ νείκους καὶ τῆς φιλίας.
<Δημόκριτος> φθείρεσθαι τὸν κό-
σμον τοῦ μείζονος τὸν μικρότερον
νικῶντος.
<Ἐπίκουρος> πλείστοις τρόποις τὸν
κόσμον φθείρεσθαι, καὶ γὰρ ὡς ζῷον
καὶ ὡς φυτὸν καὶ πολλαχῶς.
332
<Ξενοφάνης Παρμενίδης Μέ-
λισσος> ἀγένητον καὶ ἀίδιον καὶ ἄφθαρ-
τον τὸν κόσμον.
<Ἀριστοτέλης> τὸ ὑπὸ τὴν σελήνην
μέρος τοῦ κόσμου παθητικὸν ἀπε-
φαίνετο, ἐν ᾧ καὶ τὰ περίγεια κη-
ραίνεται.
⟦Καὶ⟧ οἱ φάμενοι δὲ τὴν διακόσμησιν
αἰώνιον ὑπάρχειν περιοδευτικοὺς εἶναί
φασι χρόνους, καθ' οὓς κατὰ ταὐτὰ
καὶ ὡσαύτως γίγνεσθαι πάντα καὶ τὴν
αὐτὴν διασῴζεσθαι τοῦ κόσμου διά-
ταξίν τε καὶ διακόσμησιν.
(οἱ <Στωικοὶ>) μήτε αὔξεσθαι ⟦δὲ⟧
μήτε μειοῦσθαι τὸν κόσμον τοῖς δὲ
μέρεσιν ὁτὲ μὲν παρεκτείνεσθαι πρὸς
πλέονα τόπον, ὁτὲ δὲ συστέλλεσθαι.
{Ποῦ ἔχει τὸ ἡγεμονικὸν ὁ κόσμος.}
(<Φιλόλαος>) τὸ ⟦δὲ⟧ ἡγεμονικὸν ἐν
τῷ μεσαιτάτῳ πυρί, ὅπερ τρόπεως
δίκην προϋπεβάλετο τῇ τοῦ παντὸς
〈σφαίρᾳ〉 ὁ δημιουργὸς θεός.
<Κλεάνθης> ὁ Στωικὸς ἐν ἡλίῳ
ἔφησεν εἶναι τὸ ἡγεμονικὸν τοῦ κό-
σμου.
<Ἀρχέδημος> τὸ ἡγεμονικὸν τοῦ
κόσμου ἐν γῇ ὑπάρχειν ἀπεφήνατο.
{Πόθεν τρέφεται ὁ κόσμος.}
<(Ἀριστοτέλης)> εἰ ⟦δὲ⟧ τρέφεται
333
ὁ κόσμος, καὶ φθαρήσεται· ἀλλὰ μὴν
οὐδεμιᾶς δεῖται τροφῆς, διὰ τοῦτο καὶ
ἀίδιος.
<Φιλόλαος> διττὴν εἶναι τὴν φθο-
ρὰν τοῦ κόσμου, τὸ μὲν ἐξ οὐρανοῦ
πυρὸς ῥυέντος, τὸ δὲ *ἐξ* ὕδατος σε-
ληνιακοῦ περιστροφῇ τοῦ ἀέρος ἀπο-
χυθέντος. ⟦<Φιλόλαος> ἔφησε τὸ μὲν
ἐξ οὐρανοῦ πυρὸς ῥυέντος τὸ δὲ ἐξ
ὕδατος σεληνιακοῦ περιστροφῇ τοῦ ἀέ-
ρος ἀποχυθέντος⟧ εἶναι τὰς ἀναθυμιά-
σεις τροφὰς τοῦ κόσμου.
{Ἀπὸ ποίου πρώτου στοιχείου
ἤρξατο κοσμοποιεῖν ὁ θεός.}
(οἱ <Στωικοὶ>) ἀπὸ γῆς ⟦δὲ⟧ ἄρξα-
σθαι τὴν γένεσιν τοῦ κόσμου καθάπερ
ἀπὸ κέντρου· ἀρχὴ δὲ σφαίρας τὸ
κέντρον.
(<Πυθαγόρας>) ⟦ἄρξασθαι δὲ τὴν
γένεσιν τοῦ κόσμου⟧ ἀπὸ πυρὸς καὶ
τοῦ πέμπτου στοιχείου.
334
<Πλάτων> τὸν ὁρατὸν κόσμον γε-
γονέναι παράδειγμα τοῦ νοητοῦ κό-
σμου. τοῦ δὲ ὁρατοῦ προτέραν μὲν
τὴν ψυχήν, μετὰ δὲ ταύτην τὸ σω-
ματοειδὲς τὸ ἐκ πυρὸς μὲν καὶ γῆς
πρῶτον, ὕδατος δὲ καὶ ἀέρος δεύ-
τερον.
(<Πυθαγόρας>) πέντε ⟦δὲ⟧ σχημά-
των ὄντων στερεῶν, ἅπερ καλεῖται καὶ
μαθηματικά, ἐκ μὲν τοῦ κύβου φησὶ
γεγονέναι τὴν γῆν, ἐκ δὲ τῆς πυραμί-
δος τὸ πῦρ, ἐκ δὲ τοῦ ὀκταέδρου τὸν
ἀέρα, ἐκ δὲ τοῦ εἰκοσαέδρου 〈τὸ ὕδωρ,
335
ἐκ δὲ τοῦ δωδεκαέδρου〉 τὴν τοῦ παν-
τὸς σφαῖραν.
{Περὶ τάξεως τοῦ κόσμου.}
<Παρμενίδης> στεφάνας εἶναι περι-
πεπλεγμένας ἐπαλλήλους, τὴν μὲν ἐκ
τοῦ ἀραιοῦ τὴν δὲ ἐκ τοῦ πυκνοῦ,
μικτὰς δὲ ἄλλας 〈ἐκ〉 φωτὸς καὶ σκό-
τους μεταξὺ τούτων· καὶ τὸ περιέχον
δὲ πάσας τείχους δίκην στερεὸν ὑπάρ-
χειν, ὑφ' ᾧ πυρώδης στεφάνη· καὶ
τὸ μεσαίτατον πασῶν περὶ ὃ πάλιν
πυρώδης· τῶν δὲ συμμιγῶν τὴν με-
σαιτάτην ἁπάσαις τοκέα πάσης κινή-
σεως καὶ γενέσεως ὑπάρχειν; ἥντινα
καὶ δαίμονα κυβερνῆτιν καὶ κλῃδοῦχον
ἐπονομάζει δίκην τε καὶ ἀνάγκην. καὶ
τῆς μὲν γῆς ἀπόκρισιν εἶναι τὸν ἀέρα
διὰ τὴν βιαιοτέραν αὐτῆς ἐξατμισθέντα
πίλησιν, τοῦ δὲ πυρὸς ἀναπνοὴν τὸν
ἥλιον καὶ τὸν γαλαξίαν κύκλον, συμ-
μιγῆ δ' ἐξ ἀμφοῖν εἶναι τὴν σελήνην
τοῦ τ' ἀέρος καὶ τοῦ πυρός. περι-
στάντος δ' ἀνωτάτω πάντων τοῦ αἰ-
336
θέρος ὑπ' αὐτῷ τὸ πυρῶδες ὑποτα-
γῆναι τοῦθ' ὅπερ κεκλήκαμεν οὐρανόν,
ὑφ' ᾧ ἤδη τὰ περίγεια.
<Λεύκιππος> καὶ <Δημόκριτος χι->
τῶνα κύκλῳ καὶ ὑμένα περιτείνουσι
τῷ κόσμῳ διὰ τῶν ἀγκιστροειδῶν
ἀτόμων συμπεπλεγμένον.
<Ἐπίκουρος> ἐνίων μὲν κόσμων
ἀραιὸν τὸ πέρας ἐνίων δὲ πυκνὸν καὶ
τούτων τὰ μέν τινα κινούμενα τὰ δ'
ἀκίνητα.
<Ἀριστοτέλης> πρῶτον αἰθέρα
ἀπαθῆ, πέμπτον τι σῶμα, μεθ' ὃν
παθητὰ πῦρ ἀέρα ὕδωρ, τελευταίαν
δὲ γῆν.
<Ἐμπεδοκλῆς> ἔλεγε μὴ διὰ παν-
τὸς ἑστῶτας εἶναι μηδ' ὡρισμένους
τοὺς τόπους τῶν στοιχείων, ἀλλὰ πάν-
τας *τοὺς* ἀλλήλων μεταλαμβάνειν·
<Φιλόλαος> πῦρ ἐν μέσῳ περὶ τὸ
κέντρον, ὅπερ ἑστίαν τοῦ παντὸς καλεῖ
337
καὶ Διὸς οἶκον καὶ μητέρα θεῶν;
βωμόν τε καὶ συνοχὴν καὶ μέτρον
φύσεως. καὶ πάλιν πῦρ ἕτερον ἀνω-
τάτω τὸ περιέχον. πρῶτον δ' εἶναι
φύσει τὸ μέσον, περὶ δὲ τοῦτο δέκα
σώματα θεῖα χορεύειν, οὐρανόν † τε
πλανήτας, μεθ' οὓς ἥλιον, ὑφ' ᾧ σε-
λήνην, ὑφ' ᾗ τὴν γῆν, ὑφ' ᾗ τὴν
ἀντίχθονα, μεθ' ἃ σύμπαντα τὸ πῦρ
ἑστίας περὶ τὰ κέντρα τάξιν ἐπέχον.
τὸ μὲν οὖν ἀνωτάτω μέρος τοῦ περιέ-
χοντος, ἐν ᾧ τὴν εἱλικρίνειαν εἶναι
τῶν στοιχείων, ὄλυμπον καλεῖ, τὰ δὲ
ὑπὸ τὴν τοῦ ὀλύμπου φοράν, ἐν ᾧ
τοὺς πέντε πλανήτας μεθ' ἡλίου καὶ
σελήνης τετάχθαι, κόσμον· τὸ δ' ὑπὸ
τούτοις ὑποσέληνόν τε καὶ περίγειον
μέρος, ἐν ᾧ τὰ τῆς φιλομεταβόλου
γενέσεως, οὐρανόν. καὶ περὶ μὲν τὰ
τεταγμένα τῶν μετεώρων γίνεσθαι τὴν
σοφίαν, περὶ δὲ τὰ γενόμενα τῆς ἀτα-
ξίας τὴν ἀρετήν, τελείαν μὲν ἐκείνην,
ἀτελῆ δὲ ταύτην.
{Τίς ἡ αἰτία τοῦ τὸν κόσμον
ἐγκλιθῆναι.}
<Διογένης> καὶ <Ἀναξαγόρας> ἔφη-
σαν μετὰ τὸ συστῆναι τὸν κόσμον καὶ
τὰ ζῷα ἐκ τῆς γῆς ἐξαγαγεῖν ἐγκλι-
θῆναί πως τὸν κόσμον ἐκ τοῦ αὐτο-
338
μάτου εἰς τὸ μεσημβρινὸν αὑτοῦ μέ-
ρος, ἴσως ὑπὸ προνοίας, ἵν' ἃ μὲν
ἀοίκητα γένηται ἃ δὲ οἰκητὰ μέρη
τοῦ κόσμου κατὰ ψῦξιν καὶ ἐκπύρωσιν
καὶ εὐκρασίαν.
〈<Ἐμπεδοκλῆς>〉 τοῦ [δὲ] ἀέρος
εἴξαντος τῇ τοῦ ἡλίου ὁρμῇ ἐπικλι-
θῆναι τὰς ἄρκτους, καὶ τὰ μὲν βόρεια
ὑψωθῆναι τὰ δὲ νότια ταπεινωθῆναι,
καθ' ὃ καὶ τὸν ὅλον κόσμον.
{Εἰ ἔστι κενὸν ἐκτὸς τοῦ
κόσμου.}
<Οἱ> 〈ἀπὸ〉 <Πυθαγόρου> ἐκτὸς εἶναι
τοῦ κόσμου κενὸν εἰς ὃ ἀναπνεῖ ὁ
κόσμος καὶ ἐξ οὗ.
<Οἱ Στωικοὶ> εἶναι κενόν, εἰς ὃ
κατὰ τὴν ἐκπύρωσιν ἀναλύεται ὁ κό-
σμος ἄπειρος ὤν.
<Ποσειδώνιος> ἔφησε τὸ ἐκτὸς τοῦ
κόσμου οὐκ ἄπειρον, ἀλλ' ὅσον αὔταρ-
κες εἰς διάλυσιν.
<(Πλάτων)> κενὸν ⟦δὲ⟧ μὴ εἶναι μήτε
ἐκτὸς τοῦ κόσμου μήτε ἐν τῷ κόσμῳ.
339
{Τίνα δεξιὰ τοῦ κόσμου καὶ
τίνα ἀριστερά.}
<Πυθαγόρας Πλάτων Ἀριστοτέ-
λης> δεξιὰ τοῦ κόσμου τὰ ἀνατολικὰ
μέρη, ἀφ' ὧν ἡ ἀρχὴ τῆς κινήσεως
[διὰ τὰς ἀνατολάς], ἀριστερὰ δὲ τὰ
δυτικά. οὔθ' ὕψος δέ φασιν οὔτε βάθος
ἔχειν τὸν κόσμον, καθ' ὃν λόγον ὕψος
μὲν λέγεται τὸ κάτωθεν ἄνω διά-
στημα, βάθος δὲ τὸ ἄνωθεν κάτω.
μηδὲν γὰρ εἶναι τῶν οὕτως διαστη-
μάτων λεγομένων περὶ τὸν κόσμον
διὰ τὸ περὶ τὸ ἑαυτοῦ μέσον αὐτὸν
συνεστάναι, ἀφ' οὗ πρὸς ἅπαν ἐστὶ
καὶ πρὸς ὃ πανταχόθεν ταὐτό.
(<Ἐμπεδοκλῆς>) ⟦καὶ⟧ δεξιὰ μὲν
αὐτοῦ τὰ κατὰ τὸν θερινὸν τροπικόν,
ἀριστερὰ δὲ τὰ κατὰ τὸν χειμερινόν.
{Περὶ τῆς οὐρανοῦ οὐσίας.}
<Ἀναξιμένης> καὶ <Παρμενίδης>
τὴν περιφορὰν τὴν ἐξωτάτω τῆς γῆς
εἶναι τὸν οὐρανόν.
<Ἐμπεδοκλῆς> στερέμνιον εἶναι τὸν
οὐρανὸν ἐξ ἀέρος παγέντος ὑπὸ πυρὸς
κρυσταλλοειδῶς, τὸ πυρῶδες καὶ τὸ
ἀερῶδες ἐν ἑκατέρῳ τῶν ἡμισφαιρίων
περιέχοντα
340
<Ἀριστοτέλης> ἐκ πέμπτου σώ-
ματος. ⟦λέγει γοῦν ἐν τοῖς περὶ τῆς
φυσικῆς ἀκροάσεως καὶ οὐρανοῦ λό-
γοις οὕτως.⟧
<Παρμενίδης Ἡράκλειτος Στρά-
των Ζήνων> πύρινον εἶναι τὸν οὐ-
ρανόν.
<Ἀναξίμανδρος> ἐκ θερμοῦ καὶ
ψυχροῦ μίγματος.
{Περὶ διαιρέσεως οὐρανοῦ.}
<Θαλῆς Πυθαγόρας> καὶ οἱ ἀπ'
αὐτοῦ, μεμερίσθαι τὴν τοῦ παντὸς
οὐρανοῦ σφαῖραν εἰς κύκλους πέντε,
οὕστινας προσαγορεύουσι ζώνας· κα-
λεῖται δ' αὐτῶν ὁ μὲν ἀρκτικός τε
καὶ ἀειφανής, ὁ δὲ θερινὸς τροπικός,
ὁ δὲ ἰσημερινός, ὁ δὲ χειμερινὸς τρο-
πικός, ὁ δὲ ἀνταρκτικός τε καὶ ἀφα-
νής. λοξὸς δὲ [ἐν] τοῖς τρισὶ μέσοις
ὁ καλούμενος ζῳδιακὸς ὑποβέβληται
παραψαύων τῶν μέσων τριῶν. πάντας
δ' αὐτοὺς ὁ μεσημβρινὸς πρὸς ὀρθὰς
ἀπὸ τῶν ἄρκτων ἐπὶ τὸ ἀντικρὺ
τέμνει.
<Πυθαγόρας> πρῶτος ἐπινενοηκέναι
λέγεται τὴν λόξωσιν τοῦ ζῳδιακοῦ
341
κύκλου, ἥντινα <Οἰνοπίδης> ὁ Χῖος
ἐπίνοιαν ὡς ἰδίαν σφετερίζεται.
{Περὶ οὐσίας ἄστρων.}
<Θαλῆς> γεώδη μέν, ἔμπυρα δὲ τὰ
ἄστρα.
<Ἐμπεδοκλῆς> πύρινα ἐκ τοῦ πυ-
ρώδους, ὅπερ ὁ ἀὴρ ἐν ἑαυτῷ περιέ-
χων [ἐξανέλαμψεν ἤτοι] ἐξανέθλιψε
κατὰ τὴν πρώτην διάκρισιν.
<Ἀναξαγόρας> τὸν περικείμενον αἰ-
θέρα πύρινον μὲν εἶναι κατὰ τὴν οὐ-
σίαν, τῇ δὲ εὐτονίᾳ τῆς περιδινήσεως
ἀναρπάσαντα πέτρους ἀπὸ τῆς γῆς,
καταφλέξαντα τούτους ἠστερωκέναι.
<Δημόκριτος> πέτρους.
<Διογένης> κισηροειδῆ τὰ ἄστρα,
διαπνοίας δὲ αὐτὰ νομίζει τοῦ κόσμου,
εἶναι δὲ διάπυρα.
342
<Ἀρχέλαος> μύδρους ἔφησεν εἶναι
τοὺς ἀστέρας, διαπύρους δέ.
<Ἀναξίμανδρος> πιλήματα ἀέρος
τροχοειδῆ, πυρὸς ἔμπλεα, κατά τι
μέρος ἀπὸ στομίων ἐκπνέοντα φλόγας.
<Παρμενίδης> καὶ <Ἡράκλειτος>
πιλήματα πυρὸς τὰ ἄστρα.
(<Διογένης>) συμπεριφέρεσθαι ⟦δὲ⟧
τοῖς φανεροῖς ἄστροις ἀφανεῖς λίθους
κ…
The complete text is available when the reading interface loads.